Periplus maris exteri

Marcianus, of Heraclea

Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

31. Ἡ Γερμανία ἡ μεγάλη περιορίζεται ἀπὸ μὲν ἄρκτων τῷ καλουμάνῳ Γερμανικῷ ὠκεανῷ, ἀπὸ δὲ ἀνατολῶν τοῖς Σαρματικοῖς ὄρεσι, καὶ [μέρει Σαρματίας τῷ] μετὰ τὰ ὄρη [μέχρι] τῆς κεφαλῆς τοῦ Οὐῖστούλα ποταμοῦ καὶ ἔτι αὐτῷ τῷ ποταμῷ, ἀπὸ δὲ μεσημβρίας τοῦ Δανουβίου ποταμοῦ τῷ δυσμικῷ μέρει ( ἔστι δὲ ὁ Δανούβιος

555
ἀρχόμενος μέν μεγέθους α΄, εἶτα β΄, καὶ ἑξῆς μεγέθους γ΄, ἀμείβων καὶ τὸ ὄνομα καὶ Ἴστρος καλούμενος), ἀπὸ δὲ δύσεως τῷ Ῥήνῳ ποταμῷ. Καὶ ἡ μὲν ὅλη περιγραφὴ τῆς χώρας οὕτως ἔχει τὰ δὲ κατὰ μέρος λέξομεν.

32. Ἀπὸ τῶν ἐκβολῶν τοῦ Ῥήνου ποταμοῦ, τουτέστιν ἀπὸ τοῦ λεγομένου δυσμικοῦ στόματος αὐτοῦ, εἰς Οὐίδρου ποταμοῦ ἐκβολὰς στάδιοι τπ΄, [στάδιοι---]. Ἀπὸ δὲ Οὐίδρου ποταμοῦ εἰς Μαραρμανὸν λιμένα στάδιοι τέ, στάδιοι σν΄. Ἀπὸ δὲ Μαραρμανοῦ λιμένος εἰς Ἀμασίου ποταμοῦ ἐκβολὰς εἰσὶ στάδιοι χνε΄, στάδιοι υο΄. Ἀπὸ δὲ τῶν τοῦ Ἀμασίου ποταμοῦ ἐκβολῶν εἰς τὰς πηγὰς τοῦ αὐτοῦ ποταμοῦ στάδιοι βτν΄, στάδιοι στ΄. Ἀπὸ δὲ Ἀμασίου ποταμοῦ ἐκβολῶν εἰς Οὐῖσούργιος ποταμοῦ ἐκβολὰς στάδιοι φξ??, [στiδιcι ---]. Ἀπὸ δὲ τῶν ἐκβολῶν τοῦ Οὐϊσούργιος ποταμοῦ ἐπὶ τὰς πηγὰς τοῦ αὐτοῦ ποταμοῦ στάδιοι αψπ΄, στάδιοι αχ΄. Ἀπὸ δὲ Οὐϊσούργιος ποταμοῦ εἰς Ἄλβιος ποταμοῦ ἐκβολὰς στάδιοι χκε΄, [στάδιοι ---]. ἀπὸ δὲ τῶν ἐκβολῶν τοῦ Ἄλβιος ποταμοῦ ἐπὶ τὰς πηγὰς τοῦ αὐτοῦ ποταμοῦ στάδιοι ετό, στάδιοι γτ΄. Κατὰ τοῦτο τὸ μέρος κεῖνται νῆσοι αἱ καλούμεναι Σαξόνων. Εἰσὶ δʼ ἐπʼ αὐτὰς ἀπὸ τῆς ἐκβολῆς τοῦ Ἄλβιος ποταμοῦ στάδιοι ψν΄, [στάδιοι ---].

33. Ἀπὸ δὲ τοῦ Ἄλβιος ποταμοῦ ἐκδέχεται ἡ καλουμένη Κιμβρικὴ χερσόνησος μεγίστη τυγχάνουσα. Καὶ

556
εἰσὶν ἀπὸ τῶν τοῦ Ἄλβιος ποταμοῦ ἐκβολῶν ἐπὶ τὴν πρώτην ἐξοχήν τῆς χερσονήσου τὴν μετὰ τὸν Ἄλβιν πποταμὸν κειμένην στάδιοι φο΄, στάδιοι υ΄. Ἀπὸ δὲ τῆς πρώτης ἐξοχῆς τῆς χερσονήσου ἐπὶ τὴν ἐφεξῆς κειμένην ἐξοχὴν τῆς αὐτῆς χερσονήσου στάδιοι αχ΄, στάδιοι αρ΄. Ἀπὸ δὲ τῆς δευτέρας ἐξοχῆς τῆς χερσονήσου εἰς τὴν ἐφεξῆς καὶ ἀρκτικωτάτην ἐξοχὴν τῆς αὐτῆς χερσονήσου στάδιοι αυν΄, στάδιοι αρν΄. Ἀπὸ δὲ τῆς ἀρκτικωτάτης ἐξοχῆς τῆς χερσονήσου εἰς τήν μετὰ τὴν ἐπιστροφὴν αὐτῆς πρώτην ἐξοχὴν στάδιοι χν΄, στάδιοι φν΄. Ἀπὸ δὲ τῆς μετὰ τὴν ἐπιστροφὴν αὐτῆς πρώτης ἐξοχῆς εἰς τὸ ἀνατολικώτατον αὐτῆς στάδιοι ψκ΄, στάδιοι φκ΄. Ἀπὸ δὲ τοῦ ἀντολικωτάτου αὐτῆς τῆς χερσονήσου ἐπὶ τὴν ὑπὸ [ταύτην] τὴν ἐξοχὴν αὐτῆς ἐφεξῆς στάδιοι β, στάδιοι σφ΄. Ἀπὸ δὲ τῆς ὑπὸ τὴν ἐξοχὴν αὐτῆς ἐπὶ τήν πρὸς ἀνατολὰς ἐπιστροφὴν αὐτῆς στάδιοι αἴ, στάδιοι ψν΄. Ἐνταῦθα τῆς Κιμβρικῆς χερσονήσου ὁ περίπλους πληροῦται, ἐπὶ πολὺ μὲν διηκούσης εἰς τὸν ὠκεανὸν, πλαγίας δὲ παραβεβλημένης ἐπὶ τὴν ἤπειρον τήν πρὸς τήν ἔω, ὡς ἀποτελεῖν καὶ κόλπον μέγιστον κατὰ τὸν Σύηβον ποταμὸν ἐπὶ τὴν ἐνδοτέρω
557
αὐτοῦ παρεκτεινόμενον. Ἔστι δὲ ὁ πᾶς τῆς χερσονήσου περίπλους σταδίων ην΄, σταδίων εϟο΄.

34. Κατοικεῖ δὲ τὸν μὲν αὐχένα τῆς χερσονήσου τὸ ἔθνος τῶν καλουμένων Ἀξόνων, αὐτὴν δὲ τὴν χερσόνησον ἔθνη πλεῖστα. Ὑπὲρ δὲ τὴν χερσόνησον κεῖνται νῆσοι γ΄ Ἀλοκίαι καλούμεναι· εἰσὶ δʼ ἐπʼ αὐτὰς ἀπὸ τῆς χερσονήσου στάδιοι φν΄, στάδιοι φ΄. Ἀπʼ ἀνατολῶν δὲ τῆς χερσονήσου κεῖνται νῆσοι δ΄ αἱ καλούμεναι Σκανδίαι, τρεῖς μὲν μικραὶ, ὧν εἰς τὴν μέσην ἀπὸ τῆς χερσονήσου εἰσὶ στάδιοι β, στάδιοι αψ΄, μία δὲ μεγίστη καὶ ἀνατολικωτάτη, καλεῖται δὲ ἰδίως καὶ αὐτὴ Σκανδία, κειμένη κατὰ τὰς ἐκβολὰς τοῦ Οὐϊστούλα ποταμοῦ, ἀφʼ ὧν εἰσὶν εἰς αὐτὴν στάδιοι αχ΄, στάδιοι ασ΄. Ἔστι δὲ ὁ πᾶς τῆς Σκανδίας περίπλους σταδίων βφ΄, σταδίων β΄.