Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

340

ΕΠΙΤΟΜΗ ΙΣΤΟΡΙΩΝ ΣΥΛΛΕΓΕΙΣΑ ΚΑΓΣΥΓΓΡΑΦΕΙΣΑ ΠΑΡΑ ΙΩΑΝΝΟΥ ΜΟΝΑΧΟΥ ΤΟΥ ΖΩΝΑΡΑ. Η ΜΕΝ ΠΡΟΤΕΡΑ ΒΙΒΛΟΣ ΠΕΡΙΕΧΕΙ ΤΑ ΕΒΡΑΙΚΑ ΚΑΙ ΤΑ ΤΗΣ ΡΩΜΗΣ ΚΑΙ ΤΑ ΤΩΝ ΥΠΑΤΕΙΩΝ, ΑΥΤΗ ΔΕ ΤΑΣ ΠΕΡΙ ΤΩΝ ΑΥΤΟΚΡΑΤΟΡΩΝ ΙΣΤΟΡΙΑΣ.

Ἐξ ἀρχῆς μὲν οὖν, ὡς ἐν τῇ προτέρᾳ βίβλῳ μοι προιστόρηται, βασιλεῦσιν ἡ τῶν Ῥωμαίων ἀνεῖτο ἀρχὴ μέχρι τῆς τῶν Ταρκυνίων τυραννίδος καὶ καταλύσεως, ἔκτοτε δὲ στρατηγοῖς καὶ δικτάτωρσιν ὑπά- τοις τε καὶ χιλιάρχοις , ἀλλὰ μὴν καὶ δημάρχοις ἡ τῶν κοινῶν διοίκησις ἀνετίθετο, καὶ τοιαύταις πολιτείαις τὰ Ῥωμαίων ἰθύνετο μέχρι Πομπηίου Μάγνου καὶ Γαίου Ἰουλίου τοῦ Καίσαρος. υἱὸς δὲ ἢν ὁ Πομπήιος Στράβωνος , ἑνὸς τῶν ἐπισήμων Ῥωμαίων καὶ στρατηγίας ἠξιωμένου , τῷ Κίννᾳ τε ἀντιτεταγμένου τυραννικώτερον τῇ ἀρχῇ χρωμένῳ. ἤδη γὰρ ἐνόσει Ῥωμαίοις τὰ πράγματα , καὶ ἐπὶ τυραννίδα οἱ σφῶν ἀπέκλινον ἄρχοντες , ἀλλ’ οὐ νομίμως ἄρχειν ἐβούλοντο. [*](P) ὁ μὲν οὖν πατὴρ αὐτοῦ Στράβων διὰ φιλοχρηματίαν ὑπὸ Ῥωμαίων μεμίσητο , ὁ δὲ Πομπήιος ἐφιλεῖτο διά τε πίστιν ἤθους καὶ τὸ εὐέντευκτον καὶ [*](Cap. 1. Plutarchi Pompeius c. 1 et 5—10.)

341
τὸ σῶφρον τὸ περὶ δίαιταν καὶ τὴν ἐν ὅπλοις ἄσκησιν. καὶ τοσοῦτον ἢν τὸ πρὸς αὐτὸν φίλτρον ὡς δείσαντος αὐτοῦ τὸν Κίνναν ἐκ διαβολῆς καὶ τοῦ στρατοπέδου λάθρᾳ διεκπεσόντος , ἐπεί τε μὴ ἦν ἐμφανὴς λόγου διαδοθέντος ὅτι ἀνῄρηται παρὰ Κίννα, ὥρμησαν κατ’ αὐτοῦ οἱ μισοῦντες καὶ ἄλλως αὐτόν, καὶ ἀνῃρέθη Κίννας φεύγων καταληφθεὶς ὑπό του τῶν λοχαγῶν.

Οὕτω δὲ Κίννα φθαρέντος Κάρβων τὰ πράγματα διεδέξατο , ἐμπληκτότερος ἐκείνου τύραννος. τοῦ Σύλλᾳ δ’ ἀντικαθισταμένου τῷ Κάρβωνι , τούτῳ [*](C) προσετέθη καὶ ὁ Πομπήιος· οὐ πρότερον μέντοι προσῆλθε πρὶν ἄν τινος χάριτος πρὸς ἐκεῖνον κατήρξατο. ἦν μὲν οὗν τότε εἴκοσι καὶ τρία γεγονὼς ἔτη, καὶ στρατιωτικὸν καταλέξας περιῄει τὰς πόλεις, τοὺς τὰ Κάρβωνος φρονοῦντας ἐξελαύνων αὐτῶν , καὶ πρὸς Σύλλαν ἀπιών. ἐν δὲ τῷ ἀπιέναι τρεῖς αὐτὸν στρατηγοὶ τῶν προσκειμένων τῷ Κάρβωνι ἐκυκλώσαντο. ὁ δὲ τούτους τρεψάμενος τὰς πόλεις αὐτῷ προσχωρούσας ἐδέχετο. εἶτ’ αὖθις Σκιπέωνος τοῦ ὑπάτου ἐπιόντος αὐτῷ τὸ Σκιπίωνος στρατιωτικὸν ἀσπασάμενον τοὺς τοῦ Πομπηίου αὐτῷ προσερρύησαν, ὁ δὲ Σκιπέων ἔφυγε. καὶ Κάρβωνος δὲ ἱππέων ἴλας συχνὰς πέμψαντος κατ’ αὐτοῦ , καὶ ταύτας [*](D) ἐτρέψατο , ὡς δι’ ἀπόγνωσιν σωτηρίας ἑαυτοὺς αὐτῷ ἐγχειρίσαι. οὕτω δὲ αὐτὸν ὁ Σύλλας ἐδέξατο ὡς ἀποπηδῆσαι τοῦ ἵππου καὶ προσαγορευθεὶς αὐτοκράτωρ ὑπὸ Πομπηίου καὶ αὐτὸς ἀντιπροσερεῖν αὐτοκράτορα τὸν Πομπήιον. καὶ τἄλλα δὲ ταῖς πρώταις φιλοφροσύναις συνέβαινεν · ὑπεξανίστατο γὰρ προσιόντι τῷ Πομπηίῳ καὶ ἄλλα πρὸς τιμὴν ἐκείνου ἐποίει ἃ πρὸς ἄλλους οὐκ ὦπτο ῥᾳδίως ποιῶν. ἐπεὶ δ’

342
ἐκράτησε τῆς Ἰταλίας ὁ Σύλλας καὶ δικτάτωρ ἀνηγορεύθη, τοὺς μὲν ἄλλους ἡγεμόνας καὶ στρατηγοὺς ἠμείβετο πλουτίζων καὶ ἐπ’ ἀρχὰς καθιστῶν, Πομπήιον δὲ οἰκειώσασθαι ἔσπευσεν ἑαυτῷ· καὶ πείθει αὐτὸν τὴν γαμετὴν ἣν εἶχεν ἀποπεμψάμενον ἀγαγέσθαι τὴν ἑαυτοῦ πρόγονον Αἰμιλίαν, ἣν ἡ Μετέλλα, ἣ τῷ Σύλλα συνῴκει , ἐκ Σκαύρου ἐγείνατο τοῦ προτέρου ἀνδρός. ἦν δὲ τὰ τοῦ γάμου τυραννικά · ἀνδρὶ γὰρ ἡ Αἰμιλία ἤδη ἐκδέδοτο καὶ ἐκύει.

Οὕτω δ’ ὁ Σύλλας οἰκειωσάμενος τὸν Πομπήιον εἰς Σικελίαν ἀπέστειλε μετὰ βαρείας δυνάμεως· ἦν γὰρ ἡ νῆσος τοῖς τοῦ Κάρβωνος ὁρμητήριον. καὶ ἀπελθόντος ἐκεῖ Πομπηίου οἱ μὲν ἐναντίοι τῆς νήσου ἐξέστησαν , αὐτὸς δὲ τὰς πόλεις ἀνελάμβανε τετρυχωμένας [*](P) καὶ φιλανθρώπως ἐκέχρητο. κατασχὼν δὲ καὶ τὸν Κάρβωνα ἀνεῖλεν. ἀκούων μέντοι τοὺς στρατιώτας ἐν ταῖς ὁδοιπορίαις ἀτακτεῖν , σφραγῖδας ταῖς αὐτῶν μαχαίραις ἐπέβαλεν, ἣν ὁ μὴ φυλάξας ἐκολάζετο.

Ταῦτα δὲ πράττων ἐν Σικελίᾳ ἐδέξατο γράμματα τῆς συγκλήτου καὶ Σύλλα κελεύοντα πλεῖν εἰς Λιβύην καὶ πολεμεῖν Δομιτίῳ. καὶ ὁ μὲν ἐξέπλει, ἑπτάκις δὲ δὲ αὐτῷ τῶν ὑπὸ τὸν Δομίτιον προσεχώρησαν. ἀντιτεταγμένου δὲ Δομιτίου συρρήγνυνται τὰ στρατεύματα , καὶ νικῶσιν οἱ Πομπηίου , καὶ ὁ Δομίτιος κτείνεται. τόν δὲ πόλεων αἱ μὲν εὐθὺς προσεχώρησαν , αἱ δὲ κατὰ κράτος ἑάλωσαν. καὶ εἰς [*](C) τὴν Νομαδικὴν ἐμβαλών, καὶ πάντων κρατήσας οἶς ἐνέτυχε τεσσαράκοντα ταῖς πάσαις ἡμέραις, γράμματα δέχεται Σύλλα, ἀφεῖναι μὲν τὴν ἄλλην στρα- [*](Cap. 2. Plutarchi Pompeius. c. 11 — 22.)

343
τιάν, αὐτὸν δὲ μεθ’ ἑνὸς τάγματος περιμένειν εἰς Ἰτύκην τὸν διαδεξόμενον στρατηγόν. ἐπὶ τούτοις αὐτὸς μὲν καθ᾿ ἑαυτὸν ἤχθετο, ὁ δὲ στρατὸς εἰς τοὐμφανὲς ἠγανάκτει. καὶ θέλοντος προελθεῖν Πομπηίου, τοῦ τε Σύλλα κακῶς ἐμνημόνευον κἀκεῖνον οὐκ εἴων πιστεύειν τῷ τυράννῳ ἑαυτόν. καὶ ὁ μὲν ἐπειρᾶτο πραύνειν αὐτούς, οἱ δὲ μένειν αὐτὸν καὶ ἄρχειν ἐκέλευον, ἄχρις οὗ προσλιπαρούντων καὶ καταβοώντων ὤμοσεν ἀναιρήσειν ἑαυτόν, εἰ βιάζοιντο· καὶ μόλις οὕτως ἐπαύσαντο.

Πρῶτον μὲν οὖν ἠγγέλη τῷ Σύλλα ἀφεστάναι [*](D) Πομπήιον , εἶτα πυθόμενος τἀληθὲς ἀπήντησεν αὐτῷ προσιόντι καὶ δεξιωσάμενος Μάγνον προσεῖπε μεγάλῃ φωνῇ· σημαίνει δὲ μέγαν ὁ Μάγνος. θρίαμβον δὲ Πομπηίου αἰτοῦντος ὁ Σύλλας ἀντέλεγεν ὡς ὑπάτῳ ἢ στρατηγῷ θριαμβεύειν νενόμισται , ἄλλῳ δὲ οὐδενί· εἰ δὲ Πομπήιος οὔπω γενειῶν ἀκριβῶς θριαμβεύσει, εἰ, ᾧ βουλῆς διὰ τὴν ἡλικίαν οὐ μέτεστιν, ἐπίφθονος ἔσται αὐτῷ ἡ τιμή. ταῦτα τοῦ Σύλλα λέγοντος ὁ Πομπήιος οὐχ ὑπέπτηξεν , ἀλλ’ ἐννοεῖν ἔφη δεῖν ὅτι τὸν ἥλιον ἀνατέλλοντα πλείονες ἢ δυόμενον προσκυνοῦσι , δηλῶν ἐντεῦθεν ὡς αὐτῷ μὲν ἡ δύναμις αὔξεται , ἐκείνῳ δὲ μειοῦταί τε καὶ μαραί- νεται. πρὸς ταῦτα ὁ Σύλλας καταπλαγείς , δὶς ἐφεξῆς “θριαμβευσάτω” ἐβόησεν. ὡς δὲ οἱ στρατιῶται ἐνοχλεῖν ἐβούλοντο καὶ θορυβεῖν, μὴ τυχόντες ἡλίκων προσεδόκησαν , ὁ Πομπήιος ἀφήσειν ἔφη μᾶλλον τὸν θρίαμβον ἦι κολακεύσειν τοὺς στρατιώτας. πρὸς ὃ Σερουίλιος ἀνὴρ ἐπιφανὴς καὶ ἀντιλέγων πρὶν πρὸς τὸν θρίαμβον “νῦν’’, ἔφη, “ Πομπήιος καὶ Μάγνος ἀληθῶς καὶ ἄξιος θριαμβεῦσαι”.

Σύλλας δὲ ἠνιᾶτο μὲν ὁρῶν εἰς ὅσον πρόεισι

344
δόξης καὶ δυνάμεως ὁ Πομπήιος , αἰσχυνόμενος δὲ κωλύειν ἡσυχίαν ἦγε. Λέπιδος μέντοι σπουδῇ Πομπηίου ὑπατείας τυχών, εἰς τὴν Σύλλα δύναμιν ἐκείνου τελευτήσαντος ἑαυτὸν εἰσεποίει, καὶ εὐθὺς ἔνοπλος [*](P) ἦν, τὰ τῶν στάσεων ἀνακινῶν ὑπολείθμματα. [*](5) καὶ ὁ Πομπήιος ἡγεμὼν στρατεύματος ἀπεδείχθη κατὰ Λεπίδου, ἤδη πολλὰ τῆς Ἰταλίας κεκινηκότος καὶ τὴν ἐντός Ἄλπεων Γαλατίαν διὰ Βρούτου κατέχοντος. τῶν μὲν οὑν ἄλλων ῥᾳδίως ἐκράτησεν ὁ Πομπήιος, ἀντικαθήμενος δὲ τῷ Βρούτῳ ἐχρόνισεν. εἶτα ἑαυτὸν ὁ Βροῦτος αὐτῷ ἐνεχείρισεν , ἢ μεταβαλλόμενος ἢ προδοθείς. καὶ ὁ μὲν ἀνῃρέθη, οὗπερ υἱὸς ἢν ὁ τὸν Καίσαρα ὕστερον διαχειρισάμενος Βροῦτος, Λέπιδος δὲ τῆς Ἰταλίας ἐκπεπτωκὼς νόσω ἀπέθανεν.

Ὁ μέντοι Σερτώριος τὴν Ἰβηρίαν ἔχων φοβερὸς ἣν. καὶ πρὸς τοῦτον οὖν ὁ Πομπήιος ἐστάλη, συμμαχήσων C Ὀππίῳ Μετέλλῳ μαχομένῳ πρὸς τὸν Σερτώριον. εἰς Ἰβηρίαν δὲ ἀφικόμενος πρῶτον μὲν δυσὶ στρατηγοῖς ἀντικατέστη τοῦ Σερτωρίου, καὶ νικήσας ὑπὲρ μυρίους ἀπέκτεινεν· εἶτα καὶ αὐτῷ Σερτωρίῳ προσμίξας ἀμφίδοξον ἔσχηκε τὸν ἀγῶνα. ἐπελθόντος δὲ Πομπηίῳ ὄντι ἱππότῃ ἀνδρὸς μεγάλου πεζοῦ, ὁ μὲν Πομπήιος ὑπ’ ἐκείνου ἐπλήγη τὴν χεῖρα, ἐκεῖνος δὲ ὑπὸ Πομπηίου αὐτὴν ἀπεκόπη. ἑνωθεὶς δὲ τῷ Μετέλλω ἐτίμησε τὸν ἄνδρα καὶ ἐτιμήθη.

Ἀλλὰ τοῦ Σερτωρίου δολοφονηθέντος ὑπὸ τῶν φίλων, Περπέννας ὁ τῶν αὐτοῦ ἡγεμόνων κορυφαιότατος ἐπεχείρησεν ἐκείνῳ ποιεῖν ὁμοίως, τὰς [*](D) ἐκείνου δυνάμεις περιβαλόμενος. ἀλλ’ ὁ Πομπήιος ἀντιταξάμενος αὐτῷ ἐκράτησε πάντων · καὶ διεφθάρησαν οἱ πλεῖστοι τῶν ἡγεμόνων ἐν τῇ μάχῃ, αὐτὸν δὲ ’τον Περπένναν ἑαλωκότα ζωὸν ἀπέκτεινε. καὶ

345
προσμείνας ἐκεῖ καὶ καταστήσας τὰ πράγματα καὶ κατασβέσας τὰς ταραχὰς εἰς Ἰταλίαν ἀπήγαγε τὸν στρατόν. ἦν δ’ ὑποψία καὶ δέος ὡς οὐ προήσεται τὸ στράτευμα, δι’ ὅπλων δὲ βαδιεῖται μοναρχίας κατάρχων. κατάρχων. ὁ δὲ καὶ ταύτην ἀνεῖλε τὴν ὑπόνοιαν, ἀφήσειν τὸ στράτευμα φήσας μετὰ τὸν θρίαμβον. ἕν δ’ ἔτι οἶ βασκαίνοντες αὐτὸν ᾐτιῶντο, ὅτι τῷ δήμῳ μᾶλλον ἢ τῇ βουλῇ προσένεμεν ἑαυτόν · ὅπερ ἦν ἀληθές. οὐ γὰρ ἔστιν οὗτινος ἐμμανέστερον ὁ Ῥωμαίων ἠράσθη δῆμος. ἐψηφίσθη γοῦν αὐτῷ ὑπατεία καὶ δεύτερος θρίαμβος· συνυπατεύειν δὲ αὐτῷ καὶ ὁ Κράσσος ἐψηφίσθη αὐτοῦ σπουδάσαντος. ἀλλ’ ἀποδειχθέντες ὕπατοι διεφέροντο, καὶ ἐν μὲν τῇ βουλῇ ὁ Κράσσος ἴσχυε μᾶλλον, παρὰ δὲ τῷ δήμῳ ἐκράτει Πομπήιος. παρῃτήσατο δὲ καὶ τὴν στρατη- γίαν· καὶ ἔθους ὄντος τοῖς Ῥωμαίοις ἱππεῦσιν, ὅταν στρατεύσωνται τὸν νόμιμον χρόνον, ἄγειν τὸν ἵππον εἰς ἀγορὰν ἐπὶ τοὺς τιμητάς, καταριθμεῖσθαί τε τῶν στρατηγῶν καὶ αὐτοκρατόρων ἕκαστον ὑφ’ οἶς ἐστρατεύσαντο, καὶ εὐθύνας διδόναι τῆς στρατείας καὶ οὕτως ἀφίεσθαι, νεμομένης τιμῆς ἢ ἀτιμίας προσηκούσης τοῖς βίοις ἑκάστων, τότε προεκάθηντο μὲν [*](P) οἱ τιμηταὶ καὶ οἶ ἱππεῖς παρῄεσαν ἐξεταζόμενοι, ὤφθη δὲ καὶ Πομπήιος εἰς τὴν ἀγορὰν τὰ μὲν ἄλλα παράσημα τῆς ἀρχῆς ἔχων, αὐτὸς δ’ ἄγων τὸν ἵππον διὰ χειρός. ἦν δὲ τοῦ δήμου θαῦμα καὶ σιωπή. εἶτα ὁ εἷς τῶν τιμητῶν “ πυνθάνομαί σου’’ εἶπεν “ὦ Πομπήιε Μάγνε, εἰ πάσας ἐστράτευσαι τὰς κατὰ νόμον στρατείας.” ὁ δὲ μεγάλῃ φωνῇ “ ἐστράτευμαι ἀπεκρίνατο, “καὶ πάσας ὑπ’ ἐμαυτῷ αὐτοκράτορι.’ πρὸς τοῦτο ὁ δῆμος ἐξέκραγε, καὶ οἱ τιμηταὶ τοῖς πολίταις χαριζόμενοι ἀναστάντες προέπεμπον αὐτὸν οἴκαδε.

346

Ἤδη δὲ τῆς ἀρχῆς περανθείσης ἀπέθετο αὐτὴν C ὁ Πομπήιος. καὶ μετὰ ταῦτα ὁ πειρατικὸς αὐτῷ ἀνετέθη πόλεμος. ὥρμητο μὲν γὰρ ἡ πειρατικὴ δύναμις ἐκ Κιλικίας , ἐν τῷ Μιθριδατικῷ πολέμῳ ταῖς βασιλικαῖς ὑπηρεσίαις χρήσασα ἑαυτήν · εἶτα Ῥωμαίων ἐν τοῖς ἐμφυλίοις πολέμοις συμπεσόντων ἀλλήλοις, ἀφύλακτος οὖσα ἡ θάλασσα κατ’ ὀλίγον αὐτοὺς ἐφειλκύσατο· καὶ δύναμιν σχόντες οὐ τοῖς πλέουσιν ἐπετίθεντο μόνον, ἀλλὰ καὶ νήσους καὶ πόλεις παραλίους παρεσπῶντο. ἐγένοντο δ᾿ οὑν αἱ μὲν λῃστρικαὶ νῆες ὑπὲρ χιλίας, αἱ δὲ ἁλοῦσαι ὑπ’ αὐτῶν πόλεις ὑπὲρ τετρακοσίας. πολλὰ δὲ καὶ τῶν ἀβάτων ἐξέκοψαν ἱερῶν , ἐνύβριζον δὲ καὶ τοῖς Ῥωμαίοις. ὁπότε γάρ τις ἀλοῦς ἀνεβόησε Ῥωμαῖος εἶναι, ἐκπεπλῆχθαι προσ- [*](D) ποιούμενοι καὶ δεδιέναι, τούς τε μηροὺς ἐπαίοντο καὶ προσέπιπτον αὐτῷ· καὶ οἱ μὲν ὑπέδουν αὐτὸν κάλτια, οἱ δὲ τήβεννον περιέβαλλον , οὕτω τε κατειρωνευσάμενοι τέλος ἐν μέσῳ πελάγει κλίμακα προβαλόντες ἐκέλευον ἐκβαίνειν καὶ ἀπιέναι χαίροντα· εἰ δὲ μὴ βούλοιτο , ὠθοῦντες αὐτὸν κατέδυον.

Πάσης δὲ θαλάσσης ἀπλώτου τοῖς ἐμπόροις οὔσης, σπάνις ἦν τῶν ἀναγκαίων ἐν τῇ ἀγορᾷ. δόξαν δὲ τὸν Πομπήιον ἐκπέμψαι κατὰ τῶν πειρατῶν, Γαβίνιος εἷς τῶν Πομπηίου συνήθων ἔγραψε νόμον οὐ ναυαρχίαν, ἄντικρυς δὲ μοναρχίαν αὐτῷ διδόντα. ἐδίδου γὰρ ὁ νόμος αὐτῷ ἀρχὴν τῆς ἐντὸς Ἡρακλείων στηλῶν θαλάσσης , ἠπείρου δὲ πάσης ἀπὸ θαλάσσης ἐπὶ τετρακόσια στάδια, καὶ πεντεκαίδεκα πρεσβευτὰς ἐκ τῆς βουλῆς ἑλέσθαι ἐπὶ τὰς κατὰ μέρος ἡγεμονίας, χρήματα δὲ λαμβάνειν ἐκ τῶν ταμιείων καὶ τῶν τελῶν [*](Cap. 3. Plutarchi Pompeius c. 2328.)

347
ὅσα βούλοιτο, καὶ ναῦς διακοσίας. ταῦτα ὁ μὲν δῆμος προθύμως ἐδέξατο· οἶ δὲ τῆς συγκλήτου εροφαμέστεροι φόβου ἄξιον ἐνόμιζον τὸ τῆς ἐξουσίας ἀπερίληπτον καὶ ἀόριστον, καὶ ἀντέλεγον, πλὴν Καίσαρος · οὗτος δὲ συνηγόρει τῷ νόμῳ, οὐ διὰ τὸν Πομπήιον, τὸν δῆμον δὲ θεραπεύων καὶ οἰκειούμενος ἑαυτῷ. τέως μέντοι ἐκυρώθη τὸ ψήφισμα. καὶ ὁ Πομπήιος εἰς ἐκκλησίαν ἐλθὼν διπλάσια τὰ ἐψηφισμένα λαβεῖν διεπράξατο. διελὼν οὑν τὰ πελάγη καὶ διαστήματα τῆς θαλάσσης εἰς μέρη τρισκαίδεκα, καὶ νεῶν ἀριθμὸν [*](B) ἐφ’ ἑκάστῳ καὶ ἄρχοντα τάξας, ἐκάθηρε τῶν λῃστηρίων τὸ Τυρρηνικὸν πέλαγος, τὸ Λιβυκόν, τὸ περὶ Σαρδόνα καὶ Κύρνον καὶ Σικελίαν, ἡμέραις τεσσαράκοντα. εἶτα παραπλέων τὰς πόλεις μετὰ σπουδῆς οὐ παρῆλθε τὰς Ἀθήνας. ἀναβὰς δὲ καὶ θύσας καὶ προσαγορεύσας τὸν δῆμον, εὗρεν ἐπιγραφὰς εἰς αὐτὸν πεποιημένας, ὧν ἡ μὲν ἐντὸς τῆς πύλης ἔλεγεν Ἐφ’ ὅσον ὢν ἄνθρωπος οἶδας, ἐπὶ τοσοῦτον εἶ θεός · η δ ἐκτὸς Προσεδοκῶμεν , προσεκυνοῦμεν , εἴδομεν, προπέμπομεν.

Κατελύθη μὲν οὖν ὁ πειρατικὸς πόλεμος καὶ τὰ [*](C) πανταχοῦ τῆς θαλάσσης ἐξῃρέθη λῃστήρια οὐκ ἐν πλείονι χρόνῳ μηνῶν τριῶν τούτων δὲ εἰς Ῥώμην ἀπαγγελθέντων γράφει νόμον εἰς τῶν δημάρχων ὁ Μάλλιος , παραλαβόντα Πομπήιον πᾶσαν τὴν χώραν ὅσης ὁ Λεύκολλος ἦρχε, προσλαβόντα δὲ καὶ Βιθυνίαν, πολεμεῖν Μιθριδάτῃ καὶ Τιγράνῃ τοῖς βασιλεῦσιν, ἔχοντα καὶ τὴν ναυτικὴν δύναμιν καἰ τὸ κράτος τῆς θαλάσσης , ὡς ἤδη τοῦτο εἰλήφει· τοῦτο δὲ ἦν ἐφ’ [*](Cap. 4. Plutarchi Pompeius c. 30—36.)

348
ἑνὶ συλλήβδην γενέσθαι τὴν Ῥωμαίων ἡγεμονίαν. τὸ μὲν οὖν ψήφισμα ἐκυρώθη φοβηθέντων τὸν δῆμον τῶν ἀριστοκρατικῶν καὶ σιωπησάντων , Πομπήιος δὲ δεξάμενος τὰ γράμματα λέγεται τὰς ὀφρῦς συναγαγεῖν [*](D) καὶ τὸν μηρὸν πατάξαι ὡς δυσχεραίνων καὶ βαρυνόμενος τὴν ἀρχήν. τὴν δ’ εἰρωνείαν οὐδ’ οἶ πάνυ συνήθεις αὐτῷ ῥᾷον ἤνεγκαν. τέως δὲ τὴν μεταξὺ Φοινίκης καὶ Βοσπόρου θάλασσαν ἐπὶ φρουρᾷ τῷ στόλῳ διαλαβὼν αὐτὸς ἐβάδιζεν ἐπὶ Μιθριδάτην. ἐκείνου δ᾿ ἐκλιπόντος ὅρος δύσμαχον ὡς ἄνυδρον, ἐν ᾧ ἐστρατοπεδεύετο , ὁ Πομπήιος κατέσχεν αὐτό, καὶ τῇ φύσει τῶν βλαστανόντων καὶ ταῖς συγκλινίαις τῶν τόπων τεκμαιρόμενος ἔχειν πηγὰς τὸ χωρίον, ὀρύσσειν ἐκέλευσε φρέατα. καὶ ταχὺ μεστὸν ἦν ὕδατος τὸ στρατόπεδον. ἔπειτα περιστρατοπεδεύσας ἀπετείχιζεν αὐτόν. ὁ δὲ πέντε καὶ τεσσαράκοντα πολιορκηθεὶς ἡμέρας ἔλαθεν ἀποδρὰς μετὰ τῆς ἐρρωμενεστέρας δυνάμεως, ἀποκτείνας τοὺς ἀχρήστους καὶ τοὺς νοσοῦντας. καταλαβὼν δὲ αὐτὸν περὶ τὸν Εὐφράτην ὁ Πομπήιος , ἔνα μὴ φθάσῃ περάσας τὸν ποταμόν, ἐκ μέσων νυκτῶν ἐπῆγε τὴν στρατιάν. ἢν οὑν ἀνάγκη ὑπὲρ τοῦ χάρακος μάχεσθαι. σελήνη δ ἦν καταφερομένη , ὃ τοὺς βασιλικοὺς ἔσφηλεν · εἶχον μὲν γὰρ κατὰ νώτου τὴν σελήνην Ῥωμαῖοι, ἤδη δὲ περὶ δύσιν οὔσης αἱ σκιαὶ τόν σωμάτων πρόσθεν προιοῦσαι πολὺ δόκησιν παρεῖχον τοῖς πολεμίοις ἐγγίζειν τοὺς ‘Pωμαίους αὐτοῖς, καὶ τοὺς ὑσσοὺς [*](P) ἀφέντες ἐφίκοντο οὐδενός · ὃ συνιδόντες Ῥωμαῖοι μετὰ κραυγῆς ἐπέδραμον καὶ φεύγοντας ἔκτεινον, ὡς πολὺ πλείους μυρίων ἀποθανεῖν. αὐτὸς δὲ Μιθριδάτης μετὰ πλειόνων διέφυγε.

Πομπήιος δὲ εἰς Ἀρμενίαν ἐνέβαλε, τοῦ νέου

349
Τιγράνου καλοῦντος αὐτόν ἤδη γὰρ ἀφειστήκει τοῦ πατρός. ὁ δὲ βασιλεὺς Τιγράνης ὑπὸ Λευκόλλου συντετριμμένος, ἥμερον δὲ πυνθανόμενος τὸν Πομπήιον, ἑαυτόν τε παρέδωκε καὶ φρουρὰν ἐδέξατο περὶ τὰ βασίλεια. προσιὼν δὲ τῷ Πομπηίῳ τήν τε κίταριν ἀφεῖλε τῆς κεφαλῆς καὶ ὥρμησε πρὸ ποδῶν αὐτὴν ἐκείνου θεῖναι καἰ καταβαλεῖν ἑαυτόν. ἀλλ’ ὁ Πομπήιος τῆς δεξιὰς αὐτοῦ λαβόμενος προσηγάγετο καὶ [*](C) πλησίον ἱδρύσατο, τὸν δ᾿ ἐκείνου υἱὸν ἐπὶ θάτερα, καὶ εἷπε τῶν μὲν ἄλλων δεῖν αἰτιᾶσθαι Λεύκολλον, ὑπ’ ἐκείνου γὰρ ἀφῃρῆσθαι Συρίαν, Φοινίκην, Κιλικίαν, Γαλατίαν , Σωφηνήν, ἃ δὲ ἄχρις αὐτοῦ διατετήρηται ἕξειν, Σωφηνῆς δὲ βασιλεύσειν τὸν υἱόν ἐπὶ τούτοις ὁ μὲν Τιγράνης ἠγάπησεν, ὁ δὲ υἱὸς ἐδυσφόρει, καὶ κληθεὶς ἐπὶ δεῖπνον οὐκ ἔφη Πομπηίου δεῖσθαι τοιαῦτα τιμῶντος· καὶ γὰρ αὐτὸς ἄλλον εὑρήσειν Ῥωμαιον. ἐκ τούτου δεθεὶς εἰς τὸν θρίαμβον ἐφυλάττετο.

Kαταλιπὼν δὲ Πομπήιος φρουρὸν Ἀρμενίας Ἀφράνιον ἴον αὐτὸς διὰ τῶν περιοικούντων τὸν Καύκασον [*](D) ἐθνῶν ἐπὶ Μιθριδάτην ἑ βάδιζε. μέγιστα δὲ αὐτῶν εἰσιν ἔθνη Ἀλβανοί τε καὶ Ἴβηρες, οἶ μὲν ἐπὶ τὰ Μεσχικὰ ὅρη καὶ τὸν Πόντον καθήκοντες, Ἀλβανοὶ δ᾿ ἐπὶ τὴν ἴω καὶ τὴν Κασπίαν θάλασσαν. οὗτοι πρῶτον μὲν αἰτήσαντι Πομπηίῳ δίοδον ἔδοσαν, εἶτα γενόμενοι τετρακισμυρίων οὐκ ἐλάττους προσέβαλον αὐτῷ, καὶ τραπέντες ἐφθάρησαν παμπληθεῖς. τῷ δὲ βασιλεῖ αὐτῶν πέμψαντι πρέσβεις σπεισάμενος ἀπῄει ἐπὶ τοὺς Ἴβηρας μαχιμωτέρους ὄντας τῶν Ἀλβανῶν καὶ μήτε Μήδοις μήτε Πέρσαις ὑπεῖξαντας, διαφυγόντας δὲ καὶ τὴν Μακεδόνων δυναστείαν, Ἀλεξάνδρου ταχέως ἐκ τῆς Ὑρκανίας ἀπάραντος.

350
ἀλλὰ καὶ τούτους μεγάλῃ μάχῃ τρεψάμενος πολλοὺς ἀνεῖλε καὶ πλείους ἐζώγρησεν. ἐντεῦθεν εἰς τὴν Κόλχων ἐνέβαλεν. αὖθις δὲ Ἀλβανῶν ἀποστάντων ἤλαυνεν ἐπ’ αὐτοὺς δι’ ἀνύδρου καὶ ἀργαλέας ὁδοῦ, ὕδωρ ἐν ἀσκοῖς πολλοῖς ἐπικομιζόμενος. καὶ συμβαλὼν λῶν αὐτοῖς ὑπὸ τοῦ ἀδελφοῦ τοῦ σφῶν βασιλέως στρατηγουμένοις ἐνίκησε· καὶ αὐτὸν ἐπελθόντα οἱ καὶ βαλόντα ἐκ χειρὸς διελάσας ἀπέκτεινεν. ὅτε καὶ Ἀμαζόνες λέγονται συμμαχῆσαι τοῖς Ἀλβανοῖς. μετὰ γὰρ τὴν μάχην σκυλευομένων τῶν νεκρῶν, πέλταις Ἀμαζονικαῖς οἱ Ῥωμαῖοι καὶ κοθόρνοις ἐνέτυχον, [*](P) σῶμα δὲ γυναικεῖον οὐδὲν εὑρέθη. νέμονται δὲ αὗται τὰ καθήκοντα πρὸς Ὑρκανίαν θάλασσαν τοῦ Καυκάσου. μέσον δὲ τῶν Ἀλβανῶν καὶ αὐτῶν οἰκοῦσι Γἐλλαι καὶ Λίγυες. οἶς ἔτους ἑκάστου περὶ τὸν Θερμώδοντα ποταμὸν εἰς ταὐτὸν φοιτῶσαι ὁμιλοῦσιν ἐπὶ δύο μῆνας· εἶτα καθ’ ἑαυτὰς ἀπαλλαγεῖσαι βιοῦσι· τεκοῦσαι δὲ τὰ μὲν ἄρρενα κομίσασαι περὶ τὴν τῶν πατέρων ἐκτίθενται γῆν, τὰ δέ γε θήλεα τρέφουσι.

Τῶν δὲ τοῦ Μιθριδάτου παλλακῶν ἀναχθεισῶν

πρὸς αὐτὸν οὐδεμίαν ἔγνω Πομπήιος. Στρατονίκη δέ, ἣ καὶ μέγιστον παρὰ Μιθριδάτῃ ἔσχεν ἀξίωμα καὶ τό πολυχρυσότατον τῶν φρουρίων ἐφύλαττε, C δῶρά τε πολλὰ τῷ Πομπηίῳ προσήγαγε καὶ τὸ φρούριον παρεδίδου. ὁ δὲ τῶν προσαχθέντων ὅσα κόσμον ἱεροῖς καὶ λαμπρότητα τῷ θριάμβῳ παρεῖχον λαβὼν μόνα, τὰ λοιπὰ τὴν Στρατονίκην ἔχειν ἐκέλευσε. καὶ τοῦ βασιλέως δὲ τῶν Ἰβήρων κλίνην καὶ τράπεζαν καὶ θρόνον χρυσᾶ πάντα πεπομφότος αὐτῷ, καὶ ταῦτα [*](Cap. 5. Plutarchi Pompeius c. 36 — 46 et 50.)

351
τοῖς ταμίαις εἰς τὸ δημόσιον παραδέδωκεν. ὡς δὲ τὸν Μιθριδάτην ἐώρα φεύγοντα χαλεπώτερον ἢ μαχόμενον, τούτῳ μὲν εἶπεν ἰσχυρότερον ἑαυτοῦ πολέμιον τὸν λιμὸν ἀπολείψειν, αὐτὸς δὲ προῆγε σὺν στρατιᾷ. χειρωσάμενος δὲ δι’ Ἀφρανίου τοὺς περὶ Ἀμανὸν Ἄραβας, καταβὰς εἰς Συρίαν ταύτην μὲν [*](D) ἐπαρχίαν καὶ κτῆμα Ῥωμαίων ἀπέφηνε, τὴν δὲ Ἰουδαίαν ὑπέταξε καὶ τὸν βασιλέα αὐτῆς Ἀριστόβουλον συνέλαβεν, ὡς ἐν τοῖς Ἰουδαϊκοῖς ἤδη ἱστόρηται. μέγα δ’ ἦν ὄνομα τῆς αὐτοῦ δυνάμεως καὶ μεῖζον τῆς ἀρετῆς καὶ πρᾳότητος. ὁ δὲ τῶν περὶ τὴν Πέτραν Ἀράβων βασιλεὺς δείσας ἔγραψε Πομπηίῳ πάντα πείθεσθαι. ἠγγέλη μέντοι αὐτῷ τεθνεὼς καὶ ὁ Μιθριδάτης, Φαρνάκου τοῦ υἱοῦ διαχρησαμένου αὐτόν. εἰς Ἀμινσὸν οὖν ἀφικομένῳ Πομπηίῳ πολλὰ μὲν δῶρα παρὰ Φαρνάκου κεκόμιστο, πολλὰ δέ γε προσήνεκτο σώματα, καὶ αὐτὸς ὁ Μιθριδάτου νεκρός.

Ἐπανιὼν δὲ λυπηρὰν τὴν ἐπάνοδον ἔσχηκε διὰ τὴν γυναῖκα Μουκίαν ἐξυβρίσασαν παρὰ τὴν ἀποδημίαν αὐτοῦ· καὶ πλησιάσας τῇ Ἰταλίᾳ ἔπεμψεν ἐκείνῃ τὴν ἄφεσιν. εἰς δὲ τὴν Ῥώμην λόγοι περὶ αὐτοῦ ἐγίνοντο καὶ θόρυβος ἦν ὡς τὸ στράτευμα τῇ πόλει ἐπάξοντός τε καὶ μοναρχήσοντος. ὁ δὲ τῆς Ἰταλίας τε ἅμα ἐπέβη καὶ ἐκκλησιάσας τοὺς στρατιώτας ἐκέλευσεν ἕκαστον ἕκαστον πρὸς τὰ οἰκεῖα τρέπεσθαι, αὖθις δὲ συναθροισθῆναι διὰ τὸν θρίαμβον. σκεδασθείσης δ' οὕτω τῆς στρατιᾶς ἄνοπλον αἱ πόλεις ὁρῶσαι Πομπήιον καὶ μετ’ ὀλίγων ἀπιόντα, ὑφ’ ἡδονῆς ἐκεχεόμεναι καὶ προπέμπουσαι συγκατῆγον εἰς τὴν Ῥώμην [*](P) [*](30) μετὰ δυνάμεως πλείονος. τοῦ δὲ νόμου μὴ [*](9 συγχωἱστόρηται] p. 224 D.)

352
ροῦντος πρὸ τοῦ θριάμβου παρελθεῖν εἰς τὴν πόλιν, πέμψας ἠξίου τὴν βουλὴν ὑπερθέσθαι τὰς τῶν ὑπά- τῶν ἀρχαιρεσίας. Κάτωνος δ ἐναντιωθέντος οὐκ ἔτυχε ’ διὸ καὶ οἰκειώσασθαι τὸν ἄνδρα ἠθέλησε. δυεῖν οὖν ἀδελφιδῶν οὐσῶν ἐκείνῳ , τὴν μὲν αὐτὸς ἐζήτει λαβεῖν, τὴν δὲ τῷ υἱῷ συνοικίσαι. παραιτου- μένου δὲ τὴν ἀγχιστείαν τοῦ Κάτωνος, ὡς διαφθορὰν ἐσομένην αὐτῷ τοῦ τρόπου, ἡ ἀδελφὴ καὶ ἡ γυνὴ ἐχαλέπαινον. Ἀφρανίῳ δὲ Πομπηίου ὑπατείαν μετι· ὄντος, καὶ διὰ τοῦτο πρὸς τὰς φυλὰς ἀργύριον ἀνα- λίσκοντος , καὶ κακῶς ἐντεῦθεν ἀκούοντος ὡς ὤνιον [*](C) τὴν ἀρχὴν ποιουμένου τοῖς μὴ ταύτης ἀξίοις, ὁ Κάτων πρὸς τὰς γυναῖκας Γ τούτων ἔφη τῶν ὀνειδῶν κοινω- κοινωνητέον ἡμῖν οἰκείοις γενομένοις πρὸς τὸν Πομπήιον. ’

Τοῦ δὲ θριάμβου τῷ μεγέθει καίπερ εἰς δύο ἡμέρας μερισθέντος ὁ χρόνος οὐκ ἐξήρκεσεν, ἀλλὰ τῶν παρεσκευασμένων πολλὰ τῆς θέας ἐξέπεσε. γράμμασι δὲ προηγουμένοις ἐδηλοῦτο τὰ γένη καθ’ ὣν ἐθριάμβευεν. ἦν δὲ ταῦτα, Πόντος, Ἀρμένια, Παφλαγονία , Καππαδοκία, Μηδία, Κόλχοι, Ἴβηρες, Ἀλβανοί, Συρία, Κιλικία, Μεσοποταμία, τὰ περὶ Φοινίκην καὶ Παλαιστίνην, Ἰουδαία, Ἀραβία, τὸ πειρατικὸν ἅπαν ἐν γῇ καὶ θαλάττῃ καταπεπολεμη- [*](D) μένον ’ ἐν δὲ τούτοις φρούρια μὲν ἡλωκότα χιλίων οὐκ ἐλάττω , πόλεις δὲ οὐ πολὺ τῶν ἐνακοσίων ἀπο- δέουσαι, πειρατικαὶ δὲ νῆες ὀκτακόσιαι, κατοικίαι δὲ πόλεων μιᾶς δἐουσοι τεσσαράκοντα. πρὸς δὲ τούτοις ἔφραζε διὰ τῶν γραμμάτων ὅτι πεντακισχί- λιαι μὲν μυριάδες ἐκ τῶν τελῶν ὑπῆρχον, ἐκ δὲ ὧν αὐτὸς προσεκτήσατο μυρίας ὀκτακισχιλίας πεντακο- σίας Ῥωμαῖοι λαμβάνουσιν , ἀναφέρεται δὲ εἰς τὸ δημόσιον ταμιεῖον ἐν νομίσματι καὶ κατασκευαῖς ἀρ-

353
γυρίου καὶ χρυσίου δισμύρια τάλαντα, πάρεξ τῶν τοῖς στρατιώταις δεδομένων. αἰχμάλωτοι δὲ ἐπομπεύθησαν ἄνευ τῶν ἀρχιπειρατῶν υἷός Τιγράνου τοῦ Ἀρμενίου μετὰ γυναικὸς καὶ θυγατέρων, αὐτοῦ τε Τιγράνου τοῦ βασιλέως γυνὴ Ζωσίμη καὶ βασιλεὺς Ἰουδαίων Ἀριστόβουλος, καὶ συγγενεῖς Μιθριδάτου, ἄλλοι τε πλείους. μέγιστον δὲ ὑπῆρξε πρὸς δόξαν αὐτῷ ὅτι τρὶς τεθριαμβευκώς, τὸν μὲν πρῶτον ἐκ Λιβύης, τὸν δὲ δεύτερον ἐξ Εὐρώπης, τὸν δὲ τελευταῖον ἀπὸ τῆς Ἀσίας κατάγων, τρόπον τινὰ τὴν οἰκουμένην ἐδόκει τοῖς τρισὶν ἐπῆχθαι θριάμβοις. ἦν δὲ τότε ἐτῶν τεσσαράκοντα.

Σιτοδείας δὲ μετὰ ταῦτα τὴν Ῥώμην καὶ τὰ περὶ αὐτὴν κατασχούσης πλεύσας εἰς Σικελίαν καὶ Σαρδῶ καὶ Λιβύην ἤθροισε σῖτον. καὶ ἀνάγεσθαι μέλλων, τῶν κυβερνητῶν ὀκνούντων διὰ πνεύματα βίαια, πρῶτος αὐτὸς ἐμβὰς τὰς ἀγκύρας αἴρειν ἐκέλευσε καὶ ἀνεβόησε “πλεῖν ἀνάγκη, ζῆν δὲ οὐκ ἀνάγκη.” [*](B) τοιαύτῃ δὲ τόλμῃ χρώμενος καὶ ἀγαθῇ τύχῃ ἐνέπλησε τὰ ἐμπόρια σίτου, πλοίων δέ γε τὴν θάλασσαν. καὶ ὤνητο μὲν ἂν ἐνταῦθα τοῦ βίου παυσάμενος· ὁ δὲ ἐπέκεινα χρόνος αὐτῷ τὰς μὲν εὐτυχίας ἤνεγκεν ἐπιφθόνους, ἀνήκεστα δέ γε τὰ δυστυχήματα. προστεθεὶς γὰρ Καίσαρι, καὶ διὰ τῆς οἰκείας δόξης τε καὶ δυνάμεως ἐξάρας αὐτόν, ὑπ’ ἐκείνου ἀνατέτραπτό τε καὶ καταβέβλητο.

Ἵνα δὲ μὴ δὶς τὰ αὐτὰ ἱστορῆται, ἐν τοῖς περὶ Καίσαρος τὰ λοιπὰ τοῦ Πομπηίου εἰρήσεται, τῇ περὶ ἐκείνου συνεμπίπτοντα ἱστορίᾳ.

Εὐτυχὴς δὲ ὁ Καῖσαρ ἐν στρατηγίαις γενόμενος [*](Cap. 6. Plutarchi Caesar c. 12 — 23, paucis praemissis quae et apud Dionem et apud Plutarchum reperiuntur.)

354
καὶ πολλοὺς κατωρθωκὼς πολέμους, μνηστευόμενος [*](C) δ’ ἑαυτῷ τὴν ἐκτοῦ δήμου ῥοπὴν αὐτὸν ἐθεράπευε· καὶ μοναρχίας ἐρῶν, ἐπεὶ ἐώρα τινὰς ἐναντίου μένους αὐτῷ, καὶ μάλιστα τὸν Πομπήιον μέγα τότε δυνάμενον, τῇ Ῥώμῃ ἐξ Ἰβηρίας ἐπιδεδήμηκεν. ἣν πρὸ τούτου λαχών, ὡς ταύτης ἐπέβη, ἐπὶ Λυσιτανοὺς καὶ Καλαίκους ἐστράτευσε· καὶ κρατήσας τούτων ἄχρι τῆς ἔξω προῆλθε θαλάσσης, τὰ μὴ πρὶν ὑπείκοντα Ῥωμαίοις ἔθνη καταστρεφόμενος. καὶ ἀπηλλάγη τῆς ἐπαρχίας εὐδοκιμῶν αὐτός τε πλούσιος γεγονὼς καὶ τοὺς στρατιώτας ὠφεληκώς. θέλων δ’ ἐπὶ τῇ νίκῃ [*](D) θριαμβεῦσαι, πρὸς αὐτάς τε τὰς ὑπατικὰς ἀφιγμένος ἀρχαιρεσίας, καὶ μνώμενος ἑαυτῷ ὑπατείαν, ἐν ἀντινομίᾳ ἐγένετο. τοὺς μὲν γὰρ θριαμβεύειν μέλλοντας ἔξω νενόμιστο διατρίβειν τῆς πόλεως, τοὺς δὲ μετιέναι θέλοντας ὑπατείαν δι’ ἑαυτῶν τοῦτο πράττειν, τοῖς ἀρχαιρεσιάζουσιν ἐντυγχάνοντας. καταφρονεῖ τοίνυν τοῦ θριάμβου, καὶ παρελθὼν εἰς τὴν πόλιν εἰς ὑπατείαν παρήγγειλε.

Τῶν δὲ μέγα δυναμένων ἐν τῇ βουλῇ καὶ ὁ Κράσσος ὤν, πρὸς ὃν ὁ Καῖσαρ ᾠκείωτο, ἀντιπολιτευόμενος τῷ Πομπηίῳ ἐτύγχανε. τούτους ὁ Καῖσαρ ἐκ διαφορὰς εἰς φιλίαν μετήνεγκε, καὶ ὑπ’ ἀμφοῖν ὥσπερ δορυφορούμενος εἰς ὑπατείαν προήχθη· καὶ αὐτίκα νόμους εἰσέφερε δι’ ὧν ᾠκειοῦτο τὸν δῆμον. ἔτι δὲ τὴν Πομπηίου ἰσχὺν ὁ Καῖσαρ ἑαυτῷ προσάπτων, τὴν οἰκείαν θυγατέρα Ἰουλίαν αὐτῶ κατηγγύησε. γήμας οὖν αὐτὴν ὁ Πομπήιος ὅπλων τὴν ἀγορὰν αὐτίκα ἐνέπλησε, καὶ τούς τε νόμους τῷ δήμῳ συνεπεκύρου, καὶ Καίσαρι τὴν ἐντός Ἄλπεων καὶ τὴν ἐκτὸς ἅπασαν Κελτικὴν καὶ τὸ Ἰλλυρικὸν μετὰ ταγμάτων τεσσάρων εἰς πενταετίαν προσέθετο.

355
τῶν δ’ ἀντειπόντων ἐκ τῆς βουλῆς πρὸς ταῦτα περιυβρισθέντων, ὀλίγοι παντάπασιν ὑπατεύοντι τῷ Καίσαρι συνῄεσαν εἰς βουλήν. εἰπόντος δέ τινος τῶν [*](B) σφόδρα γερόντων ὡς φόβῳ τῶν ὅπλων καὶ τῶν στρατιωτῶν οὐ συνέρχονται, “τί οὖν’’ ἔφη ὁ Καῖσαρ “οὐ καὶ σὺ ταῦτα δεδιὼς οἰκουρεῖς; ὁ δὲ “ὅτι με ποιεῖ μὴ φοβεῖσθαι τὸ γῆρας’’ εἶπε· ‘‘βράχιστος γὰρ ὁ βίος ὃς ἔτι μοι λείπεται.

Τοὺς δὲ Κελτικοὺς πολέμους μαχόμενος Ἑλβητίους μὲν καὶ Τιγυρηνοὺς κατεπολέμησε καὶ ὑπέταξε, Γερμανοῖς δὲ συμμίξαι μέλλων, ὁρῶν τοὺς ἡγεμόνας ἀποδειλιῶντας, καὶ μάλιστα ὅσοι τῶν ἐπιφανῶν ἦσαν καὶ νέων, ἐκέλευσεν ἀπιέναι καὶ μὴ κινδυνεύειν παρὰ γνώμην οὕτως ἀνάνδρως καὶ μαλακῶς ἔχοντας, αὐτὸς δὲ ἔφη τὸ δέκατον τάγμα παραλαβὼν ἐπὶ τοὺς βαρβάρους [*](C) πορεύεσθαι, μήτε κρείττοσι μέλλων Κίμβρων μάχεσθαι πολεμίοις μήτε αὐτὸς Μαρίου χείρων ὢν στρατηγός. ἐκ τούτου ὁρμῆς καὶ προθυμίας γενόμενοι πλήρεις ἄπαντες ἠκολούθουν, καὶ μαχεσάμενοι λαμπρῶς τοὺς ἐναντίους ἐτρέψαντο, ὥστε νεκρῶν μυριάδας ὀκτὰ γενέσθαι. ὁ δὲ τούτων βασιλεὺς Ἀριόυστος φθάσας μετ’ ὀλίγων διεπέρασε τὸν Ῥῆνον.

Ταῦτα διαπραξάμενος εἰς τὴν περὶ Πάδον Γαλατίαν κατέβη, ἔνθα διατρίβων ἐδημαγώγει πολλῶν ἀπὸ Ῥώμης πρὸς αὐτὸν ἀφικνουμένων, τοῖς ἀπὸ τῶν πολεμίων χρήμασι τοὺς πολίτας χειρούμενος. ἐκεῖθεν δὲ ἄλλοις ἔθνεσιν ἐπελθών, καὶ νικήσας περιφανῶς, [*](D) αὖθις ἐν τοῖς περὶ Πάδον χωρίοις διαχειμάσων ὑπέστρεψς, στρεψε, τοὺς περὶ τὴν Ῥώμην εὔνους ἑαυτῷ τιθέμενος χρήμασιν, ἆ τοῖς τὰς ἀρχὰς ἑαυτοῖς μνωμένοις χορηγῶν ἐκεῖνος τὸν δῆμον τούτοις διαφθείρειν ἐποίει καὶ τοῖς τὰ χρήματα διδοῦσι ψηφίζεσθαι τὰς

356
οἶ δὲ πᾶν ὃ τὴν ἐκείνου δύναμιν αὔξειν ἔμελλεν ἔπραττον. εἶτα καὶ ἕτερα Κελτικὰ νικήσας ἔθνη καὶ τὸν Ῥῆνον γεφυρώσας στρατῷ διέβη. ἐκεῖθεν δ᾿ ἐπαναζεύξας τὴν τῆς παιδὸς αὐτοῦ τελευτήν, ἣ τῷ Πομπηίῳ συνῴκει μεμάθηκε, καὶ ὅτι τίκτουσα τέθνηκε, καὶ ὡς μετ’ ὀλίγον καὶ τὸ τεχθὲν ἐπαπῆλθε τῇ μητρί. ὁ μὲν οὖν Καῖσαρ καὶ ὁ Πομπήιος πένθος ἔσχον ἐπὶ τῇ συμφορᾷ, καὶ οἱ φίλοι δ’ ἀμφοῖν βαρέως τὸ πάθος ἤνεγκαν, ὡς τοῦ συνδέσμου λελυμένου τῆς αὐτῶν οἰκειότητος.

Ἤδη δὲ μέγας ὁ Καῖσαρ γενόμενος καὶ τὴν οἰκείαν δόξαν ἐπάρας ἐκ τῶν κατορθωμάτων, ἀνταγωνιστὴν Πομπηίῳ ἑαυτὸν κατεστήσατο. καὶ Κράσσου ἐν Πάρθοις ἀπολωλότος, ὃς ἔφεδρος αὐτῷ τε καὶ Πομπηίῳ ἐλέλειπτο, καταλύειν ἐμελέτα Πομπήιον, κἀκεῖνος αὖθις τὸν Καίσαρα. τῆς δὲ πολιτείας νοσούσης, καὶ τῶν ἀρχὰς μετιόντων ὠνουμένων αὐτάς, τοῦ δὲ δήμου ὑπὲρ τῶν δεδωκότων οὐ ψήφοις χρωμένων, [*](B) ἁλλ᾿ ὅπλοις, καὶ τῆς πόλεως ὡς ἀκυβερνήτου κακῶς φερομένης, τοῖς νουνεχεστέροις ἀγαπητὸν ἐδόκει εἰ πρὸς μοναρχίαν ἐκ τοσούτου κλύδωνος καὶ μή τι χεῖρον περισταίη τὸ τῆς Ῥώμης πολίτευμα, ὡς ἄλλως ἀνήκεστα σφίσιν εἶναι τὰ πράγματα· χρῆναι δὲ τοῦ πρᾳοτάτου τῶν ἰατρῶν ἀνασχέσθαι τὸ πάθος τουτὶ φαρμακεύοντος, ὑποδηλοῦντες δὴ τὸν Πομπήιον. κἀκεῖνος μέντοι, εἰ καὶ λόγῳ παραιτεῖσθαι τὴν ἀρχὴν ὑπεκρίνετο, ἀλλ’ οἶς ἐποίει ἔσπευδε δικτάτωρ ἀναδειχθήσεσθαι. ἵνα γοῦν μὴ βιάσαιτο ψηφισθῆναι δικτάτωρ, ὕπατον αὐτὸν μόνον ἡ γερουσία προυβάλετο, τῇ μοναρχίᾳ παρηγορουμένη τούτου τὴν ἔφεσιν.`

[*](Cap. 7. Plutarchi Caesar c. 28 — 34.)
357

Ἐκ τούτου πέμπων ὁ Καῖσαρ καὶ αὐτὸς ἐπὶ ὑπατείαν [*](C) παρήγελλεν. ἐναντιουμένων δ’ ἑτέρων ἐσιώπα Πομπήιος. ὡς δ’ ὁ Καῖσαρ πολλοὺς τὰ αὐτοῦ φρονεῖν ἀνέπεισε χρήμασι, δείσας τὴν σύστασιν ὁ Πομπηιος ἀναφανδὸν δι’ ἑαυτοῦ καὶ τῶν φίλων ἐπραγματεύετο παυθῆναι τὸν Καίσαρα τῆς ἀρχῆς ψηφιζόμενος· ὧν ἐκεῖνος οὐδ’ ὅλως ἐφρόντιζεν. ἠξίου δὲ ὁ Καῖσαρ αὐτόν τε ἅμα καὶ τὸν Πομπήιον καταθεμένους τὰ ὅπλα ἰδιωτεῦσαι καὶ ἄμφω· εἰ δ’ αὐτὸν μὲν ἀφαιροῦνται τὴν ἀρχήν, ἐκείνῳ δὲ βεβαιοῦσι, τὸν ἕτερον κατασκευάζουσι τύραννον. λέγεται δέ τινα τῶν παρὰ Καίσαρος σταλέντων ταξιαρχῶν, μαθόντα μὴ διδόναι τὴν γερουσίαν τῆς ἀρχῆς χρόνον τῷ Καίσαρι, [*](D) “ἀλλ᾿ αὕτη” φάναι “δώσει”, κρούσαντα τῇ χειρὶ τὴν τοῦ ξίφους λαβήν. εἶτα γνώμη εἰσήνεκτο, εἰ μὴ ἐν ὡρισμένῃ μένῃ ἡμέρᾳ Καῖσαρ τὰ ὅπλα κατάθηται, ἡγεῖσθαι τὸν ἄνδρα πολέμιον. Ἀντωνίου δὲ καὶ τῶν πραττόντων τὰ Καίσαρος ἀξιούντων καὶ Καίσαρα καὶ Πομπήιον τὰς ἀρχὰς ἀποθέσθαι, τῇ γνώμῃ πάντες συνέθεντο. ἐπεὶ δὲ παρὰ Καίσαρος ἧκον ἐπιστολαὶ τῶν μὲν ἄλλων ἐξισταμένου, τὴν δ᾿ ἐντὸς Ἄλπεων ἐπαρχίαν καὶ τὸ Ἰλλυρικὸν ἀξιοῦντος αὐτῷ δοθῆναι μετὰ δυεῖν ταγμάτων, τἄλλα μὲν ἐδίδου Πομπήιος, τοὺς δέ γε στρατιώτας ἀφῄρει. οἶ δ’ ὑπατεύοντες καὶ τῆς βουλῆς ἐξήλασαν τὸν Ἀντώνιον καὶ τοὺς σὺν αὐτῷ. οἱ δὲ διὰ φόβον ἐν δουλικαῖς ἐσθῆσι μετημφιεσμένοι ἐπὶ ζευγῶν μισθίων τῆς Ῥώμης ἐξῄεσαν. ὃ τοὺς στρατιώτας παρώξυνεν, ἄνδρας ἐλλογίμους καὶ ἄρχοντας περιυβρισμένους ὁρῶντας. Καῖσαρ δὲ πολλοὺς λογισμοὺς κινήσας καὶ διαφόρων γνωμῶν γεγονώς, τέλος τοῦτο δὴ τὸ κοινὸν ὑπειπὼν “ἐρρίφθω κύβος” ὥρμησε, καὶ τὸν ποταμὸν Ῥουβίκον διέβη,

358
καὶ τὸ Ἀρίμινον κατέσχε, μεγάλην πόλιν τῆς Κελτικῆς. λέγεται δὲ τῇ πρὸ τῆς διαβάσεως νυκτὶ ὄναρ [*](P) ἰδεῖν ἔκθεσμον· ἐδόκει γὰρ αὐτὸς τῇ ἑαυτοῦ μητρὶ μίγνυσθαι τὴν ἄρρητον μίξιν.

Ἐπεὶ δὲ τὸ Ἀρίμινον κατελήφθη, ὡς ὑπὸ Πνευμάτων ἡ Ῥώμη πιμπλαμένη σάλου καὶ κλύδωνος, μικροῦ αὐτὴ ὑφ’ ἑαυτῆς ἀνετέτραπτο. οἵ τε γὰρ ὕπατοι καὶ οἱ πλείους τῶν βουλευτῶν ἔφευγον, καὶ αὐτὸν δὲ Πομπήιον ἔκπληξις εἶχε, καὶ ἄλλος ἀλλαχόθεν τόν ἄνδρα ἐτάραττον αἰτιώμενοι ὡς καθ’ ἑαυτοῦ καὶ τῆς πολιτείας αὐξήσαντα Καίσαρα, καὶ οὐδεὶς εἴα αὐτὸν τοῖς οἰκείοις χρήσασθαι λογισμοῖς. διὸ καὶ τὴν πόλιν ἐξέλιπεν, ἕπεσθαι τὴν γερουσίαν κελεύσας. εἵποντο δ’ οἱ πλείους, τὴν μὲν φυγὴν ὡς πατρίδα [*](C) αἱρούμενοι διὰ τὸν Πομπήιον, τὴν δὲ Ῥώμην ὡς Καίσαρος στρατόπεδον φεύγοντες. ὅτε καὶ Λαβιηνός, ἀνὴρ τοῖς φίλοις Καίσαρος ἀριθμούμενος καὶ συνηγωνισμένος ἐν πολέμοις αὐτῷ προθυμότατα, ἀφεὶς ἐκεῖνον ἀφίκετο πρὸς Πομπήιον. ᾧ καὶ καταλιπόντι αὐτὸν ὁ Καῖσαρ τά τε χρήματα καὶ τὰς ἀποσκευὰς ἐξαπέστειλε. Δομίτιος δὲ κατέχων Κορφίνιον ἐπελθόντος αὐτῷ Καίσαρος ἀπογνοὺς τὰ καθ’ ἑαυτὸν φάρμακον ἔπιεν ὡς θανούμενος· εἶτα θαυμαστῇ φιλανθρωπίᾳ μαθὼν πρὸς τοὺς ἁλισκομένους τὸν Καίσαρα χρώμενον, ἑαυτὸν ἐθρήνει. ὑπνωτικὸν δ’ εἶναι [*](D) τὸ φάρμακον καὶ οὐ θανάσιμον εἰπόντος τοὐ ἰατροῦ, ἀπῄει πρὸς Καίσαρα, καὶ λαβὼν δεξιὰν αὖθις διεξέπεσε πρὸς Πομπήιον.

Ταῦτα εἰς τὴν Ῥώμην ἀπαγγελλόμενα τοὺς ἀνθρώπους ἡδίους ἐποίει, καί τινες ἐπανέστρεφον. [*](Cap. 8. Plutarchi Caesar c. 34—43.)

359
πολὺς δὲ γεγονὼς ὁ Καῖσαρ ἤδη ἐπ’ αὐτὸν ἐχώρει Πομπήιον. ὁ δὲ φυγὼν εἰς Βρεντέσιον ἐξέπλευσεν. ἀπορῶν δὲ νηῶν ὁ Καῖσαρ εἰς τὴν ῥώμην ἀνέστρεψε, καὶ πάσης τῆς Ἰταλίας ἀναιμωτὶ κύριος γέγονεν ἡμέραις ἐξήκοντα. εὑρὼν δὲ καὶ τὴν πόλιν καθεστῶσαν, καὶ τῶν ἀπὸ τῆς βουλῆς συχνοὺς ἐν αὐτῆ̣, τούτοις ἐπιεικῆ διειλέχθη, ἀξιῶν αὐτοὺς πρὸς Πομπήιον ἀποστέλλειν ἐπὶ συμβάσεσιν. ἐπείσθη δ’ οὐδείς. τοῦ δὲ δημάρχου Μετέλλου κωλύοντος αὐτὸν ἐκ τῶν ἀποθέτων χρημάτων λαμβάνειν, καὶ νόμους προσφέροντος, ἴφη μὴ τὸν αὐτὸν ὅπλων καὶ νόμων εἶναι καιρόν· “δὲ νῦν μὲν ἐκποδὼν ἄπιθι· παρρησίας γὰρ οὐ δεῖται πόλεμος. ὅταν δὲ τὰ ὅπλα κατάθωμαι, τότε δημαγωγήσεις. καὶ ταῦτα ἔφη ‘‘τῶν ἑαυτοῦ δικαίων ὑφιέμενος· ἐμὸς γὰρ εἶ καὶ σὺ καὶ πάντες ὅσους τῶν πρὸς ἐμὲ στασιασάντων συνέλαβον.” μὴ φαινομένων δὲ τῶν κλειδῶν ἐκκόπτειν ἐκέλευεν. αὖθις δὲ τοῦ Μετέλλου κωλύοντος, καί τινων ἐπαι- νούντων, ἠπείλησεν ἀποκτενεῖν αὐτόν, εἰ μή παύσαιτο, εἰπών “μειράκιον, ἀγνοεῖς ὅτι δυσκολώτερόν [*](P) ἐστί μοι εἰπεῖν ἢ πραξαι;”

Ἐστράτευσε δ’ εἰς Ἰβηρίαν, καὶ τὰς ἐκεῖ δυνάμεις καὶ τὰς ἐπαρχίας ὑφ’ ἑαυτὸν ποιησάμενος οὕτως ἐπὶ Πομπήιον ἤλαυνεν. αἱρεθεὶς δὲ δικτάτωρ ὑπὸ τῆς βουλῆς φυγάδας τε κατήγαγε καὶ ἄλλων ἥψατο πολιτευμάτων. ἐν ἡμέραις δὲ ἕνδεκα τὴν μὲν μοναρχίαν ἀπειπάμενος, ὕπατον δὲ ἀναδείξας ἑαυτὸν καὶ Σερουίλιον Ἰσαυρικόν, εἴχετο τῆς στρατείας. καὶ διαβὰς τὸν Ἰόνιον Ὤρικον καὶ Ἀπολλωνίαν αἴρει. ἐξ Ἀπολλωνίας δὲ κρύφα πάντων εἰς πλοῖον ἐμβὰς δωδεκάσκαλμον ἐν ἐσθῆτι θεράποντος ἀναχθῆναι πρὸς τὸ Βρεντέσιον ἐβουλεύσατο, τοῦ πελάγους ὑπὸ [*](C)

360
τῶν πολεμίων περιεχομένου στόλοις μεγάλοις. χειμῶνος δὲ ὄντος ὁ πλοῦς ἄπορος ἐδόκει τῷ κυβερνήτῃ, καὶ μεταβαλεῖν ἐκέλευσε τοὺς ναύτας ὡς ἀποστρέψων τό πλοῖον. ὁ δὲ Καῖσαρ ἀναδείκνυσιν ἑαυτόν. καὶ τοῦ κυβερνήτου πρὸς τὴν ὄψιν ἐκπεπληγμένου “τόλμα καὶ μὴ δέδιθι” ἔφη, “Καίσαρα φέρεις καὶ τὴν Καίσαρος τύχην συμπλέουσαν.”

Κατέπλευσε δὲ καὶ Ἀντώνιος τὰς δυνάμεις ἄγων. καὶ θαρρήσας Καῖσαρ προυκαλεῖτο Πομπήιον. ἀεὶ δέ τινες περὶ τοῖς ἐρύμασι Πομπηίου μάχαι σποράδες ἐγίνοντο, καὶ περιῆν ὁ Καῖσαρ πάσαις πλὴν [*](D) μιᾶς, ἐν ᾗ τροπῆς γενομένης μεγάλης ἐκινδύνευσε μὲν ἀπολέσαι τὸ στρατόπεδον, καὶ αὐτὸς δὲ παρὰ μικρὸν ἦλθεν ἀποθανεῖν. φεύγοντι γὰρ ἀνδρὶ μεγάλῳ καὶ ῥωμαλέῳ τὴν χεῖρα ἐπιβαλὼν μένειν ἐκέλευε καὶ στρέφεσθαι πρὸς τοὺς πολεμίους· ὁ δὲ μεστὸς ὣν ταραχῆς ἐπῆρε τὴν μάχαιραν ὡς πλήξων αὐτόν, καὶ ἔπληξεν ἄν, εἰ μὴ ὁ τοῦ Καίσαρος ὑπασπιστὴς τὸν ὦμον ἐκείνου φθάσας ἀπέκοψεν. οὕτω δ’ ἀπέγνω τότε Καῖσαρ τὰ καθ’ ἑαυτὸν ὥστε τοῦ Πομπηίου ἔργῳ μεγάλῳ μὴ ἐπιθέντος τέλος, ἀλλὰ καθείρξαντος τοὺς φεύγοντας εἰς τὸν χάρακα καὶ ἀναχωρήσαντος, εἷπεν ὁ Καῖσαρ ‘σήμερον ἡ νίκη παρὰ τοῖς πολεμίοις ἐγένετο ἄν, εἰ τὸν νικῶντα εἶχον.

Ἐκεῖθεν δὲ μεταστὰς τὸν στρατὸν εἰς Μακεδονίαν προῆγεν ἐπὶ Σκιπίωνα. τοῦτο τὴν Πομπηίου στρατιὰν ἐπῆρε καὶ τοὺς περὶ αὐτὸν ἡγεμόνας ὡς ἡττημένου καὶ φεύγοντος Καίσαρος διώκοντας ἕπισθαι. εὐλαβῶς δ’ εἶχε πρὸς τοῦτο Πομπήιος, καὶ ἠξίου τρίβειν καὶ μαραίνειν τὴν τῶν πολεμίων ἀκμήν. τὴν δὲ γνώμην μόνος ἐπῄνει Κάτων, φειδοῖ τῶν πολιτῶν. ὅς γε καὶ τοὺς πεσόντας τῶν πολεμίων ὡς

361
εἰς χιλίους ὄντας ἰδὼν ἀπῆλθεν ἐγκαλυψάμενος καὶ καταδακρύσας. οἶ δ’ ἄλλοι πάντες ἐκάκιζον φυγομαχοῦντα Πομπήιον. ἐντεῦθεν καὶ ἄκων εἰς μάχην [*](P) ἐχώρει, διώκων τὸν Καίσαρα. ὡς δὲ εἰς τὴν Φαρσαλίαν ἐμβαλόντες ἀμφότεροι ἐστρατοπεδεύσαντο, ὁ μὲν Πομπήιος αὖθις τῆς πρῴην εἴχετο γνώμης, φασμάτων οὐκ αἰσίων αὐτῷ γενομένων καὶ καθ’ ὕπνον ὄψεως τινος, ἐδόκει γὰρ ἑαυτὸν ὁρᾶν ἐν τῷ θεάτρῳ ὑπὸ Ῥωμαίων κροτοῦ μένον, οἶ δὲ περὶ αὐτὸν θρασεῖς ἦσαν καὶ τὴν νίκην ταῖς ἐλπίσι προειληφότες.

Ὁ δὲ Καῖσαρ ἠρώτα τοὺς οἰκείους στρατιώτας εἰ καθ’ ἑαυτοὺς αἱροῦνται μαχέσασθαι ἢ περιμένειν καὶ ἑτέρους ἤδη ὄντας ἐγγύς· οἶ δὲ μὴ περιμένειν ἐδέοντο. θύσαντι δὲ τῷ Καίσαρι ὁ μάντις ἐσήμαινε τριῶν ἡμερῶν πρὸς τοὺς πολεμίους κριθήσεσθαι. ἐρομένου δὲ Καίσαρος περὶ τοῦ τέλους τί προορᾷ, [*](C) μεγάλην εἶπεν ἐπὶ τὰ ἐναντία δηλοῦσθαι μεταβολὴν καὶ μετάπτωσιν· “εἰ μὲν οὖν εὖ πράττεις ἐν τῷ παρόντι, τὴν χείρονα προσδόκα τύχην, εἰ δὲ κακῶς, τὴν ἀμείνονα.”

Τῇ’ δὲ πρὸ τῆς μάχης νυκτὶ τὰς φυλακὰς περιιόντος περιιόντος περὶ τό μεσονύκτιον Καίσαρος ὤφθη λαμπὰς οὐρανίου πυρός, ἣν τὸ αὐτοῦ ὑπερενεχθεῖσαν στρατόπεδον ἔδοξε λαμπρὰν καὶ φλογώδη γενομένην εἰς τὸ τοῦ Πομπηίου πεσεῖν. ἤδη δὲ διαλαμψάσης ἡμέρας οἶ σκοποὶ καταβαίνειν ἀπήγγελλον ἐπὶ μάχῃ τοὺς πολεμίους. περιχαρὴς δὲ γενόμενος ὥρμησεν [*](D) εἰς μάχην, καὶ συμβαλὼν τοῖς τοῦ Πομπηίου τρέπεται τούτους. Πομπήιος δὲ κατιδὼν τοὺς ἱππεῖς φυγῇ σκεδασθέντας οὐκέτι ἦν ὁ αὐτὸς οὐδ’ ἐμέμνητο Πομ- [*](Cap. 9. Plutarchi Caesar c. 43 — 46; Pompeius c. 55 et 73—80.)

362
πήιος ὢν Μάγνος, ἀλλ᾿ ὡς ὑπὸ θεοῦ βλαπτόμενος ᾤχετο ἄφθογγος ἀπιὼν ἐπὶ σκηνήν, καὶ καθήμενος ἐκαραδόκει τὸ μέλλον. ὡς δὲ τοὐ χάρακος ἐπέβαινον οἱ πολέμιοι, φεύγοντι πρέπουσαν στολὴν ἐνδὺς ὑπεξῆλθεν.

Ὁ δὲ Καῖσαρ καὶ τοῦ χάρακος τῶν πολεμίων ἐκράτησε καὶ τοὺς ἁλόντας ζώους τοῖς ἑαυτοῦ κατέμιξε τάγμασι, πολλοῖς δὲ καὶ τῶν ἐπιφανῶν ἄδειαν ἐδωκεν· ὧν καὶ Βροῦτος ἦν ὁ κτείνας αὐτὸν ὕστερον. ἐδίωκε δὲ τὸν Πομπήιον. ὁ δὲ πλοίου ἐπιβὰς [*](10) φορτηγοῦ καὶ παραπλεύσας ἐπ᾿ Ἀμφιπόλεως εἰς Μιτυλήνην κατήχθη, βουλόμενος τὴν γυναῖκα Κορνηλίαν ἀναλαβεῖν ἐκεῖθεν καὶ τὸν υἱόν. ἡ δὲ ἦν θυγάτηρ Μετέλλου Σκιπίωνος, συνοικήσασα μὲν ἐκ παρθενίας Ποπλίῳ τῷ Κράσσου παιδί, ἐκείνου δὲ τεθνηκότος ἐν Πάρθοις γαμηθεῖσα τῷ Πομπηίῳ. ἦν δὲ ἡ κόρη καὶ τὴν Sραν διαπρεπής, οὐ μὴν ἀλλὰ καὶ περὶ γράμματα καλῶς ἤσκητο καὶ περὶ λύραν καὶ γεωμετρίαν, καὶ λόγων φιλοσόφων εἴθιστο χρησίμως ἀκούειν, καὶ προσῆν τούτοις ἦθος περιεργίας καθαρόν. ἀκούσασα τοίνυν ἥκειν Πομπήιον μετὰ νηὸς [*](P) μιᾶς καὶ αὐτῆς ἀλλοτρίας φεύγουτα, κατέπεσε χαμᾶζε καὶ ἄναυδος ἔκειτο. μόλις δ᾿ οὖν εἰς ἑαυτὴν ἐλθοῦσα ἐξέδραμεν ἐπὶ θάλασσαν. ἀπαντήσαντος δὲ τοῦ Πομπηίου καὶ ἐναγκαλισαμένου “ὁρῶ σε” εἶπεν “ἄνερ, οὐ τῆς σῆς τύχης ἔργον, ἀλλὰ τῆς ἐμῆς, προσερριμμένον ἑνὶ σκάφει, τὸν πρὸ τῶν τῆς Κορνηλίας γάμων πεντακοσίαις ναυσὶ ταύτην παραπλεύσαντα τὴν θάλασσαν. ὡς εὐτυχὴς μὲν ἂν ἤμην γυνὴ πρὸ τοῦ Πόπλιον ἐν Πάρθοις ἀκοῦσαι τὸν παρθένιον ἄνδρα κείμενον ἀποθανοῦσα, σώφρων δὲ μετ᾿ ἐκεῖνον, [*](C) ὥσπερ ὥρμησα, τὸν ἑαυτῆς προεμένη βίον. ἐσωζό-

363
μὴν δὲ καὶ σοί, Πομπήιε Μάγνε, γενήσεσθαι συμφορά”. ὁ δὲ πρὸς ταῦτα “μίαν ἄρα, Κορνηλία, τύχην ᾔδεις” ἔφη “τὴν ἀμείνονα, ἣ καὶ σὲ ἴσως ἐξηπάτησεν, ὅτι μοι πλέον τοῦ συνήθους παρέμεινεν. ἀλλὰ καὶ ταῦτα δεῖ φέρειν ἀνθρώπους ὄντας, καὶ τῆς τύχης ἔτι πειρατέον. οὐ γὰρ ἀνέλπιστον ἐκ τούτων εἰς ἐκεῖνα μεταπεσεῖν τὸν ἐξ ἐκείνων ἐν τούτοις γενόμενον.”

Ἀναλαβὼν δὲ τὴν γυναῖκα καὶ τοὺς φίλους ἐκομίζετο. καὶ εἰς Ἀττάλειαν ἐλθών, πόλιν τῆς Παμφυλίας, εὗρε καὶ τριήρεις ἐκ Κιλικίας καὶ στρατιώτας, καὶ πολλοὶ τῶν συγκλητικῶν περὶ αὐτὸν συνελέγησαν. [*](D) πολλῶν δὲ γενόμενος λογισμῶν, ἐνίκησε τελευταῖον φεύγειν εἰς Αἴγυπτον. καὶ μαθὼν Πτολεμαῖον διάγειν εἰς τὸ Πηλούσιον, ἐκεῖ κατηνέχθη. Πτολεμαίου δὲ ὄντος κομιδῇ νέου διεῖπε τὰ πράγματα Ποθεινὸς ὁ εὐνοῦχος. καὶ μαθὼν περὶ Πομπηίου ἤθροισε βουλὴν τῶν παρ’ αὐτῷ δυναμένων τὰ μέγιστα. καὶ οἶ μὲν ἀπελαύνειν Πομπήιον συνεβούλευον, οἱ δὲ δέχεσθαι· ὁ δὲ Χῖος Θεόδοτος ὁ ῥήτωρ γνώμην εἰσήνεγκεν ἀνελεῖν αὐτόν, ἐπειπὼν ὅτι νεκρὸς οὐ δάκνει. ἐστάλησαν οὖν τινες τόν ἄνδρα μετακαλούμενοι. ὡς δ’ εἶδον οἱ μετ’ αὐτοῦ οὐ βασιλικὴν οὐδὲ λαμπρὰν τὴν ὑποδοχήν, ἀλλ’ ἐπὶ μιᾶς ἁλιάδος προσπλέοντας ὀλίγους ἀνθρώπους, ὑπώπτευσαν τὴν ὀλιγωρίαν, καὶ τῷ Πομπηίῳ παρῄνουν τὴν ναῦν εἰς πέλαγος ἀνακρούεσθαι. πελαζούσης δὲ τῆς ἁλιάδος μετελθεῖν εἰς αὐτὴν ἠξίουν αὐτὸν ἑλληνιστὶ ἀσπασάμενοι, τέναγος λέγοντες εἶναι πολύ, καὶ βάθος οὐκ ἔχειν οὐδὲ πλώιμον εἶναι τριήρει τὴν θάλασσαν, ὑπόψαμμον οὖσαν. ἀσπασάμενος οὖν τὴν Κορνηλίαν προαποθρηνοῦσαν αὐτοῦ τὸ τέλος, καὶ δύο ἑκατοντάρχους προσεμβῆναι κελεύσας καὶ τῶν

364
ἀπελευθέρων ἔνα Φίλιππον καὶ θεράποντα Σκύθην ὄνομα, στραφεὶς πρὸς τὴν γυναῖκα καὶ τὸν υἱὸν εἶπε [*](P) Σοφοκλέους ἰαμβεῖα
  • ὅστις δὲ πρὸς τύραννον ἐμπορεύεται
  • κεινοὐστὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ.
  • ταῦτα φθεγξάμενος ἐνέβη. καὶ συχνοῦ διαστήματος ὄντος ἐπὶ τὴν γῆν, ὁ Πομπήιος ἔχων ἐν βιβλίῳ μικρῷ λόγον ὑπ’ αὐτοῦ γεγραμμένον Ἑλληνικόν, ᾡ παρεσκεύαστο χρήσασθαι πρὸς τὸν Πτολεμαῖον, ἀνεγίνωσκεν. ὡς δὲ τῇ γῇ προσεπέλαζον, ἡ μὲν Κορνηλία μετὰ τῶν φίλων ἐκ τῆς τριήρους περιπαθὴς οὐσα τὸ μέλλον ἀπεσκόπει, ἐν τούτῳ δὲ τὸν Πομπήιον, τῆς τοῦ Φιλίππου λαμβανόμενον χειρὸς ὡς [*](C) ἐξανασταίη, Σεπτίμιος ὄπισθεν τῷ ξίφει διελαύνει πρῶτος, εἶτα καὶ Ἀχιλλᾶς καὶ ἕτεροι. ὁ δὲ ταῖς χερσὶ τὴν τήβεννον ἐφελκυσάμενος κατὰ τοῦ προσώπου, μόνον στενάξας, μηδὲν δ’ εἰπὼν ἀνάξιον ἑαυτοῦ, ἐνεκαρτέρησε ταῖς πληγαῖς, ἐξήκοντα ἑνὸς δέοντα βεβιωκὼς ἴτη.

    Οἱ δ᾿ ἀπὸ τῶν νεῶν ὡς ἐθεάσαντο τὴν σφαγήν, θρῆνον ἐξάκουστον ἄχρι τῆς γῆς ἐκχέαντες ἔφυγον. τοῦ δὲ Πομπηίου τὴν μὲν κεφαλὴν ἀποτέμνουσι, τὸ δὲ ἄλλο σῶμα γυμνὸν ἐκβαλόντες ἀπὸ τῆς ἁλιάδος τοῖς δεομένοις ἀπέλιπον τοιούτου θεάματος. παρέμεινε δὲ αὐτῷ Φίλιππος ἕως ἐγένοντο μεστοὶ τῆς ὄψεως· εἶτα περιλούσας τῇ θαλάσσῃ τὸ σῶμα καὶ χιτωνίῳ τινὶ τῶν ἑαυτοῦ περιστείλας, μικρᾶς ἁλιάδος [*](D) εὑρὼν λείψανα, τούτοις αὐτὸ κατέκαυσε, καί τινος ἀνδρὸς Ῥωμαίου γηραιοῦ ἤδη, τὰς δὲ πρώτας στρατείας ἔτι νέῳ Πομπηίῳ συστρατευσαμένου, συνεπιλαβομένου αὐτῷ. ὃς ἐπιστὰς τῶ Φιλίππω εἶπε “τίς ὥν, ὦ ἄνθρωπε, θάπτειν διανοῇ Μάγνον Πομπήιον;”

    365
    ἐκείνου δὲ φήσαντος ὡς ἀπελεύθερος, “ἀλλ᾿ οὐ μόνῳ σοί” ἔφη “τοῦτο τὸ καλὸν ὑπάρξει, κἀμὲ δὲ ὥσπερ εὑρήματος εὐσεβοῦς δέξαι κοινωνόν, ἅψασθαι καὶ περιστεῖλαι ταῖς ἐμαῖς χερσὶ τὸν μέγιστον αὐτοκράτορα Ῥωμαίων.”

    Οὕτω μὲν ἐκηδεύθη Πομπήιος· οὐ πολλῷ δ’ ὕστερον Καῖσαρ ἐλθὼν εἰς Αἴγυπτον τὸν μὲν προσφέροντα τὴν κεφαλὴν Πομπηίου ὡς παλαμναῖον ἀπεστράφη, τὴν δὲ σφραγῖδα τοῦ ἀνδρὸς δεξάμενος ἐδάκρυσεν, Ἀχιλλᾶν δὲ καὶ Ποθεινὸν ἔκτεινεν. αὐτὸς δὲ ὁ βασιλεὺς Πτολεμαῖος μάχῃ λειφθεὶς παρὰ τὸν ποταμὸν ἠφανίσθη. Θεόδοτος δὲ ὁ σοφιστὴς τὴν μὲν ἐκ Καίσαρος δίκην διέφυγεν ὑπεξελθὼν Αἴγυπτον καὶ ταπεινὰ πράττων καὶ μισούμενος, Βρούτῳ δὲ Μάρκῳ τῷ Καίσαρα κτείναντι περιπεσὼν ἐν Ἀσίᾳ καὶ πᾶσαν αἰκίαν ὑπ’ αὐτοῦ αἰκισθεὶς ἀπεκτάνθη. ὅσοι δὲ τῶν Πομπηίου φίλων ἑαλώκεσαν ὑπὸ τοῦ τῆς Αἰγύπτου κρατοῦντος, πάντας εὐηργέτησεν ὁ Καῖσαρ καὶ προσηγάγετο.

    Κἀκεῖ δὲ πόλεμον συνεστήσατο, καὶ κρύφα τὴν Κλεοπάτραν ἀπὸ τῆς χώρας μετεπέμπετο, ἐκβληθεῖσαν [*](B) ἤδη τῆς βασιλείας τε καὶ τῆς πόλεως παρὰ τοῦ εὐνούχου Ποθεινοῦ. ἣ σὺν μόνῳ τῷ Σικελιώτῃ Ἀπολλοδώρῳ εἰς ἀκάτιον μικρὸν ἐμβᾶσα τοῖς βασιλείοις προσέσχε, καὶ εἰς στρωματόδεσμον ἐνδῦσα προτείνει μακρὰν ἑαυτήν, ὁ δὲ Ἀπολλόδωρος ἱμάντι συνδήσας τὸ στρωματόδεσμον εἰσκομίζει διὰ θυρῶν πρὸς τὸν Καίσαρα. καὶ διὰ τοῦτο τὸ τέχνημα λαμυρᾶς φανείσης, καὶ τῆς ἄλλης ὁμιλίας καὶ χάριτος αὐτῆς ἡττηθείς, διήλλαξε πρὸς τὸν ἀδελφὸν ὡς συμβασιλεύσουσαν.

    [*](Cap. 10. Plutarchi Pompeius c. 80; Caesar c. 48—56.)
    366

    Ἑστιωμένων δ᾿ ἐπὶ ταῖς διαλλαγαῖς, ἐπιβουλὴν [*](C) φωράσας ὁ Καῖσαρ τυρευομένην ὑπ᾿ Ἀχιλλᾶ τοῦ στρατηγοῦ καὶ Ποθεινοῦ τοῦ εὐνούχου, τὸν μὲν Ποθεινὸν ἀνεῖλεν, Ἀχιλλᾶς δὲ φυγὼν εἰς τὸ στρατόπεδον βαρὺν αὐτῷ περιίστησι πόλεμον. ὅτε πῦρ ἐμβαλόντος Καίσαρος τῷ στόλῳ καὶ ἡ μεγάλη βιβλιοθήκη ἐμπέπρηστο. μάχης δὲ συνεστώσης κατεπήδησε μὲν ἀπὸ τοῦ χώματος εἰς ἀκάτιον, ἐπιπλεόντων δὲ πολλαχόθεν αὐτῷ τῶν Αἰγυπτίων ῥίψας ἑαυτὸν εἰς τὴν θάλασσαν ἀπενήξατο μόλις. ὅτε λέγεται καὶ 10 βιβλίδια κρατῶν πολλὰ μὴ προέσθαι νηχόμενος, ἀλλ᾿ ἀνέχειν αὐτὰ ὑπὲρ τῆς θαλάσσης τῇ ἑτέρᾳ χειρί, καὶ ταῦτα βαλλόμενος. τέλος δὲ τοῦ βασιλέως πρὸς τοὺς πολεμίους ἀποχωρήσαντος, ἐπελθὼν καὶ συνάψας [*](D) μάχην ἐνίκησε, πολλῶν πεσόντων καὶ τοῦ λέως ἀφανοῦς γενομένου.

    Καταλιπὼν δὲ τὴν Κλεοπάτραν βασιλεύουσαν Αἰγύπτου καὶ μικρὸν ὕστερον ἐξ αὐτοῦ τεκοῦσαν υἱόν, ὃν Ἀλεξανδρεῖς Καισαρίωνα προσηγόρευον, ὥρμησεν ἐπὶ Συρίαν. καὶ Φαρνάκῃ τῷ Μιθριδάτου παιδὶ πολεμήσας αὐτὸν μὲν τοῦ Πόντου ἐξέβαλε, τὴν δὲ στρατιὰν ἄρδην ἀνεῖλε. καὶ τῆς μάχης ταύτῆς τό τάχος καὶ τὴν ὀξύτητα δηλῶν εἰς ῾Ρώμην ἔγραψε τρεῖς λέξεις “ἦλθον εἶδον ἐνίκησα.” ἐντεῦθεν εἰς Ἰταλίαν ἀπελθὼν εἰς ῾Ρώμην ἀνέβαινε, τοῦ μὲν ἐνιαυτοῦ καταστρέφοντος εἰς ὃν ᾕρητο δικτάτωρ τὸ δεύτερον, οὐδέποτε πρότερον τῆς ἀρχῆς ταύτης γενομἐνης ἐνιαυσίου· εἰς δὲ τὸ ἐπιὸν ἔτος ὕπατος ἀνεδείχθη.

    Τῶν δὲ περὶ Κάτωνα καὶ Σκιπίωνα μετὰ τὴν ἐν Φαρσάλῳ μάχην εἰς Λιβύην φυγόντων καὶ δυνάμεις ἠθροικότων ἀξιολόγους, ἐπ᾿ αὐτοὺς ὁ Καῖσαρ ἐστρά-

    367
    τευσε· καὶ μικρῷ μέρει μιᾶς ἡμέρας τριῶν στρατοπέδων ἐκράτησε, καὶ πεντακισμυρίους τῶν πολεμίων ἀνῃρηκὼς οὐδὲ πεντήκοντα τῶν ἰδίων ἀπέβαλε. τῶν δὲ πεφευγότων ἐκ τῆς μάχης ὑπατικῶν καὶ στρατηγικῶν ἀνδρῶν οἶ μὲν ἑαυτοὺς διέφθειραν ἁλισκόμενοι, συχνοὺς δὲ Καῖσαρ ἔκτεινεν ἁλόντας. Κάτωνος δὲ ἑαυτὸν διεργασαμένου δῆλος ἣν δηχθείς· οὑ δ’ ἕνεκα λελύπητο ἄδηλον· εἶπε δ’ οὖν “ὦ Κάτων, [*](B) φθονῶ σοι τοῦ θανάτου· καὶ γὰρ σύ μοι τῆς σωτηρίας ἐφθόνησας.” ἀλλὰ γὰρ ἐπανελθὼν εἰς Ῥώμην ἀπὸ Λιβύης θριάμβους κατήγαγε καὶ θέας ἐτέλεσε ναυμάχων καὶ μονομάχων ἀνδρῶν. τιμήσεων δὲ γενομένων ἀντὶ τῶν προτέρων δυεῖν καὶ τριάκοντα μυριάδων αἶ πάσαι πεντεκαίδεκα περισωθεῖσαι εὑρέθησαν· τηλικαύτην φθορὰν τοῦ δήμου ὁ ἐμφύλιος εἰργάσατο πόλεμος.

    Εἶτα ὕπατος τὸ τέταρτον αἱρεθεὶς εἰς Ἰβηρίαν ἐστράτευσεν ἐπὶ τοὺς Πομπηίου υἱούς, νέους μὲν ὄντας ἔτι, τόλμαν δ᾿ ἐπιδεικνυμένους ἀξιόχρεων πρὸς [*](C) ἡγεμονίαν. ὅτε καὶ εἰς κίνδυνον περιέστη ὁ Καῖσαρ, ὡς βοᾶν διὰ τῶν τάξεων περιθέων τῶν ἑαυτοῦ, εἰ μὴ αἰδοῦνται λαβόντας αὐτὸν ἐγχειρίσαι τοῖς παιδαρίοις. πρὸς δὲ τοὺς φίλους μετὰ τὴν μάχην εἶπεν ὡς πολλάκις μὲν ἀγωνίσαιτο περὶ νίκης, νῦν δὲ πρῶτον περὶ ψυχῆς. νικήσαντος δὲ Καίσαρος ὁ μὲν νεώτερος τῶν Πομπηίου παίδων διέδρα, ἀνηνέχθη δ᾿ αὐτῷ μεθ’ ἡμέρας τοῦ πρεσβυτέρου ἡ κεφαλή. τοῦτον ἔσχατον Καῖσαρ ἐπολέμησε πόλεμον.