Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

ὅτι ὁ Φωκᾶς ἐστέφθη παρὰ τοῦ πατριάρχου. ἀναίρεσις Μαυρικίου καὶ παντὸς τοῦ γένους αὐτοῦ. ἀπόστασις Ναρσοῦ, εἶτα προσέλευσις αὐτοῦ3) καὶ κατάφλεξις. περὶ τῶν ἀναιρεθέντων ὑπὸ Φώκα. περὶ πατριαρχῶν. ὅτι οἶ ἐν Ἀντιοχείᾳ Ἰουδαῖοι ἐπανέστησαν κατὰ τῶν ἐκεῖ χριστιανόν. περὶ πατριαρχῶν. ὅτι τὴν θυγατέρα αὐτοῦ ὁ Φωκᾶς κατηγ- γύησε τῷ στρατηλάτῃ Κρίσπῳ, 4) καὶ ὅπως καὶ παρ’ ἐκείνου καὶ παρὰ πάντων ἐμισήθη. ἐπανάστασις τῶν5) ἐν τῇ Ἀφρικῇ στρατευμάτων κατὰ τοῦ Φώκα. ἧττα τοῦ Φώκα. ἀναίρεσις Φώκα.

ὅτι πάντοθεν τῇ Ῥωμαίων ἀρχῇ ἐγίνοντο [*](1) ἐστασίασεν pro ἐστασίαζεν 2) ὅ — ἐθεάσατο addit Duc. 3) αὐτοῦ pro αὖ 4) κρίσπῳ pro Πρίσκῳ 5) om.)

350
δυστυχήματα. ὅτι δύο παῖδες τῷ Ἡρακλείῳ ἐκ τῆς Αὐγούστης Εὐδοκίας ἐτέχθησαν. τελευτὴ τῆς Αὐγούστης Εὐδοκίας. ὅτι τὴν ἰδίαν ἀνεψιὰν ὁ Ἡράκλειος ἔγημεν. ὅτι διεπρεσβεύσατο πρὸς Χοσρόην Ἡράκλειος περὶ εἰρήνης, ὁ δὲ τὴν πρεσβείαν ἀπώ- σατο. ὅτι ἐσπείσατο ὁ Χαγάνος. περὶ Κρίσπου, καὶ ὅπως διετέθη πρὸς τὸν Ἡράκλειον. ὅτι τὸν Κρίσπον κληρικὸν καρῆναι προσέταξεν. περὶ τῶν ὑπὸ τῶν Ἰουδαίων ἀναιρεθέντων χριστιανῶν καὶ περὶ τῶν τιμίων ξύλων καὶ τοῦ πατριάρχου. ὅτι τῷ Σαρβάρῳ συμπλακεὶς ὁ ‘Πράκλειος ἐνίκησεν.

ὅτι παραβὰς τὰς συνθήκας ὁ Χαγάνος ἐπῆλθε τῇ πόλει, καὶ ἡττηθεὶς ἔφυγεν. ὅ σὰ ὁ Πράκλειος τοῖς Πέρσαις μαχόμενος κατώρθωσεν. ὅπως ὁ ἀρχισατράπης Σάρβαρος καὶ οἱ μετ’ αὐτοῦ τῷ βασιλεῖ προσεχώρησαν. ὅπως παρὰ τοῦ υἱοῦ αὐτοῦ ὁ Χοσρόης καθῃρέθη τῆς βασιλείας καὶ ἀνῃρέθη. ὅτι ὁ Σιρόης βασιλεύσας ἐσπείσατο Ῥωμαίοις.

ὅπως ὁ Ἡράκλειος εἰς τὴν τῶν Μονοθελητῶν αἵρεσιν ἐξεκυλίσθη. περὶ τοῦ ἱεροῦ Σωφρονίου καὶ τῆς παρ’ ἐκείνου γενομένης συνόδου. περὶ πατριαρχῶν. περὶ Μουχούμετ , καὶ ὅπως καὶ πότε εἰς τὰς Ῥωμαϊκὰς χώρας ἐγκατῳκίσθη. Ἡρακλείου τελευτή.

Βασιλεία Κώνσταντος τοῦ ἐγγόνου Ἡρα- κλείου, ὃς καὶ μονοθελήτης ἦν. ὅτι ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς στόλῳ κατὰ Ῥωμαίων ἐχώρησε, καὶ ἀντιταξάμενος αὐτῷ ὁ Κώνστας ἡττήθη. ὅτι ἐπὶ και- ρὸν ἠρέμησαν οἱ Ἀγαρηνοί. περὶ πατριαρχῶν καὶ τοῦ Πυρροῦ. ὅπως ἐμισήθη ὁ Κώνστας παρὰ τῶν ὑπηκόων καὶ εἰς Σικελίαν ἀπάρας ἐκεῖ ἀνῃρέθη.

351

Ἀπελθὼν ὁ Κωνσταντῖνος εἰς Σικελίαν τοὺς φονεῖς τοῦ πατρὸς ἐκόλασε, καὶ ὅθεν ἐπεκλήθη Πωγωνάτος. ὅτι σὺν στόλῳ οἶ Ἀγαρηνοὶ ἐπολιόρκουν τὴν Κωνσταντινούπολιν ἐπὶ ἑπτὰ ἐνιαυτούς, καὶ ἀπῆλθον παθόντες ἢ1) δράσαντες. ὅτι ἐπὶ τούτου τοῦ βασιλέως τὸ ὑγρὸν πῦρ εὑρέθη. ὅτι ἀπογνόντες οἶ τῆς Ἄγαρ εἰρήνην ᾔτησαν, καὶ δασμὸν φέρειν ἐτήσιον τῆ̣ βασιλείᾳ Ῥωμαίων κατέθεντο.

Ὅτι καὶ οἶ ἑσπέριοι τῶν Ῥωμαίων πολέμιοι ἐσπείσαντο. περὶ πατριαρχῶν , καὶ τῆς ἕκτης συνόδου.2) ὅτι ἐξεστράτευσε κατὰ Βουλγάρων οὗτος ὁ βασιλεύς , εἶτα τῶν Ῥωμαίων τραπέντων ἠναγκάσθη σπείσασθαι καὶ φόρους διδόναι. τελευτὴ3) Κωνσταντίνου τοῦ Πωγωνάτου.