Periplus maris exteri

Marcianus, of Heraclea

Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

52. Τέλος τοίνυν ἐνθάδε τοῦ πρώτου βιβλίου ποιησόμεθα, παντὸς μὲν τοῦ Ἀραβίου κόλπου, πάσης δὲ τῆς Ἐρυθρᾶς θαλάσσης, οὐ μὴν ἀλλὰ καὶ τοῦ Ἰνδικοῦ πελάγους τῶν τε δεξιῶν μερῶν, ἔτι μὴν καὶ τῶν ἀριστερῶν, ὅσα τῆ τῶν ἀνθρώπων ἐπιμελείᾳ καὶ φιλομαθεία γέγονεν ἐφικτὰ, μέχρι τῆς ἀγνώστου γῆς καθʼ ἑκατέρας τὰς ἠπείρους, τῆς τε ἑῴας καὶ τῆς μεσημβρινῆς, τὸν περίπλουν ἀναγράψαντες. Ἀρξόμεθα δὲ τοῦ κατὰ τὸν δυτικὸν ὠκεανὸν περίπλου· τοῦτο γὰρ ἐν ἀρχῇ τοῦ βιβλίου πράξειν ὑπεσχόμεθα.

[*](Μαρκιανοῦ Ἡρακλεώτου τοῦ Πόντου Περίπλους τῆς ἔξω θαλάσσης ἑῴου καὶ ἑσπερίου, καὶ τῶν ἐν αὐτῇ μεγίστων νήσων. Τῶν εἰς β΄ τὸ α΄.)
Προοίμιον.Ἰβτρίας τῆς καὶ Ἱσπανίας τῶν παρὰ τὸν δλφτικὸν καὶ ἀρκτῷον ὡκεανὸναὐτῆςμερῶνπερίπλους. Τὰδὲ κατά μέρος οῦτως ἔχει.Παιτπκῆς τῶν ἀπὸ τῆς Κάλπης μερῶν μέχρι τῶν τῆς Λουσιτανιας δρῶν περίπλους.Aουσιτανιας περίπλους.Ταρφακωνησίας περίπλους.Τῆς καλουμένης Κελτογαλατίας περίπλους. Τὰ δὲ κατὰ μέρος οῦτως ἔχει.Ἀκυτανίας περίπλους.Aουγδουνησίας περίπλους.Bελγικῆς σὺν Εερμανίᾳ τῇ ἄνω καἰ τῇ ) κάτω περίπλους.Γερμανίας [τῆς]μεγάλης περίπλους.Σαρματίας τῆς ἐν Εὐρώπη περίπλους.Περὶ τῶν Βρεττανικῶν νήσων.
541
Ἰουερνίας νήσου Πρεττανικῆς περίπλους.[Ἀλβίωνος νήσου Πρεττανικῆς περίπλους.]Τῶν κατὰ τήν Λιβύην μερῶν τῶν παρὰ τὸν δυτικὸν καὶ μεσημβρινὸν ὠκεανὸν μέχρι τῆς Αἰθιοπίας περίπλους. Τὰ δὲ κατὰ μέρος οὔτως ἔχει.Μαυριτανίας Τιγγιτανῆς περίπλους.Λιβύης τῆς ἐντὸς περίπλους.Περὶ τῶν ἀπὸ Ῥώμης πρὸς τὰς ἀπισήμους τῆς οἰκουμένης πόλεις διαστάσεων.

Τὸ δεύτερον βιβλίον περιέξει τὸν ἀπὸ τοῦ Ἡρακλείου πορθμοῦ περίπλουν πάντα, τὸν παρὰ τῶ δυτικῷ τε καὶ ἀρκτῴῳ ὠκεανῷ μέχρι τῶν βορειοτάτων, καὶ ἔτι γε τῶν μεσημβρινῶν μερῶν, ἕως τῆς ἠγνοημένης ἑκατέρων τῶν ἠπείρων γῆς. Ἔσται δὲ οὗτος τῶν μὲν

542
διξιῶν μερῶν παρὰ τὴν Ἰβηρίαν, ἥτις καὶ Ἱσπανία καλεῖται, τῶν παρὰ τὸν ὠκεανὸν κειμένων αὐτῆς τόπων, καὶ ἔτι παρὰ τὴν Ἀκυτανίαν καὶ τὴν Λουγδουνησίαν καὶ Βελγικὴν Γερμανίαν τε τὴν μεγάλην μέχρι τῆς ἐν τῇ Εὐρώπῃ Σαρματίας, μεθʼ ἣν ἡ πρὸς τοῖς ἄρκτοις ἄγνωστος ἐκδέχεται γῆ· πρὸς δὲ τούτοις καὶ τῶν δύο νήσων τῶν ἐν τῷ ἀρκτῴῳ κειμένων ὠκεανῷ, ἃς κοινῶς μὲν Πρεττανικὰς καλοῦσι, λέγεται δὲ αὐτῶν ἡ μὲν Ἰουερνία, ἡ δὲ Ἀλβίων, τῶν δὲ ἀριστερῶν μερῶν παρὰ τὴν Λιβύην καὶ τὸν ὠκεανὸν τὸν δυτικὸν καὶ μεσημβρινὸν, καὶ τῶν προσεχῶν τούτοις τόπων μέχρι τοῦ λεγομένου Ὑποδρόμου Αἰθιοπικοῦ, ἔνθα τὸν πρὸς τὴν μεσημβρίαν ἀναχεόμενον ὠκεανὸν τέλος ἔχειν συνέστηκε, τῆς ἀγνώστου λοιπὸν ἐκδεχομένης γῆς.