Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Περὶ τῶν Μαρδαϊτῶν καὶ ὅπως αὐτοὺς ἐκ τοῦ Λιβάνου μετῴκισεν οὗτος ὁ βασιλεύς, ἀπατηθεὶς παρὰ τῶν Ἀράβων. ὅτι ὑπέταξε τὴν Ἰβηρίαν καὶ τὴν Ἀλβανίαν.4) ὅτι ἔλυσε τὰς πρὸς τοὺς Βουλγάρους σπονδὰς καὶ ἔθνη Σθλαβικὰ ὑπηγάγετο. περὶ τῶν Ἀγαρηνῶν, καὶ5) ὅτι ἐμισήθη παρὰ πάντων ὁ βασιλεὺς οὗτος δι’ εὐνοῦχόν τινα Θεοδόσιον. περὶ Λεοντίου τοῦ στρατηγοῦ καὶ ὅπως ἐπανέστη κατὰ Ἰουστινιανοῦ.6) ὅτι κατηνέχθη τῶν ἀνακτόρων ὁ Ἰουστινιανὸς καὶ τὴν ῥῖνα ἐτμήθη.

ὅπως τὴν Ἀφρικὴν εἷλον οἶ Ἄραβες καὶ ὅπως αὐτὴν ἀφῄρηντο. ὅτι αὖθις εἷλον τὴν Ἀφρικὴν οἶ Ἄραβες. ἐπανάστασις τοῦ ναυτικοῦ καὶ ἀνάρρησις Ἀψιμάρου. καθαίρεσις Λεοντίου.

Περὶ τῶν Ἀγαρηνῶν καὶ ὅσα ἐποίησάν τε [*](1) ἢ] sic 2) ἑ συνόδου pro συνόδου ἕκτης 3) τελευτὴ pro τελευτὴ τοῦ et κωνσταντίνου 4) Ἀλβανίαν] ἀλανίαν 5) καὶ] addit 6) περὶ Λεοντίου — Ἰουστ.] addit.)

352
καὶ ἔπαθον. περὶ Ἰουστινανοῦ καὶ ὅτι ἔλαβεν εἰς γυναῖκα τὴν ἀδελφὴν τοῦ Χαγάνου, καὶ ὅτι ἐπεβού- λευεν ὁ Χαγάνος τῷ Ἰουστινιανῷ τοῦ Ἀψιμάρου δώσειν αὐτῷ χρήματα πολλὰ ὑποσχομένου, καὶ ὅτι τοῦτο γνοὺς ἐκεῖνος πρὸς Βουλγάρους κατέφυγεν. ὅτι μετὰ τῶν Βουλγάρων τῇ πόλει ἐπιστρατεύσας νύκτωρ ἐντὸς εἰσῆλθε διὰ τοῦ ἀγωγοῦ.

ὅπως ἐκόλασε τὸν Λεόντιον καὶ τὸν Ἀψίμαρον καὶ τὸν Ἡράκλειον καὶ1) ἑτέρους ὁ Ἰουστιτιανὸς καὶ τὸν πατριάρχην. ὅτι ἔστεψε τὴν γυναῖκα αὐτοῦ καὶ τὸν υἱόν. ὅτι ἐπῆλθε κατὰ Βουλγάρων καὶ ἡττήθη. ἀποστασία Χερσωνιτῶν καὶ ἀνάρρησις Φιλιππικοῦ τοῦ καὶ Βαρδάνη. ὅτι καὶ οἱ τοῦ στόλου τὸν Φιλιππικὸν εὐφήμησαν. ἀναίρεσις 2) Ἰουστινιανοῦ καὶ τοῦ παιδὸς αὐτοῦ.

Ὅθεν ἀθετῆσαι τὴν ἕκτην σύνοδον προήχθη. οἶος ἦν περὶ πράξεις ὁ Φιλιππικός. περὶ πατριαρχῶν. περὶ Βουλγάρων καὶ τῶν Ἀγαρηνῶν. καθαίρεσις ἐκ τῆς βασιλείας τοῦ Φιλιππικοῦ.

Περὶ πατριαρχῶν. ὅτι στόλον ὁ βασιλεὺς οὗτος κατὰ τῶν Ἀγαρηνῶν ἔστειλε. καὶ οἱ τοῦ στόλου τὸν ἄρχοντα στασιάσαντες ἀνεῖλον καί τινα Θεοδόσιον ἀνηγόρευσαν αὐτοκράτορα. ὅτι τοῦ Ἀρτεμίου ἐν Νικαίᾳ διάγοντος ὁ Θεοδόσιος ἐκ προδοσίας τὴν πόλιν εἷλε. καὶ ὁ Ἀρτέμιος καρεὶς ἐν Θεσ- σαλονίκῃ περιωρίσθη.

ὅτι ὁ Ἴσαυρος Λέων καὶ ὁ Ἀρτάβασδος ἐπανέστησαν κατὰ τοῦ Θεοδοσίου. καθαίρεσις τοῦ βασιλέως Θεοδοσίου.

[*](1) τὸν Ἡράκλειον καὶ] addit 2) ἀναίρεσις] ἀνάρ- ρησις.)
353