Periplus maris exteri
Marcianus, of Heraclea
Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.
50. Καὶ τὸν μὲν ὅλον περίπλουν καὶ περιγραφήν τῆς παραθλασσίου χώρας τοῦ τῆς Ἀσίας μέρους, τοῦ τε Ἀραβίου κόλπου καὶ τῆς Ἐρυθρᾶς θαλάσσης καὶ ἔτι τοῦ Περσικοῦ κόλπου καὶ τοῦ Ἰνδικοῦ πελάγους, τοῦτον ἔχειν τὸν τρόπον συμβέβηκε· τὸ δὲ σύμπαν ἐστὶ διάστημα, τῶν κόλπων ἀπάντων περιπλεομένων ἀπὸ τοῦ Αἰλανίτου μυχοῦ ἕως Κοττιάριος ποταμοῦ ἐκβολῶν τοῦ ἐν τῶ κόλπῳ Σινῶν τυγχάνοντος, σταδίων ͵͵͵ι ͵͵ε ͵γσϟε΄. Τὰ δὲ κατὰ μέρος τῆς παραλίας τῶν ἀριστερῶν μερῶν ἔχει τὸν τρόπον τοῦτον.
51. Ἀπὸ τοῦ Αἰλανίτου μυχοῦ, ὅθεν τὴν ἀρχὴν ἐποιησάμεθα τοῦ περίπλου [τῶν] τῆς Ἀσίας ἀριστερῶν μερῶν, μέχρι τῶν στενῶν τοῦ Ἀραβίου κόλπου στάδιοι α αχο΄. Ἀπὸ δὲ τῶν στενῶν τοῦ Ἀραβίου κόλπου τοῦ περίπλου τῆς τε Ἐρυθρᾶς θαλάσσης καὶ μέρους τοῦ Ἰνδικοῦ πελάγους στάδιοι β αφλ΄. Ἀπὸ δὲ τοῦ στόματος τοῦ Περσικοῦ κόλπου μέχρι τοῦ αὐτοῦ πάλιν στόματος, τοῦ περίπλου παντὸς τοῦ Περσικοῦ κόλπου [στάδιοι ͵͵α Ϛψϟ΄.] [Ἀπὸ δὲ τοῦ Περσικοῦ κόλπου] μέχρι τῶν ὅρων τῆς τῶν Καρμανῶν παραλίας στάδιοι επν΄. Ἀπὸ δὲ τῶν προειρημένων τῆς Καρμανίας δρῶν μέχρι Ῥίζανα πόλεως τῆς τῶν Γεδρωσίων παραλίας στάδιοι γων΄. Ἀπὸ δὲ τῶν προρρηθέντων ὅρων τῆς Γεδρωσίας καὶ ἔτι τοῦ πρώτου καὶ δυσμικωτάτου στόματος τοῦ Ἰνδοῦ ποταμοῦ τοῦ λεγομένου Σάγαπα, μέχρι τοῦ πέμπτου στόματος τοῦ Γάγγου ποταμοῦ, ὃ καλεῖται Ἀντιβολὴ, τῆς παραλίας τῆς ἐντὸς Γάγγου ποταμοῦ Ἰνδικῆς στάδιοι ͵͵γ͵εχϟε΄.