Epitome Historiarum
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.
Οἱ δ’ Αἰτωλοὶ πρέσβεις τὸ δεύτερον ὑπὲρ εἰρήνης νῆς ἐς τὴν Ῥώμην πέμψαντες αὐτοὶ αὖθις ἐνεωτέριζον. [*](D) διὸ οἱ Ῥωμαῖοι τούς τε πρέσβεις εὐθὺς ἀπεπέμψαντο καὶ Μάρκῳ Φουλουίῳ τὴν Ἑλλάδα ἀνέθεντο. ὁ δὲ ἐς Ἀμβρακίαν τὴν πόλιν πρῶτον ὥρμησε μεγάλην οὖσαν, ἦν γάρ ποτε τοῦ Πυρροῦ βασίλειον , τότε δὲ κατείχετο πρὸς τῶν Αἰτωλῶν, καὶ ἐπολιόρκει αὐτήν· οἶ οὖν Αἰτωλοὶ πρὸς αὐτὸν ὑπὲρ εἰρήνης διειλέχθησαν· ὡς δ’ οὐκ ἠθέλησε σπείσασθαι, μέρος τι τοῦ στρατοῦ ἐς τὴν Ἀμβρακίαν εἰσέπεμψαν. οἱ δὲ Ῥωμαῖοι δι’ ὑπονόμου τινὸς ἐπεχείρησαν τὴν πόλιν ἑλεῖν, καὶ διώρυσσον πόρρωθεν· καὶ τέως μὲν ἐλάνθανον τοὺς πολιορκουμένους, ἐπεῖδ’ ὁ χοῦς ἠθροίσθη, ὑπετόπησαν τὸ γινόμενον. ἀγνοοῦντες δ’ ὅπῃ ὀρύσσοιτο χαλκῆν ἀσπίδα κατὰ τὸν περίβολον πρὸς αὐτὸ ἐτίθουν τὸ δάπεδον· καὶ διὰ τῆς ἠχῆς τὸν τόπον γνόντες καὶ αὐτοὶ ἀντώρυσσον ἔνδοθεν, καὶ πελάσαντες τοῖς Ῥωμαίοις ᾔεσαν εἰς μάχας κρυπτάς. τέλος δέ τι τοιοῦτον ἀντετεχνήσαντο. πίθον μέγαν πτίλων πληρώσαντες πῦρ ἐς αὐτὸν ἐνῆκαν, καὶ πῶμα χαλκοῦν αὐτῷ πολλαχῇ τετρημένον ἐνέθηκαν , καὶ εἰς τόν ὑπόνομον τὸν πίθον κομίσαντες καὶ πρὸς τοὺς πολεμίους τρέψαντες τὸ στόμα αὐτοῦ ἀκροφύσιόν οἱ κατὰ τὸν πυθμένα ἐνέβαλον, καὶ τούτῳ φύσας προσφέροντες πλεῖστον καὶ δυσχερῆ καπνὸν οἷα ἐκ πτίλων ἐκθορεῖν ἐποίουν, ὃν οὐδεὶς τῶν Ῥωμαίων ὑπέμενεν. ὅθεν ἀπογνόντες οἱ Ῥωμαῖοι ἐσπείσαντο καὶ τὴν πο- [*](Cap. 21. Dionis Historiae Romanae libri perditi.)
Γαίου δὲ Φλαμινίου καὶ Αἰμιλίου Λεπίδου ὑπατευόντων μετέπειτα ὁ Ἀντίοχος ἔθανε, καὶ αὐτὸν ὁ υἱὸς ὁ Σέλευκος διεδέξατο· τελευτήσαντος δὲ κἀκείνου πολλῷ ὕστερον ὁ εἰς τὴν Ῥώμην ὁμηρεύων Ἀντίοχος ἐβασίλευσεν. ὁ δέ γε Φίλιππος ἐτόλμησε μὲν νεωτερίσαι ὅτι πόλεων τινων ἐστερήθη ἐν Θεσ- σαλίᾳ καὶ πρὸς ταῖσδε καὶ Αἴνου καὶ Μαρωνείας, οὐκ ἠδυνήθη δὲ διὰ τὸ γῆρας καὶ διὰ τὰ περὶ τοὺς παῖδας συνενεχθέντα αὐτῷ. καὶ Γαλάται τινὲς τὰς Ἄλπεις ὑπερβάντες πόλιν ἐντὸς αὐτῶν κτίσαι ἠθέλη- [*](C) σαν. ὧν ὁ Μάρκος ὁ Μάρκελλος τά τε ὅπλα ἀφείλετο καὶ τἄλλα ὅσα ἐπεκομίζοντο· οἱ δ’ ἐν τῇ Ῥώμᾐ πρεσβευσαμένοις σφίσιν ἐπὶ τῷ εὐθὺς ἀναχωρῆσαι πάντα ἀπέδωκαν.
Τότε δὲ καὶ ὁ Ἀννίβας ἀπέθανε. πρέσβεων γὰρ πρὸς τὸν Προυσίαν τὸν τῆς Βιθυνίας κρατοῦντα πεμφθέντων ἐκ Ῥώμης δι’ ἄλλα τέ τινα καὶ ὅπως καὶ τὸν Ἀννίβαν ἐκδοίη παρ’ αὐτῷ ὄντα, προμαθὼν τοῦτ’ ἐκεῖνος καὶ διαδρᾶναι μὴ οἶός τε ὢν ἑαυτὸν διεχρήσατο. χρησμοῦ δέ ποτε αὐτῷ γενομένου ἐν γῇ Λιβύσσῃ τεθνήξεσθαι, ὁ μὲν ἐν τῇ πατρίδι τῇ Λιβύῃ προσεδόκα θανεῖν, ἔτυχε δὲ θνήσκων ἐν χωρίῳ τινὶ [*](D) τυγχάνων καλουμένῳ Λιβύσσῃ. καὶ ὁ Ἀφρικανὸς δὲ Σκιπίων τότε μετήλλαξε.
[*](8 Conf. Dionis fr. 64.)Φίλιππος δὲ ὁ Μακεδόνων βασιλεύς, τὸν υἱὸν Δημήτριον ἀποκτείνας καὶ τὸν ἕτερον υἱὸν τὸν Περσέα μελλήσας φονεύσειν , ἀπέθανεν. ἐπεὶ γὰρ προσ- φιλὴς τοῖς Ῥωμαίοις ἐκ τῆς ὁμηρείας ἐγένετο ὁ Δημήτριος, καὶ αὐτός τε καὶ οἶ λοιποὶ τῶν Μακεδόνων ἤλπιζον ὅτι μετὰ τὸν Φίλιππον τὴν βασιλείαν λήψεται, ἐφθόνησεν αὐτῷ ὁ Περσεύς, ἅτε καὶ πρεσβύτερος αὐτοῦ ὤν, καὶ διέβαλεν αὐτὸν ὡς ἐπιβουλεύοντα τῷ πατρί. καὶ ὁ μὲν φάρμακον πιεῖν ἀναγκασθεὶς ἐτελεύτησεν, ὁ δὲ Φίλιππος οὐ πολλῷ ὕστερον τὸ ἀληθὲς γνοὺς ἀμύνασθαι τὸν Περσέα ἠθέλησεν, οὐ μέντοι καὶ ἴσχυσεν, ἀλλ’ αὐτός τε ἀπέθανε καὶ τὴν βασιλείαν ὁ Περσεὺς διεδέξατο. καὶ οἱ Ῥωμαῖοι ταύτην τε αὐτῷ ἐβεβαίωσαν καὶ τὴν πατρῴαν φιλίαν ἀνενεώσαντο.
Ἐν δὲ τοῖς μετὰ ταῦτα χρόνοις συνηνέχθησαν μέν τινα, οὐ μέντοι καὶ ἀναγκαῖα πάνυ ὥστε καὶ συγγραφῆς νομίζεσθαι ἄξια. ὕστερον δὲ ὁ Περσεὺς πολέμιον ἑαυτὸν τοῖς Ῥωμαίοις ἐποίησεν. ἵνα δὲ ἀναβολὴν τοῦ πολέμου σχοίη μέχρις ἂν παρασκευάσηται, πρέσβεις εἰς τὴν Ῥώμην ἔπεμψεν ἀπολυγησομένους τάχα περὶ ὧν ἐνεκαλεῖτο. οὓς οἱ Ῥωμαῖοι οὔτ’ εἴσω τοῦ τείχους ἐδέξαντο , καὶ πρὸ τοῦ ἄστεος αὐτοῖς χρηματίσαντες οὐδὲν ἀπεκρίναντο ἕτερον ἢ ὅτι ὕπατον πέμψουσι πρὸς ὃν ὅσα βούλεται διαλεχθήσεται. [*](P) καὶ αὐθημερὸν αὐτοὺς ἀπιέναι ἐποίησαν, δόντες σφίσι καὶ ἀγωγοὺς ὥστε μή τινι συγγένωνται· καὶ τῷ Περσεῖ τῆς Ἰταλίας ἐπιβαίνειν τοῦ λοιποῦ ἀπειρήκασιν.
ΟἹ μὲν οὑν Ῥωμαῖοι μετὰ ταῦτα Γναῖον Σικίνιον [*](Cap. 22. Dionis Historiae Romanae libri perditi: fragm. 66, 1, 2.)
Ταῦτα μὲν οὖν οὕτως ἔπραξαν οἶ Ῥωμαῖοι, ἐν δὲ τῷ πρὸς τὸν Περσέα πολέμῳ πολλὰ καὶ μεγάλα ἠτύχησαν , καὶ πολλαχόθι ἐπόνησε τὰ αὐτῶν , καὶ ὁ Περσεὺς τῆς Ἠπείρου καὶ τῆς Θεσσαλίας κατέσχε τὰ πλείονα. τήν τε γὰρ ἄλλην δύναμιν πολλὴν συνε- [*](D) κρότησε, καὶ πρὸς τοὺς ἐλέφαντας τῶν Ρωμαίων φάλαγγα ὁπλιτῶν ἠσκήκει, ὀξέσιν ἥλοις τὰς ἀσπίδας καὶ τὰ κράνη σιδηρώσας αὐτῶν. ὅπως δὲ μήτε τοῖς ἵπποις φοβεροὶ εἶεν, εἴδωλα ἐλεφάντων σκευάσας δεινὴν μὲν ὑπὸ χρίσματός τινος ὀσμὴν ἔχοντα, φοβερὰ δὲ καὶ ὀφθῆναι καὶ ἀκουσθῆναι ὄντα, βροντώδη γὰρ ἠφίει ἠχήν τινα ἐξ ἐπιτηδεύσεως , πρὸς ἐκεῖνα προσῆγεν αὐτοὺς συνεχῶς , μέχρις οὗ καὶ ἐθάρσησαν. ὁ μὲν οὖν Περσεὺς μέγα ἐκ τούτων ἐκέκτητο φρόνημα καὶ τὸν Ἀλέξανδρον τῇ δόξῃ καὶ τῷ μεγέθει
Ἐντεῦθεν ὁ κατ’ αὐτοῦ πόλεμος Παύλῳ ἀνετέθη τῷ Αἰμιλίῳ τὸ δεύτερον ὑπατεύοντι. ὃς σπουδῇ [*](C) κομισθεὶς εἰς τὴν Θεσσαλίαν καὶ τὰ τῶν στρατιωτῶν [*](14 Conf. Dionis fragm. 66, 1. — 22 ib. 2. Cap. 23. Dionis Historiae Romanae libri perditi: fragm. 66, 3, 4, 5.)
Διαφυγὼν οὖν εἰς Ἀμφίπολιν ὁ Περσεὺς ὡς τούς τε περιλιπεῖς ἀναληψόμενος καὶ συστήσων αὖ- θις τὰ πράγματα , ἐπεὶ οὔτ’ ἦλθόν τινες πρὸς αὐτὸν πλὴν μισθοφόρων Κρητῶν καὶ τὴν Πύδναν ἄλλας τε πόλεις τὰ τῶν Ῥωμαίων ᾑρῆσθαι ἔμαθε, κἀκεῖθεν [*](D) μετέστη καὶ εἰς πλοῖα τὰ χρήματα ὅσα ἐπήγετο θέμενος νυκτὸς ἐς Σαμοθρᾴκην ἀπέπλευσε. καὶ πυθόμενος οὐ πολλῷ ὕστερον τὸν Ὀκταούιον, ὃς τοῦ ναυτικοῦ προίστατο, προσπλέοντα, καὶ τὸν Παῦλον
Ὁ δὲ Πλούταρχος ἀχθῆναι λέγει τὸν Περσέα πρὸς τὸν Αἰμίλιον , καὶ τὸν δεδακρυμένον προσυ- παντῆσαι αὐτῷ , ἐκεῖνον δ’ ἐπὶ στόμα καταβαλεῖν [*](23 Conf. Dionis fragm. 66, 4, 5. — 28 Πλούταρχος] Aemil. Paul. c. 26.)
Κατὰ δὲ τὸν αὐτὸν χρόνον καὶ Λούκιος Ἀνίκιος στρατηγὸς πεμφθεὶς ἐπὶ τὸν Γέντιον τοὺ προσμίξαντάς τε αὐτῷ ἐνίκησε καὶ τὸν Γέντιον φυγόντα [*](D) ἐπιδιώξας ἐς Σκόδραν κατέκλεισεν, ὅπου ἦν αὐτῷ τὰ βασίλεια. καὶ διακενῆς ἂν προσήδρευεν αὐτῇ, ἐπὶ γὰρ ἀκρωνυχίας ὄρους πεπόλισται καὶ φάραγξι βαθείαις ποταμοὺς ῥοώδεις ἐχούσαις περιειλεῖται, τείχει τε ὀχυρῷ περιέζωσται, εἰ μὴ ὁ Γέντιος μέγα ἐπὶ τῇ δυνάμει ἐλπίσας ἑκὼν εἰς μάχην ἐχώρησε. κἀκ τούτου τήν τε ἀρχὴν αὐτοῦ πάσαν ὁ Ἀνίκιος προσηγάγετο καὶ μέχρι τῆς Ἠπείρου προελθών, πρὶν τὸν Παῦλον ἐλθεῖν, κἀκείνην ταραττομένην ἡμέρωσεν.
Οἱ δ’ ἐν τῇ Ῥώμῃ ἔμαθον μὲν τὴν τοῦ Παύλου νίκην τετάρτῃ μετὰ τὴν μάχην ἡμέρᾳ ἔκ τινος φήμης, οὐ μέντοι καὶ ἀκριβῶς ἐπίστευον. εἶτα γραμ- μάτων ὑπὲρ ταύτης κομισθέντων τοῦ Παύλου , ὑπερήσθησαν, καὶ οὐχ ὡς τὸν Περσέα νενικηκότες καὶ τὴν Μακεδονίαν κτησάμενοι , ἀλλ’ ὡς τὸν Φίλιππον ἐκεῖνον τὸν πάνυ καὶ αὐτὸν τὸν Ἀλέξανδρον μετὰ πάσης τῆς ἀρχῆς ἐκείνης, ἣν ἔσχηκε, νικήσαντες ἐσε- [*](Cap. 24. Dionis Historiae Romanae libri Perditi: fragm. 67, 68, 69, 70, 4.)
Τῶν δ᾿ ἁλόντων τό πατρὶ μὲν ὁ Βίθυς προῖκα ἐδόθη, Περσεὺς δὲ εἰς Ἄλβαν σὺν τοῖς παισὶ καὶ τῇ [*](C) θεραπείᾳ κατετέθη · κἀκεῖ ἕως μὲν ἤλπιζε τὴν βασιλείαν κομίσασθαι ἀντεῖχεν, ἐπεὶ δ’ ἀπέγνω, ἑαυτὸν διεχειρίσατο. καὶ ὁ Φίλιππος ὁ υἱὸς αὐτοῦ ἥ τε θυγάτηρ αὐτοῦ οὐκ εἰς μακρὰν ἀπέθανον· μόνος δ’ ὁ νεώτατος τοῖς τῶν Ἀλβανῶν ἄρχουσιν ὑπογραμματεύων ἐπί τινα χρόνον διήρκεσεν. οὕτως ὁ Περσεὺς ὁ δι’ εἴκοσι βασιλέων αὐχῶν γεγονέναι, καὶ πολὺν μὲν τὸν Φίλιππον , πλείω δὲ θρυλῶν τὸν Ἀλέξανδρον καὶ τὴν βασιλείαν ἀπώλεσε καὶ αἰχμάλωτος γέγονε καὶ ἐν τοῖς ἐπινικίοις ἐπόμπευσε, δεσμὰ μετὰ τοῦ διαδήματος περικείμενος.
[*](12 Conf. Dionis fragm. 67.)Οἱ δέ γε Ῥόδιοι, μετὰ φρονήματος πρῴην τοῖς Ῥωμαίοις προσφερόμενοι, τότε μὴ μνησικακεῖν αὐτοῖς ἠξίουν, καὶ σύμμαχοι πρόσθεν αὐτῶν καλεῖσθαι μὴ πρόσ’ δεχόμενοι, τότε καὶ πάνυ τούτου τυχεῖν ἐσπούδαζον· [*](D) καὶ ἔτυχον τῆς σπουδῆς , ἀλλ’ ὀψέ. καὶ τοῖς Κρησὶν ὠργίζοντο μὲν οἱ Ῥωμαῖοι, ἱκετείαις δὲ χρωμένοις πολλαῖς ἀφῆκάν ποτε τὴν ὀργήν. καὶ ὁ Προυσίας δὲ καὶ ὁ Εὐμένης, ὁ μὲν δι’ ἑαυτοῦ εἰς τὴν πόλιν ἐλθὼν καὶ εἰς τὸ βουλευτήριον εἰσελθὼν καὶ τὸν οὐ δὸν φιλήσας καὶ προσκυνήσας τοὺς βουλευτὰς ἠλεήθη τε καὶ ἠθώωτο, Εὐμένης δὲ δι’ Ἀττάλου τοῦ ἀδελφοῦ τὸ μή τι μνησικακεῖν αὐτῷ εἴληφε.
Τότε δὲ καὶ τὰ τῆς Καππαδοκίας οὕτω διῳκήθη. Ἀριαράθης ὁ ταύτης κρατῶν παῖδα γνήσιον ἔσχεν Ἀριαράθην. πρὶν δ’ ἐσχηκέναι αὐτόν, ἐπεὶ πολὺν χρόνον ἡ γυνὴ αὐτοῦ οὐκ ἐκύισκε, παῖδα προσεποιήσατο Ὀροφέρνην καλέσασα. γεννηθέντος δ’ ἔπειτα τοῦ γνησίου φωραθεὶς ἐκεῖνος ἐξηλάθη. ὃς μετὰ τὸν Ἀριαράθου θάνατον τῷ ἀδελφῷ δῆθεν ἐπανέστη. καὶ συνεμάχουν Ἀριαράθῃ μὲν Εὐμένης, Ὀροφέρηῃ δὲ Δημήτριος ὁ τῶν Σύρων βασιλεύς. ἐλαττωθεὶς δὲ Ἀριαράθης πρὸς τοὺς Ῥωμαίους κατέφυγε, καὶ κοινωνὸς τῷ Ὀροφέρνῃ τῆς βασιλείας ὑπ’ αὐτῶν ἀποδέδεικτο. ὅτι δὲ ὁ Ἀριαράθης τοῖς Ῥωμαίοις φίλος καὶ σύμμαχος προσηγόρευτο , πᾶσαν ἐκεῖνος τὴν ἀρχὴν ἐκ τούτου προσῳκειώσατο. καὶ ὁ Ἄτταλος δὲ τὸν Εὐμένη θανόντα διαδεξάμενος τόν τε Ὀροφέρνην καὶ τὸν Δημήτριον παντελῶς ἐκ τῆς Καππαδοκίας ἀπήλασεν.
Ὁ δὲ τῆς Αἰγύπτου κρατῶν Πτολεμαῖος ἐπὶ δυσὶν [*](P) [*](1–11 Conf. Dionis fragm. 68, 69. Cap. 25. Dionis Historiae Romanae libri perditi. ZONARAS II. 21)
Τοῦ δ’ Ἀντιόχου τελευτῶντος μετὰ τοῦτο καὶ παιδὶ ὁμωνύμῳ τὴν βασιλείαν καταλιπόντος , ταύτην τε αὐτῷ ἐβεβαίωσαν καὶ τρεῖς ἄνδρας ἐπιτρόπους δῆθεν, μικρὸς γὰρ ἦν, ἔπεμψαν. οἳ παρὰ τὰς συνθήκας εὑρόντες ἐλέφαντας καὶ τριήρεις , τούς τε ἐλέφαντας σφαγῆναι πάντας ἐκέλευσαν καὶ τἄλλα πρὸς
Μετὰ ταῦτα δ’ ἐπὶ Δαλμάτας οἶ Ῥωμαῖοι ἐστράτευσαν. τὸ δ᾿ ἔθνος τοῦτο ἔστι μὲν Ἰλλυριῶν τῶν παρὰ τὸν Ἰόνιον κόλπον , ὧν τινας Ταυλαντίους ὠνόμαζον Ἕλληνες, ἔχονται δὲ τοῦ Δυρραχίου ἐν μέρει.
Ἐντεῦθεν αὖθις ὁ πρὸς τοὺς Καρχηδονίους τὸ τρίτον ἀνερριπίζετο πόλεμος. οἱ μὲν γὰρ οὐκ ἔφερον ἐλαττούμενοι , ἀλλὰ καὶ συμμαχικὰ καὶ ναυτικὸν ἐπὶ τῇ τοῦ Νομαδικοῦ πολέμου παρασκευῇ παρὰ τὰς συνθήκας ἡτοίμαζον· οἶ δὲ Ῥωμαῖοι ὡς τὰ ἄλλα [*](D) κατὰ γνώμην ἔθεντο, οὐχ ἡσύχασαν , ἀλλὰ πέμψαντες τὸν Σκιπίωνα τὸν Νασικᾶν ταῦτά τε αὐτοῖς ἐνεκάλουν καὶ τὴν παρασκευὴν διαλῦσαι ἐκέλευον. καὶ ἐπεὶ τὸν Μασινίσσαν ᾐτιῶντο ἐκεῖνοι καὶ διὰ τὸν πρὸς ἐκεῖνον πόλεμον ἀπειρήκασι ποιῆσαι τὸ κελευόμενον, σύμβασίν τινα πρὸς τὸν Μασινίσσαν αὐτοῖς ἔπραξαν καί τινος αὐτοῖς ἀποστῆναι χώρας αὐτὸν ἔπεισαν. ὡς δ’ οὐδὲν μᾶλλον εἰσήκουον, μικρὸν ἐπισχόντες Ῥωμαῖοι, ἐπεὶ τάχιστα νικηθέντας σφὰς μεγάλῃ μάχῃ πρὸς τοῦ Μασινίσσου ἐπύθοντο , εὐθὺς αὐτοῖς τὸν πόλεμον ἐψηφίσαντο. ὃ μαθόντες οἱ Καρχηδόνιοι, οὐκ εὖ ὑπὸ τῆς συμφορὰς ἔχοντες, κατέδεισαν, καὶ πρέσβεις ἐς τὴν Ῥώμην διὰ συμμαχίαν ἐστάλκασι, καὶ ἄλλοι γὰρ τῶν προσχώρων αὐτοῖς ἐπετίθεντο, καὶ ἐς πᾶν τοῖς Ῥωμαίοις ὑπείξειν ἐολάτ- [*](Cap. 26. Dionis Historiae Romanae libri perditi: fragmentum 71.)
Τῆς δὲ γερουσίας βουλὴν περὶ τούτου συναγαγούσης, ὁ μὲν Σκιπίων ὁ Νασικᾶς δέξασθαι τὴν τῶν Καρχηδονίων πρεσβείαν καὶ σπονδὰς αὐτοῖς ποιήσασθαι συνεβούλευεν, ὁ δὲ Εάτων ὁ Μάρκος μήτε σπείσασθαι τούτοις δεῖν εἶπε μήτε λῦσαι τοῦ πολέμου τὸ ψήφισμα. οἱ δέ γε βουλευταὶ τήν τε τῶν πρέσβεων ἱκετείαν ἐδέξαντο καὶ σπονδὰς αὐτοῖς ὑπέσχοντο παρασχεῖν καὶ ἐπὶ τούτοις ὁμήρους ᾔτησαν. οὑς Λούκιος Μάρκιος καὶ Μάρκος Μανίλιος, εἰς τὴν Σικελίαν ἐλθόντες, ἐκεῖσε πεμφθέντας ἔλαβον. καὶ τοὺς μὲν εἰς τὴν ῾Ρώμην ἔπεμψαν, αὐτοὶ δὲ σπουδῇ τὴν Ἀφρικὴν κατειλήφασι. καὶ στρατοπεδευσάμενοι [*](B) τὰ τέλη τῶν Καρχηδονίων ἐκεῖ μετεπέμψαντο· καὶ ὡς ἀφίκοντο, οὐ πέντα ἅμα σφίσιν ὅσα ᾔτουν ἐξέφηναν, δείσαντες μὴ ταῦτα προμαθόντες ἀκεραίοις τοῖς πράγμασι σφῶν καταστῶσιν εἰς πόλεμον. καὶ τὸ μὲν πρῶτον σῖτον ᾔτησαν καὶ ἔλαβον, εἶτα τὰς τριήρεις καὶ ἐπὶ ταύταις τὰ μηχανήματα, εἶτα τὰ ὅπλα προσῄτησαν. λαβόντες οὖν πάντα, οἱ γὰρ Καρχηδόνιοι πολλὴν ἑτέραν παρασκευὴν κεκρυμμένην εἶχον, τέλος ἐκέλευον αὐτοὺς κατασκάψαι μὲν τὴν πόλιν αὐτῶν, ἑτέραν δ᾿ ἐν μεσογείῳ οἰκοδομῆσαι ἀτείχιστον, ὀγδοήκοντα σταδίους τῆς θαλάσσης διέχουσαν. [*](C) πρὸς τοῦτο δ᾿ οἱ Καρχηδόνιοι ἐς δάκρυα κατηνέχθησαν καὶ ὡς ἑαλωκότες ἀνωλοφύροντο καὶ ἐδέοντο τῶν ὑπάτων μὴ καταναγκάσαι σφᾶς γενέσθαι τῆς πατρίδος αὐτόχειρας. ὡς δ᾿ οὐδὲν ἤνυον, ἀλλ᾿ ἢ πρᾶξαι τὸ προσταττόμενον ἐκελεύοντο ἢ ἀναρρῖψαι τὸν πόλεμον, συχνοὶ μὲν αὐτοῦ παρὰ τοῖς ῾Ρωμαίοις ὡς ἤδη κεκρατηκόσι κατέμειναν, οἱ δὲ λοιποὶ ἀπαναχωρή-
Οἱ δ’ ὕπατοι διά τε τὰ συμβάντα καὶ ὅτι τό ναυτικὸν αὐτοῖς ἐκ τῆς ἐν τῇ λίμνῃ διατριβῆς ἐνόσησεν ἔλυσαν τὴν πολιορκίαν. καὶ Μάρκιος μὲν ἐπιχειρήσας κατὰ θάλασσάν τι πρᾶξαι ἢ τὴν παραλίαν κακῶσαι, ὡς οὐδὲν ἤνυεν, ἀπέπλευσεν οἴκαδε· καὶ ἀνθυποστρέψας Αἰγίμουρον ἐχειρώσατο· Μανίλιος δὲ ὥρμησε μὲν εἰς τὴν μεσόγειον, κακούμενος δ’ ὑπὸ Ἱμίλκωνος τοῦ τῶν Καρχηδονίων ἱππάρχου, [*](C) ὃν καὶ Φαμέαν ἐκάλουν, πρὸς τὴν Καρχηδόνα ἐπανελήλυθε. κἀκεῖ δὲ ἔξωθεν ὁ Ἀσδρούβας, ἔνδοθεν δ’ ἐπεξιόντες οἱ ἐν τῇ πόλει, καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν αὐτὸν ἐκάκουν. καταφρονήσαντες οὖν οἱ Καρχηδόνιοι καὶ μέχρι τοῦ στρατοπέδου αὐτῶν ἐπῆλθον, καὶ συχνοὺς ἀποβαλόντες, ἄοπλοι γὰρ οἶ πλείους ἦσαν, εἰς τὸ τεῖχος αὖθις συνεκλείσθησαν. ὁ δὲ Μανίλιος τῷ Ἀσδρούβᾳ συμμίξαι μάλιστα εἵλετο, καὶ εἰ ἐκεῖνον νικήσει, ῥᾷον τοῖς λοιποῖς προσπολεμήσειν ἐνόμιζε. καί οἱ προσέμιξε · πρὸς δέ τι φρούριον ἀναχωροῦντι ἐπακολουθήσας , ἔλαθεν εἴσω χώρας τραχείας καὶ στενοπόρου γενόμενος, καὶ δεινῶς [*](D) ἐκακώθη. καὶ πανσυδὶ ἂν διεφθάρη , εἰ μὴ Σκιπίων ὁ τοῦ Ἀφρικανοῦ χρησιμώτατος αὐτῷ ἐγένετο , ἀνὴρ ἄριστος μὲν νοῆσαι καὶ προβουλεῦσαι τὰ κράτιστα, ἄριστος δὲ χειρουργῆσαι · καὶ γὰρ τῷ σώματι ἔρρωτο, ἐπιεικής τε καὶ μέτριος ἦν· δι’ ἃ καὶ τὸν φθόνον ἐξέφυγεν. ἴσος μὲν γὰρ τοῖς ὑποδεεστέροις , οὐκ [*](Cap. 27. Dionis Historiae Romanae libri perditi: fragm. 70, 4. 71, 2.)
Θνήσκων ὁ Μασινίσσας ἠπόρει ὅπως περὶ τῆς βασιλείας διάθηται, διά τε τὸ τῶν υἱέων πλῆθος καὶ τὸ διάφορον τοῦ κατὰ τὰς μητέρας γένους αὐτῶν. διὸ πρὸς συμβουλίαν τὸν Σκιπίωνα μετεπέμψατο· ὃν ὁ ὕπατος ἔστειλεν. ἀλλ’ ὁ Μασινίσσας πρὶν ἐλθεῖν τὸν Σκιπίωνα ἐκλείπων τὸν μὲν δακτύλιον τῷ Μικίψᾳ τῷ υἱῷ ἔδωκε, τὰ δ’ ἄλλα πάντα τὰ τῇ ἀρχῇ προσήκοντα τῷ Σκιπίωνι ἄρτι ἐλθόντι παρέσχεν καὶ ἐνετείλατο. ὁ οὖν Σκιπίων κατανοήσας τὰς προαιρέσεις τῶν υἱέων αὐτοῦ, οὐδενὶ μὲν αὐτόν μόνῳ τὴν βασιλείαν ἀπένειμε, τριῶν δὲ τῶν ἐλλογιμωτάτων ὄντων, πρεσβυτάτου μὲν Μικίψου, νεωτάτου δὲ Γουλούσσου, μέσου δὲ Μαστανάβου, τούτοις τὰ πράγματα, μεμερισμένως μέντοι, κατένειμε. τῷ [*](P) μὲν γὰρ πρεσβυτάτῳ χρηματιστῇ τε ὄντι καὶ φιλοπλούτῳ τὴν διοίκησιν ἐνεχείρισε, τό δὲ μετ’ αὐτὸν τὰς διαφορὰς κρίνειν ἐπέτρεψε δικαστῇ ὄντι, τῷ δὲ Γουλούσσᾳ πολεμικῷ τυγχάνοντι τὰς δυνάμεις παρέδωκε. τοῖς δ᾿ ἀδελφοῖς αὐτῶν πολλοῖς οὖσι πόλεις τινὰς καὶ χώρας ἔνειμε. καὶ τὸν Γουλούσσαν παραλαβὼν πρὸς τὸν ὕπατον ἤγαγεν.
Ἀρχομένου δὲ τοῦ ἱαρὸς ἐπὶ τοὺς τῶν Καρχηδονίων συμμάχους ἐστράτευσαν, καὶ πολλοὺς μὲν αὐτῶν βίᾳ, πολλοὺς δὲ ὁμολογίᾳ, καὶ μάλιστα ὁ Σκιπίων, παρεστήσαντο. ὡς δὲ ὁ Φαμέας ἀπογνοὺς [*](30 Conf. Dionis fragm. 71, 2.)
Τότε δὲ συνηνέχθη καὶ τὰ κατὰ τὸν Προυσίαν. ὃς γέρων ὢν καὶ τοὺς τρόπους τραχὺς ἐφοβήθη τοὺς Βιθυνοὺς μὴ τῆς βασιλείας αὐτὸν ἐκβάλωσι, τὸν Νικομήδη τὸν υἱὸν ἀνθελόμενοι. καὶ κατά τινα πρόφασιν ἔπεμψεν εἰς τὴν Ῥώμην αὐτὸν κἀκεῖ διάγειν [*](D) ἐκέλευσεν. ὡς δὲ κἀν τῇ Ῥώμῃ διαιτωμένῳ τῷ υἱῷ ἐπεβούλευσε καὶ ἔσπευδε κτεῖναι αὐτόν, Βιθυνοί τινες εἰς Ῥώμην φοιτήσαντες ἐξήγαγον λάθρᾳ τὸν Νικομήδη , καὶ ἐς τὴν Βιθυνίαν κομίσαντες , τὸν μὲν γέροντα ἐφόνευσαν, βασιλέα δ’ ἐκεῖνον ἀπέδειξαν. ταῦτα ἠνίασε μὲν τοὺς Ῥωμαίους, οὐ μὴν καὶ εἰς πόλεμον ἐξηρέθισε.
Τὴν δὲ Μακεδονίαν Ἀνδρίσκος τις ἐξ Ἀτραμυτίου φύς, τῷ Περσεῖ δ’ ἐμφερὴς τὸ εἶδος γενόμενος καὶ παῖς εἶναι ἐκείνου πλαττόμενος καὶ Φίλιππον ἑαυτὸν ὀνομάζων, ἐπὶ πλεῖστον ἀπέστησε. τὸ μὲν γὰρ πρῶτον ἐς τὴν Μακεδονίαν ἐλθὼν ταράττειν αὐτὴν ἐπειρᾶτο, ὡς δὲ οὐδεὶς προσεῖχεν αὐτῷ, πρὸς [*](Cap. 28. Dionis Historiae Romanae libri perditi.)
Οἱ δὲ ῾Ρωμαῖοι κατεφρόνουν μὲν πρότερον τοῦ Ἀνδρίσκου, εἶτα τὸν Σκιπίωνα τὸν Νασικᾶν ἔπεμψᾶν εἰρηνικῶς πὼς τὰ ἐκεῖ διοικήσοντα. ὃς εἰς τὴν Ἐλλάδα ἐλθὼν καὶ μαθὼν τὰ γενόμενα, τοῖς μὲν ῾Ρωμαίοις δηλῶν ταῦτα ἐπέστειλε, δύναμιν δὲ παρὰ τῶν ἐκεῖ συμμάχων ἀθροίσας ἔργου εἴχετο, καὶ προῆλθε μέχρι Μακεδονίας. οἱ δ᾿ ἐν τῇ ῾Ρώμῃ γνόντες τὰ κατὰ τὸν Ἀνδρίσκον, στράτευμα ἔπεμψαν καὶ στρατηγὸν Πούπλιον Ἰουβέντιον. ᾧ περὶ Μακεδονίαν γενομένῳ συμβαλὼν ὁ Ἀνδρίσκος ἐκεῖνόν τε ἀπέκτεινε καὶ τοὺς ἄλλους πάντας ἂν κατειργάσατο, [*](E) εἰ μὴ τῆς νυκτὸς ἀπεχώρησαν. καὶ εἰς τὴν Θεσσαλίαν μετὰ ταῦτα εἰσέβαλε καὶ πλεῖστα αὐτῆς ἐκάκωσε, καὶ τὰ τῶν Θρᾳκῶν προσηταιρίσατο. πάλιν οὖν διὰ ταῦτα οἱ ἐν τῇ ῾Ρώμῃ Κύιντον Καικίλιον Μέτελλον στρατηγὸν σὺν δυνάμει πολλῇ ἔστειλαν. καὶ ὃς εἰς τὴν Μακεδονίαν ἦλθε, καί οἱ ὁ Ἄτταλος προσήμυνε ναυτικῷ. διὸ δείσας ὁ Ἀνδρίσκος περὶ τῶν παραθαλασσίων οὐκ ἐτόλμησε περαιτέρω προελ-
Καὶ Ἀλέξανδρος δέ τις Περσέως καὶ αὐτὸς λέγων εἶναι υἱὸς καὶ χεῖρα συναγαγὼν κατέλαβε τὴν περὶ τὸν Μεστὸν καλούμενον ποταμὸν χώραν ὃν ὁ Μέτελλος ἐπεδίωξεν ὑποφυγόντα μέχρι τῆς Δαρδανίας.
Ἐπὶ δὲ τοὺς Καρχηδονίους οἱ Ῥωμαῖοι Πείσωνα τὸν ὕπατον ἔστειλαν. ὃς τῇ μὲν Καρχηδόνι καὶ τῷ Ἀσδρούβᾳ οὐ προσέμιξεν, ἐπὶ δὲ τὰς παραλίους πόλεις ἐτράπετο· καὶ τῆς μὲν Ἀσπίδος ἀπεκρούσθη, τὴν δὲ Νέαν πόλιν ἐλῶν κατέσκαψεν ἐπὶ δὲ Ἱππῶνα πόλιν ὁρμήσας κατ’ ἔτριψε τὸν καιρὸν μηδὲν περάνας. οἶ δὲ Καρχηδόνιοι ἀνεθάρσησαν διὰ ταῦτα καὶ ὅτι καί τινες αὐτοῖς προσεγένοντο σύμμαχοι. μαθόντες οὖν ταῦτα οἶ Ῥωμαῖοι οἵ τε ἐν τῷ στρατοπέδῳ καὶ οἶ ἐν τῇ πόλει, ἐπὶ τὸν Σκιπίωνα ὥρμησαν καὶ ὕπατον αὐτὸν ἐψηφίσαντο, καίτοι τῆς ἡλι- [*](Cap. 29. Dionis Historiae Romanae libri perditi.)
Ἐν ᾧ δ’ ὁ Σκιπίων εἰς τὴν Λιβύην ἐκομίζετο, Μαγκῖνος παραπλέων τὴν Καρχηδόνα χωρίον τι τοῦ τείχους αὐτῆς ἐντὸς ὂν Μεγαλία ὀνομαζόμενον καὶ ἐπὶ πέτρας ἀποτόμου καθῆκον πρὸς θάλασσαν πολύ τε τῆς ἄλλης πόλεως ἀπηρτημένον καὶ μηδὲ πολλοὺς φρουροὺς ἔχον ὡς τῇ φύσει ὃν ἐρυμνὸν κατανοήσας, κλίμακας ἐξαπιναίως προσθεὶς ἀπὸ τῶν νεῶν ἐπανέβη. ἤδη δὲ ἀνελθόντος συνέδραμον μὲν τῶν Καρχηδονίων τινές, οὐ μέντοι καὶ ἐκκροῦσαι αὐτὸν ἠδυνήθησαν. ὁ δὲ πέμψας πρὸς τὸν Πείσωνα τά τε [*](C) γεγονότα ἐδήλωσε καὶ αὐτῷ ἐπαμῦναι ἠξίωσε. πόρρω δ᾿ ὢν ἐν τῇ μεσογείῳ οὐδὲν αὐτῷ χρήσιμος ὁ Πείσων ἐγένετο. ὁ δὲ Σκιπίων ὑπ’ αὐτὴν τὴν ἀγγελίαν νυκτὸς κατὰ τύχην ἐλθὼν εὐθὺς ἐβοήθησεν. εἷλον γὰρ ἂν τὸν Μαγκῖνον οἶ Καρχηδόνιοι ἢ καὶ διέφθειραν, εἰ μὴ παραπλεούσας εἶδον τὰς ναῦς τοῦ Σκιπίωνος. τότε δ’ ἠθύμησαν μέν, οὐκ ἀπέστησαν δέ. αἰχμαλώτους οὖν τινας ἔπεμψεν ὁ Σκιπίων ἐροῦντ’ ἃς ὅτι πάρεστι. καὶ τοῦτο γνόντες οὐχ ὑπέμειναν ἔτι, ἀλλ’ ἀνεχώρησαν καὶ τὸν Ἀσδρούβαν μετεπέμψαντο καὶ ταφρεύμασι καὶ σταυρώμασι τὸ πρὸ τῶν οἰκιῶν διατείχισμα διεφύλαξαν. ὁ μέντοι Σκιπίων τὰ μὲν Μεγαλία τὸν Μαγκῖνον φρουρεῖν κατέλιπεν, αὐτὸς δὲ πρὸς τὸν Πείσωνα καὶ πρὸς τὰς δυνάμεις ἀπῆρεν, [*](D) ὡς ἂν μετ’ αὐτῶν ἔργου ἔχηται. καὶ ἐπανῆλθε ταχέως σὺν τῷ κουφοτάτῳ τῆς στρατιᾶς, καὶ κατέλαβε τὸν Ἀσδρούβαν εἰς τὴν Καρχηδόνα εἰσελθόντα καὶ
Οἱ οὖν Καρχηδόνιοι, τοῦ στόματος τοῦ λιμένος χωσθέντος, τῇ τοῦ σίτου σπάνει δεινῶς ἐπιέσθησαν· καὶ οἶ μὲν ηὐτομόλουν, οἶ δὲ ἐγκαρτεροῦντες ἔθνησκον, οἶ δὲ τῶν νεκρῶν ἐγεύοντο. ὅθεν ἀθυμήσας Ἀσδρούβας πρέσβεις πρὸς τὸν Σκιπίωνα περὶ σπονδῶν ἔπεμψε · καὶ ἔτυχεν ἂν τῆς ἀδείας, εἰ μὴ καὶ τοῖς λοιποῖς ἅπασι καὶ τὴν σωτηρίαν καὶ τὴν ἐλευθερίαν πρᾶξαι ἠθέλησε. διαμαρτὼν οὖν αὐτῆς εἰς [*](D) τὴν ἀκρόπολιν τὴν γυναῖκα κατέκλεισεν, ἐπεὶ τῷ Σκιπίωνι ὑπὲρ ἑαυτῆς καὶ τῶν τέκνων διεκηρυκεύσατο· καὶ τἄλλα διῴκει τολμηρότερος γενόμενος διὰ τὴν ἀπόγνωσιν. αὐτός τε οὖν καὶ ἄλλοι ἀπονοίᾳ κρατούμενοι καὶ νυκτὸς καὶ ἡμέρας ἐμάχοντο, καὶ τὰ μὲν ἡττῶντο, τὰ δ’ ἐπεκράτουν , καἰ ἀντεμηχανῶντο πρὸς τὰς Ῥωμαϊκὰς μηχανάς. καὶ ὁ Βιθίας δὲ φρούριόν τι ἐρυμνὸν ἔχων καὶ ἐπὶ πολλὰ τῆς ἠπείρου προιὼν τούς τε Καρχηδονίους ὠφέλει καὶ τοὺς Ῥωμαίους ἐκάκου. διὸ καὶ ὁ Σκιπίων τὸ στράτευμα διελὼν τὸ μὲν τῇ Καρχηδόνι προσεδρεύειν ἔταξε, τὸ δὲ ἐπὶ τὸν Βιθίαν ἔπεμψεν, ἐπιστήσας αὐτῷ τὸν ὑποστράτηγον τὸν Γάιον Λαίλιον· καὶ αὐτὸς ἑκατέρωσε διεφοίτα ἄμφω ἐπισκοπῶν. καὶ τὸ φρούριον. εἶτ᾿ αὖθις πάσῃ τῇ στρατιᾷ ἐπολιορκεῖτο ἡ Καρχηδών.
Ἀπογνόντες οὖν οἱ Καρχηδόνιοι μηκέτι ἑκάτερον [*](Cap. 30. Dionis Historiae Romanae libri perditi.)
Ἑλῶν οὖν οὕτω τὴν Καρχηδόνα Σκιπίων τῇ γερουσίᾳ ἐπέστειλε τάδε “Καρχηδὼν ἑάλω· τί οὖν κελεύετε;” ἀναγνωσθέντων οὖν τούτων βουλὴν ἔθεντο περὶ τοῦ τί δέον ποιεῖν. καὶ ὁ μὲν Κάτων κατασκάψαι τὴν πόλιν καὶ τοὺς Καρχηδονίους ἐξαφανίσαι δεῖν ἐγνωμάτευσεν , ὁ δὲ Νασικᾶς φείσασθαι τῶν Καρχηδονίων καὶ ἔτι συνεβούλευε. κἀντεῦθεν εἰς ἀντιλογίαν πολλὴν προήχθη καὶ ἀμφισβήτησιν τὸ
Τότε δὲ καὶ ἡ Κόρινθος κατεσκάφη. ἐπεὶ γὰρ οἶ τῶν Ἑλλήνων Κορυφαιότατοι ὑπὸ Παύλου τοὐ μετῳκίσθησαν εἰς τὴν Ἰταλίαν, οἶ λοιποὶ τὸ μὲν πρῶτον πρεσβείαις τοὺς ἄνδρας ἀπῄτουν, ὡς δ οὐκ ἔτυχον, καί τινες ἐκείνων τὴν οἴκαδε ἀπογνόντες ἐπάνοδον ἑαυτοὺς διεχρήσαντο, χαλεπῶς διέκειντο καὶ πένθος δημόσιον ἐποιήσαντο , τοῖς τε τὰ Ρωμαίων φρονοῦσι παρὰ σφίσιν ὠργίζοντο, οὐ μέντοι καὶ πολέμιόν τι ἐπεδείξαντο , μέχρις οὗ τοὺς περιλιπεῖς τῶν ἀνδρῶν ἐκείνων ἐκομίσαντο. τότε δὲ [*](Cap. 31. Dionis Historiae Romanae libri perditi: fragmentum 72.)
Καὶ τοῦ Κριτολάου πεσόντος διχῇ διῄρητο τὸ Ἑλληνικόν. οἱ μὲν γὰρ πρὸς εἰρήνην ἀπέκλιναν καὶ τὰ ὅπλα κατέθεντο, οἱ δὲ καὶ ἔτι ἐστασίαζον τῷ Διαίω τὰ πράγματα ἐπιτρέψαντες. ἆ μαθόντες οἱ ἐν τῇ Ῥώμῃ ἐπ’ αὐτοὺς τόν Μόμμιον ἔπεμψαν. ὅς [*](C) τὸν μὲν Μέτελλον ἀπήλλαξεν, αὐτὸς δὲ τοῦ πολέμου εἴχετο. καί τινα πληγὴν μέρει τῆς στρατιᾶς λαβὼν ἐξ ἐνέδρας, τοῦ Διαίου καταδιώξαντος μέχρι τοῦ σφῶν στρατοπέδου τοὺς φεύγοντας, ἀντεπεξῆλθε, καὶ τρεψάμενος αὐτὸν πρὸς τὸ τῶν Ἀχαιῶν ἦλθε χαράκωμα ἀθροίσας δὲ δύναμιν ὁ Δίαιος πλείονα συμβαλεῖν αὐτοῖς ἐπεχείρησεν. ὡς δ’ οὐκ ἀντεξώρμησαν οἱ Ῥωμαῖοι, κατεφρόνησεν αὐτῶν, καὶ εἰς τὸ μέσον τῶν στρατοπέδων κοῖλον ὂν προῆλθεν. ἰδὼν οὖν τοῦθ’ ὁ Μόμμιος, τόν ἱππέων τινὰς λάθρᾳ ἔπεμψεν, ἵν᾿ ἐκ πλαγίου αὐτοῖς ἐπιγένωνται. καὶ ἐπεὶ ἐκεῖνοι προσβαλόντες αὐτοὺς συνετάραξαν , ἐπήγαγε [*](D) τὴν φάλαγγα κατὰ πρόσωπον , καὶ πολλοὺς ἐφόνευσεν. ἐκ δὲ τούτου Δίαιος μὲν ἀπογνοὺς ἑαυτὸν ἀπέ- κτεινε, τῶν δ’ ἐκ τῆς μάχης περισωθέντων οἱ μὲν Κορίνθιοι κατὰ τὴν χώραν ἐσκεδάσθησαν, οἶ δ’ ἄλλοι [*](2 Conf. Dionis fragm. 72 ZONARAS II. 22)
Καὶ ἡ μὲν Κόρινθος οὕτως ἀνάστατος γέγονε, τὸ δ᾿ ἄλλο Ἑλληνικὸν παραχρῆμα μὲν καὶ σφαγαῖς καὶ χρημάτων ἐκλογαῖς ἐκακώθη, ἔπειτα ἔν τε ἀδείᾳ καὶ ἐν εὐδαιμονίᾳ τοσαύτῃ ἐγένετο ὥστε λέγειν ὅτι, εἰ μὴ θᾶττον ἑαλώκεισαν , οὐκ ἂν ἐσέσωντο.
Ἡ μὲν οὖν Καρχηδὼν ἥ τε Κόρινθος αἰ ἀρχαῖαι ἐκεῖναι τοῦτο τέλος ἅμα ἔσχον, χρόνῳ δὲ πολλῷ ὕστερον ἀποικίαν Ῥωμαίων λαβοῦσαι ἤνθησαν αὖθις καὶ εἰς τὴν παλαιὰν ἐπανῆλθον κατάστασιν.
Τὰ μὲν οὑν μέχρι τοῦδε πεπραγμένα Ῥωμαίοις,