Periplus maris exteri

Marcianus, of Heraclea

Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

ΑΠΟΣΠΑΣΜΑΤΑ.

18. Ὄννη, ἐμπόριον τῆς Εὐδαίμονος Ἀραβίας. Μαρκιανὸς ἐν Περίπλῳ. Σιδηνοί, ἔθνος παρακείμενον τῇ Ἐρυθρᾷ θαλάσσῃ, ὡς Μαρκιανὸς ἐν Περίπλῳ.

Ζαδράμη, βασίλειον τῶν Κιναιδοκολπιτῶν. Εἰσὶ δὲ ἔθνος τῆς Εὐδαίμονος Ἀραβίας. Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς· « Ζαδραμιτῶν (καὶ) Κιναιδοκολπιτῶν. » Τὸ ἐθνικὸν Ζαδραμαῖος.

Κασσανῖται, ἔθνος ἐν τῇ παραλία τῆς Ἐρυθρᾶς θαλάσσης. Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς « Ἐντεῦθεν ἐκδέχεται τὸ τῶν Κασσανιτῶν ἔθνος.

Μινναῖοι, ἔθνος ἐν τῇ παραλίᾳ τῆς Ἐρυθρᾶς θαλάσσης. Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς.

Ὁμηρῖται, ἔθνος Αἰθιόπων. Μαρκιανὸς ἐν Περίπλῳ α΄.

Χαδραμωτῖται, ἔθνος περὶ τὸν Ἰνδικὸν κόλπον, τῷ Πρίονι παροικοῦντες ποταμῷ, ὥς φησι Μαρκιανὸς ἐν τῷ Περίπλῳ αὐτοῦ.

Ἀσκῖται, ἔθνος παροικοῦν τὸν Ἰωδικὸν καὶ

528
ἐπὶ ἀσκῶν πλέον, ὡς Μαρκιανὸς ἐν τῶ Περίπλῳ αὐτοῦ· « Παροικεῖαὐτὸν ἔθνος καὶ αὐτὸ καλούμενον Σαχαλιτῶν· ἔτι μὴν καὶ Ἀσκιτῶν ἕτερον ἔθνος [ἐπὶ ἀσκῶν πλέον]», Ἔστιν οὖν παρὰ τὸν ἀσκὸν Ἀσκίτης, ὡς παρὰ τὸν ἀστὸν ἀστίτης, μέσος μεσίτης. μέσος μεσίτης.

Ἰστριανα΄, πόλις παρὰ τὴν Περσικήν θάλασσαν, ὡς Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς.

Mἁλιάδα, πόλις Περσική. Μαρκιανὸςέν Περίπλῳ τοῦ Περσικοῦ κόλπου.

Ἀδαρούπολις, πόλις Περσική, ὡς Μαρκιανὸς ἐν Περίπλῳ τοῦ Περσικοῦ κόλπου.

Κορομάνη, πόλις πρὸς τὸν Περσικὸν κόλπον. Μαρκιανὸς ἐν Περίπλῳ αὐτοῦ.

Μεσανίτης κόλπος. Μαρκιανὸς ἐν Περίπλῳ τῆς Περσικῆς θαλάσσης.

Λαδισακίτης (?) κόλπος ἐν τῆ Περσικῇ θαλάσσῃ. Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς.

Κτησιφῶν, πόλις Ἀσσυρίας. Μαρκιανὸς ἐν Περίπλῳ.

19. Ἔστι δὲ τῆς Εὐδαίμονος Ἀραβίας τὸ μέν μῆκος σταδίων α αψ΄, τὸ δὲ πλάτος σταδίων ηων΄. Ἔχει ι,φoo, δὲ ἔθνη ἤτοι σατραπείας νδ΄, πόλεις δὲ ἐπισήμους καὶ κώμας ρξδ΄, ὄρη ἐπίσημα ιε΄, ποταμοὺς ἐπισήμους δ΄, λιμένας ἐπισήμους Ϛ΄, κόλπους ἐπισήμους ε΄, αἰγιαλοὺς μεγάλους δύο, νήσους ἐπισήμους τὰς ἐν τῷ β, περίπλῳ εἰρημένας λε΄. Οἰ πάντες ἀπὸ τοῦ Ἀσαβῶν ἀκρωτηρίου μέχρι τοῦ Μαισανίτου κόλπου τοῦ παρ τὴν Εὐδαίμονα Ἀραβίαν τυγχάνοντος στάδιοι ερμ΄. Οἱ δέ σύμπαντες ἀπὸ τοῦ Αἰλανίτου μυχοῦ τοῦ ἐν τῷ Ἀραβίῳ κόλπῳ μέχρι τοῦ Μαισανίτου κόλπου καὶ τοῦ

529
πρὸς τῇ Ἐρήμῳ πέρατος τοῦ Περσικοῦ κόλπου καὶ ἔτι τῶν ἐκβολῶν τοῦ Τίγριδος ποταμοῦ τοῦ περίπλου παντὸς τῆς παραλίας τῆς τῶν Εὐδαιμόνων Ἀράβων γῆς εἰσι στάδιοι γ, ηρν΄.

20. Ἡ Σουσιανὴ κεῖται μὲν ἐν τῷ Περσικῷ κόλπῳ· περιορίζεται δὲ ἀπὸ μὲν ἄρκτων τῇ Ἀσσυρίᾳ, ἀπὸ δὲ δύσεως τῇ προειρημένῃ Βαβυλωνίᾳ παρὰ τὸ τοῦ Τίγριδος ποταμοῦ μέρος τὸ μέχρι θαλάσσης, ἀπὸ δὲ ἀνατολῆς νῇ Περσίδι, ἀπὸ δὲ μεσημβρίας τῷ Περσικῷ κόλπῳ ἀπὸ τῶν ἐκβολῶν τοῦ Τίγριδος ποταμοῦ μέχρι τῶν ἐκβολῶν τῶν εἰς τὸν Περσικὸν κόλπον τοῦ Ὀροάτιος ποταμοῦ. Καὶ ἡ μὲν ὅλη τῆς χώρας περιγραφὴ τοιαύτη· ὁ δὲ κατὰ μέρος παράπλους οὕτω πως ἔχε.

21. Ἀπὸ τοῦ ἀνατολικοῦ στόματος τοῦ Τίγριδος ποταμοῦ ἐπὶ Χάρακα Πασίνου στάδιοι π΄. Κατὰ τοῦτο τὸ μέρος νῆσος κεῖται Ἀπφάνα λεγομένη· ταύτην δέ τινες τῷ περίπλῳ τῆς Εὐδαίμονος Ἀραβίας προσνέμουσιν, ἐν ταῖς λε΄ νήσοις ἀριθμοῦντες. Ἀπὸ δὲ τοῦ Χάρακος Πασίνου ἐπὶ Μωγαίου ποταμοῦ ἐκβολὰς στάδιοι ψ΄ . Ἀπὸ δὲ Μωγαίου ποταμοῦ ἐπὶ Πηλώδη κόλπον λεγόμενον στάδιοι υ΄. Παροικοῦσι δὲ τὸν κόλπον τοῦτον καὶ τοὺς περὶ αὐτὸν τόπους Ἐλυμαῖοι, τῆς Σουσιανῆς ὄντες χώρας. Κατὰ δὲ τὸν κόλπον τοῦτον νῆσος κεῖται, Ταξίανα λεγομένη. Ἀπὸ δὲ τοῦ κόλπου ἐτὶ τὰς τοῦ Εὐλαίου ποταμοῦ ἐκβολὰς στάδιοι χ??. Κατὰ τοῦτον τὸν ποταμὸν ἐν τῇ μεσογείᾳ πόλις κεῖται τῆς Σουσιανῆς μητρόπολις τὰ Σοῦσα. Ἀπὸ δὲ τοῦ Εὐλαίου ποταμοῦ εἰς Τέναγος [ἀμμῶδες στάδιοι ρι΄. Ἀπὸ δὲ Τενάγους] ἀμμώδους ἐπὶ τὰς τοῦ Ὀροάτιος ποταμοῦ ἐκβολὰς στάδιοι αυν΄.

530