Periplus maris exteri

Marcianus, of Heraclea

Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

35. Ἀπὸ δὲ τῆς πρὸς ἀνατολὰς ἐπιστροφῆς τῆς χερσονήσου ἐπὶ Συήβου ποταμοῦ ἐκβολὰς στάδιοι ασξ΄, [στάδιοι---]. Ἀπὸ [δὲ] Συήβου ποταμοῦ ἐπὶ Οὐιάδου ποταμοῦ ἐκβολὰς στάδιοι ων΄, [στάδιοι ---]. Ἀπὸ δὲ Οὐιάδου ποταμοῦ ἐκβολῶν εἰς Οὐῖστούλα ποταμοῦ ἐκβολὰς εἰσὶ στάδιοι ψ΄, [στέδιοι ---]. Ἀπὸ δὲ τῶν ἐκβολῶν τοῦ ποταμοῦ τοῦ Οὐϊστούλα ἐπὶ τὴν κεφαλὴν τοῦ αὐτοῦ ποταμοῦ εἰσὶ στάδιοι β, στάδιοι αων΄.

36. Ἔστι δὲ τῆς Γερμανίας τὸ μῆκος ἀρχόμενον μὲν ἀπὸ δύσεως καὶ Ἀσκιβουργίου πόλεως, περαιούμενον δὲ εἰς Οὐῖστούλα ποταμοῦ ἐκβολὰς, ὡς εἶναι τὸ πᾶν μῆκος τῆς ἐπαρχίας [σταδίων ---], σταδίων δτν΄. Τὸ δὲ πλάτος αὐτῆς ἔρχεται μὲν ἀπὸ τῆς ἐκτροπῆς τοῦ πρὸς μεσημβρίας ῥέοντος ποταμοῦ, ὃς καλεῖται Ἀρραβὼν, καταλήγει δὲ πρὸς τὰς ἄρκτους κατὰ τὴν ἐπιμηκεστέραν γραμμὴν, τουτέστι κατὰ τὴν Κιμβρικὴν χερσόνησον

558
καὶ τήν ἀρκτικωτάτην αὐτῆς ἐξοχήν· ὡς εἶναι τοῦ πλάτους σταδίους Ϛσν΄. Ἔστι δὲ τῆς μεγάλης Γερμανίας ὁ κατὰ γῆν περιορισμὸς σταδίων α βτ΄, σταδίων α ασν΄. Ἔχει δὲ ἐν αὐτῇ ἔθνη ξη΄, πόλεις ἐπισήμους ??δ΄, ὅρη ἐπίσημα ζ΄, ποταμοὺς ἐπισήμους δ, Κιμβρικὴν χερσόνησον, λιμένα ἐπίσημον, Ὀρκύνιον δρυμὸν, Γαβρήταν ὕλην.

37. Οἱ πάντες ἀπὸ τοῦ Ῥήνου ποταμοῦ, τουτέστιν γφ. ἀπὸ τοῦ καλουμένου δυσμικοῦ στόματος αὐτοῦ μέχρι τῶν ἐκβολῶν τοῦ Οὐῖστούλα ποταμοῦ, τοῦ περίπλου τῆς παραλίας τῆς μεγάλης Γερμανίας στάδιοι α γυ΄, στάδιοι αλ΄.

38. Ἡ ἐν τῇ Εὐρώπη Σαρματία περιορίζεται ἀπὸ μὲν ἄρκτων τῷ τε Σαρματικῷ ὠκεανῷ κατὰ τὸν Οὐενδικὸν κόλπον, καὶ μέρει τῆς ἀγνώστου γῆς, ἀπὸ δὲ ἀνατολῶν τῷ τε [ἀπὸ τοῦ Καρκινίτου ποταμοῦ] ἰσθμῷ καὶ τῇ Βύκῃ λίμηῃ, καὶ τῷ μέρει τῆς Μαιώτιδος λίμνης μέχρι τοῦ Τανάϊσος ποταμοῦ, καὶ ἐφεξῆς αὐτῷ [τῷ] Τανάῖδι ποταμῷ, καὶ ἔτι τῷ ἀπὸὸ τῶν πηγῶν τοῦ Ταναῖδος ποταμοῦ ἐπὶ τὴν ἄγνωστον γῆν μεσημβρινῷ ἀπὸ δὲ δυσμῶν τῷ τε Οὐῖστούλᾳ ποταμῷ καὶ τῇ Γερμανίᾳ τῇ μεγάλῃ μετὰ τὰ Σαρματικὰ ὄρη, καὶ αὐτοῖς τοῖς ὄρεσιν· ἀπὸ δὲ μεσημβρίας τοῖς τε Ἰάζυξι τοῖς Μετανάσταις ἀπὸ τοῦ νοτίου τῶν Σαρματικῶν δρῶν πέρατος μέχρι τῆς ἀρχῆς τοῦ Καρπάθου ὄρους, καὶ ἔτι τῇ Δακίᾳ μέχρι τῶν Βορυσθένους τοῦ ποταμοῦ ἐκβολῶν, καὶ τῇ ἀπὸ τούτου τοῦ Εὐξείνου Πόντου παραλίῳ μέχρι τοῦ μυχοῦ τοῦ Καρκινίτου κόλπου. Καὶ ἡ μὲν ὅλη περιγραφή τοιαύτη· τὰ δὲ κατὰ μέρος τῆς Σαρματίας κεφαλαιωδέστερον ἐτάξαμεν, μή προσθέντες τῶν σταδίων

559
τὸν ἀριθμὸν τῷ τὸν ἀκριβῆ περίπλουν τοῦ ἀρκτικοῦ τούτου ὠκεανοῦ σχεδὸν ἄγνωστον τυγχάνειν, πλησιάζοντος μὲν κατὰ τὰς ἄρκτους τῇ ἀγνώστῳ γῇ, ἥτις ὑπέρκειται τῆς Μαιώτιδος λίμνης, μὴ ῥᾳδίως γνωριζομένη τῷ πλείστῳ μέρει τῶν ἀνθρώπων, μάλισθʼ ὅτε καὶ ὁ Πρωταγόρας παραλελοιπέναι τούτων τῶν σταδίων τὸν ἀριθμὸν δοκεῖ. Καὶ ἡ περγραφὴ δὲ τῶν τόπων κατὰ μόνας τὰς ἐκβολὰς τῶν ποταμῶν ῥηθήσεται διὰ τὰς αὐτὰς αἰτίας.