Periplus maris exteri

Marcianus, of Heraclea

Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

15. Τῶν δὲ ἀριστερῶν τῆς Ἀσίας μερῶν ἡ τῆς ἠπείρου καὶ τῶν θαλασσῶν θέσις τοῦτόν πως διάκειται τὸν τρόπον. Χρὴ γὰρ κἀνταῦθα πρὸ τῶν κατὰ μέρος ὀνο μασιῶν τὰς καθόλου δηλῶσαι προσηγορίας, καὶ τὴν

525
θέσιν σημῆναι τῶν τόπων. Πλέοντι τοίνυν τὸν Ἀράβιον κόλπον καὶ ἀριστερὰν ἔχοντι τὴν ἤπειρον πρώτη μέν ἐστιν ἡ καλουμένη Εὐδαίμων Ἀραβία παρὰ ὅλον τὸν Ἀράβιον διήκουσα κόλπον μέχρι τοῦ προρρηθέντος Ἀραβίου πορθμοῦ. Μετὰ δὲ τὰ στενὰ τοῦ Ἀραβίου κόλπου ἐκδέχεται ἡ Ἐρυθρὰ θάλασσα, ἣν περιπλέοντι καὶ τὴν ἥπειρον ἀριστερὰν ἔχοντι, τὸ προρρηθὲν ἔτι τῶν Ἀράβων ἔθνος ἐκδέχεται παρὰ πᾶσαν ταύτην παροικοῦν τὴν ἤπειρον. Ἐν τούτῳ δὲ τῷ μέρει τῆς θαλάσσης καὶ τὸ τῶν Ὁμηριτῶν ἔθνος τυγχάνει τῆς τῶν Ἀράβων ὑπάρχον γῆς, μέχρι τῆς ἀρχῆς τοῦ Ἰνδκοῦ διῆκον πελάγους. Μετὰ δὲ τὴν Ἐρυθρὰν θάλασσαν ἑξῆς ἐστι τὸ Ἰνδικὸν πέλαγος. Περιπλέοντι τοίνυν καὶ τούτου τὰ ἀριστερὰ μέρη τὰ πρὸς τὴν Ἀράβων γῆν ἀναπεπταμένα μέχρι τοῦ στόματος τοῦ Περσικοῦ κόλπου, ἐκδέχεται ὅ τε Σύαγρος τὸ ὄρος καὶ ὁ Σαχαλίτης κόλπος μέγιστος ὢν καὶ διήκων ἄχρι τοῦ στόματος τοῦ κόλπου τοῦ Περσικοῦ. Εἰσπλεύσαντι δὲ εἰς τὸν Περσικὸν κόλπον καὶ περιπλέοντι τοῦτον, ἀριστερὰν δὲ τὴν ἤπειρον ἔχοντι μέχρι τῶν ἐκβολῶν τοῦ Τίγριδος ποταμοῦ ---, ἐν αὐτῷ ἔτι τῷ Περσικῷ κόλπῳ ἡ Σουσιανὴ τὸ ἔθνος ἐκδέχεται οὐ μὴν ἀλλὰ καὶ ἡ Περσὶς μετὰ τὴν Σουσιανὴν κειμένη τυγχάνει, μεθʼ ἣν Καρμανίας τὸ πλεῖστον μέρος ἄχρι τῶν στενῶν τοῦ αὐτοῦ Περσικοῦ κόλπου. Ἀντίκειται δὲ ὁ Περσικὸς κόλπος τῇ Κασπίᾳ θαλάσσῃ τῇ καὶ Ὑρκανίᾳ λεγομένῃ, καὶ στενώσας τὴν μεταξὺ γῆν ποιεῖ μέγαν ἰσθμὸν τῆς Ἀσίας.

16. Ἐκπλεύσαντι δὲ τὸν κόλπον καὶ πρὸς τὴν ἕω τὸν πλοῦν ποιουμένῳ ἀριστεράν τε ὁμοίως τὴν ἤπειρον ἔχοντι, ἐκδέχεται πάλιν τὸ Ἰνδικὸν πέλαγος, ᾧ τὸ λειπόμενον τῆς Καρμανίας ἔθνος παροικεῖ. Καὶ μετὰ τοῦτο τὸ τῆς Γεδρωσίας ἔθνος κείμενον τυγχάνει ἑξῆς δὲ τούτων ἐστὶν ἡ Ἰνδικὴ ἡ ἐντὸς Γάγγου ποταμοῦ κειμένη, ἧς κατὰ τὸ μεσαίτατον τῆς ἠπείρου νῆσος καταντικρὺ κεῖται μεγίστη Ταπροβάνη καλουμένη. Μετὰ δὲ ταύτην ἡ ἑτέρα ἐστὶν Ἰνδικὴ ἡ ἐκτὸς Γάγγου ποταμοῦ, ὅρου τυγχάνοντος ἑκατέρων τῶν Ἰνδικῶν γαιῶν. Ἐν δὲ τῇ ἐκτὸς Γάγγου Ἰνδικῇ ἡ Χρυσῆ καλουμένη χερσόνησός ἐστι μεθʼ ἣν ὁ καλούμενος Μέγας κόλπος· οὗ κατὰ τὸ μεσαίτατον οἱ ὅροι τῆς ἐκτὸς Γάγγου Ἰνδικῆς καὶ τῶν Σινῶν εἰσιν. Εἶθʼ ἑξῆς τὸ τῶν Σινῶν ἐστιν ἔθνος, καὶ ἡ τούτων μητρόπολις, ἥτις Θῖναι προσαγορεύεται,

526
ὅριον τῆς ἐγνωσμένης γῆς καὶ ἀγνώστου τυγχάνουσα.

17. Καὶ ἡ μὲν ὅλη τῶν τόπων θέσις καὶ περιγραφή τῶν ἀριστερῶν τῆς Ἀσίας μερῶν, τοῦ τε Ἀραβίου κόλπου καὶ τῆς Ἐρυθρᾶς θαλάσσης καὶ προσέτιγε τοῦ Περσικοῦ κόλπου καὶ τοῦ Ἰνδικοῦ πελάγους παντὸς, τοῦτον ἔχει τὸν τρόπον· τὰ δὲ κατὰ μέρος οὕτω πως ἔχει.

17a. Ἡ Εὐδαίμων Ἀραβία περιορίζεται ἀπὸ μὲν ἄρκτων ταῖς πλευραῖς τῆς τε Πετραίας Ἀραβίας καὶ ἔτι τῆς Ἐρήμου Ἀραβίαι καὶ τῷ νοτίῳ μέρει τοῦ Περσικοῦ κόλπου μέχρι τῶν ἐκβολῶν τοῦ Τίγριδος ποταμοῦ, [ἀπὸ δὲ ἀνατολῶν μέρει τε τοῦ Περσικοῦ κόλπου] καὶ μέρει τῆς Ἰνδικῆς θαλάσσης, ἀπὸ δὲ μεσημβρίας τῇ Ἐρυθρᾷ θαλέσσῃ, [ἀπὸ δὲ δύσεως τῷ Ἀραβίῳ κόλπῳ]. Τὴν δὲ θέσιν τοιαύτην τινὰ ἔχει. Προπέπτωκε πρὸς τὴν μεσημβρίαν εἰς τὴν Ἐρυθρὰν θέλασσαν καὶ τὸ Ἰνδικὸν πέλαγος ἐπὶ κλεῖστον, καὶ ὥσπερ χερ σόνησος μεγίστη πλατυτάτῳ ἰσθμῷ προσεχομένη περιρρεῖται τῇ θαλάσσῃ. Ἐξ ἑκατέρων δὲ αὐτῆς τοῦ ἰσθμοῦ τῶν μερῶν κόλποι δύο παραβέβληνται, καὶ τούτων ὁ μὲν ἐκ τῶν πρὸς τὴν ἑσπέραν μερῶν Ἀράβιος καλεῖται κόλπος ὁ προειρημένος, ὁ δὲ πρὸς τὴν ἕω νενευκὼς Περσικὸς κόλπος ὀνομάζεται τὰ δὲ μετξὺ πάντα ἀπὸ Ἀραβίου μυχοῦ μέχρι τοῦ προειρημένου Περσικοῦ κόλπου, καθʼ ὃ μέρος τὰς ἐκβολὰς δ Τίγρις ποιεῖται ποταμὸς, περιπλεῖται, χερσονησοειδὴς, ὡς προείρηται, τυγχάνουσα. Ἔθνη δὲ πλεῖστα καὶ μέγιστα ἐν αὐτῇ ἔχει, ὧν τὰ προσεχῆ τῇ θαλάσσῃ κατὰ τὸν περίπλουν δηλωθήσεται. Τὰ δὲ περὶ τὸν αὐχένα τῆς Εὐδαίμονος Ἀραβίας μετὰ τὴν Πετραίαν καὶ τὴν Ἔρημον Ἀραβίαν κατέχουσιν οἱ καλούμενοι Σαρακηνοὶ, πλείονας μὲν ἔχοντες προσηγορίας, πολλὴν δὲ διακατέχοντες ἔρημον γῆν. Γειτνιῶσι γοῦν οὗτοι τῇ Πετραίᾳ Ἀραβία

527
καὶ τῆ Ἐρήμῳ Ἀραβία καὶ τῇ Παλαιστίνῃ καὶ τῇ Περσίδι καὶ ἀκολύθως τῇ προειρημένῃ Εὐδαίμονι Ἀραβίᾳ.[Λείπει τὰ κατὰ μέρος]