Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

Κρατεῖ οὖν ὁ Γάλλος, ὃν τινὲς μὲν τῶν συγγραφέων καὶ Βολουσιανὸν κεκλῆσθαί φασιν ὡς διώνυμον, ἄλλοι δὲ τὸν Βολουσιανὸν υἱὸν αὐτοῦ εἶναι γεγράφασι καὶ συνάρχειν αὐτῷ. κρατήσας τοίνυν τῆς τῶν Ῥωμαίων ὁ Γάλλος ἀρχῆς, σπένδεται τοῖς βαρβάροις ἐπὶ συνθήκαις τοῦ λαμβάνειν ἐκείνους παρὰ Ῥωμαίων δασμὸν ἐνιαύσιον καὶ μὴ τὰ Ῥωμαίων ληίζεσθαι. καὶ σπεισάμενος οὕτως ἐπανῆλθεν εἰς Ῥώμην, καὶ τὸν υἱὸν αὐτοῦ τὸν Βολουσιανὸν ἀνηγόρευσε Καίσαρα. βαρὺς δὲ καὶ οὗτος γέγονε τοῖς [*](Cap. 21. Fortasse Dio continuatus.)

137
χριστιανοῖς, καὶ οὐχ ἧττον Δεκίου, διωγμὸν κατ’ αὐτῶν ἐγείρας καὶ πολλοὺς ἀνελών. ἤρξατο δ’ αὖθις ἐπὶ τούτου ἡ κίνησις τῶν Περσῶν, καὶ κατεσχέθη παρ’ αὐτῶν ἡ Ἀρμένια, τοῦ ταύτης βασιλέως Τιριδάτου φυγόντος, τῶν δὲ παίδων ἐκείνου προσρυέντων τοῖς Πέρσαις. καὶ Σκύθαι δὲ εἰς τὴν Ἰταλίαν εἰσέβαλον, πλῆθος ὄντες σχεδὸν ὑπερβαῖνον καὶ ἀριθμόν, καὶ Μακεδονίαν καὶ Θεσσαλίαν καὶ Ἑλλάδα κατέδραμον. λέγεται δὲ τούτων μοῖράν τινα [*](B) διὰ Βοσπόρου παρελθοῦσαν καὶ τὴν Μαιώτιδα λίμνην ὑπερβάσαν ἐπὶ τὸν Εὔξεινον γενέσθαι πόντον καὶ χώρας πορθῆσαι πολλάς. καὶ ἄλλα δὲ πολλὰ τῶν ἐθνῶν τότε κατὰ τῆς ῬωμαΪΚῆς ἐπικρατείας ὡρμήκεσαν. ἀλλὰ καὶ λοιμὸς τηνικαῦτα ταῖς χώραις ἐνέσκηψεν, ἐξ Αἰθιοπίας ἀρξάμενος καὶ πᾶσαν σχεδὸν ἐπινεμηθεὶς χώραν ἑῴαν τε καὶ ἐσπέριον, καὶ πολλὰς τῶν πόλεων τῶν οἰκητόρων ἐκένωσεν, ἐπὶ πεντεκαίδεκα διαρκέσας ἐνιαυτούς. οἵ γε μὴν Σκύθαι τεταγμένα παρὰ Ῥωμαίων κατὰ συνθήκας λαμβάνοντες ἐπετείως, ἥκασι ταῦτα ληψόμενοι, καὶ ἥττονα λέγοντες εἶναι τῶν ὑπεσχημένων τὰ σφίσι διδόμενα, ἀπῄεσαν ἀπειλούμενοι. Αἰμιλιανὸς δέ τις Λίβυς ἀνήρ, ἄρχων τοῦ ἐν Μυσίᾳ στρατεύματος, [*](C) τοῖς στρατιώταις δώσειν πάντα τὰ τοῖς Σκύθαις διδόμενα ἐπηγγείλατο, εἰ τοῖς βαρβάροις συνάψειαν πόλεμον. οἷ δὲ ἀπροόπτως ἐπελθόντες τοῖς Σκύθαις, ἄτερ ὀλίγων ἀπέκτειναν ἅπαντας, καὶ λάφυρα ἐξ ἐκείνων πλεῖστα συνήγαγον, τὴν χώραν καταδρμόντες αὐτῶν. ἐντεῦθεν ὁ Αἰμιλιανὸς ὑπερφρονήσας τῷ κατορθώματι, μέτεισι τοὺς ὑπ’ αὐτὸν στρατιώτας· καὶ Ῥωμαίων αὐτὸν ἀναγορεύουσιν αὐτοκράτορα. ὃς αὐτίκα τὰς δυνάμεις ἀγείρας ἔσπευδε τὴν Ἰταλίαν
138
καταλαβεῖν. ὡς γοῦν εἰς γνῶσιν ἦλθον ταῦτα τῶ Γάλλῳ, κἀκεῖνος ἑτέρωθεν παρασκευασάμενος τῷ Αἰμιλιανῷ ἀντιπαρετάξατο. καὶ συρραγέντων ἀλλήλοις λοις τόν στρατευμάτων ἥττηντο οἱ τοῦ Γάλλου, ἡττώμενοι δὲ ἐπέθεντο τῷ σφῶν αὐτοκράτορι· καὶ [*](D) ἀνελόντες κἀκεῖνον καὶ τὸν παῖδα αὐτοῦ, βασιλεύσαντας λεύσαντας ἔτη δύο καὶ μήνας ὀκτώ, προστίθενται τῷ Αἰμιλιανῷ, καὶ αὐτοὶ τὴν βασιλείαν αὐτῷ ψηφι- ψηφισάμενοι.

Ἀναρρηθεὶς δὲ οὕτως αὐτοκράτωρ ὁ Αἰμιλιανὸς ἐπέστειλε τῇ συγκλήτῳ, ἐπαγγελλόμενος ὡς καὶ τὴν Θρᾴκην ἀπαλλάξει βαρβάρων καὶ κατὰ Περσῶν ἐκστρατεύσεται καὶ πάντα πράξει καὶ ἀγωνίσεται ὡς στρατηγὸς αὐτῶν, τὴν βασιλείαν τῇ γερουσίᾳ καταλιπών. ἀλλ’ οὐ δ’ ὲν τούτων ἔφθη πεποιηκώς, Οὐαλεριανοῦ ἐπαναστάντος αὐτῷ· ὃς τῶν ὑπὲρ τὰς Ἄλπεις ἄρχων δυνάμεων, τὰ κατὰ τὸν Αἰμιλιανὸν μαθών, καὶ αὐτὸς τυραννεῖ. καὶ τὰς ὑπ’ αὐτὸν δυνάμεις συναγαγὼν πρὸς τὴν Ῥώμην ἠπείγετο. οἱ γοῦν τῷ Αἰμιλιανῷ συστρατευόμενοι, οὐκ ἀξιομάχους ἑαυτοὺς ἐγνωκότες πρὸς τὴν τοῦ Οὐαλεριανοῦ στρατιάν, μηδὲ φθείρειν καὶ φθείρεσθαι Ῥωμαίους ὑπ’ ἀλλήλων ὅσιον κρίναντες καὶ πολέμους συγκροτεῖσθαι ὁμογενῶν, καὶ ἄλλως δὲ τὸν μὲν Αἰμιλιανὸν ἀνάξιον λογιζόμενοι βασιλείας ὡς ἄδοξόν τε καὶ καμερπῆ, τὸν Οὐαλεριανὸν δὲ οἰκειότερον ἡγούμενοι τῇ ἀρχῇ οἶα δῆτα καὶ τῶν πραγμάτων ἐπιληψόμενον ἀρχικώτερον, κτείνουσι τὸν Αἰμιλιανὸν οὔπω τέσσαρας μῆνας ἡγεμονεύσαντα, ἄγοντα δὲ τῆς ἡλικίας [*](Cap 22. Dio continuatus, ut videtur: conf. Exc. Vatic. p. 244. Eusebii Hist. eccles. 1. 6, c 39 et 1. 7, c. 2–6.)

139
ἐνιαυτὸν τεσσαρακοστόν· καὶ προσίασιν Οὐαλεριανῷ καὶ ἀμάχως αὐτῷ τὴν Ῥωμαίων ἀρχὴν ἐγχειρίζουσι.

Φλαβιανοῦ δὲ ἐπὶ Δεκίου, ὡς εἴρηται, μαρτυρήσαντος, [*](B) Κορνήλιος τὴν τῆς Ῥώμης ποιμαντικὴν διεδέξατο, καὶ ἐπὶ τρισὶν ἐμπρέψας ταύτῃ ἐνιαυτοῖς τὴν ζωὴν ἐξεμέτρησε, καὶ Λούκιος ἐπὶ τὸν τῆς ἀρχιερωσύνης ἀνήχθη θρόνον, ὃς οὐδ’ ὄγδοον ἐκπλήσας ἐνιαυτὸν ἐν τῇ τῆς Ῥώμης ἐπισκοπῇ τελευτᾷ. καὶ Στέφανος τὸ τῆς ἐπισκοπῆς λειτούργημα διεδέξατο· οὗπερ τυγχάνει διάταγμα τοὺς ἐξ αἱρέσεων ἐπιστρέφοντας χριστιανοὺς μὴ βαπτίζειν, ἀλλὰ τῇ διὰ χειρῶν ἐπιθέσεως εὐχῇ καθαίρειν αὐτούς. οὑ καὶ ἐπιστολὴ περὶ τούτου πρὸς Κυπριανὸν τὸν ἱερομάρτυρα ἀναγράφεται. Στεφάνου δὲ κοιμηθέντος μετὰ δύο ἐνιαυτούς, Ξυστὸς εἰς τὸν ἀρχιερατικὸν τῆς Ῥώμης θρόνον ἐκάθισε. τότε καὶ ἡ κατὰ Σαβέλλιον κεκίνητο αἵρεσις ἐν Πτολεμαΐδι τῆς Πενταπόλεως.

[*](C)

Ἀλλὰ τὰ μὲν κατὰ τοὺς τῆς Ῥώμης ἀρχιερεῖς

ἔσχον οὕτως· Οὐαλεριανὸς δὲ σὺν Γαλιήνῳ τῷ υἱῷ τῆς Ῥωμαίων ἡγεμονίας δραξάμενος, καὶ οὗτος σφοδρότατον ἐκίνησε κατὰ χριστιανῶν διωγμόν· καὶ πολλοὶ κατὰ διαφόρους χώρας γεγόνασι μάρτυρες, ὑπὲρ τῆς εἰς Χριστὸν πίστεως πολυειδῶς ἐναθλήσαντες. ἐθνῶν οὖν καὶ ἐπὶ τούτου γενομένης ἐπσναστάδεως, κακῶς εἶχον Ῥωμαίοις τὰ πράγματα. οἵ τε γὰρ Σκύθαι τὸν Ἴστρον διαβάντες καὶ αὖθις τὴν Θρᾳκῴαν χώραν ἠνδραποδίσαντο, καὶ πόλιν περιφανῆ τὴν Θεσσαλονίκην ἐπολιόρκησαν μέν, οὐ μὴν [*](4 Φαβιανοῦ Eusebius. Cap. 23. Fortasse Dio continuatus. Eusebii Historiae ecclesiasticae 1. 7, c 10 — 14.)

140
καὶ εἷλον. εἰς δέος δὲ τοσοῦτον ἅπαντας περιέστησαν [*](D) ὡς Ἀθηναίους μὲν ἀνοικοδομῆσαι τὸ τεῖος τῆς ἑαυτῶν πόλεως, καθῃρημένον ἐκ τῶν τοῦ Σύλλαχρόνων, Πελποννησίους δὲ διατειχίσαι τὸν Ἰσθμὸν ἀπὸ θαλάσσης εἰς θάλασσαν. ἀλλὰ μὴν καὶ Πέρσαι, Σαπώρου σφῶν βασιλεύοντος, τὴν Συρίαν κατέδραμον καὶ τὴν Καππαδοκίαν ἐδῄωσαν καὶ τὴν Ἔδεσαν ἐπολιόρκουν. Οὐαλεριανὸς δὲ ὤκνει προσμίξαι τοῖς πολεμίοις. μαθὼν δὲ ὡς οἱ ἐν Ἐδέσῃ στρατιῶται ἐξιόντες τῆς πόλεως καὶ συμπλεκόμενοι τοῖς βαρβάροις πολλοὺς ἀναιροῦσι καὶ πλείστα σκῦλα λαμβάνουσιν ἀνεθάρσησε, καὶ ἀπελθὼν μετὰ τῆς συνούσης αὐτῷ στρατιᾶς συνεπλάκη τοῖς Πέρσαις. οἱ δὲ πολυπλασίους ὄντες τοὺς Ῥωμαίους ἐκύκλωσαν, καὶ οἶ πλείους μὲν ἔπεσον, ἔνιοι δὲ καὶ διέφυγον, Οὐαλεριανὸς δὲ σὺν τοῖς περὶ αὐτὸν συνελήφθη τοῖς πολεμίοις καὶ πρὸς τὸν Σαπώρην ἀπήχθη. ὁ δὲ τοῦ βασιλέως κρατήσας πάντων ἤδη κρατεῖν ᾤετο· καὶ ὠμὸς ὢν πρίν, πολλῷ χείρων εἰσέπειτα γέγονεν.

Οἱ μὲν οὖν οὕτως αἰχμάλωτον ἑαλωκέναι τὸν Οὐαλεριανὸν τοῖς Πέρσαις ἱστόρησαν· εἰσὶ δ’ οἳ ἑκόντα φασὶ τὸν Οὐαλεριανὸν προσχωρῆσαι τοῖς Πέρσαις, ὅτι ἐν ’Eδέσῃ διάγοντος αὐτοῦ λιμὸς ἐπῆκτο τοῖς στρατιώταις, κἀντεῦθεν εἰς στάσιν κεκίνηντο καὶ ἀνελεῖν ἐζήτουν τὸν αὐτοκράτορα. ὁ δὲ τὴν τῶν στρατιωτῶν δεδοικὼς ἐπανάστασιν πρὸς τὸν Σαπώρην κατέφυγεν, ἵνα μὴ ὑπὸ τῶν οἰκείων ἀπόληται, [*](B) τῷ πολεμίῳ προδεδωκὼς ἑαυτόν, ἀλλὰ μέντοι, ὅσον τὸ ἐπ’ αὐτῷ, καὶ τὰ Ῥωμαίων στρατεύματα. οὐ μὴν οἶ στρατιῶται ἀπώλοντο, ἀλλὰ γνόντες τὴν προδο- σίαν διέφυγον, ὀλίγων ἀναιρεθέντων. εἴτε δὲ δορυάλωτος ἐλήφθη τοῖς Πέρσαις ὁ βασιλεὺς εἴ

141
ἑκὼν ἑαυτὸν αὐτοῖς ἐνεχείρισεν, ἀτίμως ἤγετο παρὰ τοῦ Σαπώρου.

Οἶ’ Πέρσαι δὲ κατὰ πᾶσαν ἄδειαν ταῖς πόλεσιν ἐπιόντες τήν τε πρὸς τῷ Ὀρόντῃ αἱροῦσιν Ἀντιόχειαν καὶ τὴν περιφανεστέραν τῶν τῆς Κιλικίας πόλεων τὴν Ταρσὸν καὶ τὴν ἐν Καππαδοκίᾳ Καισάρειαν. καὶ πλῆθος αἰχμαλώτων συναγαγόντες οὐδὲ τροφῆς αὐτοῖς μετεδίδουν εἰ μὴ βραχίστης ὥστ’ ἀποζῆν, οὔτε μὴν ὕδατος μετέχειν εἰς κόρον εἴων αὐτούς, ἀλλ’ ἅπαξ τῆς ἡμέρας οἶ τούτων φρουροὶ ἤλαυνον αὐτοὺς ἐφ’ ὕδωρ ὥσπερ βοσκήματα. τὴν Καισάρειαν [*](C) δὲ πολυάνθρωπον οὖσαν, περὶ τεσσαράκοντα γὰρ μυριάδας ἀνθρώπων ἐν αὐτῇ λέγεται κατοικεῖν, οὐ πρότερον εἷλον, γενναίως τῶν ἐν αὐτῇ τοῖς πολεμίοις ἀντικαθισταμένων καὶ στρατηγουμένων ὑπό τινος Δημοσθένους, ἀνδρὸς καὶ ἀνδρείου καὶ συνετοῦ, πρὶν ἤ τις δορυάλωτος κατασχεθεὶς ἰατρός, καὶ τὰς ἐπαγομένας αὐτῷ μὴ φέρων αἰκίας, ὑπέδειξέ τινα τόπον, ὅθεν νυκτὸς εἰσῆλθον οἶ Πέρσαι καὶ πάντας ἀνεῖλον. ὁ δέ γε τούτων στρατηγὸς Δημοσθένης ὑπὸ πολλῶν κυκλωθεὶς Περσῶν κελευσθέντων ζωὸν αὐτὸν συλλαβεῖν, τὸν ἵππον ἀναβὰς καὶ γυμνὸν τὸ ξίφος ἠρκώς, εἰσώθησεν ἑαυτὸν μέδον [*](D) τῶν πολεμίων· καὶ πλείστους καταβαλὼν διεξέπεσε τῆς πόλεως καὶ διαφυγεῖν ἴσχυσεν.

Οὕτω δὲ τῶν πραγμάτων τοῖς Πέρσαις συνενεχθέντων, κατὰ πᾶσαν τὴν ὑποκειμένην Ῥωμαίοις ἑῴαν διεσκεδάσθησαν χώραν καὶ ἐπόρθουν αὐτὴν ἀδεῶς. οἶ μέντοι Ῥωμαῖοι φυγόντες, ὥς εἴρηται, στρατηγὸν ἑαυτοῖς ἐπέστησαν Κάλλιστόν τινα· ὃς σκεδαννυμένους τοὺς Πέρσας ὁρῶν καὶ ἀπερισκέπτως ἐπιόντας ταῖς χώραις τῷ μή τινα οἴεσθαι αὐτοῖς

142
ἀντιτάξασθαι, ἐπιτίθεται ἀθρόον αὐτοῖς, καὶ φόνον τῶν βαρβάρων πλεῖστον εἰργάσατο, καὶ παλλακὰς εἷλε Σαπώρου σὺν πλούτῳ πολλῷ. οἶς ἐκεῖνος περιαλγήσας οἴκαδε σπουδαίως ἀνέστρεψε, καὶ τὸν Οὐαλεριανὸν ἐπαγόμενος· ὃς καὶ ἐν Πέρσιδι κατέστρεψε τὴν ζωήν, ὡς αἰχμάλωτος ὀνειδιζόμενός τε καὶ ἐμπαι- ἐμπαιζόμενος.

Οὐ μόνος δ’ ὁ Κάλλιστος ἠρίστευσε τότε κατὰ Περσῶν, ἀλλὰ καί τις Παλμυρηνὸς ἀνὴρ κεκλημένος Ὠδέναθος συμμαχῶν Ῥωμαίοις πολλοὺς διέφθειρε τῶν Περσῶν, ἀναστρέφουσιν αὐτοῖς κατὰ τὴν Εὐφρατησίαν ἐπιθέμενος χώραν· ὃν Γαλιῆνος τοῦ στρατηγήματος ἀμειβόμενος τῆς ἑῴας προεχειρίσατο στρατηγόν.

Ἐν μέντοι τοῖς πεσοῦσιν ἐκ τοῦ Περσικοῦ στρατεύματος σκυλευομένοις λέγονται καὶ γυναῖκες εὑρεθῆναι κατ’ ἄνδρας ἐσταλμέναι καὶ ὡπλισμέναι, ἀλλὰ [*](B) καὶ ζῶσαι τοιαῦται κατασχεθῆναι ὑπὸ Ῥωμαίων. ἐν δὲ τῇ ἐπανόδῳ φάραγγι βαθείᾳ περιτυχὼν ὁ Σαπώρης, ἣν διελθεῖν τοῖς ὑποζυγίοις ἄπορον ἦν, αἰχμαλώτους ἐκέλευσεν ἀναιρεθῆναι καὶ ῥιφῆναι κατὰ τῆς φάραγγος, ἔν οὕτως τοῦ βάθους αὐτῆς πληρωθέντος διὰ τῶν νεκρῶν σωμάτων τὰ σφῶν διέλθωσιν ὑποζύγια· καὶ οὕτω διελθεῖν ἱστορεῖται τὴν φάραγγα.

Καὶ τὰ μὲν κατὰ τὸν Οὐαλεριανὸν ἐν τούτοις· τῆς δὲ τῶν Ῥωμαίων ἐκκλησίας καθηγεῖτο Ξυστὸς, τῆς δὲ τῶν Ἀντιοχέων Δημητριανὸς διαδεξάμενος Φλαβιανόν, τῆς δὲ τῶν Ἱεροσολύμων Ὑμέναιος Μαζαβάνου θανόντος, τῆς δ’ ἐν Ἀλεξανδρείᾳ προίστατο Διονύσιος.

143

Μετὰ δὲ τὸν Οὐαλεριανὸν Γαλιῆνος ὁ ἐκείνου [*](C) υἱὸς τῆς τῶν Ῥωμαίων ἡγεμονίας γέγονεν ἐγκρατής, ὃν ὁ πατὴρ κατὰ Περσῶν στρατευόμενος εἰς τὰ ἑσπέρια εἴασε τοῖς ἐν τῇ Ἰταλίᾳ ἐφεδρεύουσι καὶ τοῖς τὴν Θρᾴκην ληιζομένοις ἀντικαθίστασθαι. ὃς Ἀλαμαννοῖς περὶ τριάκοντα μυριάδας οὖσι περὶ τὰ Μεδιόλανα συμβαλὼν μετὰ μυρίων ἐνίκησεν· εἶτα καὶ Αἱρούλοις, Σκυθικῷ γένει καὶ Γοτθικῷ, ἐπεξελθὼν ἐκράτησεν. ἐπολέμησε δὲ καὶ Φράγγοις.

Αὐρίολος δὲ ἐκ χώρας ὢν Γετικῆς τῆς ὕστερον Δακίας ἐπικληθείσης καὶ γένους ἐκφὺς ἀσήμου, ποιμὴν γὰρ ἐτύγχανε πρότερον, τῆς τύχης δὲ αὐτὸν εἰς μέγα βουληθείσης ἐπᾶραι, ἐστρατεύσατο, καὶ περιδέξιος γεγονώς, τῶν βασιλικῶν ἵππων φροντιστὴς προκεχείριστο. καὶ περὶ τούτους εὐδοκιμῶν, κεχαρισμένος [*](D) ἔδοξε τῷ κρατοῦντι. τῶν δὲ ἐν τῇ Μυσίᾳ στρατιωτῶν στασιασάντων καὶ Ἰγγενοῦον αὐτοκράτορα ἀνειπόντων, καὶ τοῦ Γαλιήνου αὐτῷ ἀντιταξαμένου περὶ τὸ Σίρμιον μετὰ τῶν ἄλλων καὶ μαυρουσίους ἐπαγομένου, οἳ ἀπὸ Μηδῶν κατάγεσθαι λέγονται, ὁ Αὐρίολος ἱππαρχῶν γενναίως μετὰ τῶν ἱππέων ἀγωνισάμενος πολλοὺς τῶν τὰ Ἰγγενούου φρονούντων διώλεσε καὶ τοὺς λοιποὺς ἐτρέψατο εἰς φυγήν, ὡς καὶ αὐτὸν τὸν Ἰγγενοῦον φεύγειν ἀπεγνωκότα καὶ ἐν τῷ φεύγειν ἀναιρεθῆναι παρὰ τῶν δορυφόρων αὐτοῦ.

Αὖθις οὖν Πόστουμος τῷ Γαλιήνῳ ἐπανίσταται. παῖδα γὰρ ἔχων ὁ αὐτοκράτωρ οὗτος ὁμώνυμον, δεξιόν τε καὶ εὐπρόσωπον, ὃν καὶ τῆς βασιλείας [*](Cap. 24. Dio continuatus, ut videtur: Exc. Vatic. p. 235 et p. 239 extr.)

144
εἶχε διάδοχον, ἐν Ἀγριππίνῃ τῇ πόλει κατέλιπε, τοῖς Γάλλοις ὑπὸ Σκυθῶν πορθουμένοις ἐπικουρήσοντα. ᾧ καί τινα Ἀλβανὸν κεκλημένον ἐπέστησε διὰ τὴν νεότητα τοῦ υἱοῦ. Πόστουμος δὲ εἰς φυλακὴν τοῦ Ῥήνου ποταμοῦ ἐαθείς, ὥστε κωλύειν τοῖς πέραν οἰκοῦσιν βαρβάροις τὴν εἰς τὴν Ῥωμαΐδα χώραν διάβασιν λαθοῦσί τισι καὶ διαβᾶσι τὸν ποταμὸν καὶ λείαν ἐπαγομένοις πολλὴν ἐν τῷ ἐπανιέναι ἐπέθετο, καὶ πολλοὺς μὲν ἀνεῖλε, τὴν δὲ λείαν ἀφείλετο ξύμπασαν, καὶ αὐτίκα ταύτην τοῖς στρατιώταις διένειμεν. ὃ μαθὼν ὁ Ἀλβανός, πέμψας ἀποκομισθῆναι αὐτῷ καὶ τῷ νέῳ Γαλιήνῳ τὴν λείαν ἀπῄτει. καὶ ὁ [*](B) Πόστουμος συγκαλέσας τοὺς στρατιώτας εἰσέπραττεν ἐξ αὐτῶν τὰ τῆς λείας, εἰς ἀποστασίαν αὐτοὺς παρακινπῆσαι μηχανώμενος· ὃ καὶ γέγονε· καὶ μετ’ αὐτῶν τῇ πόλει τῇ Ἀγριππίνῃ προσέβαλε, καὶ οἶ τῆς πόλεως τόν τε παῖδα τοῦ βασιλέως καὶ τὸν Ἀλβανὸν αὐτῷ ἐκδεδώκασιν, οὓς καὶ ἄμφω ἀπέκτεινε.

Ταῦτα γνοὺς ὁ Γαλιῆνος πρὸς τὸν Πόστουμον ἀπῄει, καὶ συμμίξας αὐτῷ πρότερον μὲν ἡττήθη, εἶτα καὶ ἐπεκράτησεν, ὡς καὶ τὸν Πόστουμον φεύγειν. στέλλεται οὖν ὁ Αὐρίολος καταδιώξαι αὐτόν. ὁ δέ, καίτοι δυνάμενος καταλαβεῖν αὐτόν, οὐκ ἠθέλησεν ἐπιδιῶξαι ἐπὶ πολύ, ἀλλ’ ἐπανελθὼν εἶπε [*](C) μὴ δυνηθῆναι αὐτὸν καταλήψεσθαι. Πόστουμος δ’ οὕτω διαφυγὼν αὖθις συνίστα στρατόν. καὶ πάλιν ὁ Γαλιῆνος ἤλαυνεν ἐπ’ αὐτόν, καὶ ἐν πόλει τῆς Γαλλίας τινὶ κατακλείσας ἐπολιόρκει τὸν τύραννον. ἐν δὲ τῇ πολιορκίᾳ πλήττεται βέλει ὁ βασιλεὺς τὰ μετάφρενα, καὶ νοσήσας ἐκ τούτου τὴν πολιορκίαν διέλυσε.

Καὶ ἄλλος δὲ τῷ Γαλιήνῳ κεκίνητο πόλεμος

145
παρὰ Μακρίνου, ὃς δύο ἔχων υἱοὺς Μακριανὸν καὶ Κύιντον τυραννίδι ἐπικεχείρηκε. καὶ αὐτὸς μέν, ὅτι θάτερον πεπήρωτο τῶν σκελῶν, οὐκ ἐνέδυ τὴν στολὴν τὴν βασίλειον, τοῖς δ’ υἱοῖς αὐτὴν περιέβαλε. καὶ οἶ ἐν τῇ Ἀσίᾳ ἀσμένως αὐτὸν προσεδέξαντο· ὁ δὲ ὀλίγα πρὸς Πέρσας ἐνδιατρίψας ἐπὶ Γαλιῆνον παρεσκευάζετο, καὶ τοῖς Πέρσαις Βαλλίσταν ἀντικατέστησεν, [*](D) ὃν αὐτὸς προεχειρίσατο ἵππαρχον, καὶ σὺν τούτω καὶ τὸν υἱὸν αὐτοῦ καταλέλοιπε Κύιντον. πέμπει οὖν ὁ βασιλεὺς κατὰ Μακρίνου καὶ Μακριανοῦ υἱοῦ αὐτοῦ τὸν Αὐρίολον μετὰ καὶ στρατηγῶν ἑτέρων. καὶ προσμίξαντες αὐτοῖς ἐκύκλωσαν σφὰς καί τινας ἀνεῖλον· ἐφείδοντο γὰρ αὐτῶν ὡς ὁμογενῶν, καὶ ἤλπιζον προσρυῆναι αὐτοὺς τῷ βασιλεῖ. ἐκεῖνοι δ’ οὐκ ἐνεδίδουν. ἐκ δέ τινος τυχαίου συμβάματος ἅπαντες τῷ βασιλεῖ προσερύησαν. βαδίζοντες γὰρ οἶ περὶ τοὺς τυραννοῦντας ὀρθίας τὰς σημαίας ἀνεῖχον, εἷς δὲ τῶν σημαίας φερόντων ἐν τῷ βαδίζειν συμποδισθεὶς πέπτωκε, καὶ ἡ σημαία ἐκείνου πεσόντος κατήνεκτο ἰδόντες οὖν οἱ λοιποὶ ὅσοι τὰς σημαίας ἔφερον τὴν κλιθεῖσαν σημαίαν, καὶ ἀγνοήσαντες ὅπως ἐκείνη ἐκέκλιτο, ὑπέλαβον ἑκόντα τὸν ταύτην κατέχοντα ἐπικλῖναι αὐτὴν τῷ βασιλεῖμεταθέμενον. καὶ αὐτίκα κἀκεῖνοι πάσας κεκλίκασι καὶ προσούδισαν καὶ τὸν Γαλιῆνον εὐφήμησαν, μόνον τῶν Παιόνων περιλειφθέντων τοῖς περὶ τὸν Μακρῖνον. εἶτα κἀκείνων μεταθέσθαι βουλομένων, ὁ Μακρῖνος σὺν τῷ υἱῷ αὐτοῦ μὴ ἐκδοῦναι αὐτοὺς αὐτῶν ἐδεήθησαν, ἀλλ’ [*](2 Κύιντος etiam in Dionis continuati excerptis (p.239, vol. 5, p. 225 ed Lips.), in nummis Romanis QVIETNS, in Alexandrinis KOYHTOC, in Nicaeensibus KYHTOC (non KYNTOC, ut est apud Mionnetum Suppl. v. 6l. 7, p. 165). 3 ὅτι θάτερον πεπήρωτο τῶν σκελῶν] ἐπειδὴ καὶ τὸν ἴνα πόδα ἐπεπήρωτο Dionis continuati exc. p. 235 ed. Μai., vol. 5, p. 2l9, 2 ed.Lips.)
146
ἀνελεῖν πρότερον σφὰς καὶ οὕτω προσχωρῆσαι τῷ βασιλεῖ· ὃ πεποιηκότες οἱ Παίονες παρέδωκαν ἑαυτοὺς.

Κύιντός γε μὴν ὁ νεώτερος τοῦ Μακρίνου υἱὸς ἐν τῇ ἑῴᾳ ἦν σὺν Βαλλίστᾳ, πᾶσαν αὐτὴν σχεδὸν πεποιημένος ὑφ’ ἑαυτόν. ἐφ’ οὓς ὁ Γαλιῆνος Ὠδέναθον ἔπεμψεν, ἡγεμονεύοντα τῶν Παλμυρηνῶν. [*](B) τῆς ἥττης δὲ τῶν Μακρίνων τῆς κατὰ Παιονίαν συμβάσης ἀγγελθείσης τῷ Κυΐντῳ καὶ τῶ Βαλλίστᾳ, πολλαὶ τῶν ὑπ’ αὐτοὺς ἀπέστησαν πόλεων. οἱ δ’ ἐν Ἐμέσῃ διῆγον. ἔνθα γενόμενος ὁ Ὠδέναθος καὶ συμβαλὼν αὐτοῖς νικᾷ, καὶ τὸν μὲν Βαλλίσταν αὐτὸς ἀναιρεῖ, τὸν δὲ Κύιντον οἱ τῆς πόλεως. Ὠδέναθον δὲ τῆς ἀνδραγαθίας ὁ βασιλεὺς ἀμειβόμενος πάσης ἀνατολῆς αὐτὸν προεχειρίσατο στρατηγόν.

Οὗτος ὁ Ὠδέναθος μέγας γενόμενος καὶ Ῥωμαίοις πιστὸς καὶ ἐν πολλοῖς πολέμοις διαφόρων ἐθνῶν καὶ κατ’ αὐτῶν τῶν Περσῶν ἀριστεύσας, τελευταῖον ὑπὸ τοῦ ἰδίου ἀδελφόπαιδος ἀνῃρέθη. ἐν γὰρ θήρᾳ τῷ θείῳ συνὼν ἐκεῖνος, ἐπεὶ θηρίον ἐξέθορε, προε- [*](C) πεχείρησε καὶ τὸν θῆρα βαλὼν ἀνεῖλεν· ὁ δὲ Ὠδέναθος ἠγανάκτησε καὶ ἠπείλησε τῶ ἀνεψιῷ. ‘δὲ οὐκ ἐπαύσατο, ἀλλὰ καὶ δὶς καὶ τρὶς τοῦτο ἐποίησε. καὶ ὀργισθεὶς ὁ Ὠδέναθος ἀφείλετο τὸν ἵππον αὐτοῦ· τοῦτο δὲ εἰς μεγάλην ὕβριν τοῖς βαρβάροις λογίζεται. ἀχθόμενος τοίνυν ὁ νεανίας ἠπείλει τῷ θείῳ· ὁ δὲ διὰ τοῦτο τοῦτον ἐδέσμησεν. εἶτα ὁ πρεσβύτερος τῶν Ὠδενάθου υἱῶν λυθῆναι τὸν δέσμιον τὸν πατέρα ᾐτήσατο· κἀκεῖνος λυθεὶς συμποσιάζοντι τῷ [*](10 οἱ δ’ ἐν Ἐμέσῃ διῆγον] Huc pertinet Dionis continuati exc. p. 239 extr. ed. Μai., vol. 5, p. 225, 2 ed. Lips.)

147
Ὠδενάθῳ ἐπελθὼν μετὰ ξίφους κἀκεῖνον ἀνεῖλε καὶ τὸν ἐκείνου υἱόν, δι’ οὗπερ ἐλέλυτο. ἀνῃρέθη δὲ κἀκεῖνος, τινῶν ἐπιθεμένων αὐτῷ.

Αὖθις δὲ ἑτέρα κατὰ τοῦ Γαλιήνου ἐπανάστασις γέγονεν, ἣν Αὐρίολος συνεστήσατο, πάσης ἄρχων [*](D) τῆς ἵππου καὶ μέγα δυνάμενος. ὃς τὴν πόλιν τὰ Μεδιόλανα κατασχὼν ἑτοιμάζετο συμμίξαι τῷ βασιλεῖ. ἐλθὼν δὲ κἀκεῖνος μετὰ δυνάμεως, καὶ τῷ τυραννοῦντι ἀντιταξάμενος, πολλοὺς τῶν αὐτῷ συνόντων διέφθειρεν. ὅτε καὶ ὁ Αὐρίολος ἐτρώθη καὶ εἰς Μεδιόλανα κατεκλείσθη, παρὰ τοῦ βασιλέως ἐκεῖσε πολιορκούμενος. μένος. τοῦ δὲ Γαλιήνου ἐπεκδρομὰς ποιουμένου κατά τινων τῶν πολεμίων, ἐν κινδύνῳ ποτὲ γέγονεν ἡ βασίλισσα· συνῆν γὰρ αὐτῷ. ὡς γὰρ ὁ βασιλεὺς ἐπεξέδραμε μετὰ τῶν πλειόνων στρατιωτῶν, ὀλίγοι πάνυ περιελείφθησαν περὶ τὸ χαράκωμα. ὅπερ οἶ πολέμιοι θεασάμενοι ἐπῆλθον τῆ τοῦ βασιλέως σκηνῇ, ἁρπάσαι διανοούμενοι τὴν βασίλισσαν. εἶς δέ τις τῶν ἠμελημένων στρατιωτῶν πρὸ τῆς σκηνῆς καθήμενος καὶ τὸ οἰκεῖον ὑπόδημα τοῦ ποδὸς ἐκβα- λῶν συνέρραπτεν αὐτό. ὡς οὖν εἶδε τοὺς πολεμίους ἐπερχομένους, ἁρπάσας ἀσπίδα καὶ ἐγχειρίδιον περιθύμως ὥρμησε κατ’ αὐτῶν. καὶ πλήξας ἔνα καὶ δεύτερον, ἀνέκοψε τοὺς λοιποὺς ἀποδεδειλιακότας πρὸς τὴν ἐκείνου ὁρμήν. καὶ οὕτω πλειόνων συνδραμόντων στρατιωτῶν ἡ τοῦ βασιλέως διασέσωστο γαμετή.

Ἔτι δὲ πολιορκοῦντος τοῦ βασιλέως τὰ Μεδιόλανα Αὐρηλιανὸς σὺν ἱππεῦσι προσῆλθεν αὐτῷ· μεθ’ οὗ ἀνελεῖν αὐτὸν οἱ μεγιστᾶνες προεβουλεύ- [*](Cap. 25. Dio continuatus. Eusebii Historiae ecclesiasticae 1. 7, c. 27 — 30.)

148
σαντο, ὑπερετίθεντο δὲ τὸ σκέμμα ἕως ἁλῷεν τὰ Μεδιόλανα. μαθόντες δ’ ἐγνῶσθαι τὸ σφῶν διαβούλιον, [*](B) ἐπετάχυναν τὴν ἐπιβουλήν. καὶ στέλλουσί τινᾶς, πολεμίους ἐπιέναι τῷ Γαλιήνῳ ἀγγέλλοντας· ὁ δὲ αὐτίκα ἐξώρμησε κατ’ αὐτῶν, ὥρας ἤδη ἐφεστώσης ἀρίστου, καὶ ὀλίγων σὺν ἐφ’ ἑπομένων αὐτῷ. ἀπιόντι δὲ συναντῶσιν ἱππεῖς· ὧν οὐ πόρρω που ἀφεστώτων αὐτοῦ, καὶ μήτε τῶν ἵππων ἀποβάντων μήτε τι ἕτερον ποιούντων ἃ πρὸς βασιλεῖς νενόμιστο γίνεσθαι, ἤρετο τοὺς παρόντας ἐκεῖνος “τί οὗτοι βούλονται;” οἱ δέ “παῦσαί σε τῆς ἀρχῆς” ἀπεκρίθησαν. καὶ ὃς αὐτίκα τῷ ἵππῳ τὸν χαλινὸν ἐνδοὺς εἰς φυγὴν ἐτράπη. καὶ κἂν διέφυγε τοὺς ἐπιβουλεύοντας τῇ ταχυτῆτι τοῦ ἵππου, εἰ μὴ ὕδατος ἐνέτυχεν ὀχετῷ· παρελθεῖν γὰρ τοῦτον ὁ ἵππος ἀποδεδειλιακὼς [*](c) ἔστη, καὶ οὕτω κατέλαβον οἱ διώκοντες. καί τις κατ’ αὐτοῦ τὸ δόρυ ἠκόντισεν. ὁ δὲ πληγεὶς τοῦ ἵππου κατήνεκτο, καὶ ἐπὶ μικρὸν διαρκέσας ἐκ τῆς τοῦ αἵματος ἐτελεύτησε ῥύσεως, βασιλεύσας ἐνιαυτοὺς πεντεκαίδεκα σὺν τοῖς τοῦ πατρός. ἦν δὲ τὴν γνώμην φιλότιμος καὶ πᾶσι θέλων χαρίζεσθαι, καὶ οὐδεὶς αἰτούμενος αὐτὸν διημάρτανεν. οὔτε μὴν τοὺς ἐναντιωθέντας αὐτῷ ἢ προστεθέντας τοῖς τυραννήσασιν ἐτιμωρήσατο.

Οἱ μὲν οὖν οὕτως ἱστόρησαν ἀναιρεθῆναι τὸν 25 Γαλιῆνον, οἱ δὲ παρὰ Ἠρακλειανοῦ τοῦ ἐπάρχου σφαγῆναι τοῦτόν φασι. τοῦ γὰρ Αὐριόλου ἐν Κελτοῖς στρατηγοῦντος καὶ ἐπαναστάντος αὐτῷ ἥκοντός [*](D) τε ἐπὶ Ἰταλίαν σὺν ταῖς δυνάμεσι, καὶ ὁ Γαλιῆνος κατ’ ἐκείνου ἐξώρμησε. νυκτὸς δὲ πρόσεισιν αὐτῷ 30 ἐν τῇ σκηνῇ καθεύδοντι ὁ Ἡρακλειανός, κεκοινωνηκὼς τῆς ἐπιβουλῆς καὶ Κλαυδίῳ ἀνδρὶ στρατηγικω-

149
τάτῳ, ἀπαγγέλλων ὡς Αὐρίολος ἤδη ἔπεισι μετὰ βαρείας δυνάμεως. ὁ δὲ πρὸς τὸ τῆς ἀγγελίας αἰφνίδιον τεθορυβημένος, τῆς κλίνης ἀναθορὼν καὶ ἡμίγυμνος ᾔτει τὰ ὅπλα. καὶ ὁ Ἡρ(??)λειανὸς πλήττει τοῦτον καιρίαν καὶ ἀποκτίννυσιν.

Ἐν τοῖς τούτου χρόνοις Ξυστὸς ὁ τῆς Ῥωμαίων ἐκκλησίας προστὰς ἐπ’ ἔτη ἕνδεκα τελευτᾷ, καὶ Διονύσιος αὐτὸν διαδέχεται. ἀλλὰ καὶ τοῦ ἐν Ἀντιοχείᾳ τὴν τοῦ Χριστοῦ ποιμαίνοντος ποίμνην Δημητριανοῦ τὴν ζωὴν ἐκμετρήσαντος Παῦλος ὁ Σαμοσατεὺς παραλαμβάνει τὴν ἐκκλησίαν, ὃς ταπεινὰ περὶ Χριστοῦ ἐδογμάτισεν, ὡς ἀνθρώπου κοινοῦ τὴν φύσιν γενομένου καὶ οὐ θεοῦ. καθ’ οὗ σύνοδον οἱ τῶν λοιπῶν ἐκκλησιῶν ποιμένες συνηθροικότες, ἐν ᾗ παρῆν καὶ Γρηγόριος ὁ θαυματουργὸς καὶ ὁ τούτου αὐτάδελφος Ἀθηνόδωρος, ἤλεγξαν αὐτὸν κακῶς φρονοῦντα περὶ Χριστοῦ, καὶ ἀπεκήρυξαν. μὴ πειθομένου δ’ ἐκείνου τῆς ἐκκλησίας ἐκστῆναι, Αὐρηλιανὸς τότε κρατῶν, καὶ ἔντευξιν περὶ τούτου δεξάμενος παρὰ τῶν ὀρθοδόξων, διάταγμα ἔθετο, ἐκείνοις νεμηθῆναι τὴν ἐκκλησίαν οἶς ἂν οἶ κατὰ τὴν Ῥώμην καὶ τὴν Ἰταλίαν ἐπίσκοποι πρόσθοιντο. ἐντεῦθεν ἀτίμως ἐξηλάθη τῆς ἐκκλησίας ὁ Παῦλος, καὶ ἀντεισήχθη Δόμνος.

Τοῦ μέντοι Γαλιήνου ἀνῃρημένου Κλαύδιος ἀνερρήθη Καῖσαρ. καὶ ὁ Αὐρίολος τὰ ὅπλα καταθέμενος [*](B) αὐτῷ ὑπετάγη· ὃς αὖθις τυραννῆσαι ἐπιχειρῶν τῶνστρατιωτῶν διεφθάρη. Κλαύδιος δὲ χρηστὸς τυγχάνων ἀνὴρ καὶ δικαιοσύνῃ στοιχῶν, ἀπηγόρευσε γόρευσε πᾶσι ζητεῖν ἐκ βασιλέως ἀλλότρια πράγματα. [*](Cap. 26 Dio continuatus, ut Videtur: Exc. Vatic. p. 240 ed. Mai., vol. 5, p. 226 ed. Lips. Eusebii Historiae ecclesiasticae l. 7, c 28.)

150
νενόμιστο γὰρ τοὺς βασιλεῖς δύνασθαι δωρεῖσθαι καὶ τὰ ἀλλότρια· ὅθεν καὶ οἶ ἔτι κείμενοι νόμοι παρὰ τῇ πολιτείᾳ ἐσχήκασι τὴν ἀρχήν. προσῆλθεν οὖν γυνή τις, ἧς χωρίον αὐτὸς πρὸ τῆς βασιλείας εἰλήφει ἐκ βασιλικῆς δωρεᾶς, λέγουσα “Κλαύδιος ὁ ἳππαρχος ἠδίκησέ με.” ὁ δέ “ὅπερ ὁ Κλαύδιος ἰδιώτης ὢν ἀφείλετο εἶπεν “ἡνίκα μή τι αὐτῷ τῶν νόμων ἔμελε, τοῦτο βασιλεύσας ἀποκαθίστησιν.”

[*](C)

Ἐν Ῥώμῃ δέ γε ἡ σύγκλητος μαθοῦσα τὴν τοῦ Γαλιήνου ἀναίρεσιν, τὸν ἀδελφὸν ἐκείνου καὶ τὸν υἱὸν ἐθανάτωσαν. τοῦ μέντοι Ποστούμου τυραννοῦντος ἔτι, καὶ βαρβάρων διὰ τῆς Μαιώτιδος διαβάντων λίμνης εἰς Ἀσίαν τε καὶ Εὐρώπην καὶ ληιξομένων αὐτάς, βουλῆς τε προτεθείσης τίνι πρότερον ἐπιχειρητέον πολέμῳ, ὁ Κλαύδιος ἔφη ὡς “ὁ πρὸς τὸν τύραννον πόλεμος ἐμοὶ διαφέρει, ὁ δὲ πρὸς τοὺς βαρβάρους τῇ πολιτείᾳ, καὶ χρὴ τὸν τῆς πολιτείας προτιμηθῆναι.”

Οἱ βάρβαροι δὲ πολλὰς μὲν κατέδραμον χώρας, τὴν δέ γε Θεσσαλονίκην ἐπολιόρκουν· ἣ πάλαι μὲν Ἠμαθία καλεῖσθαι λέγεται, Θεσσαλονίκη δὲ. μετονομασθῆναι ἐκ τῆς Φιλίππου μὲν θυγατρός, Κασάνδρου [*](D) δὲ γυναικὸς Θεσσαλονίκης. ἀλλ’ ἐκείνης μὲν τῆς πόλεως ἀπεκρούσθησαν, ἐπελθόντες δὲ ταῖς Ἀθήναις εἷλον αὐτάς. καὶ συναγαγόντες πάντα τὰ ἐν τῇ πόλει βιβλία καῦσαι ταῦτα ἠβούλοντο. εἷς δέ τις τῶν συνετῶν παρ’ αὐτοῖς δοκούντων ἀπεῖρξε τοὺς ὁμοφύλους τοῦ ἐγχειρήματος, φάμενος ὡς περὶ ταῦτα οἶ Ἕλληνες ἀσχολούμενοι πολεμικῶν ἀμελοῦσιν ἔρ- [*](24 ἐπελθόντες δὲ ταῖς Ἀθήναις — 29 πολεμικῶν ἀμελοῦσιν ἔργων Dionis continuati exc. Vatic. p. 240 ed. Mai., vol. 5, p. 226 ed. Lips.)

151
γῶν καὶ οὕτως εὐχείρωτοι γίνονται. Κλεόδημος δὲ Ἀθηναῖος ἀνὴρ διαδρᾶναι ἰσχύσας, καὶ πλῆθος συναγαγών, μετὰ πλοίων ἐκ θαλάσσης επῆλθεν αὐτοῖς, καὶ πολλοὺς ἀνεῖλεν, ὡς καὶ τοὺς περιλειφθέντας ἐκεῖθεν φυγεῖν. Κλαύδιος δὲ κατὰ τούτων ὁρμήσας ἐν πολλαῖς σκεδασθέντων χώραις, ποτὲ μὲν ναυμα- Χίαις, ποτὲ δὲ κατὰ γῆν συνισταμέναις μάχαις ἐνίκησε. καὶ χειμῶνες δὲ αὐτοὺς ἐκάκωσαν καὶ λιμὸς ἐπίεσε καὶ διέφθειρεν. ἐν δὲ τῷ Σιρμίῳ διατρίβων ὁ Κλαύδιος ἐνόσησε, καὶ συγκαλέσας τὸ λογιμώτατον τοῦ στρατεύματος περὶ βασιλέως διειλέχθη αὐτοῖς, καὶ τὸν Αὐρηλιανὸν ἄξιον τῆς βασιλείας εἶπε τυγχάνειν. εἰσὶ δ’ οἳ λέγουσιν ὅτι καὶ αὐτίκα βασιλέα ἀνεῖπεν αὐτόν. ἔνιοι δὲ τὴν σύγκλητον λέγουσιν ἐν Ῥώμῃ μαθοῦσαν τοῦ Κλαυδίου τὸν θάνατον Κυντιλιανὸν τὸν ἀδελφὸν ἐκείνου διὰ τὸν πρὸς Κλαύδιον πόθον ἀξιῶσαι τῆς βασιλείας, τὸ δὲ στρατιωτικὸν ἀναγορεῦσαι τὸν Αὐρηλιανόν. ἀφελὴς δὲ ἴ’ ’ν ὁ Κυντιλιανὸς καὶ πρὸς πραγμάτων ἀποπεφυκὼς μεταχεί- ῥισὶν, μαθὼν τὴν ἀνάρρησιν τοῦ Αὐρηλιανοῦ, ἑαυτὸν [*](B) ἀνεῖλε, τεμὼν τὴν φλέβα τῆς οἰκείας χειρὸς καὶ τῇ ἐκεῖθεν τοῦ αἵματος ἐναποψύξας ῥοῇ, ἑπτακαίδεκα μόνας ἡμέρας ὀνειρώξας ὥσπερ τὴν βασιλείαν. ἀλλ’ οὐδὲ περὶ τοῦ χρόνου τῆς τοῦ Κλαυδίου ἀρχῆς ἀλλήλοις συμφωνοῦσιν οἶ συγγραφεῖς. οἱ μὲν γὰρ ἐφ’ ἴνα ἄρξαι τοῦτον ἱστοροῦσιν ἐνιαυτόν, οἶ δὲ ἐπὶ δύο, ὧν ἐστι καὶ Εὐσέβιος.

Τούτου τοῦ βασιλέως Κλαυδίου θυγατριδοῦς ’ν [*](16 Κυντιλιανὸν] immo Κύντιλλον: qui in nummis M. AVR. CL. QVINTILLNS. 27 Εὐσέβιος] Historiae ecclesiasticae l. 7, c. 28.)

152
Κώνστας ὁ Χλωρὸς ὁ τοῦ μεγάλου Κωνσταντίνου πατήρ.

Αὐρηλιανὸς δὲ τῆς ἡγεμονίας ἐπιβεβηκὼς Ῥωμαίων ἤρετο τοὺς ἐν τέλει ὅπως βασιλεύειν χρεών. ὧν εἶς εἶπεν αὐτῷ ὡς “ἐὰν βούλῃ βασιλεῦσαι καλῶς, χρυσῷ σε δεῖ καὶ σιδήρῳ περιφράξαι σαυτόν, κατὰ [*](C) μὲν τῶν λυπούντων κεχρημένον σιδήρῳ, τοὺς δέ γε θεραπεύοντας χρυσῷ ἀμειβόμενον.” ὃς πρῶτος, ὡς λέγεται, τῆς οἰκείας ταύτης ἀπώνατο συμβουλῆς, μετ’ οὐ πολὺ τοῦ σιδήρου πειραθείς.

Οὗτος ὁ αὐτοκράτωρ πρότερον μὲν τοῖς τὸν Χριστὸν σεβομένοις ἐπιεικῶς προσεφέρετο, προϊόντος δέ οἱ τοῦ χρόνου τῆς αὐταρχίας ἠλλοίωτο, καὶ διωγμὸν ἐγεῖραι κατὰ τῶν πιστῶν καὶ αὐτὸς ἐβουλεύσατο, καὶ ἤδη καὶ διατάγματα συνεγράφετο. ἀλλ’ ἐπέσχεν ἡ θεία δίκη τὴν κατὰ τῶν σεβομένων Ἰησοῦν τὸν Χριστὸν ὁρμὴν τῆς κακίας αὐτοῦ, ὑποτεμοῦσα τὴν ἐκείνου ζωήν.

Ἀλλὰ μήπω περὶ τοῦ τέλους αὐτοῦ, τὰ δ’ ἐν τῇ αὐταρχίᾳ αὐτῷ πραχθέντα διηγητέον. στρατηγικώ- [*](D) τατος γὰρ ὢν πολλοὺς πολέμους ἐνίκησε. τούς τε γὰρ Παλμυρηνοὺς ἐχειρώσατο, καὶ τὴν αὐτῶν βασίλισσαν Ζηνοβίαν κρατήσασαν καὶ Αἰγύπτου καὶ τὸν ἐκεῖ τότε στρατηγοῦντα Πρόβον ἑλοῦσαν αὐτὸς κατ’ αὐτῆς στρατεύσας κατεπολέμησε καὶ ὑπέταξεν. ἣν ἔνιοι μὲν εἰς Ῥώμην ἀπαχθῆναί φασι καὶ ἀνδρὶ συναφθῆναι τῶν ἐπιφανεστέρων ἐνί, οἱ δὲ καθ’ ὁδὸν [*](Cap. 27 Dio continuatus, ut Videtur: EAc. Vatic. p. 241, 242 ed. Μai., vol. 5, p. 228 ed. Lips. Eusebii Historiae ecclesi asticae l. 7, c. 30.) [*](1 Κώνστας pro Κωνστάντιος hic et infra. 3 Αὐρηλιανὸς — 10 σιδήρου πειραθείς Dionis continuati exc. p. 241 (228 L.). 11 οὕτος — 18 ἐκείνου ζωήν Eusebii Hist. eccl. l. 7, c. 30.)

153
θανεῖν αὐτὴν λέγουσι, περιαλγήσασαν διὰ τὴν τῆς τύχης μεταβολήν· μίαν δὲ τῶν θυγατέρων αὐτῆς λαβεῖν εἰς γυναῖκα τὸν Αὐρηλιανόν, τὰς δὲ λοιπὰς ἐπισήμοις τῶν Ῥωμαίων συζεῦξαι.

Οὗτος καὶ τὰς Γαλλίας ἐπὶ πλείστοις ἔτεσι παρά τινων τυραννούντων κατεχομένας τῇ Ῥωμαίων ἡγεμονίᾳ αὖθις ἐπανεσώσατο, καὶ ἄρχοντας ταύταις ἐγκαταστήσας αὐτὸς ἐπὶ Ῥώμην ἐπανελήλυθε, καὶ ἐθριάμβευσεν ἐπὶ ὀχήματος ἐλεφάντων τεσσάρων. ἀλλὰ καὶ Γάλλους τότε κινηθέντας κατηγωνίσατο. ἐπεὶ δὲ καὶ ἐπὶ Σκύθας τὴν στρατείαν ἔθετο, ἀνῃρέθη, γενόμενος κατὰ τὴν Θρᾳκῴαν Ἡράκλειαν. Ἔρως γάρ τις καλούμενος καὶ τῶν ἔξωθεν φερομένων ἀποκρίσεων ὢν μηνυτής, ὡς δέ τινες ἱστοροῦσιν, ὠτακουστὴς καὶ προσαγγέλλων τῷ βασιλεῖ τὰ παρά τινων περὶ αὐτοῦ λεγόμενα, ὀργισθέντος αὐτῷ τοῦ Αὐρηλιανοῦ, ἐπεβούλευσεν αὐτῷ. καὶ μιμησάμενος τὰ ἐκείνου γράμματα γραφήν τινα συνέταξεν ὀνόματα περιέχουσάν τινων δυνατῶν, κελεύουσαν τὴν ἐπὶ θάνατον ἐκείνους ἀχθήσεσθαι· ἣν ἐκείνοις ὑποδείξας παρέθηξε τοὺς ἄνδρας πρὸς φόνον τοῦ αὐτοκράτορος. δείσαντες γὰρ ἐκεῖνοι περὶ τῇ σφετέρᾳ ζωῇ ἐπιτίθενται τῷ Αὐρηλιανῷ καὶ ἀναιροῦσιν αὐτόν, [*](B) ἔξ ἐνιαυτοὺς ἠνυκότα παρὰ τῇ βασιλείᾳ μηνῶν ὀλίγων ἐνδέοντας.

Ὃν διεδέξατο Τάκιτος, πρεσβύτης ἀνήρ· πέντε γὰρ ἐτῶν εἶναι καὶ ἑβδομήκοντα ἀναγράφεται ὅτε ᾑρέθη εἰς μοναρχίαν. τὸ στρατιωτικὸν δὲ αὐτὸν ἀνηγόρευσε καὶ ἀπόντα· ἐν Καμπανίᾳ γὰρ τότε διέτριβεν. ἔνθα δεδεγμένος τὸ ψήφισμα, εἰς Ῥώμην Cap. 28 Fortasse Dio continuatus.

154
εἰσήλασε μετὰ σχήματος ἰδιωτικοῦ, καὶ γνώμῃ τῆς συγκλήτου τε καὶ τοῦ δήμου τὴν στολὴν περιεβάλετο τὴν βασίλειον. Σκύθαι δὲ τὴν Μαιώτιδα λίμνην καὶ τὸν Φᾶσιν ποταμὸν περαιωθέντες Πόντω καὶ Καππαδοκίᾳ ἐπῆλθον καὶ Γαλατία καὶ Κιλικία. τούτοις ὁ Τάκιτος συμμίξας καὶ ὁ Φλωριανὸς ὕπαρχος C ὢν πολλοὺς ἀνεῖλον, οἱ δὲ λοιποὶ φυγῇ τὴν σωτηρίαν τηρίαν ἐπραγματεύσαντο. Μαξιμῖνον δέ τινα συγγενῆ ἑαυτοῦ ἡγεμόνα τῆς Συρίας προεχειρίσατο Τάκιτος· ὁ δὲ κακῶς τῇ ἀρχῇ χρώμενος ἀνῃρέθη παρὰ στρατιωτῶν. καὶ δείσαντες οἱ τοῦτον ἀνελόντες ὡς οὐκ ἀτιμωρήτους αὐτοὺς ὁ αὐτοκράτωρ παρόψεται, ἐπιδιώξαντες κἀκεῖνον ἀνεῖλον, οὔπω ἕβδομον μῆνα παρὰ τῇ βασιλείᾳ ἀνύσαντα, κατὰ δέ τινας μὴ ὅλους δύο ἐνιαυτούς.

Καὶ τούτου σφαγέντος ἔντος δύο κατὰ τ’ αὐτὸν ἀνερρήθησαν βασιλεῖς, Πρόβος μὲν ἐν τῇ ἑῴᾳ παρὰ τῶν στρατιωτῶν, έν δὲ Ῥώμῃ παρὰ τῆς συγκλήτου Φλωριανός. καὶ ἦρχον ἄμφω, Πρόβος μὲν ἐν τῇ Αἰγύπτῳ καὶ [*](D) Συρίᾳ καὶ Φοινίκῃ καὶ Παλαιστίνῃ, ὁ δέ γε Φλωριανὸς ἐκ Κιλικίας μέχρις Ἰταλίας καὶ τῶν Ἑσπερίων. ἀλλ’ οὗτος οὐδ’ ὅλον τρίμηνον ἀνύσας ἐν τῇ ἀρχῇ καὶ τῆς ζωῆς ἅμα καὶ τῆς ἐξουσίας ἐκπέπτωκεν ἀναιρεθεὶς ὑπὸ στρατιωτῶν παρὰ Πρόβου λεγομένων σταλῆναι. τοῦ δὲ θανόντος, ὡς εἴρηται, ὁ Πρόβος τὴν ὅλην ἐξουσίαν περιεζώσατο. ὃς ἐλλογιμώτατος εἶναι ἱστόρηται, καὶ κατὰ πολλῶν ἐθνῶν τρόπαια στήσασθαι, καὶ τοὺς στρατιώτας, οἱ τὸν Αὐρηλιανὸν καὶ τὸν Τάκιτον ἀνῃρήκασι, συναγαγεῖν καὶ πολλὰ ὀνειδίσαι καὶ ἀποκτεῖναι.

[*](Cap. 29. Fortasse Dio continuatus.)
155

Σατορνίνου δὲ Μαυρουσίου τυραννίδι ἐπιχειρήσαντος, ὃς ἦν αὐτῷ φίλτατος, τὸν τοῦτο μεμηνυκότα ἐτιμωρήσατο, τῇ ἀγγελίᾳ διαπιστῶν· ὁ δὲ Σατορνῖνος ὑπὸ στρατιωτῶν ἀνῃρέθη. ἕτερος δέ τις ἐν Βρεττανίαις ἀποστασίαν διεμελέτησεν, ὃν ἐπὶ τῆς ἀρχῆς ὁ βασιλεὺς ἐποιήσατο, Βικτωρίνου Μαυρουσίου ᾠκειωμένου αὐτῷ τοῦτο αἰτησαμένου. καὶ τοῦτο μαθὼν ὁ Πρόβος ᾐτιᾶτο τὸν Βικτωρῖνον. καὶ ὃς πεμφθῆναι πρὸς ἐκεῖνον ᾐτήσατο, καὶ ἀπῄει ὡς δῆθεν φεύγων τὸν αὐτοκράτορα, καὶ ἀσπασίως ὑπὸ τοῦ τυραννήσαντος ὑπεδέδεκτο. ὁ δὲ διὰ τῆς νυκτὸς ἀνελὼν αὐτὸν ἐπανῆλθε πρὸς Πρόβον. ἐφιλεῖτο δὲ παρὰ πάντων ὁ Πρόβος ὡς πρᾷος καὶ εὐμενὴς καὶ φιλόδωρος.

Οὗτος τῷ ἔθνει τῶν Γερμανῶν ἐπιτιθεμένων [*](B) ταῖς ὑπὸ Ῥωμαίους πόλεσιν ἀντιταττόμενος, τοῦ πολέμου πλείονα χρόνον ἐπικρατήσαντος ἐν περιστάσει ἐγένετο, λιμοῦ συμβεβηκότος ἐπὶ τῇ αὐτοῦ στρατᾷ. ὅτε λάβρος λέγεται καταρραγῆναι ὄμβρος ἐν τό αὐτοῦ στρατοπέδῳ, τῷ δ’ ὑετῷ καὶ σῖτον συγκατενεχθῆναι πολύν, εἰ τισι τοῦτο πιστεύοιτο· καὶ τὴν στρατιὰν συναγαγοῦσαν αὐτὸν δι’ αὐτοῦ τραφῆναι καὶ διαπεφευγέναι τὸν κίνδυνον καὶ τοὺς ἐναντίους κατατροπώσασθαι.

Γέγονε δὲ κατ’ αὐτοῦ καὶ ἄλλη τις ἐπανάστασις. μέρους γὰρ τῆς Εὐρώπης ὁ κάρος ἄρχων ἔγνω τοὺς ὑπ’ αὐτὸν στρατιώτας βουλευομένους ἀνειπεῖν αὐτὸν αὐτοκράτορα, καὶ τοῦτο τῷ Πρόβῳ ἐδήλωσε, δεόμενος ἐκεῖθεν ἀνακληθῆναι. ὁ δὲ οὐκ ἤθελεν ἀφελέσθαι αὐτὸν τὴν ἀρχήν. περιστάντες οὖν οἱ στρατιῶται τὸν κάρον καὶ ἄκοντα καταδέξασθαι τὴν C τῶν Ῥωμαίων ἀρχὴν ἐβιάσαντο, καὶ αὐτίκα σὺν

156
αὐτῷ ἐπὶ Ἰταλίαν ὡρμήκεσαν. καὶ ὁ Πρόβος τοῦτο μαθὼν στράτευμα ἔπεμψε σὺν ἄρχοντι ἀντιστῆναι αὐτῷ. ἤδη δὲ πλησιάσαντες οἶ πεμφθέντες τῷ Κάρῳ, δεσμήσαντες τὸν ἄρχοντα ἑαυτῶν, κἀκεῖνον καὶ ἑαυτοὺς τῷ Κάρῳ παραδεδώκασιν. ὁ δὲ Πρόβος ὑπὸ τῶν οἰκείων ἀνῄρητο δορυφόρων, μαθόντων τὴν τῶν στρατιωτῶν πρὸς Κᾶρον προσχώρησιν. ὁ δὲ χρόνος τῆς αὐταρχίας τοῦ Πρόβου οὐχ ὁλόκληροι γεγόνασιν ἐνιαυτοὶ ἔξ.

Κάρος δὲ τῆς βασιλείας γενόμενος ἐγκρατὴς τοὺς οἰκείους υἱοὺς Καρινὸν καὶ Νουμεριανὸν ἐταινίωσε βασιλικῷ διαδήματι. καὶ αὐτίκα κατὰ Περσῶν [*](D) ἑξεστράτευσεν ἅμα τῷ ἑνὶ τῶν παίδων Νουμεριανῷ, καὶ κατέσχε Κτησιφῶντά τε καὶ Σελεύκειαν. μικροῦ δ’ ἂν ἐκινδύνευσε τὸ στράτευμα τῶν Ῥωμαίων. ἐν κοίλῳ γὰρ ἐστρατοπεδεύσατο τόπῳ· ὅ οἱ Πέρσαι θεασάμενοι τὸν ἐκεῖ παραρρέοντα ποταμὸν εἰς τὸν κοῖλον ἐκεῖνον τόπον διὰ διώρυχος ἐπαφείκασι. τοῖς Πέρσαις δὲ προσβαλὼν ὁ κάρος εὐτύχησε καὶ κατετροπώσατο αὐτούς· καὶ ἐπανέζευξεν εἰς Ῥώμην ἄγων αἰχμαλώτων πληθὺν καὶ λείαν πολλήν. εἶτα τοῦ ἔθνους ἐπαναστάντος τῶν Σαρμάτων κἀκείνοις προσμίξας νικᾷ καὶ τὸ ἔθνος ὑπέταξεν. ὃς τὸ μὲν γένος Γαλάτης ἦν, ἀνδρεῖος δὲ καὶ τὰ πολέμια δεξιός. ὁ δὲ περὶ τῆς τελευτῆς αὐτοῦ λόγος οὐχ ὁμοίως τοῖς ἱστορήσασι συγγράφεται. οἶ μὲν γάρ φασι κατὰ οὕννων ἐστρατευκότα ἐκεῖσε ἀναιρεθῆναι, οἶ δὲ παρὰ τῷ ποταμῷ Τίγρητι λέγουσι αὐτὸν ἐσκηνῶσθαι, ἐκεῖ καὶ τῆς αὐτοῦ στρατιᾶς βαλομένης τὸν χάρακα, ἔνθα κεραυνῷ τὴν ἐκείνου σκηνὴν [*](Cap. 30. Fortasse Dio continuatus. Eusebii Historiae ecclesiasticae l. 7, c. 30 — 32.)

157
βληθῆναι καὶ συνδιαφθαρῆναι αὐτῇ κἀκεῖνον ἶστόρησαν.

Ὦι ἐπεὶ τὸ βιώσιμον εἴθ’ οὕτως εἴτ’ ἄλλως ἐπιλελίπει, λελοίπει, Νουμεριανὸς ὁ υἱὸς αὐτοῦ μόνος βασιλεὺς ἐν τῷ στρατοπέδῳ περιελέλειπτο. καὶ αὐτίκα κατὰ Περσῶν ἐστρατεύσατο· καὶ συρραγέντος πολέμου, ἐπικρατεστέρων τε τῶν Περσῶν γεγονότων καὶ κλι- νάντων νῶτα Ῥωμαίων, οἶ μὲν αὐτὸν ἐν τῇ φυγῇ συλληφθῆναι ἱστόρησαν καὶ ὅλου τοῦ σώματος τὴν δορὰν ἀποσυρῆναι δίκην ἀσκοῦ καὶ οὕτω διαφθαρῆναι, οἷ δὲ ἐκ Πέρσιδος αὐτὸν ἐπανιόντα ὀφθαλμίᾳ περιπεσεῖν συνεγράψαντο, καὶ παρὰ τοῦ οἰκείου πενθεροῦ ἐπάρχοντος τοῦ στρατοπέδου ἀναιρεθῆναι, [*](B) τῇ αὐταρχίᾳ ἐποφθαλμίσαντος, μὴ μέντοι καὶ τυχόντος αὐτῆς. ἡ γὰρ στρατιὰ τὸν Διοκλητιαν ’ν αὐτοκράτορα εἵλετο, ἐκεῖ τότε παρόντα καὶ ἀνδρείας ἔργα πολλὰ ἐν τῷ κατὰ Περσῶν πολέμῳ ἐπιδειξάμενον.

Θάτερος μέντοι τῶν Κάρου υἱῶν ὁ Καρῖνος εἰς Ῥώμην διάγων χαλεπὸς τοῖς Ῥωμαίοις ἐτύγχανεν, ἀσελγὴς γενόμενος καὶ ὠμὸς καὶ μνησίκακος· ὃς ὑπὸ Διοκλητιανοῦ εἰς Ῥώμην ἐπιδημήσαντος διεφθάρη. ὁ δὲ τῆς τούτων ἀρχῆς χρόνος οὐ γέγονε καθ’ ὁλόκληρον τριετής.

Ἐν τούτοις τοῖς χρόνοις Μάνης ὁ τρισκατάρατος ἐκ τῶν Περσῶν εἰς τὴν καθ’ ἡμᾶς οἰκουμένην παρεισφθαρείς, ἐν ταύτῃ τὸν οἰκεῖον ἰὸν ἐξήμεσεν. ἀφ’ οὗ τὸ τῶν Μανιχαίων ὄνομα μέχρι τοῦ νῦν οὐκ ἐπέλιπεν. ὃς ποτὲ μὲν παράκλητον ἑαυτὸν καὶ πνεῦμα ὠνόμαζεν ἅγιον, ᾧ τὸ τῆς πονηρίας πνεῦμα προφανῶς [*](C) ἐγκατῴκιστο, ποτὲ δὲ Χριστὸν ἑαυτὸν ἐκάλει, [*](23 Huc pertiuere videtur Dionis continuati exc. p. 244 ed. Mai., vol. 5, p. 230 ed. Lips.)

158
ὁ ὑπὸ τῶν δαιμόνων εἰς λειτουργίαν ἐκείνοις χρισθείς, καὶ μαθητὰς ἐπήγετο δώδεκα, τῆς αὐτοῦ φλυαρίας κοινωνούς τε καὶ κήρυκας, ἣν ἐκ πολλῶν ἀθέων δογμάτων τῶν ἤδη ἀπεσβηκυιῶν αἱρέσεων συνεφόρησε.

Διονυσίου μέντοι τοῦ τοὺς ἐν Ῥώμῃ πιστοὺς ποιμαίνοντος ἔτη ἐννέα ἐν ταύτῃ τῇ λειτουργίᾳ ἠνυκότος καὶ μεταστάντος, Φῆλιξ τὸν τῆς Ῥώμης ἱερατικὸν διεδέξατο θρόνων. τούτου δὲ μετὰ χρόνον [*](D) θανόντος πενταετῆ, Εὐτυχιανὸς ἠξιώθη τῆς Ῥωμαίων ἐπισκοπῆς οὔπω δὲ μησὶ δέκα καὶ οὗτος ἐπισκοπήσας μετήλλαξε τὴν ζωήν, καὶ ἀντεισήχθη εἰς τὸ τῆς ποιμαντικῆς λειτούργημα Γάιος οὗπερ ἀμφὶ τὰ πεντεκαίδεκα ἔτη προστάντος τῆς ἐκκλησίας Μαρκελλῖνος διάδοχος γέγονεν. οὗτοι δ’ ἦσαν ἐν τοῖς χρόνοις τῶν διωγμῶν. ἐν δέ γε τῇ Ἀντιοχέων ἐκκλησίᾳ μετὰ Δόμνον ἐπεσκόπησε Τιμαῖος, τὸν δὲ Τιμαῖον διεδέξατο Κύριλλος, καὶ μετὰ Κύριλλον Τύραννον ὁ θρόνος ἐδέξατο, καθ’ ὃν ἡ τῶν ἐκκλησιῶν πολιορκία τὴν ἀκμὴν ἔσχηκε καὶ ἡ τυραννὶς ἀφόρητος γέγονε. τῆς δὲ τῶν Ἱεροσολύμων ἐκκλησίας τὸν Ὑμέναιον προέστη Ζάβδας, οὗ κεκοιμηένου μετ’ οὐ πολὺ Ἑρμῶν τὸν θρόνον τοῦτον ἐκόσμησεν. ἐν δὲ τῇ Ἀλεξανδρείᾳ, Μαξίμου, τοῦ μετὰ Διονύσιον ἔτεσιν ὀκτωκαίδεκα τὴν ἱερουργίαν ἀνύσαντος, τὸ χρεὼν λειτουργήσαντος, Θεωνᾶς ἐπεσκό- πησεν. ὃν διεδέξατο Πέτρος, ὃς καὶ τὸν τοῦ μαρτυρίου· στέφανον ἤρατο, τὴν κεφαλὴν ἐκτμηθείς.

Αἱ μὲν οὖν τῶν ἀρχιερέων τούτων διαδοχαὶ ἔσχον οὓτως. Διοκλητιανὸς δὲ τὴν ἡγεμονίαν λαχών, [*](Cap. 31. Fortasse Dio continuatus. Eusebii Historiae ecclesiasticae l. 7.)

159
ὃς Δαλμάτης μὲν ἦν τὸ γένος, πατέρων δ’ ἀσήμων, τινὲς δὲ καὶ ἀπελεύθερον αὐτόν φασιν Ἀνουλίνου συγκλητικοῦ, ἐξ εὐτελῶν στρατιωτῶν δοὺξ Μυσίας ἐγένετο. ἄλλοι δὲ κόμητα δομεστίκων αὐτὸν γενέσθαι φασί· δομεστίκους δέ τινες τοὺς ἱππέας νομίξουσι. διαλεγόμενος δὲ τοῖς στρατιώταις διεβεβαίου μὴ κοινωνῆσαι τῷ φόνῳ τοῦ Νουμεριανοῦ· καὶ ἐν τῷ ταῦτα λέγειν στραφεὶς πρὸς τὸν Ἂπρον ἔπαρχον ὄντα τοῦ στρατεύματος “οὗτος” ἴφη “ὁ ἐκείνου φονεύς”, [*](B) καὶ αὐτίκα τῷ μετὰ χεῖρας ξίφει αὐτὸν ἀνεῖλεν. ἐν δὲ τῇ Ῥώμῃ γενόμενος τῶν τῆς ἀρχῆς πραγμάτων ἀντεποιεῖτο καὶ τῆς τούτων ἥψατο διοικήσεως. ἀπιδὼν δὲ πρὸς τὸ τῆς βασιλείας ὑπέρογκον, κοινωνὸν αὐτῆς προσλαμβάνεται κατὰ τὸ τέταρτον ἔτος τῆς ἡγεμονίας αὐτοῦ, ἢ καθ’ ἑτέροι κατὰ τὸ δεύτερον, Μαξιμιανὸν τὸν Ἑρκούλιον, μὴ ἑαυτὸν μόνον ἀρκοῦντα πρὸς τοσαύτης ἀρχῆς διοίκησιν λογισάμενος.

Ἄμφω τοίνυν συμπνεύσαντες διωγμὸν ἐγείρουσι κατὰ χριστιανῶν, τῶν πρὶν γεγονότων ἀπάντων σφοδρότερόν τε καὶ ἀγριώτερον. ἐκθύμως γὰρ ἢ μᾶλλον περιμανῶς τὸ τοῦ θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ ἔσπευδον ἐκ πάσης γῆς ἐξαλεῖψαι σωτήριον ὄνομα. ὅτε κατὰ πᾶσαν πόλιν καὶ χώραν τοσοῦτοι ὑπὲρ τῆς εἰς Χριστὸν ὁμολογίας ἠνδρίσαντο, ὡς μηδ’ ἀριθμῷ σχεδὸν αὐτοὺς ὑπαχθῆναι ῥᾴδιον εἶναι· ἔργον γὰρ τοῦτο τῶν ἄλλων ἁπάντων ἐτίθεντο σπουδαιότερον.

Βουσίρεως δὲ καὶ Κοπτοῦ πόλεων Αἰγυπτιακῶν περὶ τὰς ἐκεῖ Θήβας οἰκουμένων εἰς ἀποστασίαν ἐκκλινασῶν, ὁ Διοκλητιανὸς ἐκστρατεύσας κατ’ αὐτῶν εἷλέ τε αὐτὰς καὶ κατέσκαψεν. εἶτ’ αὖθις

160
Ἀλεξάνδρεια καὶ ἡ Αἴγυπτος ἀντῆραν χεῖρα Ῥωμαίοις, Ἀχιλλέως τινὸς εἰς τοῦτο τοὺς Αἰγυπτίους ὑπαγαγόντος· ἀλλὰ Ῥωμαίων αὐτοῖς ἐπελθόντων σὺν D Διοκλητιανῷ, οὐκ ἀντέσχον ἐπὶ πολύ, καὶ πολλοὶ τῶν αἰτίων τῆς στάσεως ἀνῃρέθησαν, καὶ αὐτὸς Ἀχιλλεύς.

Διοκλητιανὸς δὲ καὶ Μαξιμιανὸς Καίσαρας ἐχειροτόνησαν τοὺς ἑαυτῶν κηδεστάς, ὁ μὲν Διοκλητιανὸς Μαξιμῖνον τὸν Γαλέριον, τὴν οἰκείαν θυγατέρα συζεύξας αὐτῷ Βαλερίαν· ὁ δ’ Ἑρκούλιος Μαξιμιανὸς Κώνσταντα, ὃς ἐπεκλήθη Χλωρὸς διὰ τὴν ὠχρότητα, θυγατριδοῦν ὄντα Κλαυδίου τοῦ πρὸ μικροῦ βασιλεύσαντος, ὡς ἤδη μοι εἴρηται, καὶ αὐ(??)τὸς τούτῳ τὴν ἑαυτοῦ θυγατέρα Θεοδώραν κατεγκυήσας. καὶ ἄμφω δὲ τὼ Καίσαρε τούτω γαμετὰς εἰχέτην, ἀλλὰ διὰ τὸ πρὸς τοὺς βασιλεῖς κῆδος τὰς μὲν ἀπώσαντο, ταῖς δὲ τῶν βασιλέων θυγατράσι συνῴκησαν.

Ἀμάνδου δέ τινος νεωτερίσαντος ἐν Γαλλίαις, Μαξιμιανὸς ἐκεῖσε γενόμενος τὸν νεωτερισμὸν κατέστειλε. Κράσσον δὲ Βρεττανίαν κατεσχηκότα ἐπὶ ἐνιαυτοὺς τρεῖς ὁ ἔπαρχος ἀνεῖλεν Ἀσκληπιόδοτος· καὶ πέντε τινῶν Γεντιανῶν τὴν Ἀφρικὴν κατασχόντων ὁ Ἑρκούλιος τούτους κατηγωνίσατο.

Ὁ δέ γε Καῖσαρ Κώνστας ἐν ταῖς Γαλλίαἰς πρὸς Ἀλαμαννοὺς μαχόμενος τῆς αὐτῆς ἡμέρας ἥττητο καὶ νενίκηκε. πρότερον μὲν γὰρτῶν Ἀλαμαννῶν τῇ αὐτοῦ στρατιᾷ μετὰ ῥύμης ἐφορμησάντων σφοδρᾶς, εἰς φυγὴν ἐτράπησαν ἅπαντες οἶς καὶ αὐτὸς ὁ Κώνστας συναποδιδράσκων ἑάλω ἂν παρὰ βραχύ. ὀπίσω γὰρ ἐρχόμενος κεκλεισμένας εὗρε τὰς πύλας τῆς πόλεως· οἱ δὲ διώκοντες ἐγγίζοντες ἤδη ἕτοιμοι ἦσαν ἐκεῖνον

161
συλλήψεσθαι, καὶ κἂν ἀπήχθη δέσμιος, εἰ μὴ σχοίνους ἐκ τοῦ τείχους ἄνωθεν καθιμήσαντες ταύταις αὐτὸν ἀνιμήσαντο. οὕτω δὲ περισωθεὶς καὶ τῆς πόλεως ἐντὸς γεγονώς, καὶ τὴν στρατιὰν ἀθροίσας αὐτίκα καὶ λόγοις αὐτὴν παρακλητικοῖς εἰς ἀλκὴν διεγείρας καὶ θάρσος οἷον ἐμπνεύσας αὐτῇ, ἔξεισιν εὐθὺς καὶ συμμίξας τοῖς πολεμίοις νικᾷ νίκην περιφανῆ, ὥστε περὶ ἑξήκοντα χιλιάδας ἐκείνων πεσεῖν.

Περσῶν δὲ Ναρσοῦ βασιλεύοντος, ὃς ἕβδομος ἀναγράφεται βασιλεῦσαι Περσῶν ἀπὸ Ἀρταξέρξου, οὗ πρόσθεν ἡ ἱστορία ἐμνημόνευσεν ὡς αὖθις Πέρσαις ἀνανεωσαμένου τὴν βασιλείαν· μετὰ γὰρ τὸν [*](C) Ἀρταξέρξην τοῦτον ἢ Ἀρταξάρην, διώνυμον ὄντα, Σαπώρης ἦρξε Περσῶν, καὶ μετ’ ἐκεῖνον Ὁρμίσδας, εἶτα Οὐαραράνης, καὶ μετὰ τοῦτον Οὐαραράκης, καὶ αὖθις ἄλλος Οὐαραράνης, καὶ ἐπὶ τούτοις Ναρσῆς· τοῦ Ναρσοῦ τοίνυν τούτου τότε τὴν Συρίαν ληιζομένου, τὸν ἴδιον γαμβρὸν τὸν Γαλέριον Μαξιμῖνον ὁ Διοκλητιανός, διὰ τῆς Αἰγύπτου ἐπὶ τοὺς Αἰθίοπας ἀπιών, συμβαλεῖν αὐτῷ μετὰ δυνάμεως ἀξιομάχου ἐξέπεμψεν. ὃς καὶ συμμίξας τοῖς Πέρσαις ἡττήθη καὶ ἔφυγεν. αὖθις δὲ μετὰ πλείονος αὐτὸν ὁ Διοκλητιανὸς ἐξέπεμψε στρατιᾶς. συμβαλὼν οὖν αὐτοῖς πάλιν, οὕτως ἐνίκησεν ὡς καὶ τὴν προτέραν ἧτταν ἀνακαλέσασθαι. τούς τε γὰρ πλείονας ἀπέκτεινε [*](D) τῶν Περσῶν καὶ τὸν Ναρσῆν τρωθέντα μέχρι τῆς ἐνδοτέρας Πέρσιδος ἐδίωκε, καὶ τὰς τούτου γυναῖκας καὶ τοὺς παῖδας καὶ ἀδελφὰς αἰχμαλώ- τους ἀπήγαγε, καὶ χρήματα ὅσα ἐπήγετο Ναρσῆς στρατευόμενος ἐχειρώσατο, καὶ πολλοὺς τῶν ἐν Πέρσαις ἐπιφανῶν. ἀναρρωσθεὶς δ’ ἐκ τοῦ τραύματος

162
ὁ Ναρσῆς πρεσβείαν πρὸς Διοκλητιανὸν καὶ Γαλέριον ἐποιήσατο, τοὺς παῖδας καὶ τὰς γυναῖκας ἀποδοθῆναι αὐτῷ ἀξιῶν σπονδὰς θέσθαι εἰρηνικάς. καὶ ἔτυχε τῆς αἰτήσεως, ἐκστὰς τοῖς Ῥωμαίοις ὅσων ἐβούλοντο.

Καὶ ἄλλους δὲ πολλοὺς πολέμους κατώρθωσαν Διοκλητιανὸς καὶ Μαξιμιανός, τοὺς μὲν δι’ ἑαυτῶν ἢ τῶν Καισάρων, τοὺς δὲ διὰ στρατηγόν, καὶ τοὺς ὅρους τῆς βασιλείας ἐπλάτυναν. οἶς ἐπαρθεὶς ὁ Διοκλητιανὸς καὶ μέγα φρονήσας οὐκέτι προσαγορεύεσθαι παρὰ τῆς γερουσίας ὡς πρῴην ἠνείχετο, ἀλλὰ προσκυνεῖσθαι ἐθέσπισε, καὶ τἀς ἐσθῆτας ἑαυτοῦ καὶ τὰ ὑποδήματα χρυσῷ καὶ λίθοις καὶ μαργάροις ἐκόσμησε, καὶ πλείονα πολυτέλειαν τοῖς βασιλικοῖς παρασήμοις ἐνέθετο. οἶ πρῴην γὰρ βασιλεῖς κατὰ τοὺς ὑπάτους τετίμηντο, καὶ τῆς βασιλείας παράσημον μόνον εἶχον πορφυροῦν περιβόλαιον.

Τοῦ διωγμοῦ δ’ ἐπιταθέντος, καὶ ἀναριθμήτων [*](B) ἀνδρῶν καὶ γυναικῶν ὑπὲρ τῆς εἰς Χριστὸν ὁμολογίας θνησκόντων, καὶ τῶν πιστῶν ἔτι πλεοναζόντων, ἐκμανέντες οἶ τύραννοι οὗτοι περὶ τὸ πλεοναζόντων, ’τον ἔτος τῆς Διοκλητιανοῦ βασιλείας θεσπίσματα πανταχοῦ διεπέμψαντο καθαιρεῖσθαι καὶ κατασκάπτεσθαι τὰς τῶν χριστιανῶν ἐκκλησίας κελεύοντα καὶ τὰς βίβλους αὐτῶν κατακαίεσθαι καὶ τοὺς ἱερεῖς αὐτῶν ὡς διδασκάλους καὶ κήρυκας τῆς πίστεως ἀσυμπαθῶς προσαπόλλυσθαι, τῶν δ’ ἄλλων τοὺς ἀξίαις ἢ στρατείαις κατειλεγμένους ἀτίμως ἐξελαύνεσθαι καὶ τῆς ἀξίας καὶ τῆς στρατείας, τοὺς δὲ τύχης ἰδιώτιδος ὄντας δουλοῦσθαι.

[*](Cap. 32. Fortasse Dio continuatus, quo locum vel potius cum eo quem ille sequitur postrema communia habet ea quae sunt p. 246 (232, 13 L.) vol. 2, p. 6, B. Eusebii Historiae ecclesiasticae l. 8.)
163

Ἡδη δὲ εἰκοστὸν διανύσαντος ἐνιαυτὸν Διοκλητιανοῦ παρὰ τῇ ἀρχῇ, ἐκ συμφώνου ἄμφω τὼ αὐτοκράτορε τὴν βασιλείαν ἀπέθεντο, δημοσίᾳ μὲν τὸν [*](C) ὄχλον τῶν πραγμάτων ἀποσκευάζεσθαι λέγοντες· οἶς δὲ τὰ τῆς καρδίας ἐξεκάλυπτον κρύφια, ἐξ ἀπονοίας ὡμολόγουν ἀποτίθεσθαι τὴν ἀρχήν, ὅτι μὴ περιγενέσθαι χριστιανῶν ἠδυνήθησαν μηδ’ ἀποσβέσαι τὸ χριστώνυμον κήρυγμα, μηδὲ τῆς βασιλείας ἀπολαύειν αἱρούμενοι. ἀποθέμενοι δὲ τὴν ἀρχὴν κατὰ τὴν αὐτὴν ἡμέραν ἐκ συνθήματος ὁ μὲν ἐν Νικομηδείᾳ, ὁ δὲ Μαξιμιανὸς ἐν Μεδιολάνῳ, καὶ ἰδιωτεύσαντες, Διοκλητιανὸς μὲν ἐν Σάλωνι πόλει τῆς Δαλματίας διῆγεν, ἥτις ἦν αὐτοῦ καὶ πατρίς, ὁ δ’ Ἑρκούλιος ἐν Λουκανίᾳ. πρὸ δὲ τῆς ἀποθέσεως τῆς ἀρχῆς τὸν ἐπὶ τῇ νίκῃ τῶν Περσῶν ἐπανελθόντες ἐν Ῥώμῃ κατήγαγον θρίαμβον, ἐν ᾧ τάς τε τοῦ Ναρσοῦ γαμετὰς καὶ τὰ τέκνα καὶ τὰς ὁμαίμονας ἐθριάμβευσαν D καὶ ἀρχηγοὺς ἑτέρων ἐθνῶν καὶ τὸν πλοῦτον ὅσον ἐκ Περσῶν ἐληίσαντο.

Ἀλλ’ ἐνταῦθα δηλωθῆναι καλὸν ὅθεν τὸ τοῦ θριάμβου ἐξείληπται ὄνομα. φασὶν οὖν κληθῆναι τοῦτον ἐκ τῶν θρίων, ἅ ἐστι τὰ τῆς συκῆς φύλλα. πρὸ γὰρ τοῦ τὰ προσωπεῖα ἐπινοηθῆναι τοῖς σκηνικοῖς συκῆς φύλλοις τὰ ἑαυτῶν καλύπτοντες πρόσωπα δι’ ἰάμβων ἐποιοῦντο τὰ σκώμματα· καὶ οἱ στρατιῶται δὲ ἐν ταῖς ἐπινικίοις πομπαῖς φύλλα συκῆς ταῖς ἑαυτῶν ἐπάγοντες ὄψεσιν εἰς τοὺς τὰς πομπὰς ποιοῦντας ἀπέσκωπτον· κἀντεῦθεν ὀνομασθῆναι νομίξεται θριάμβους τὰς ἐπινικίους πομπάς. ἕτεροι δέ [*](22 ἐκ τῶν θρίων] Eadem babet Suidas in θρίαμβος usque ad ἀπέσκωπτον v. 28. Conf. Cedreni vol. 1, p. 470 ed. Bonn. et de triumpho Supra p. 352, C seq.)

164
φασιν ὀνομασθῆναι τὸν θρίαμβον, ὅτι ἐκ τριῶν οἱ 643 οἶ τὴν πομπὴν πληροῦντες συνίσταντο τάξεων, τῆς συγκλήτου, τοῦ δήμου, καὶ τῶν στρατιωτῶν, καὶ ἐκ τοῦ βαίνειν ὁμοῦ τὰς τάξεις τὰς τρεῖς τρίαμβόν τινα κληθῆναι, ἀντὶ δὲ τοῦ τݲ τὸ θݲ διὰ τὸ εὐφωνότερον.

Μετὰ δὲ τὴν ἐπινίκιον ταύτην πομπὴν ἐκεῖνοι μὲν τῆς ἐξουσίας ἀπέστησαν, τοὺς Καίσαρας δ’ ἀνέδειξαν αὐτοκράτορας, μερίσαντες αὐτοῖς τὴν ἀρχήν, καὶ τὴν μὲν ἑῴαν μοῖραν τῷ Γαλερίῳ προσκληρώσαντες Μαξιμίνῳ σὺν τῷ Ἰλλυρικῷ, τῷ Χλωρῷ δὲ Κώνσταντι προσνείμαντες τὰ ἑσπέρια σὺν τῇ Ἀφρικῇ. τούτων δὲ οὕτω γεγονότων οἱ στρατιῶται, οἳ πραιτωριανοὶ ἐκαλοῦντο, τὸν υἱὸν τοῦ Ἑρκουλίου Μαξιμιανοῦ τὸν Μαξέντιον βασιλέα ἐν τῇ Ῥώμῃ ἀνεῖπον.

[*](B)

Ἐκ τοίνυν τῶν τριῶν τούτων ὁ μὲν Κώνστας ἐν Βρεττανίαις καὶ ταῖς Κοττίαις Ἄλπεσι καὶ ταῖς Γαλλίαις κρατῶν τοῖς τὸν Χριστὸν σεβομένοις μάλα ἐπιεικῶς προσεφέρετο, ἀλλὰ μέντοι καὶ πᾶσι τοῖς ὑπ’ αὐτόν, καὶ ὑπερόπτης χρημάτων ἐτύγχανε. Μαξιμῖνος δὲ τῆς ἑῴας ἄρχων καὶ κατὰ χριστιανῶν διωγμὸν κεκίνηκεν ἐπαχθέστατον καὶ τοῖς ἄλλοις τῶν ὑπηκόων βαρύτατα προσεφέρετο. γυναικομανέστατος γὰρ καὶ μοιχικώτατος ὢν οὐκ ἰδιώτιδας μόνον γυναῖκας ἀκούσας ἐλάμβανε καὶ ταύτας ἐμοίχευεν, ἀλλὰ καὶ τὰς τῶν περιφανῶν ἀνδρῶν γαμετὰς βίᾳ τῶν ἀνδρῶν ἀποσπῶν καὶ ἐνυβρίζων αὐταῖς οὕτως πρὸς τοὺς ἰδίους ταύτας συνεύνους ἀνέπεμπε. [*](C) μαντείαις δ’ ἦν προσεσχηκὼς τοσοῦτον ὡς μηδὲ τοὐλάχιστον ἄνευ ποιεῖν μαντειῶν, καὶ διὰ τιμῆς αὐτῷ οἱ ποιοῦντες τὰ ἀπόρρητα ἤγοντο. οὗτος τῶν

165
εὐσεβῶν πανωλεθρίαν κατεψηφίσατο, καὶ τὰς ὑπάρξεις δημεύεσθαι ἀπεφήνατο, οὐδὲν ἕτερον τοῖς ἀναιτίοις προσάπτων αἰτίαμα ἢ τὴν θεογνωσίαν καὶ τὴν πίστιν τὴν εἰς Χριστόν.

Μαξέντιος δ’ ἐν Ῥώμῃ οὐδέν τι τύραννος τοῖς ὑπηκόοις ἐτύγχανεν ὤν, ἀλλ’ ἐπ’ ἴσης τῷ Μαξιμίνῳ διεῖπε τὰ τῆς ἀρχῆς, λυττῶν κἀκεῖνος κατὰ τῶν ὑπὸ χεῖρα χριστιανῶν, καὶ πάσαις αὐτοὺς ὑπάγων κακώσεσι, καὶ πρὸς πάντας δὲ τοὺς ὑπ’ αὐτὸν πικρότατα διακείμενος. σφαγάς τε γὰρ πολλῶν [*](D) περιφανῶν ἀνδρῶν ἐξ οὐδεμιᾶς ἐνδίκου δίκης ἐτίθετο, καὶ μοιχείας ὁσημέραι εὐγενῶν ἐτόλμα γυναίων καὶ παρθένων φθοράς, ἐνυβρίζων αὐταῖς ἀναιδέστατα, καὶ οὐσιῶν ἀφαιρέσεις ἀδίκους τοῖς εὐποροῦσιν ἐπῆγε, καὶ καιναῖς εἰσπράξεσι καὶ βαρείαις ἐπίεζε τὸ ὑπήκοον.

Οὗτος ἐν Ῥώμῃ εὐγενεστάτης τινὸς γυναικός, ἀλλὰ μέντοι καὶ σώφρονος ἀνδρὶ συζώσης τῶν ἐν Ῥώμῃ ἐπιφανῶν ἐρασθεὶς ἀκόλαστον ἔρωτα, ἔστειλε τοὺς τὰ τοιαῦτα διακόνου μένους αὐτῷ τὸ γύναιον ἄξοντας. ὡς δ’ ἐκεῖνο ἐπιστάντας τῶ οἴκω τοὺς προαγωγοὺς καὶ τὴν αἰτίαν τῆς αὐτῶν ἐπιδημίας ἐμεμαθήκει, καὶ ἀπαραίτητον τὴν πρὸς τὸν τύραννον ἀπέλευσιν ᾔσθετο, ὁ γὰρ ἀνὴρ αὐτῆς φόβῳ τοῦ θανεῖν ὑποπτήσσων λαβεῖν τὴν γυναῖκα καὶ ἄγειν ἐπέτρεπεν, ἑτέρωθεν δ’ οὐκ ἦν αὐτῇ ἐπικούρημα, ὥραν αὐτῇ βραχεῖαν ἐνδοῦναι ᾐτήσατο, ἵν ἐπικοσμηθείη καὶ οὕτω σὺν αὐτοῖς ἀπελεύσοιτο. ἦν δὲ καὶ τὸν Χριστὸν ἡ γυνὴ σεβομένη καὶ τὸ θεῖον μεμυημένη μυστήριον εἰσῆλθεν οὖν εἰς τὸν ἑαυτῆς κοιτωνί- [*](Cap. 33. Fortasse Dio continuatus. Eusebii Historiae ecclesiasticae l. 8.)

166
σκον, καὶ μονωθεῖσα διεχειρίσατο ἑαυτήν, ἔν’ ἀνύβριστος μείνῃ καὶ τὴν σωφροσύνην μὴ πρόοιτο, ἑλομένη τὸν ἑκούσιον θάνατον, καὶ τὸ σῶμα νεκρὸν τοῖς προαγωγοῖς καὶ τῷ ἐναγεῖ ἐραστῇ καταλείψασα.

Οἱ μὲν οὖν οὕτως ἦρχον, Διοκλητιανὸς δὲ καὶ Μαξιμιανὸς ἰδιωτεύοντες ἔθανον. περὶ δὲ τῆς σφῶν τελευτῆς διαφωνοῦσιν οἶ συγγραφεῖς. ὁ μὲν γὰρ [*](B) Εὐσέβιος ἐν τῷ ὀγδόῳ λόγῳ τῆς ἐκκλησιαστικῆς ἱστορίας ἔκστασιν τὸν Διοκλητιανὸν ὑποστῆναι λέγει φρενῶν καὶ νόσῳ χρονίᾳ τὸ σῶμα κατασκελετευθέντα βιαίως τὴν ἀθλίαν αὐτοῦ ψυχὴν ἀπερεύξασθαι, τὸν δέ γε ΜαξιμιανὸντὸνἙρκούλιον ἀγχόνῃ ἑαυτὸν τῆς ζωῆς ὑπεξαγαγεῖν· ἕτεροι δ’ οὐχ οὕτως ἱστοροῦσι τούτους θανεῖν, ἀλλὰ μεταμεληθέντας καὶ τῆς ἀρχῆς αὖθις ἐπιλαβέσθαι βουλευομένους φωραθῆναι καὶ δόγματι τῆς συγκλήτου ἀναιρεθῆναι.

Εἰσὶ δὲ καὶ οἳ τὸν Ἑρκούλιον λέγουσι τῆς βασιλείας αὐθις ἐφιέμενον τῷ Διοκλητιανῷ κοινώσασθαι τὸ αὖθις πειραθῆναι τὴν βασιλείαν ἀναλαβεῖν· τὸν δὲ παραιτήσασθαι. ἐκεῖνον δὲ πρὸς τὸ τῶν Ῥωμαί- [*](C) ὢν παρελθόντα συνέδριον φάναι μὴ ἀρκεῖν τὸν υἱὸν αὐτοῦ εἰς τὴν τῶν κοινῶν πραγμάτων διοίκησιν. κινηθέντων δὲ τῶν στρατιωτῶν πρὸς θυμὸν ἐπὶ τῷ λόγῳ αὐτοῦ ὡς σφετεριζομένου τὴν ἀρχήν, τὸν Ἑρκούλιον τὸν κίνδυνον δείσαντα μὴ οὕτω γνώμης ἔχειν εἰπεῖν, ἀλλὰ διάπειραν τῶν στρατευομένων ποιούμενον, ὅπως ἔχουσι πρὸς τὸν υἱὸν αὐτοῦ διαθέσεως, ταῦτα εἰπεῖν· καὶ οὕτω καταστεῖλαι τὸν θόρυβον τῶν στρατιωτῶν. εἶτα εἰς Γαλλίας ἐλθεῖν πρὸς τὸν μέγαν Κωνσταντῖνον, κηδεστὴν αὐτοῦ καὶ [*](8 ὀγδόῳ λόγῳ] c. 13.)

167
αὐτὸν ὄντα ἐπὶ Φαύστᾳ τῇ αὐτοῦ θυγατρί, κἀκείνῳ ἐπιβουλεύοντα καὶ πειρώμενον τὴν ἐκείνου βασιλείαν λαβεῖν· γνωσθῆναι δὲ κἀκεῖσε καὶ ἀποκρουσθῆναι τοὐ ἐγχειρήματος, καὶ οὕτως ἀπάγξασθαι.

Ἀλλ’ οὗτοι μὲν ἑνί γέ τῳ τρόπῳ τῶν εἰρημένων [*](D) τὴν ζωὴν ἐξεμέτρησαν, Κώνστας δὲ ἑνδέκατον ἠνυκὼς ἐνιαυτὸν παρὰ τῇ ἀρχῇ ἐξ ὅτου Καῖσαρ ἀνηγορεύθη, καὶ ἠπίως ἄρξας καὶ προσηνῶς, ἐν Βρεττανίαις διάγων κατέλυσε τὴν ζωήν, πένθος ἑαυτοῦ τοῖς ὑπ’ αὐτὸν καταλελοιπὼς διὰ τὴν χρηστότητα, πρότερον τὸν πρεσβύτερον τῶν οἰκείων υἱῶν τῆς ἀρχῆς καταστήσας διάδοχον, τὸν μέγαν δηλαδὴ Κωνσταντῖνον, ὃν ἐκ τῆς προτέρας αὐτοῦ ἐγείνατο γαμετῆς. εἶχε δὲ κἀκ τῆς δευτέρας τῆς τοῦ Ἑρκουλίου θυγατρὸς Θεοδώρας ἑτέρους υἱούς, Κωνσταντῖνον, Ἀναβαλλιανὸν καὶ Κωνστάντιον. προτετίμητο δὲ τούτων ὁ μέγας Κωνσταντῖνος, ὅτι ἐκεῖνοι τῷ πατρὶ ἀνεπιτήδειοι πρὸς τὴν βασιλείαν ἐκρίθησαν. τὸ δ’ ὅλον ἦν ἐκ θεοῦ οἰκονομηθὲν ὑπὲρ τοῦ θείου ὢ κηρύγματος, ἢ μᾶλλον καὶ ὑπὲρ πάντων τῶν τῇ Ρωμαίων ὑποκειμένων ἀρχῇ, ἵνα δι’ αὐτοῦ καταλυθεῖεν αἱ τυραννίδες. λέγεται γὰρ ὅτι νοσοῦντι τῷ Εώνσταντι καὶ ἀθυμοῦντι διὰ τὴν ἐπὶ τοῖς ἄλλοις παισὶν ἀποτυχίαν ἄγγελος ἐπέστη, τῷ Κωνσταντίνῳ κελεύων τὴν ἐξουσίαν καταλιπεῖν.

Τοῦτον δὴ τὸν Κωνσταντῖνον ὁ πατὴρ μειράκιον ὄντα τῷ Γαλερίῳ εἰς ὁμηρείαν παρέσχετο, ἵν ὁμηρεύων ἄμα καὶ πρὸς ἄσκησιν γυμνάζοιτο τῆς τέχνης τῆς στρατιώτιδος. ὁ δὲ περιδέξιον τοῦτον ὁρῶν καὶ [*](15 Κωνσταντῖνον] Κώνσταντα A: conf. Ducangii Famil. Byzant. p. 44 e t Τillemοnti annot. 2 ad Constantinum M. 16 Ἀναβαλλιανὸν] Hanniballianum.)

168
[*](B) φθονῶν αὐτῷ ἐπεβούλευε. καὶ πρῶτον μὲν τοῖς Σαρμάταις μαχόμενος τῷ ἐκείνων ἀρχηγῷ ἐκ τῆς πανοπλίας ἐπισήμῳ τυγχάνοντι προσέταξεν ἐπελθεῖν. ὁ δὲ καὶ ἐπῆλθε καὶ ἁρπάσας αὐτὸν ζῶντα τῷ Γαλερίῳ ἐκόμισεν. εἶτα λέοντα φρικτόν τινα θῆρα καὶ παλαμναῖον ἐκέλευσε δέξασθαι. ὁ δὲ καὶ τοῦτον τὸν ἄεθλον ἤνυσεν ἐπικινδύνως μέν, τῆς θείας δέ γε χάριτος συντηρούσης αὐτόν. γνοὺς δ’ ἐντεῦθεν φθονούμενος παρὰ τοῦ Γαλερίου καὶ ἐπιβουλευόμενος, νυκτὸς μετά τινων οἷς ἐθάρρει ἀπέδρα καὶ πρὸς τὸν πατέρα ἐπανελήλυθε.

Καὶ ὁ μὲν οὕτως τόν τε κίνδυνον διαπέφευγε καὶ τῆς πατρῴας βασιλείας ἠξίωτο. Μαξιμῖνος δὲ [*](C) κοινωνὸν τῆς ἀρχῆς τὸν Λικίνιον προσειλήφει, ἐκ Δακῶν ἕλκοντα τὴν τοῦ γένους σειρὰν καὶ γαμβρὸν ὄντα ἐπ’ ἀδελφῇ τοῦ μεγάλου Κωνσταντίνου. κοινωνὸν δὲ τῆς βασιλείας αὐτὸν ποιησάμενος τὸν μὲν ἐν τῷ Ἰλλυρικῷ καταλέλοιπεν, ἔν’ ἀμύνῃ τοῖς Θρᾳξὶν ὑπὸ βαρβάρων ληιζομένοις, ἐκεῖνος δ’ εἰς Ῥώμην ἀφίκετο μαχόμενος πρὸς Μαξέντιον. εἶτα τοὺς οἰκείους ὑπόπτους σχὼν στρατιώτας, καὶ φοβηθεὶς μὴ πρόσθοιντο τῷ ἐχθρῷ, ἀπέστη τῆς μάχης καὶ ἀνεχώρησε. μεταμεληθεὶς δ’ ἐπὶ τῇ προσλήψει τοῦ [*](D) Λικινίου, πρότερον μὲν λαθραίως αὐτῷ ἐπεβούλευεν, εἶτα καὶ μάχην κατ’ αὐτοῦ εἰς τοὐμφανὲς συνεστήσατο. καὶ συμβαλὼν αὐτῷ τρέπεται, καὶ ἡττώμενος ἔφυγε, καὶ ἐν τῇ φυγῇ ἑαυτὸν διεχρήσατο.

Οἱ μὲν οὖν τοιούτῳ τέλει καταλῦσαι τὴν ζωὴν [*](Cap. 34. Fontes incerti, ut reliquis in libris, ubi non indicantur.) [*](13 Μαξιμῖνος etc.] Haec apud Eusebium, Zosimum, alios, partim ad Galerium Maximianum, partim ad Maximinum referuntur.)

169
τὸν Μαξιμῖνον ἱστόρησαν, οἱ δὲ κατὰ χριστιανῶν ἐκμανέντα μετελθεῖν αὐτὸν τὴν θείαν παραδεδώκασι δίκην. ἕλκος γὰρ ἐνσκῆψαν αὐτοῦ περὶ τὸν βουβῶνα καὶ τὴν αἰδῶ χαλεπώτατον τὰ τῆς ἀκολασίας αὐτοῦ ἐπιβόσκεσθαι ὄργανα. ἐκ δέ γε τῆς σήψεως τούτων καὶ σκώληκας ἀναβράσσεσθαι, καὶ εἶναι τὸ πάθος ἀνίατον. ἰατρῶν δὲ τοὺς μὲν αὐτόθεν ἀπαγορεύοντας τὴν ἐγχείρησιν ὠμῶς ἀποσφάττεσθαι, τοὺς δ’ ἐπιχειροῦντας μέν, μὴ δυναμένους δ’ ἀκέσασθαι, κτείνεσθαι ἀπηνέστατα, ὅτι μὴ ἀδύνατα. ὀψὲ δ’ οὑν ὑποτοπῆσαι τὸν τύραννον διὰ τοὺς ἀδίκους φόνους τῶν τὸν Χριστὸν σεβομένων τιννύναι δίκην, καὶ ἐκθέσθαι θεσπίσματα πανταχοῦ κελεύοντα παυθῆναι τὸν κατὰ χριστιανῶν διωγμόν, καὶ ζῆν ἐκείνους καὶ θρησκεύειν ὡς βούλοιντο, εὔχεσθαί τε ὑπὲρ αὐτοῦ. κἀνταῦθα δὲ διττοὶ λέγονται λόγοι. ὁ μὲν γὰρ ἀπαλλαγῆναι τοῦ πάθους αὐτὸν παρὰ πᾶσαν ἐλπίδα φησίν, εἶτ’ αὖθις ἐπεγεῖραι τὸν διωγμόν, καὶ ἀδιόρθωτον μεῖναι, ἕως οὗ τοὐ ἐν χειρὶ κυρίου ποτηρίου τὸν τρυγίαν ἐξέπιεν· ὁ δ’ ἕτερος ἀρνεῖται τῷ ἀσεβεῖ τὴν ἀνάρρωσιν, ὡς ἐκ τῆς εἰρημένης Β τελευτήσαντι νόσου καὶ ἀνενεγκόντι διὰ στόματος σκώληκας.

Ὁ μὲν οὖν καθ’ ἴνα τρόπον τῶν ἱστορηθέντων βιαίως ἀπέρρηξε τὴν ζωήν.

[*](1 οἱ δὲ — 16 ὑπὲρ αὐτοῦ] Eadem fere habet Eusebius Hist. eccles. 1. 8, c. 16. 17. 2.5 ἐν δὲ τῇ Ῥώμῃ — p. 17l, 28, λειτουργήματι] De his Ducangius: „Quae deinceps adduntur, absunt ab uno e codicibus regiis et Colberteo, describuntur vero in tribus aliis regiis [et A]: atque haec quidem supposititia nec Ζοnarae esse “: ἐν δὲ τῇ Ῥώμῃ τῆς τῶν πιστῶν ἐκκλησίας προέστη μετὰ Μαρκελλῖνον ἐν ἔτεσι δυσὶ τὴν λειτουργίαν ἐκπλήσαντα Εὐσέβιος, ὃν μετὰ ἐνιαυτὸν θανόντα διεδέξατο Μιλτιάδης. καὶ ἐπὶ τέσσαρσι προστάντος ἐνιαυτοῖς)
170
[*](τῶν ἐν Ῥώμῃ πιστῶν τοῦ Μιλτιάδου Σίλβεστρος διάδοχος γέγονεν. ἐν Ἀντιοχείᾳ δὲ μετὰ Τύραννον ἔτος ἐπισκοπήσαντα τρισκαιδέκατον προεχειρίσθη Βιτάλιος, καὶ τοῦτον ἕκτον ἔτος ἀνύσαντα διεδέξατο Φιλογένης, κἀκείνω πέντε ἀνυσθέντων C ἐνιαυτῶν γέγονε Παυλῖνος διάδοχος. τῶν δ’ Ἱεροσολύμων μετὰ Ζάβδαν ἐπὶ δέκατον λελειτουργηκότα ἐνιαυτὸν Ἑρμῶν ἐκληρώσατό τὸν θρόνον τὸν ἀρχιερατικόν. τῆς δ’ Ἀλεξανδρείας μετὰ τὸν ἱερομάρτυρα Πέτρον δέκα ἔτεσιν ἐφ’ ἑνὶ τὸν τῆς ἀρχιερωσύνης θρόνον κοσμήσαντα Ἀλέξανδρος τὴν ἀρχιερωσύνην ἔσχηκεν. ἐν δὲ Ῥώμῃ μετὰ Ἀλέξανδρος ἐπ’ ἔτεσι λελειτουργηκότα εἴκοσι καὶ ὀκτώ Ἰούλιος προέστη τῆς ἐκκλησίας ἔτη πεντεκαίδεκα. μεθ’ ὃν Λιβέριος ἕκτον ἤνυσεν ἐνιαυτόν, κἀκεῖνον διεδέξατο Δάμασος, ὀκτὼ καὶ εἴκοσιν ἐνιαυτοὺς B ποιμάνας τοὺς πιστούς, καὶ τοῦτον Σιρίκιος, ἔτη λειτουργήσας ἑξκαίδεκα. εἶτα προκεχείριστο’Iννοκέντιος, ἐν πεντεκαίδεκα ἐνιαυτοῖς διδάξας τὸν τοῦ γυρίου λαόν. καὶ Ζώσιμος τῷ θρόνῳ τῆς Ῥωμαίων ἐκκλησίας ἐνίδρυτο. θανόντος Ἰννοκεντίου. ὃν δωδέκατον ἠνυκότα ἐνιαυτὸν Κελεστῖνος διεδέξατο, ἐπ’ ἔτη τῇ ἀρχιερωσύνη δέκα ἐνδιαπρέψας. τούτου Ξυστὸς διάδοχος γέγονεν, ὄγδοον διαρκέσας ἐνιαυτόν. εἶτα Λέων ἀντεισήχθη, τῶν ὀρθῶν δογμάτων ἀντιποιησάμενος ἐπ’ ἔτεσιν εἴκοσι πρὸς τοῖς τέσσαρσι. καὶ ἐκλιπόντος τοῦ Λέοντος Ἱλαρίων εἰς τὸν θρόνον ἀνθίδρυτο, ἕκτον ἐκπλήσας ἐνιαυτόν. ἀνθ’ οὑπερ Σιμπλίκιος κεχειροτόνητο, καὶ ἐπὶ ἐννεακαιδέκατον ἔτος τὸ τῆς ποιμαντικῆς καὶ οὗτος διανύσας λειτούργημα ἐξέλιπε, καὶ ἀντεισῆκτο Φῆλιξ. ἐνάτῳ δ’ ἐνιαυτῷ καὶ οὕτος ἐκλελοιπὼς Γελασίῳ τὴν τιμὴν καταλέλοιπε, πέντε ταύτης ἀπολαύσαντι ἔτη. μεθ’ ὃν Ἀναστάσιος ἐπελέγη. μετὰ τέταρτον δὲ καὶ οὗτος ἐνιαυτὸν ὑπὸ Συμμάχου διεδέχθη. οὖ δυοκαίδεκα ἐπὶ τῇ ἀρχιερωσύνῃ διαγαγόντος ἐνιαυτοὺς Ὁρμίσδας ἐξείλεκτο. δεκάπῳ καὶ οὕτος ἐνιαυτῷ τὸ λειτούργημα διανύσας κατέλυσε τὴν ζωήν, καὶ Ἰωάννην ὁ θρόνος τῆς Ῥωμαίων ἐκκλησίας ἐδέξατο ἐπὶ τριετίαν. μεθ’ ὃν Φῆλιξ τῶν ἐν Ῥώμῃ πιστῶν προέστη τετραετίαν τῆς τιμῆς ἀπολαύσας. εἶτα Βονιφάτιος ἐπὶ διετίαν τῆς προστασίας ἠξίωτο, καὶ ἐπὶ τούτω B Ἀγαπητὸς προκεχείριστο. δύο δὲ καὶ οὗτος ἐνιαυτοῖς ποιμάνας τὸ ἐν‘ Ῥώμῃ τοῦ ἀρχιποίμενος Χριστοῦ ποίμνιον, ἀπέτισε τὸ χρεών, καὶ ἐχειροτονήθη Ῥώμης ἀρχιερεὺς Σιλβήριος. ἕνα δὲ καὶ οὗτος ἀρχιερατεύσας ἐνιαυτὸν τὴν ζωὴν ἐξεμέτρησε. καὶ τούτῳ διάδοχος Βιγίλιος, γέγονεν. ὀκτωκαιδέκατον δὲ τούτου ἔτος διηνυκότος ἐν τῇ ἀρχῇ, ἀνθῃρέθη Πελάγιος. ὃς πέμπτον ἐνιαυτὸν τῇ λειτουργίᾳ ἐσχολακὼς ἀπῆλθε, καὶ Ἰωάννην ἡ ἀρχιερατικὴ καθέδρα τῶν Ῥωμαίων ἐδέξατο ἐπὶ χρόνους ὀκτώ, καὶ μετὰ τοῦτον Γρηγόριον ἐπὶ πεντεκαίδεκα. μεθ’ ὃν οὐκέτι κατὰ συνέχειαν οἱ τῆς Ῥωμαίων ἐκκλησίας C προστάντες εὕρηνται. ἐν Ἀντιοχείᾳ δὲ τῆ κατὰ Κοίλην Συρίαν τὸν Παυλῖνον ἔτη πέντε τῇ λειτουργίᾳ σχολάσαντα Εὐστάθιος διεδέξατο, καὶ τοῦ Εὐσταθίου ἐπ’ ἔτη ποιμάναντος)
171
[*](τοὺς πιστοὺς ὀκτωκαίδεκα, Εὐφρόνιος ἐλειτούργησεν ἔτος ὄγδοον. μεθ’ ὃν Φλάκιτος δωδέκατον ἤνυσεν ἔτος· εἶτα Στέφανος αἱρεσιώτης Ἀρείου παρεισεφθάρη τῆ ἐκκλησίᾳ ἐπὶ τρίτον ἐνιαυτόν, καὶ μετὰ τοῦτον εἰσῆκτο Λεόντιος. ὄγδοον δὲ καὶ οὗτος ἔτος ἐπισκοπήσας κατέλυσε τὴ,ν ζωήν, καὶ ἐπὶ τούτῳ προέστη τῆς Ἀντιοχέων ἐκκλησίας Εὐδόξιος ἔτος δεύτερον, καὶ ἐπὶ τῷ Εὐδοξίῳ Ἀρριανὸς ἐπεσκόπησεν ἔτος τέταρτον, καὶ μετὰ τοῦτον Μελέτιος ἐνιαυτοὺς εἴκοσιν ἐπὶ πέντε. D μεθ’ ὃν Φλαβιανὸς προέστη τῶν χριστωνύμων ἐπ’ ἔτεσιν εἴκοσι πρὸς τοῖς ἕξ. εἶτα τὴν λειτουργίαν Θεόδοτος διεδέξατο, καὶ τετραετίαν ἤνυσεν ἐπ’ αὐτῇ. καὶ ἀντὶ τούτου Ἰωάννης εἰσήχθη, καὶ διήρκεσεν ἐπ’ ἔτος ὀκτωκαιδέκατον. ἀντὶ δὲ Ἰωάννου Δόμνος κεχειροτόνητο, ἐπιζήσας τῇ χειροτονίᾳ ὄγδοον ἔτος· καὶ ἀνθιδρύθη τῷ θρόνῳ τῆς Ἀντιοχέων ἐκκλησίας Μάξιμος, ἐπ’ ἐνιαυτοὺς ἐπιμείνας τῇ προστασίᾳ τέσσαρας. ὅς ὑπὸ Μαρτυρίου διεδέχθη, ἔνατον καὶ τούτου τῆ ἀρχῇ διανύσαντος ἔτος. Ἰουλιανὸς δ’ ἔπειτα εἰς τὴν ἀρχιερατικὴν ταύτην καθέδραν ἐκάθισεν ἐπὶ ἕκτον ἐνιαυτόν, καὶ οὕτος ἔσχε Πέτρον διάδοχον. ὃν μετὰ τριετῆ χρόνον Στέραφνος διεδέξατο, ἰσαρίθμους ἀρχιερατεύσας ἐνιαυτούς. τῷ δὲ Στεφάνῳ Καλανδίων ἐγένετο ἔφεδρος. καὶ τούτῳ μετὰ τετραετίαν Πέτρος ἄλλος ἐφήδρευσε. τριετῆ χρόνον τὴν ἐκκλησίαν κατεσχηκώς. οὗ διάδοχος Παλλάδιος γέγονε, δεκαετίαν ἀνσας ἐν τῇ ἀρχῇ. εἶτα Φλαβιανὸς ᾑρέθη, ἐπὶ δέκα καὶ τρεῖς ἀρχιερατεύσας ἐνιαυτούς. μεθ’ ὃν Σευῆρος ἕβδομον λειτουργήσας ἐνιαυτὸν ἀφῆκεν Εὐφρασίῳ τὴν καθέδραν τὴν ἱεράν. ὃν μετὰ πέμπτον ἔτος Ἐφραΐμιος διεδέξατο· ὀκτὼ δ’ ἐπὶ δέκα οὕτος ἐπεβίω χρόνους τῷ λειτουργήματι.)
172
[*](W III 3 P II 1)[*](A)

Οὕτω μὲν οὖν, ὡς εἴρηται, τῆς τοῦ πατρὸς βασιλείας ὁ μέγας Κωνσταντῖνος διάδοχος γέγονεν, ὁ ἐν βασιλεῦσιν ἀοίδιμος καὶ ἐν ὀρθοδόξοις ἐπισημότατος. ὃς ἐκ τῆς μακαρίας Ἑλένης γεγένητο τῷ πατρί, περὶ ἧς διαφωνοῦσιν οἱ συγγραφεῖς καὶ παρ’ αὐτοῖς τὰ περὶ ταύτης οὐχ ὡμολόγηται. οἱ μὲν γὰρ τῷ Κώνσταντι νόμῳ γάμου φασὶν αὐτὴν συνοικεῖν, ἀποπεμφθῆναι δέ, τοῦ Μαξιμιανοῦ Ἑρκουλίου, ὡς ἔμπροσθεν εἴρηται, τὴν οἰκείαν παῖδα τὴν Θεοδώραν τούτῳ κατεγγυήσαντος καὶ ἀναδείξαντος Καίσαρα· οἶ δὲ οὐ γαμετὴν αὐτὴν γενέσθαι νόμιμον τοῦ Κώνσταντος ἱστόρησαν, ἀλλὰ πάρεργον [*](B) ἐρωτικῶν ἐπιθυμιῶν, καὶ ἐξ ἐκείνου τοῦτον δὴ συλλαβέσθαι τὸν μέγαν Κωνσταντῖνον. διαδεξάμενος δὲ τὴν βασιλείαν τὴν πατρικὴν ἦρχε τῆς Βρετανίας τε καὶ τῶν Ἄλπεων καὶ ἐπὶ ταύταις τῶν Γαλλιῶν, ἔτι τῇ τῶν Ἑλλήνων θρησκείᾳ προσκείμενος καὶ τοῖς χριστιανοῖς ἀντικείμενος, παρὰ Φαύστας τῆς γαμετῆς εἰς ζῆλον τῆς τῶν εἰδώλων τιμῆς ἐκκαλοῦ μένος. θυγάτηρ δ’ ἦν ἡ Φαύστα τοῦ Μαξιμιανοῦ· αὐτὸς γὰρ καὶ ὁ πατὴρ ἀδελφαῖς συνῴκουν δυσί. τριῶν δ’ ὄντων τῶν βασιλέων, αὐτοῦ Κωνσταντίνου καὶ Λικινίου καὶ Μαξεντίου, ὃς ἐν τῇ Ῥώμῃ καὶ ἐν τῇ Ἰταλίᾳ ἐκράτει, ὁ Μαξέντιος οὗτος, οὐχ ὡς βασιλεύς, [*](A) ἀλλ’ ὡς τύραννος ἄντικρυς διῆγε, πλεῖστα δεινὰ καὶ ἄτοπα τοῖς ὑπ’ αὐτοῦ τυραννουμένοις ἐπάγων, ὡς ἤδη μοι ἀναγέγραπται. ἃ μὴ φέροντες οἶ ἐν τῇ Ῥώμῃ διαπέμπονται πρὸς τὸν Κωνσταντῖνον, ἀπαλλάξαι σφᾶς τῆς τυραννίδος τοῦ Μαξεντίου δεόμενοι. ἐντεῦθεν ἐντεῦθεν πρὸς καθαίρεσιν αὐτοῦ διανίσταται καὶ στρατεύει καὶ πρὸς τὴν Ῥώμην χωρεῖ. ὁ δέ γε Μαξέντιος ἐπὶ πολὺ μὲν ἐντὸς καθῆστο τειχῶν, μὴ

173
ἀντεπεξιὼν τοῖς πολιορκοῦσιν αὐτόν, ὥστε καὶ σκώμματα κατ’ αὐτοῦ πεποιῆσθαι ὑπό τινων. ὀψὲ δέ ποτε ἀντιπαρετάξατο, γοητείαις κεχρημένος καὶ δι’ ἀνατομῆς βρεφῶν μαντευόμενος καὶ ἄλλα πράττων ἀθέμιτα, ἃ δέος ἐνεποίει τῷ Κωνσταντίνῳ. ἀγωνιῶντι γοῦν διὰ ταῦτα τύπος αὐτῷ σταυρικὸς μεσούσης ἡμέρας δι’ ἀστέρων ἐφάνη κατ’ οὐρανὸν καὶ γραφὴ [*](B) περὶ τὸν σταυρὸν Ῥωμαϊκοῖς στοιχείοις, δι’ καὶ αὐτοῖς τυπουμένοις καὶ φράζουσιν, ἐν τούτῳ νίκα. ἐκ χρυσοῦ τοίνυν αὐτίκα σχεδιάσας σταυρὸν κατὰ τὸν φανέντα τύπον αὐτῷ, καὶ τοῦτον κελεύσας τῆς στρατιᾶς αὐτοῦ προπορεύεσθαι, τοῖς τοῦ Μαξεντίου συρρήγνυται καὶ ὑπερτερεῖ, ὡς τοὺς πλείους τῶν ὑπ’ ἐκείνῳ στρατευομένων ἀναιρεθῆναι, τοὺς δὲ λοιποὺς εἰς φυγὴν ἀπιδεῖν. οἶς καὶ αὐτὸς ὁ Μαξέντιος συναποδιδράσκων, καὶ ἐν τῇ γεφύρᾳ γενόμενος τοῦ Τιβέριδος τῇ καλουμένῃ Βουλβίᾳ, σὺν τῷ ἵππῳ κατὰ τοῦ ποταμοῦ ἐξωλίσθησε καὶ ἀπώλετο. καὶ ὁ μὲν οὕτω διέφθαρτο. οἶ δέ γε Ῥωμαῖοι τῆς ἐκείνου τυραννίδος ἀπαλλαγέντες τὰς πύλας τῆς Ῥώμης ἀναπετάσαντες εἰσεδέξαντο τὸν Κωνσταντῖνον λαμπρῶς, [*](C) πρῶς, καὶ ὡς ἐλευθερωτὴν αὐτὸν τῆς πόλεως εὐφήμουν καὶ ἀπεσέμνυνον, καὶ στήλην αὐτῷ ἐν τῇ τῆς Ῥώμης ἀγορᾷ στῆσαι κοινῶς ἐψηφίσαντο. ὁ δὲ τὸ τοῦ σταυροῦ σημεῖον ἐγκεχαραγμένην τὴν στήλην αὐτοῦ πλασθήσεσθαι διετάξατο· καὶ δόγματα δὲ μὴ κολάζεσθαι διό τὴν θρησκείαν τοὺς τὸν Χριστὸν σεβομένους ὡς θεὰν ἐκπεφώνηκεν. οὕτω δὲ καὶ τῆς τί καὶ τῆς Ῥώμης αὐτῆς προστεθείσης τῇ βασιλείᾳ αὐτοῦ, αὐτός τε καὶ Λικίνιος ὁ ἐπ’ ἀδελφῇ γαμβρὸς αὐτοῦ κατελείφθησαν βασιλεῖς. ὁ γὰρ Λικίνιος τόν τε τοῦ Μαξιμίνου υἱὸν καὶ τὴν θυγατέρα
174
ἀπέκτεινε καὶ λοιπὸν ἑκάτερος τούτων τὸν ἕτερον [*](D) ὑπεβλέπετο· ᾤετο γὰρ ἕκαστος τοῦ ἑνὸς ἐπιλείποντος αὐτὸς μόνος ἔσεσθαι μόναρχος, μὴ ὄντος τοῦ ἀμφισβητήσοντος περὶ τῆς ἀρχῆς. οἶ μὲν οὖ ’ν οὕτω τὸν Λικίνιόν φασιν ἐγκρατῆ γενέσθαι τῆς Ιαλερίου μερίδος, κοινωνὸν παρ’ ἐκείνου προσληφθέντα. ὡς εἴρηται· οἶ δὲ τῆς τοῦ Κωνσταντίνου ἀδελφῆς παρ’ αὐτοῦ συζυγείσης αὐτῷ, λέγουσι τοὺς στρατιώτας τῷ Κωνσταντίνῳ χαριζομένους Καίσαρα αὐτὸν ἀνειπεῖν, καὶ παρ’ ἐκείνου σταλῆναι αὐτὸν τῷ Μαξιμίνῳ ἀντιπαραταξόμενον, νενικηκότι δ’ ἐκεῖνον καὶ κατατροπωσαμένῳ ἐκχωρῆσαι τῆς βασιλείας ἐκείνῳ, μὴ ἐνοχλεῖν χριστιανοῖς ἐπισκήψαντα, μὴ μέντοι τὰς ἐντολὰς τηρῆσαι αὐτόν, ἀλλὰ λυττῆσαι κατὰ χριστιανῶν, οὐδὲν ἧττον τῶν πρὸ αὐτοῦ, εἰ μὴ καὶ μᾶλλον. πᾶσαν γὰρ ὑπερβολὴν ὑπερελάσαι [*](A) ὠμότητος· πρὸς ἄλλαις δ’ αἰτίαις τῶν πρὸς ἀλλήλους διαφορῶν καὶ ταύτην γενέσθαι. κινήσας οὖν κατὰ Λικινίου τὴν στρατιὰν ὁ Κωνσταντῖνος, καὶ πολλάκις αὐτῷ συμβαλών, τέλος νικᾷ. εἶτα σπένδεται τούτῳ διὰ τὴν ἀδελφήν, καὶ τὴν ἀρχὴν αὐτὸν οὐκ ἀφείλετο, ἀλλ’ ἐπὶ συνθήκαις αὖθις αὐτῆς αὐτῷ παρεχώρησεν· ὁ δὲ ἄπιστος ὢν οὐκ ἐτήρησε τὰς συμβάσεις. ὅθεν καὶ πάλιν αὐτῷ ὁ Κωνσταντῖνος ἐπολέμησε· καὶ νικήσας εἶλε τότε τὸ Βυζάντιον καὶ τὴν Χρυσόπολιν. ὁ δέ γε Λικίνιος εἰς Νικομήδειαν ἔφυγε, καὶ ἡ ἀδελφὴ τοῦ Κωνσταντίνου προσελθοῦσα αὐτῷ ἐδέετο ὑπὲρ τοῦ ἀνδρὸς τηρηθῆναι αὐτῷ τὴν ἀρχήν. ὡς δὲ πρὸς τοῦτο οὐκ ἔσχηκε τὸν ἀδελφὸν κατανεύοντα, περὶ τῆς ἐκείνου σωτηρίας [*](B) προσῆγε τὴν δέησιν· καὶ ἔπεισε τὸν ὁμαίμονα. πρόσεισιν αὐτῷ ὁ Λικίνιος ἐν σχήματι ἰδιωτικῷ, καὶ εἰς
175
Θεσσαλονίκην ἐνδιατρίβειν ἰδιωτεύων κελεύεται. καὶ ὁ μὲν ἐκεῖσε διῆγεν· οἱ δέ γε στρατιῶται ᾐτιῶντο τὸ σώζεσθαι τὸν Λικίνιον, ἄπιστον φανέντα πολλάκις καὶ παραβάτην τῶν συνθηκῶν· διὸ καὶ τῇ συγκλήτῳ κλητῷ διὰ γραμμάτων τοῦ βασιλέως ἡ περὶ τούτου ἀνετέθη βουλή. τινὲς μὲν οὖν τοῖς στρατιώταις ἐνδοθῆναι παρὰ τῆς γερουσίας ἱστόρησαν ὃ σφίσι δοκεῖ ἐπὶ τῷ Λικινίῳ διαπράξασθαι, κἀκείνους ἐν Θεσσαλονίκῃ αὐτὸν ἀναιρῆσαι ἢ πλησίον Σερρῶν ἀπιόντα ποι. ἄλλοι δὲ οὐδὲ ἐν Θεσσαλονίκῃ αὐτόν φασι διατρίβοντα ἠρεμῆσαι, τυραννίδα δὲ μελετᾶν· καὶ τοῦτο γνόντα τὸν βασιλέα Κωνσταντῖνον στεῖλαι τοὺς αὐτὸν ἀναιρήσοντας. λέγεται δὲ ἐν ταῖς πρὸς C αὐτὸν μάχαις ἢ ταῖς πρὸς Μαξέντιον θεάσασθαί τινα τὸν Κωνσταντῖνον ἱππότην καὶ ὡπλισμένον τὸν τοῦ σταυροῦ τύπον ἀντὶ σημαίας ἐπιφερόμενον καὶ τῆς αὐτοῦ προπορευόμενον παρατάξεως. καὶ αὖθις ἐν Ἀδριανουπόλει δύο ὤφθησαν αὐτῷ νεανίαι τὰς τῶν ἐναντίων συγκόπτοντες φάλαγγας. καὶ περὶ τὸ Βυζάντιον δὲ νυκτὸς καθευδόντων ἁπάντων φῶς ὤφθη αὐτῷ περιαστράψαν τὸν τοῦ οἰκείου στρατεύματος χάρακα. ἐκ τούτων οὖν εἰς ἔννοιαν ἐνήγετο τοῦ θεόθεν αὐτῷ τὰς εὐτυχίας καὶ τὰς νίκας προσγίνεσθαι.

Οὕτω δὲ μοναρχήσας ὁ Κωνσταντῖνος καὶ Φλάβιος ὠνομάσθη καὶ οὕτω πως ἐχρημάτιζε Φλάβιος Κωνσταντῖνος, καὶ ἐν Ῥώμῃ διῆγε, τῆς μὲν τῶν εἰδώλων θρησκείας οὐκ ἀποστάς, τὰ περὶ Χριστοῦ δὲ [*](D) μυούμενος καὶ ἤδη παραδεχόμενος. σώματος δὲ νοσεροῦ καὶ πλεῖστα φύοντος ἐκ κακοχυμίας καὶ ὕλης μοχθηρᾶς ἐξανθήματα τυχόν, ὡς λώβην ταῦτα παρὰ τῶν ἰατρῶν ὀνομάζεσθαι καὶ λέπρᾳ παρεικάζεσθαι

176
καὶ τὴν τούτων θεραπείαν ἀπαγορεύεσθαι, εὗρε τοὺς ἱερεῖς τοῦ ἐν τῷ Καπιτωλίῳ Δῖός οὐκ ἄλλως λέγοντας τεύξεσθαι θεραπείας αὐτὸν εἰ μὴ ἐν παίδων νηπίων ἔτι ἀτμίζοντι λούσαιτο αἵματι. αὐτίκα τοίνυν ἐκ πάσης τῆς ὑπ’ ἐκεῖνον χώρας συνῆκτο τὰ νήπια, καὶ ἡμέρα ὥριστο τῆς τούτων σφαγῆς. καὶ ὁ βασιλεὺς ἀπῄει τότε τῷ αἵματι τῶν παίδων λουσόμενος εἰς τὸ [*](A) Καπιτώλιον. αἶ δὲ τούτων μητέρες προἰ·όντος αὐτοῦ γοερὰς ἠφίουν φωνὰς καὶ ὠλόλυζον. ὧν ἀκούσας ἐκεῖνος ἤρετο τί τοῦ θρήνου τὸ αἴτιον, καὶ μαθὼν τὰς μητέρας θρηνεῖν τῶν βρεφῶν, ὥσπερ ἐκ μέθης ἀνενεγκόν, “τὸ μὲν τῆς πράξεως” εἶπεν “ἀνόσιον πρόδηλον, ἄδηλον δέ γε τὸ ἀποτέλεσμα· εἰ δὲ καὶ τοῦτο ἦν ἀναμφίβολον, κρεῖσσον πάσχειν ἐμὲ ταῖς νόσοις ταλαιπωροῦ μένον ἢ τοσούτων βρεφῶν καταψηφιεῖσθαι ἀπώλειαν καὶ ῥομφαίᾳ λύπης τὰς τῶν μητέρων αὐτῶν διελάσαι ψυχάς.” καὶ ταῦτα εἰπὼν ἐπανῆλθεν, ἀποδοθῆναι ταῖς μητράσι προστάξας τὰ νήπια, καὶ χρήματα δὲ δοθῆναι αὐταῖς, ἔν’ ἀντίρροπον ἕξουσιν ἤ καὶ διπλασίονα τὴν χαράν, ὅτι τε ζῶντα τὰ ἔκγονα ἀπειλήφασι καὶ ὅτι ἐπὶ τούτοις καὶ [*](B) χρήματα προσειλήφασι. ταῦτα δὲ διαπραξαμένῳ νυκτὸς αὐτῷ ἐδοξάτην ἄνδρε παρεστάναι διττώ, Πέτρος εἶναι καὶ Παῦλος λέγοντες οἶ ἀπόστολοι τοῦ Χριστοῦ, καὶ “εἰ σωματικῆς” ἔλεγον “καὶ ψυχικῆς, ὑγείας βούλει τυχεῖν, τὸν ἐπίσκοπον μετακάλεσαι Σίλβεστρον, κἀκεῖνός σοι καὶ τὴν λύμην ἀκέσεται τῆς σαρκὸς καὶ ζωῆς ἀνωλέθρου καταξιώσει δε.” ἐπὶ τούτοις ὁ βασιλεὺς τοῦ ὕπνου ἀνενεγκὼν στέλλει τοὺς μεταπεμψομένους σὺν αἰδοῖ τὸν ἐπίσκοπον. καὶ παραγενομένῳ τῷ ἱερῷ Σιλβέστρῳ “εἰπέ μοι” ἔφη, “ἐπίσκοπε, θρησκεύονται παρ’ ὑμῖν θεοὶ Πέτρος
177
καὶ Παῦλος ὀνομαζόμενοι; ὁ δὲ “εἷς ἡμῖν θεὸς γινώσκεται” ἀπεκρίνατο, “Πέτρος δὲ καὶ Παῦλος θεράποντες καὶ ὑπηρέται εἰσίν.” ἑξῆς οὖν ὁ [*](C) βασιλεὺς διηγεῖται αὐτῷ τὸ ἐνύπνιον, καὶ τὸ καθ’ ἡμᾶς παρ’ αὐτοῦ μυεῖται μυστήριον καὶ βαπτίζεται. καὶ ἄνεισιν ἐκ τῆς παναγοῦς κολυμβήθρας ὑγιὴς ὅλος, καὶ αὐτίκα ἄδειάν τε κηρύττει χριστιανοῖς καὶ τοὺς ναοὺς σφίσιν ἀναπετάννυσι καὶ νέους ἐφίησιν ἀνεγείρεσθαι. κλείει δὲ τοὔμπαλιν τὰ τεμένη τῶν ψευδωνύμων θεῶν, ἀδεῶς τε θεσπίζει προσιέναι τοὺς βουλομένους τῇ πίστει τοῦ Χριστοῦ. βιάζεσθαι μὲν γὰρ οὐδένα ἔλεγε βούλεσθαι, τοὺς δ’ ἑκόντας προστιθεμένους τῷ Χριστῷ ἀποδέχεσθαι. ὁ μὲν οὖν οὕτω τῇ πίστει τοῦ Χριστοῦ προσελήλυθε· τὸ κήρυγμα δ’ ἐπλατύνετο καὶ παρρησία τοῖς χριστωνύμοις ἐδίδοτο. προσίασιν οὖν τῇ τοῦ βασιλέως μητρὶ Ἰουδαῖοι, ἠπατῆσθαι λέγοντες τὸν βασιλέα καὶ ἔργῳ [*](D) θεοφιλεῖ ἔργον ἀναμίξαι θεομισές, θεοφιλὲς μὲν τὴν τῶν εἰδώλων καθαίρεσιν ὀνομάζοντες, θεομισὲς δὲ τὴν πίστιν τὴν εἰς Χριστόν· μόνον γὰρ εἶναι θεὸν ἀληθῆ τὸν παρ’ αὐτῶν θρησκευόμενον· τὸν Ἰησοῦν δὲ ἄνθρωπον οἶ ἀλιτήριοι κακοῦργον ἀπεκάλουν καὶ γόητα. ἀναφέρει ταῦτα ἡ μήτηρ τῷ βασιλεῖ καὶ υἱῷ· ὁ δὲ διαλεχθῆναι δεῖν ἔκρινεν ἐπ’ ἀκροάσει αὐτοῦ καὶ τῶν τῆς γερουσίας λογάδων τοὺς ταῦτα λέγοντας Ἰουδαίους τῷ Ῥώμης ἐπισκόπῳ Σιλβέστρῳ καὶ τοῖς περὶ αὐτόν, ἔν’ οὕτω γνοίη τίνα τὰ παρὰ τῶν Ἰουδαίων εἰσὶν εἰσαγόμενα. γέγονεν ἡ διάλεξις. [*](A) ἔδοξαν οἶ λόγοι τοῦ ἱεροῦ Σιλβέστρου ἐπικρατέστεροι. ἐκ διαλεκτικῆς δυνάμεως ὑπερτερεῖν οἱ Ἰουδαῖοι τὸν Σίλβεστρον ἔλεγον, σημείων ἐζήτουν ἐπίδειξιν. μᾶλλον δέ τις παρ’ αὐτοῖς γόης ἀνὴρ Ζαμ-
178
βρῆς καλούμενος βοῦν ἐνεθῆναι ἠξίου, διὰ τούτου λέγων μέλλειν ἐνδείξασθαι τὴν δύναμιν τοῦ οἰκείου θεοῦ. προσήχθη ὁ βοῦς, πεπλησίακεν αὐτῷ ὁ Ζαμβρῆς, ὑπεψιθύρισέ τι αὐτῷ εἰς τὸ οὖς. κἀκεῖνος μέγα τι καὶ γοερὸν μυκησάμενος καὶ τρόμῳ συνδινηθεὶς καταπέπτωκε καὶ νενέκρωτο. ηὔχουν ἐπὶ τούτῳ οἶ Ἰουδαῖοι, τὸ τοῦ σφετέρου θεοῦ ὄνομα μὴ στέγειν λέγοντες τὸν ἀκούοντα. “τί δέ,” φησὶν ὁ [*](B) Σίλβεστρος, “ὁ λέγων τοῦτο τῷ ζῴῳ πρὸς τὸ οὖς οὐκ ἀκούει τοῦ λεγομένου; πῶς οὖν οὐ θνήσκει; κἀκεῖνος “οὐ λόγων” ἔφη “στροφῆς τε καὶ πιθανότητος ἄρτι χρεία, ἀλλ’ ἔργων, ἐπίσκοπε.” “εἰ οὖν τὸν παρὰ σοῦ νεκρωθέντα τοῦτον ταῦρον” ὁ Σίλβεστρος εἶπε “ζωώσω αὐτὸς τῇ τοῦ Χριστοῦ ἐπικλήσει, οὐκ ἄν τι μεῖζον δόξω ποιεῖν καὶ μεγάλην ἀποδείξω τὴν δύναμιν τοῦ Χριστοῦ;” κἀκεῖνος κατέθετο καὶ κατὰ τῆς σωτηρίας τοῦ βασιλέως εὐθὺς ἐξωμόσατο, εἰ τὸν ταῦρον ἴδοι ἀναβιώσαντα, τὸν Χριστὸν ὁμολογῆσαι θεόν. καὶ ὁ Σίλβεστρος εἰς οὐρανὸν ἀτενίσας καὶ τὸν κύριον ἐπικαλεσάμενος ἔστη τοῦ ταύρου ἐγγύς, καὶ τὴν φωνὴν ἐπάρας ἐβόησεν “εἰ θεὸς ἀληθής [*](C) ἐστιν ὃν ἐγὼ κηρύττω Χριστόν, ἔγειραι, ταῦρε, καὶ στῆθι ἐπὶ τοὺς πόδας σου. αὐτίκα γοῦν κινηθεὶς ὁ ταῦρος ἀνέθορε. καὶ οἱ παρόντες “μέγας ὁ τοῦ Σιλβέστρου θεός” ἐξεβόησαν. Ἰουδαῖοι δὲ καταπλαγέντες τῷ θαύματι τοῖς ποσὶ τοῦ ἁγίου προσέπιπτον καὶ ἱκέτευον ἱλεώσασθαι αὐτοῖς τὸν θεὸν καὶ τοῦ θείου σφὰς ἀξιῶσαι βαπτίσματος· καὶ ἡ ἀοίδιμος δὲ τοῦ βασιλέως μήτηρ, ἀμύητος οὖσα, ἠξίου καὶ μυηθῆναι καὶ βαπτισθῆναι· τυχοῦσα τοίνυν τοῦ ἐφετοῦ, καὶ τὸν ἀληθῆ ἐπιγνοῦσα θεόν, τοὺς τόπους οὓς οἶ ὡραῖοι πόδες Χριστοῦ, ὡς εἰρήνην εὐαγγελισαμένου,
179
διώδευσαν, θεάσασθαι ἐπεθύμησε. καὶ συμπαραλαβοῦσα τὸν θεσπέσιον Σίλβεστρον εἰς Ἱεροσόλυμα παραγέγονε· καὶ τὸ τοῦ κυρίου προσκυνήσασα μνῆμα [*](D) καὶ τὸν θεῖον εὑρηκυῖα σταυρόν, ἐν ᾧ προσεπάγη σωματικῶς ὁ θεὸς ἡμῶν, ναούς τε δομησαμένη πολυτελεῖς, πρὸς τὸν υἱὸν καὶ βασιλέα ἐπανελήλυθεν. υἱοὺς δ’ ἐκ Φαύστας τῆς τοῦ Μαξιμιανοῦ θυγατρὸς ὁ βασιλεὺς ἐγείνατο τρεῖς, Κωνσταντῖνον, Κωνστάντιον καὶ Κώνσταντα; καὶ θυγατέρα Ἑλένην, ἣ τῷ Ἰουλιανῷ συνῴκησεν ὕστερον. εἶχε δὲ καὶ ἐκ παλλακῆς υἱὸν ἕτερον, Κρίσπον καλούμενον, τῶν ἄλλων αὐτοῦ υἱέων πρεσβύτερον, ὃς καὶ παρὰ τῷ πρὸς Λικίνιον πολέμῳ πολλάκις ἠρίστευσε. τούτῳ ἠ’ μητρυιὰ Φαύστα ἐπιμανεῖσα ἐρωτικῶς, ἐπεὶ μὴ [*](A) εὐπειθοῦς ἐκείνου ἐτύγχανε, κατεῖπε πρὸς τὸν πατέρα ὡς ἐρῶντος αὐτῆς καὶ βιάσασθαι πολλάκις ἐπιχειρήσαντος. διὸ καὶ θάνατον ὁ Κρίσπος παρὰ τοῦ πατρὸς κατεδικάσθη, πεισθέντος τῇ γαμετῇ. ὡς δ’ ἔγνω μετέπειτα ὁ αὐτοκράτωρ τὸ ἀληθές, καὶ τὴν γυναῖκα ἐκόλασε διά τε τὸ ταύτης ἀκόλαστον καὶ τὸν φόνον τὸν τοῦ παιδός. εἰσαχθεῖσα γὰρ ἐν λουτρῷ ἡ Φαύστα σφοδρῶς ἐκκαυθέντι ἐκεῖ τὴν ζωὴν βιαίως ἀπέρρηξε. Σαρμάτων δὲ καὶ Γότθων κατὰ τῆς Ῥωμαίοις ὑπηκόου κεκινημένων καὶ τὴν Θρᾳκῴαν μοῖραν ληιζομένων, διανίσταται κατ’ αὐτῶν Κωνσταντῖνος ὁ μέγιστος· καὶ τὴν Θρᾴκην καταλβὼν τοῖς βαρβάροις συρρήγνυται, καὶ κατ’ αὐτῶν ἵστησι λαμπρότατον τρόπαιον.

Κατὰ δὲ θεῖον χρησμὸν βουληθεὶς ἀνεγεῖραι πόλιν, ὡς ἄν αὐτὴν ἐπὶ τῷ οἰκείῳ καλέσῃ ὀνόματι, πρότερον μὲν ἐν Σαρδικῇ ταύτην κτίσαι προέθετο· εἶτα ἐν Σιγείῳ, τὸ δὲ τῆς Τρῳάδος ἐστὶν ἀκρωτή-

180
ῥίον, ἔνθα καὶ θεμελίους αὐτὸν καταβαλέσθαι φασί. καὶ αὖθις ἐν Χαλκηδόνι τὴν πόλιν ἤρξατο ἀνιστᾶν. λέγεται δὲ καθίπτασθαι ἀετοὺς καὶ τὰ τῶν οἰκοδόμων ἁρπάζειν σπαρτία· τὸν μεταξὺ δὲ διιπταμένους πορθμὸν ῥίπτειν αὐτὰ κατὰ τὸ Βυζάντιον. τοῦτο γοῦν πολλάκις γενόμενον ἀπηγγέλη τῷ βασιλεῖ, καὶ οὐκ ἐδόκει τυχαίως γίνεσθαι τὸ γινόμενον, ἀλλά τι διὰ τούτου τὸ θεῖον παραδηλοῦν. ἐφίσταται γοῦν αὐτὸς τῷ Βυζαντίῳ ὁ αὐτοκράτωρ, τὸν τόπον κατασκοπῶν [*](C) ἀρέσκεται, μετατίθησι τὸν σκοπόν, μετάγει τοὺς τεχνίτας ἐκ Χαλκηδόνος ἐκεῖ, τὴν πόλιν οἰκοδομεῖ, Κωνσταντινούπολιν αὐτὴν ἐπὶ τῷ ὀνόματι τῷ οἰκείῳ καλεῖ, καὶ ἀνατίθησιν αὐτὴν τῇ παρθένῳ καὶ θεομήτορι. ἤδη δὲ ἀπαρτισθείσης τῆς πόλεως κατὰ τὴν ἐνδεκάτην τοῦ Μαίου μηνὸς τελεῖ τὰ ταύτης γενέθλια εἴτουν ἐγκαίνια, ἔτους ἐνισταμένου πεντακισχιλιοστοῦ ὀκτακοσιοστοῦ τριακοστοῦ ὀγδόου. ὅτε, ὥς τινες ἱστορήκασι, τὸν ἀστρονόμον καλέσας Οὐάλεντα, τῶν τότε περὶ τὴν τέχνην ταύτην ἐσχολακότων τὸν ἀκριβέστερον, ἐκέλευσεν ἐπὶ τῷ ἡ γενεθλίῳ τῆς πόλεως συντάξαι θεμάτιον, ἴν ὁπόσους μέλλοι διαμεῖναι αὕτη γνοίη ἐνιαυτούς. ὁ δὲ εἰς ἑξακοσίους καὶ ἐνενήκοντα πρὸς τοῖς ἕξ ἐνιαυτοὺς [*](D) διαρκέσαι αὐτὴν ἀπεφοίβασεν· οἵπερ ἤδη καὶ παρερρυήκεσαν πρὸ πολλοῦ. ἤ γοῦν ἐψευσμένην ὑποληπτἐον τὴν τοῦ Οὐάλεντος πρόρρησιν καὶ διημαρτημένην τὴν τέχνην ἢ ἐκεῖνα νομιστέον ἐκεῖνον εἰπεῖν τὰ ἔτη, ἐν οἷς τὰ τῆς πολιτείας ἔθη ἐτηρεῖτο καὶ ἡ κατάστασις καὶ ἡ γερουσία τετίμητο καὶ οἱ ταύτης ἤνθουν πολῖται καὶ ἔννομος ἦν ἐπιστασία, τὸ κράτος δὴ τὸ βασίλειον, ἀλλ’ οὐκ ἄντικρυς τυραννίς, ἴδια τὰ κοινὰ τῶν κρατούντων λογιζομένων
181
καὶ εἰς οἰκείας ἀπολαύσεις χρωμένων αὐτοῖς, καὶ τούτων ἐνίας οὐκ εὐαγεῖς, καὶ δωρουμένων οἷς βούλονται τὰ δημόσια καὶ οὐ ποιμένων τρόπον τοῖς ὑπηκόοις προσφερομένων, κειρόντων τὸ περιττὸν τῆς τριχὸς καὶ πεφεισμένως ἐμφορουμένων τοῦ γάλακτος, ἀλλὰ δίκην λῃστῶν αὐτὰ καταθυόντων τὰ [*](A) πρόβατα καὶ τῶν σαρκῶν ἐμφορουμένων ἢ καὶ αὐτοὺς ἐκμυζώντων τοὺ ’ς μυελούς. ἡ μὲν οὖν πόλις οὕτω παρὰ τοῦ εὐσεβοῦς ἐκείνου βασιλέως ἀνῳκοδόμητο κατὰ τὸ πάλαι Βυζάντιον. τὸ δὲ Βυζάντιον πόλις καὶ πρῴην ἐτύγχανεν οὐ τῶν ἀνωνύμων ἢ τῶν ἀσήμων, ἀλλὰ καὶ πλήθεσι πολιτῶν εὐθηνουμένη καὶ πλούτῳ καὶ ἀνδρῶν γενναιότητι καὶ τειχῶν ἐρυμνότητι, καὶ τοσοῦτον ὡς ἐπὶ τρεῖς ἐνιαυτοὺς ἐπὶ Σευήρου τοῦ ἐν Ῥώμῃ τῇ παλαιᾷ βασιλεύσαντος παρὰ ‘Ρωμαίων πολιορκεῖσθαι καὶ πολλὰ παρὰ τῶν πολιορκου μένων ὑποστῆναι αὐτούς, ὡς ἐν τοῖς περὶ Σευήρου μοι προιστόρηται. περὶ δὲ τῆς τῶν Βυζαντίων δυνάμεως καὶ τῆς τῶν τειχῶν ὀχυρότητος ταῦτα ὁ Δίων ἴων ἐν τοῖς περὶ Σευήρου φησί· [*](B) ‘Τείχη δὲ τὸ Βυζάντιον καρτερώτατα εἶχεν· ὅ τε γὰρ θώραξ αὐτῶν λίθοις τετραπέδοις παχέσι συνῳκοδόμητο, πλαξὶ χαλκαῖς συνδουμένοις, καὶ τὰ ἐντὸς αὐτῶν καὶ χώμασι καὶ οἰκοδομήμασιν ὠχύρωτο, ὥστε καὶ ἓν τεῖχος παχὺ τὸ πᾶν εἶναι δοκεῖν. πύργοι τε πολλοὶ καὶ μεγάλοι ἔξω τε ἐκκείμενοι καὶ θυρίδας πέριξ ἐπαλλήλους ἔχοντες ἦσαν. καὶ τὰ μὲν πρὸς τὴν ἤπειρον τείχη ἐς μέγα ὕψος ἦρτο, τὰ δὲ πρὸς θάλασσαν ἧττον ὑψοῦτο, οἵ τε λιμένες ἐντὸς τείχους ἀμφότεροι κλειστοὶ ἀλύσεσιν ἦσαν καὶ αἶ χηλαὶ αὐπροϊστόρηται] [*](18 vol. I, p. 606.) [*](20 Δίων] l. 74, 10–14.)
182
τῶν πύργους ἐφ’ ἑκάτερα πολὺ προέχοντας ἔφερον. πλοῖα δ’ ἦσαν τοῖς Βυζαντίοις πεντακόσια, τὰ μὲν πλεῖστα μονήρη, ἔστι δ’ ἃ καὶ δίκροτα, καί τισιν [*](C) αὐτῶν καὶ ἐκ τῆς πρῴρας καὶ ἐκ τῆς πρύμνης πηδάλια ἤσκητο, καὶ κυβερνήτας ναύτας τε διπλοῦς εἶχον, ὅπως καὶ ἐπιπλέωσι καὶ ἀναχωρῶσι μὴ ἀναστρεφόμενοι καὶ τοὺς ἐναντίους ἔν τε τῷ πρόσπλῳ καὶ τῷ ἀπόπλῳ αὐτῶν σφάλλωσι.” πρὸς τούτοις ἐπάγει ὁ Δίων ὡς ἑπτὰ ἀπὸ τῶν Θρᾳκίων πυλῶν πύργοι καθεστηκότες πρὸς τὴν θάλασσαν ἦσαν· τούτων δ’ εἰ μέν τις ἄλλῳ τῳ προσέμιξεν, ἥσυχος ἦν· εἰ δὲ δὴ τῷ πρώτῳ τι ἐνεβόησεν ἢ καὶ λίθον προσέρριψεν, αὐτός τ’ ἑ ἐλάλει ἔκ τινος μηχανῆς καὶ τῷ δευτέρῳ τὸ αὐτὸ παρεδίδου ποιεῖν, καὶ οὕτω διὰ πάντων ὁμοίως ἐχώρει, οὐδὲ ἐπετάραττον ἀλλήλους, ἀλλ’ ἐν ἁ τῷ μέρει πάντες παρὰ τοῦ πρὸ αὐτοῦ ὁ ἕτερος τήν [*](D) τε φωνὴν καὶ τὴν ἠχὴν διεδέχοντο. τοιαύτη μὲν οὗν τοῦ Βυζαντίου πάλαι ἡ πόλις ἐτύγχανεν· ὁ δὲ ἀοίδιμος Κωνσταντῖνος πολλαπλασίαν αὐτὴν ἐξειργάσατο. καὶ ναοὶ δὲ ἐν αὐτῇ παρ’ αὐτοῦ καθιδρύθησαν καὶ πολλὰ πρὸς κόσμον ταύτης γεγόνασιν. ἐπὶ πᾶσι δὲ καὶ ὁ κυκλοτερὴς κίων ὁ πορφυροῦς, ὃν ἐκ Ῥώμης, ὡς λόγος, κομισθέντα κατὰ τὴν ἀγορὰν ἔστησεν, ἣ κατέστρωται λιθίναις πλαξίν, ἀφ’ ὧν Πλακωτὸν παρωνόμασται, καὶ ἐπ’ αὐτοῦ χάλκεον ἐνίδρυσεν ἄγαλμα, θαῦμα ἰδέσθαι διά τε τὴν τέχνην διά τε τὸ μέγεθος. τὸ μὲν γὰρ πελώριον ἦν, ἡ δ’ ἑ ἀκρίβειαν ἐδείκνυ χειρὸς ἀρχαίας μικροῦ πλαττούσης καὶ ἔμπνοα· λέγεται δὲ τοῦ Ἀπόλλωνος εἶναι στήλην τὸ ἄγαλμα, καὶ μετενεχθῆναι ἀπὸ τῆς ἐν τῇ Φρυγίᾳ πόλεως τοῦ Ἰλίου. ὁ δὲ θειότατος αὐτοκράτωρ ἐκεῖνος εἰς οἰκεῖον ὄνομα τὸ ἄγαλμα ἔστησε, τῇ κεφαλῇ
183
τούτου τινὰς τῶν ἥλων ἐναρμοσάμενος, οἳ τὸ σῶμα τοῦ κυρίου προσεπαττάλευσαν τῷ σωτηρίῳ σταυρῷ, ὁ καὶ μέχρις ἡμῶν διήρκεσεν ἐπὶ τοῦ κίονος ἑστηκός. πέπτωκε δὲ βασιλεύοντος Ἀλεξίου τοῦ Κομνηνοῦ ἀνέμου πνεύσαντος βιαίου τε καὶ σφοδροῦ· κἀκεῖνό τε συντέτριπτο καὶ πολλοὺς τῶν ἐκεῖ παρατυχόντων σὺν ἔτριψε. καὶ τὸ Παλλάδιον δὲ ἀπὸ τῆς Τροίας μετήνεγκε καὶ ἐν τῇ Πλακωτῇ καὶ τοῦτο ἔστησεν ἀγορᾷ. ἄλλοις τε οὑν, ὡς εἴρηται, πολλοῖς τὴν πόλιν ὁ μέγας Κωνσταντῖνος ἐκόσμησε καὶ πρότερον ἐπισκοπὴν ὂν τὸ Βυζάντιον τῆς Θρᾳκικῆς Ἡρακλείας, B ὡς ὑπὸ Σευήρου τοῖς Πειρινθίοις ὑποτεθὲν μετὰ τὴν ἅλωσιν, ὡς ἐν τοῖς περὶ Σευήρου ἱστόρηται, εἰς τιμὴν ἀνήγαγε πατριαρχικήν, τῆ̣ πρεσβυτέρᾳ Ῥώμῃ τὰ πρεσβεῖα τηρήσας διὰ τὴν πρεσβυγένειαν καὶ τὸ τὴν βασιλείαν ἐκεῖθεν ἐνταῦθα μετενεχθῆναι. ἦν δὲ τότε τοῦ Βυζαντίου ἐπίσκοπος Μητροφάνης ὁ ἱερώτατος, υἱὸς Δομετίου ἀδελφοῦ Πρόβου τοῦ βασιλέως γενόμενος, ὅσπερ δὴ ὁ Δομέτιος ἐξ ἀπιστίας εἰς πίστιν μετενεχθείς, καὶ διὰ τοῦτο τὴν Ῥώμην λιπών, εἰς τὸ Βυζάντιον παραγέγονε, καὶ εἰς τὴν τῆς ἐπισκοπῆς ἀνήχθη περιωπήν. μεθ’ ὃν Πρόβος υἱὸς αὐτοῦ ἕτερος εἰς τὸν ἀρχιερατικὸν τοῦτον ἱδρύεται θρόνον, ὃν Μητροφάνης ὁ ἀδελφὸς διεδέξατο.

[*](C)

Ἐπὶ τούτου τοῦ αὐτοκράτορος καὶ ὁ Ἄρειος τῆς ἐν Ἀλεξανδρείᾳ ἐκκλησίας ἱερεὺς ἐγνωρίζετο, κτίσμα τολμήσας εἰπεῖν τὸν υἱὸν τοῦ θεοῦ καὶ λόγον καὶ οὐσίας ἑτέρας καὶ οὐ συναΐδιον τῷ πατρί, οὐκ αὐτὸς γεννήτωρ τῆς αἱρέσεως γεγονώς. πρῶτος γὰρ Ὠριγένης πρὸς ἄλλαις πλείσταις δόξαις διεφθαρμέναις καὶ τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ κτιστὸν καὶ ἀλλότριον εἶναι τῆς οὐσίας τῆς πατρικῆς εἰσηγήσατο.

184
καὶ μὴ δυνάμενον ὁρᾶν τὸν πατέρα, καὶ αὐτὸν δὲ τὸν υἱὸν ἀόρατον εἰσῆγε τυγχάνειν τῷ πνεύματι, ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ ἐξερευγόμενος [*](D) ταυτὶ τὰ ἀπόφημα, ἀλλ’ ἦσαν ἐν μόνοις γράμμασι κείμενα σεσίγηντό τε καὶ οὔπω δεδημοσίευντο ὁ Ἄρειος δὲ εἰς προῦπτον ταῦτα προήνεγκε καὶ ἐπὶ τῶν δωμάτων ἐκήρυξε καὶ πολλοὺς εἰς ἀσέβειαν ὑπεσκέλισε θορύβων τ’ ἑ καὶ σχισμάτων τ’ ἃς ἐκκλησίας ἐνέπλησεν. ὃ γνοὺς ὁ εὐσεβέστατος βασιλεὺς ἐκεῖνος ἐν Νικαίᾳ τῇ Βιθυνῶν συνελθεῖν τοὺς τῶν ἐπαρχιῶν ἐπισκόπους ἐκέλευσε, καὶ ἀθροισθέντων τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων πατέρων, έν οἷς ἦσαν καὶ ἱερεῖς τινες καὶ διάκονοι, ἀλλὰ μέντοι καὶ μοναχοί, ὅτε καὶ ὁ μέγας Ἀθανάσιος ἐκεῖ παρῆν τῷ τῶν διακόνων ἔτι κατειλεγμένος ὢν τάγματι, καὶ αὐτὸς ὁ χριστιανικώτατος [*](A) βασιλεὺς ἀφίκετο πρὸς τὴν Νικαίαν, καὶ συγκαθίσας τοῖς ἱεροῖς πατράσιν ἐκείνοις ἐπέτρεπε ζητῆσαι τὰ παρὰ τοῦ Ἀρείου λεγόμενα καὶ διαγνῶναι εἴ τι τῆς ὀρθῆς ἐκκλίνουσι δόξης. οἱ δὲ ζητήσαντες καὶ ἀκριβῶς ἐξετάσαντες τὸν μὲν υἱὸν ὁμοούσιον ούσιον καὶ ὁμότιμον καὶ συναΐδιον ἐδογμάτισαν τῷ πατρί, τὸν Ἄρειον δὲ καὶ τοὺς ἐκείνῳ ὁμόφρονας τῆς τῶν ὀρθοδόξων ὁμηγύρεως ἐξεκήρυξαν. ἦν δὲ τῶν τὰ Ἀρείου πρεσβευόντων καὶ ὁ Παμφίλου Εὐσέβιος, τῆς ἐν Παλαιστίνῃ Καισαρείας τυγχάνων ἐπίσκοπος, ὃς μετέπειτα λέγεται ἀποστῆναι τῆς τοῦ Ἀρείου δόξης καὶ ὁμογνωμονῆσαι τοῖς συναΐδιον τὸν υἱὸν καὶ ὁμοούσιον τῷ πατρὶ δογματίζουσι καὶ [*](B) δεχθῆναι παρὰ τῶν θείων πατέρων εἰς κοινωνίαν. οὕτω μὲν οὖν ταῦθ’ ἱστορούμενα παρά τινων εὕρηται. ἀμφίβολα δ’ ἐκεῖνος αὐτὰ δι’ ὧν ἐν τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ εὕρηται συγγραψάμενος τίθησι.
185
πολλαχοῦ γὰρ ἐν τῷ εἰρημένῳ συγγράμματι ἀρειανίζων καταλαμβάνεται, αὐτίκα περί που τὴν ἀρχὴν τοῦ βιβλίου τὸν Δαβὶδ εἰσάγων λέγοντα “αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν”, φησὶ τὸν μὲν πατέρα καὶ ποιητὴν ὡς πανηγεμόνα νομίζεσθαι βασιλικῷ προστάττοντα νεύματι, τὸν δὲ τούτου δευτερεύοντα θεῖον λόγον ταῖς πατρικαῖς ὑπουργοῦντα ἑπιταγαῖς. καὶ μετά τινα λέγει [*](C) τοῦτον ὡσανεὶ τοῦ πατρὸς ὑπάρχοντα δύναμιν καὶ σοφίαν καὶ τὰ δευτερεῖα τῆς κατὰ πάντων βασιλείας καὶ ἀρχῆς ἐμπεπιστευμένον. καὶ αὖθις μετ’ ὀλίγα καὶ ὅτι ἐστὶν οὐσία τις προκόσμιος ζῶσα καὶ ὑφεστῶσα ἡ τῷ πατρὶ καὶ θεῷ τῶν ὅλων εἰς τὴν τῶν γενητῶν δημιουργίαν ὑπηρετησαμένη, καὶ ὁ Σολομῶν λέγει προσώπῳ τῆς τοῦ θεοῦ σοφίας “κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ” καὶ ἐξῆς. καὶ μεθ’ ἕτερα πλείονα φάσκει “καὶ ἐπὶ πᾶσι τούτοις, οἷα θεοῦ λόγον προόντα καὶ πρὸ αἰώνων ἁπάντων οὐσιωμένον, τὴν σεβάσμιον τιμὴν παρὰ τοῦ πατρὸς εἰληφότα, προσκυνεῖσθαι ὡς ἂν θεόν.” ταῦτα καὶ ἕτερα τοῖς ἀρειανίζουσι δόγμασι δεικνύουσιν ὁμόφρονα [*](D) τὸν Εὐσέβιον, εἰ μή τις φαίη πρὸ τῆς ἐπιστροφῆς αὐτῷ πονηθῆναι τούτων τὴν συγγραφήν. εὕρηται γὰρ ἐν τῷ πρακτικῷ τῆς πρώτης συνόδου ὑπερμαχῶν τοῦ ὀρθοῦ δόγματος. ἡ μὲν οὖν ἁγία σύνοδος τὸ ὁμοούσιον καὶ συναΐδιον ἐπὶ τοῦ υἱοῦ δογματίσασα καὶ τὸ θεῖον αὐτίκα τῆς πίστεως ἐξέθετο σύμβολον περὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ θεολο- [*](2 τὴν ἀρχὴν] Hist. eccl. 1, 2, p. 5, 20 ed. Reading. 8 μετά τινα] Ih. p. 6, 33.) [*](11 μετ’ ὀλίγα] Ih. p. 7. 12.) [*](l7 φάσκει] Ib. p. 14, l9, ubi ὑπειληφότα.)
186
γήσασα ἐν αὐτῷ καὶ μέχρι τοῦ “οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος” τὸ τούτου τέλος ποιησαμένη. ἡ γὰρ περὶ τοῦ ἁγίου πνεύματος θεολογία μετέπειτα. προσετέθη ἐν τῇ δευτέρᾳ συνόδῳ τῆς περὶ τούτου γενομένης ζητήσεως, ἣ κατὰ Μακεδονίου συνῆκτο. ὁ δ’ ἰσαπόστολος αὐτοκράτωρ ἐπὶ τῇ τῶν πατέρων [*](A) ὁμονοίᾳ ἡσθείς, ἐδεξιοῦτο αὐτούς. καί τινων ὑπὲρ τῆς τοῦ σωτῆρος ὁμολογίας φερόντων τὰ στίγματα ἐν τοῖς σώμασιν, κατησπάζετο τὰ πεπηρωμένα τούτων μέλη καὶ μόρια, καὶ αὐτοὺς διὰ τὰς πηρώσεις αὐτῶν ἐμακάριζε. δοθέντων δὲ λιβέλλων αὐτῷ κατὰ τινων ἐπισκόπων, οὔτ’ ἀνέγνω τούτους οὔτ’ εἰς ζήτησιν ἤνεγκεν, ἀλλ’ ἐνώπιον ἀπάντων πυρὶ αὐτοὺς ἀπετέφρωσεν, ἐπειπὼν ὅτι “κἂν αὐτόπτης ἐγενόμην ἀρχιερέως τινὸς ἁμαρτάνοντος, τῇ πορφυρίδι μου ἂν αὐτὸν συνεκάλυψα.” ἐκεῖθεν εἰς τὸ παρ’ αὐτοῦ κτισθὲν βασίλειον ἄστυ τοὺς θείους ἐκείνους μεταγαγών πατέρας καὶ τῆς ἐξ αὐτῶν εὐλογίας ἀξιώσας [*](B) αὐτὸ καὶ χειροτονηθῆναι παρασκευάσας ἐν αὐτῷ δεύτερον πατριάρχην τὸν ἱερὸν Ἀλέξανδρον· ὁ γὰρ ἀοίδιμος Μητροφάνης μετήλλαξε τὴν ζωήν· ἀφῆκεν ἕκαστον εἰς τὴν οἰκείαν ἀπελθεῖν παροικίαν, τιμαῖς τε καὶ δωρεαῖς αὐτοὺς φιλοφρονησάμενος.

Ἡ δὲ τοῦ βασιλέως μήτηρ ἡ μακαρία Ἑλένη εἰς γῆρας βαθὺ καταντήσασα· ὀγδοήκοντα γὰρ λέγεται ζήσαι ἐνιαυτούς· πρὸς τὰς οὐρανίους ἀπῆρε μονάς, ἣν ὁ υἱὸς ἐν τῷ τῶν ἁγίων Ἀποστόλων ναῷ βασιλικῶς ἐθησαύρισεν. ἐκεῖνος δὲ κατὰ Περσῶν ἐκστρατεύων τριήρεσι κομίζεται εἰς τὴν Σωτηρόπολιν, ἣ νῦν ὀνομάζεται Πύθια· καὶ τοῖς ἐκεῖ χρησάμενος θερμοῖς [*](C) ὕδασιν, ἔνθα καὶ φάρμακόν τι πιεῖν δηλητήριον λέγεται παρὰ τῶν ἑτεροθαλῶν αὐτῷ κερασθὲν ἀδελφῶν,

187
εἰς Νικομήδειαν παραγίνεται· ὅπου καὶ τετελεύτηκε, νοσήσας ἐφ’ ἱκανόν, ἐτῶν γεγονὼς πέντε πρὸς τοῖς ἐξήκοντα, βασιλεύσας δ’ ἐκ τούτων τριάκοντα πρὸς δυσίν, ἐνδεόντων δύο μηνῶν. ὃν ὁ υἱὸς Κωνστάντιος ἑ ἐξ Ἀντιοχείας παραγενόμενος· ἐκεῖ γὰρ ἦν τοῖς Πέρσαις ἀντιμαχόμενος· ἔτι ζῶντα εὑρὼν ἐκήδευσε μεγαλοπρεπῶς, καὶ ἐν τῷ τῶν ἁγίων Ἀποστόλων κατέθετο ἱερῷ, ἐν ἰδιαζούσῃ μέντοι στοᾷ, ἣν ἐπὶ ταφῇ τοῦ πατρὸς αὐτὸς ᾠκοδόμησεν.

Ἱστόρηται δὲ ὁ ἀοίδιμος ἐκεῖνος αὐτοκράτωρ ἀφειδῶς τε τὰ χρήματα ἀναλίσκειν καὶ ταῦτα πορίζειν [*](D) ἑαυτῷ ἀφειδέστερον, ὡς μὴ μεγαλοπρέπειαν κρίνεσθαι τὸ περὶ τὰς δαπάνας φιλότιμον, ἄντικρυς δέ· ἀλλὰ μή τι φαῦλον ἐρῶ περὶ τοῦ θείου ἐκείνου ἀνδρός. ὅθεν καὶ ὁ βέβηλος Ἰουλιανὸς ἐν τῷ περὶ τῶν Καισάρων λόγῳ αὐτοῦ ἀποσκώπτων ὥσπερ εἰς τὸν εὐσεβέστατον τουτονὶ βασιλέα διὰ τὸ πολυδάπανον πλάττεται τὸν Ἑρμῆν διαλεγόμενόν οἶ καὶ τί ἂν εἴη γνώρισμα βασιλέως ἀγαθοῦ πυνθανόμενον, κἀκεῖνον ὢ πρὸς τὸ ἐρώτημα λέγοντα πολλὰ κεκτῆσθαι τὸν αὐτοκράτορα χρῆναι καὶ ἀναλίσκειν πολλά. λέγεται δὲ μηδὲ λόγοις ἀνομίλητος εἶναι, ἀλλὰ καὶ περὶ τούτους ἐσπουδακέναι οὔτι μεῖον τῶν ὅπλων. κἀντεῦθεν αὐτῷ τὴν γλῶτταν γενέσθαι πρὸς διάλεξιν εὔθικτον, [*](A) καί τινας ἴυγγας προσεῖναι αὐτῇ κατακηλούσας τὰς τῶν ἀκροατῶν ἀκοάς. ἀναγέγραπται δὲ καὶ μισοπόνηρος εἶναι καὶ εἰωθὼς λέγειν μηδενὸς τῶν ἀπάντων τῆς τῶν κοινῶν πραγμάτων καταστάσεως ἕνεκεν τὸν κρατοῦντα φείδεσθαι δεῖν, μηδ’ αὐτῶν τῶν οἰκείων μελῶν. τοῖς δὲ μεταβαλλομένοις ἐκ πονηρίας φιλαν- [*](15 Ἰουλιανὸς] p. 335, A.)

188
θρώπως διατιθέμενος ἔλεγεν ὅτι τὸ νοσοῦν μέλος ἀποκοπτέον καὶ σεσηπός, ἔνα μὴ καὶ τοῖς ὑγιαίνουσι λυμανεῖται· οὐ μέντοι τὸ ὑγιείας ἤδη τυχὸν ἢ καὶ ὑγιαζόμενον.

Καὶ ὁ μὲν τρισόλβιος βασιλεὺς ἐκεῖνος πρὸς τὰς αἰωνίους μετετέθη σκηνάς. ἡ δὲ τῶν Ῥωμαίων ἡγεμονία εἰς. τοὺς τρεῖς ἐκείνου παῖδας μεμέριστο [*](B) ξύμπασα, ὡς μέν τινες συνεγράψαντο, παρὰ τοῦ πατρὸς σφίσι διανεμηθεῖσα, ὡς δ’ ἕτεροι, καθ’ ἑαυτοὺς ταύτην αὐτῶν διελομένων μετὰ τὴν ἀποβίωσιν τοῦ πατρός. οὕτω δ’ ἱστόρηται προβῆναι παρὰ σφίσιν ἡ διανέμησις· τῷ μὲν Κώνσταντι προσκληρωθῆναι τὴν Ἰταλίαν καὶ τὴν Ῥώμην αὐτὴν τὴν Ἀφρικήν τε καὶ Σικελίαν καὶ τὰς λοιπὰς τῶν νήσων, ἀλλὰ μέντοι καὶ τὸ Ἰλλυρικὸν καὶ τὴν Μακεδονίαν καὶ σὺν τῇ Ἀχαί·ᾳ τὴν Πελοπόννησον· τῷ δὲ Κώνσταντίνῳ τὰς Κοττίας Ἄλπεις σὺν ταῖς Γαλλίαις προσνεμηθῆναι, Κοττίαι δὲ ὠνομάσθησαν ἀπὸ Κοττίου, βασιλέως τῶν τόπων τούτων γενομένου· καὶ τὸ Πυρηναῖον κλίμα μέχρι τῶν Μαύρων τῶν τῷ πορθμῷ [*](C) διωρισμένων τῷ τοῦ Ὠκεανοῦ· τοῦ Κωνσταντίου δὲ λάχος γενέσθαι ὅσα κατὰ τὴν ἑῴαν μοῖραν ἦσαν Ῥωμαίοις ὑπήκοα, καὶ πρὸς τούτοις τὴν Θρᾴκην σὺν τῇ πόλει τῇ πατρικῇ. οὕτω δὲ τοῦ μερισμοῦ τῆς ἀρχῆς προβάντος, ὁ μὲν Κωνστάντιος εἰς τὴν ἑῴαν ἐχώρησεν, ἐκστρατεύων κατὰ Περσῶν. ὁ γὰρ τούτων ἡγεμονεύων Σαπώρης, τὸν θάνατον τοῦ μεγάλου γνοὺς Κωνσταντίνου, κατὰ τῶν ὑπὸ Ῥωμαίοις τελούντων ἐπιὼν καὶ ληιζόμενος οὐκ ἐπαύετο. ὁ δὲ Κωνσταντῖνος τῷ Κώνσταντι ἐπεφύετο, τὴν διανέμησιν τῶν χωρῶν αἰτιώμενος καὶ ἢ παραχωρῆσαι μέρους αὐτῷ τῆς ἀρχῆς ἀπαιτῶν ἢ ἀναδάσασθαι τὰς

189
βασιλείας ἄμφω ζητῶν. ὡς δ’ ἐκεῖνος τῆς ἤδη γεγονίας [*](D) γονυίας διανεμήσεως εἴχετο καὶ τῶν αὐτῷ προσκληρωθέντων ἀντείχετο καὶ οὐ δ’ ἑ τοῦ βραχίστου παρεχώρει τῷ ἀδελφῷ, ὅπλα κατ’ αὐτοῦ ἦρεν ὁ Κωνσταντῖνος καὶ ἐπῆλθε τῷ λάχει τοῦ Κώνσταντος. ὁ δὲ ἐν Δακίᾳ ἀποδημῶν καὶ τὴν κίνησιν τοῦ Κωνσταντίνου μαθών, στράτευμα κατ’ αὐτοῦ πέμπει καὶ στρατηγούς, καὶ αὐτὸς ὅσον ἤδη μετὰ πλείονος στρατοῦ ἐπιστῆναι ἐπαγγειλάμενος. οἱ γοῦν πεμφθέντες ἐγγὺς τοῦ Κωνσταντίνου γενόμενοι λόχους καθίζουσι, καὶ συμβαλόντες αὐτῷ φεύγειν ὑπεκρίνοντο. τῶν δὲ τοῦ Κωνσταντίνου διωκόντων αὐτούς, ἐξόπισθεν αὐτῶν οἶ λοχῶντες γενόμενοι κατὰ νώτων αὖ - τοῖς ἐπιτίθενται. καὶ οἱ φεύγοντες ἐπιστραφέντες [*](A) μέσον περιέσχον αὐτούς, καὶ πολὺ τῆς τοῦ Κωνσταντίνου διέφθαρτο στρατιὰς κἀκεῖνος αὐτός. τοῦ γὰρ ἵππου τρωθέντος αὐτῷ, καὶ διὰ τὸ τραῦμα σφαδάζοντος καὶ ἀνασκιρτῶντος, ἐκπέπτωκε τῆς ἕδρας ὁ Κωνσταντῖνος, καὶ ἀνῃρέθη πολλὰ δεξάμενος τραύματα, οὔτε τυχὼν τῆς ἐφέσεως καὶ αὐτὴν προσζημιωθεὶς τὴν ζωήν, καὶ ὅτι ἀδίκων ἦρξε, καὶ τὴν οἰκείαν τῆς ἀρχῆς μοῖραν ἀποβαλών. καὶ γέγονεν ἡ τῆς ἑσπερίου λήξεως ἐπικράτεια ὑφ’ ἐνὶ τῷ Κώνσταντι βασιλεῖ. εἶτα κἀκεῖνος εἰς ἀλλοκότους ἐκκυλισθεὶς ἔρωτας καὶ ἐκδεδιῃτημένην ζωήν, ὑπὸ Μαγνεντίου ἐπεβουλεύθη, καὶ ἀθλίως ἀπώλετο, Μαγνετίου, ὃν ἐκεῖνος ἐκ στάσεως στρατιωτικῆς περιέσωσε κινδυνεύοντα, ἤδη τῶν στρατιωτῶν κατ’ ἐκείνου ἠρκότων τὰ ξίφη καὶ διαχειρίσασθαι αὐτὸν [*](B) ὡρμηκότων.

Ὁ Κωνστάντιος δὲ περὶ τὴν ἑῴαν διατρίβων τοῖς Πέρσαις ἐμάχετο, Σαπώρου τοῦ ἔθνους, ὡς εἴρηται,

190
βασιλεύοντος· ὅς Ναρσῆ μὲν ἦν υἱός, οὐ μέντοι ἐξ ἐπισήμου γυναικός. ἐκ γὰρ τῆς πρωτευούσης σὴς τῶν αὐτοῦ γαμετῶν τρεῖς ἐγένοντο τῷ Ναρσῇ παῖδες, Ἀδανάρσης καὶ Ὁρμίσδας καὶ τρίτος ἕτερος. τελευτήσαντος δὲ Ναρσοῦ ὁ πρεσβύτερος τῶν τριῶν τούτων Ἀδανάρσης τῆς ἀρχῆς διάδοχος γέγονεν. ὠμὸς δὲ λίαν τυγχάνων καὶ ἀπηνής, κἀντεῦθεν μισοῦ μισούμενος ὑπὸ τῶν Περσῶν, τῆς βασιλείας ἐκπέπτωκεν. εἰρήσθω δέ τι καὶ τῆς ἐκείνου γνωμικῆς ὠμότητος γνώρισμα. σκηνή ποτε τῷ πατρὶ αὐτοῦ διεκομίσθη [*](C) ἐκ Βαβυλῶνος δέρμασιν ἐγχωρίοις ποικιλώτερον εἰργασμένη. ταύτην ἐκταθεῖσαν ἄρτι θεώμενος ὁ Ναρσῆς, ἠρώτησε τὸν Ἀδανάρσην, παιδίον ἔτι τυγχάνοντα, εἰ ἀρέσκει αὐτῷ ἡ σκηνή. ὁ δὲ ἀπεκρίνατο, εἰ κρατήσει τῆς βασιλείας, κρείττω ταύτης ποιήσειν ἐξ ἀνθρώπων δορᾶς. οὕτω νηπιόθεν ἐνέφαινε τὴν ὠμότητα. τούτου τοίνυν οὕτω τῆς βασιλείας ἐκπεπτωκότος, Σαπώρης εἰς τὴν ἀρχὴν ἀντεισῆκτο. καὶ ὃς εὐθὺς τὸν μὲν ἕτερον τῶν ἀδελφῶν ἐξετύφλωσε, τὸν Ὁρμίσδαν δὲ δεσμήσας ἔμφρουρον εἶχεν. ἡ δέ γε μήτηρ ἐκείνου καὶ ἡ γυνὴ χρήμασι δεξιωσάμεναι τοὺς φρουρούς, εἰς ἐπίσκεψιν ἐκείνου παρεχωρήθησαν εἰσελθεῖν. καὶ εἰσελθοῦσαι ῥίνην αὐτῷ παρέσχον, ἵνα ταύτῃ τὰ σιδήρεα διακόψῃ δεσμά, ὑποθέμεναι [*](D) καὶ ὅσα δέοι μετὰ ταῦτα ποιεῖν, ἵππους τε αὐτῷ καὶ τοὺς συναποδράσοντας ἑτοιμάσασαι. τοῖς φρουροῖς ἡ ἐκείνου σύνευνος δεῖπνον παρέθετο δαψιλές· οἱ δὲ καὶ βρωμάτων ἐμφορηθέντες καὶ τοῦ ἀκράτου σπάσαντες ἀκρατέστερον ἐλήφθησαν ὕπνῳ βαρεῖ. ὁ δ’ Ὁρμίσδας κοιμωμένων ἐκείνων καὶ τὰ δεσμὰ τῇ ῥίνῃ διέκοψε καὶ τῆς φρουρᾶς ἐξελθὼν ὤχετο καὶ πρὸς τοὺς Ῥωμαίους ἀπέδρα, καὶ ὑπεδέχθη
191
φιλοτιμότατα. ὁ δὲ Σαπώρης ἐῴκει τῇ φυγῇ ἐκείνου ἐφήδεσθαι οἷα τὸν ἐξ ἐκείνου ἀποσκευασάμενος φόβον, οὐ μόνον ἐκδοθῆναί οἱ τὸν φυγάδα οὐκ ἐξεζήτησεν, ἀλλὰ καὶ τὴν γυναῖκα αὐτῷ ἐντίμως ἐξέπεμψεν. ἦν δὲ ὁ Ὁρμίσδας καὶ πολὺς τὴν ἰσχὺν καὶ [*](A) ἀκοντιστὴς περιδέξιος, ὡς ἐν τῷ πάλλειν κατά τινος τὸ ἀκόντιον προλέγειν ὅπου βαλεῖ τὸν πολέμιον. οὗτος τοίνυν τῷ Κωνσταντίῳ κατὰ τῶν ὁμοφύλων συνεστρατεύετο, ἄρχειν ταχθεὶς ἱππέων ἴλης πολλῆς. ὁ βασιλεὺς δὲ Κωνστάντιος πολλάκις τοῖς συμβαλὼν τὴν ἥττονα μοῖραν εἶχε καὶ πολλοὺς τῶν οἰκείων ἀπέβαλε. καὶ τῶν Περσῶν δὲ πλεῖστοι πεπιώκασι καὶ αὐτὸς ὁ Σαπώρης ἐτέτρωτο.

Οὕτω μέντοι τῶν ἐπὶ Πέρσας πολέμων συνενεχθέντων τῷ βασιλεῖ Κωνσταντίῳ, μαθὼν ταῦτα Μαγνέντιος, ὃς ἐκ πατρὸς μὲν γεγένητο Βρεττανοῦ, ἐν τοῖς προτίκτορσι δ’ ἐστρατεύετο, εἶτα καὶ κόμης [*](B) ὠνομάσθη ταγμάτων δύο Ῥωμαϊκῶν, τυραννῆσαί τε καὶ πρῴην ἐπιθυμῶν τότε μᾶλλον ἔθετο τῷ σκοπῷ ὅτι ἀτυχοῦντα περὶ τὸν Περσικὸν πόλεμον ἤκουε τὸν Κωνστάντιον. καὶ εὐκαιρίαν ἔκρινε τηνικαῦτα τοῦ ἐπικεχειρηκέναι τῇ τυραννίδι· καὶ πλασάμενος τὰ ἑαυτοῦ ἑορτάζειν γενέθλια ἐν Αὐγουστούλῳ τῇ πόλει συνεκάλεσε τοὺς ἐξόχους τῆς πόλεως τοῦ συμποσίου ποσίου αὐτῷ συμμεθέξοντας, τοὺς μὲν καὶ συνίστορας αὐτῷ τοῦ σκοποῦ, τοὺς δὲ καὶ ἀμετόχους τοῦ σκέμματος. καὶ παρέτεινε τὸν πότον ἕως ἐσπέρας. ἐξαναστὰς δὲ τοῦ συμποσίου αἴφνης εἰς τὸν κοιτῶνα εἰσέδραμε, καὶ πρόεισιν ἐκεῖθεν μετὰ βραχὺ ἐν σχήματι βασιλείας σὺν δορυφόροις πολλοῖς, ὃ τοὺς μὴ [*](C) συνειδότας αὐτῷ τὴν πρᾶξιν ἐτάραξεν. ἐκεῖνος δὲ διαλεχθεὶς τοῖς παροῦσι, τοὺς μὲν ἔπεισε συνθέσθαι αὐτῷ,

192
ἐνίους δέ γε καὶ ἐβιάσατο. καὶ συμπαραλαβὼν αὐτοὺς εὐθὺς εἰς τὰ βασίλεια ἄπεισι, καὶ διανομὰς χρημάτων πεποίητο, ταῖς τε πύλαις τῆς πόλεως ἐπέστησε φύλακας, ἐνταλθέντας τοῖς μὲν εἰσιοῦσι τὴν εἴσοδον συγχωρεῖν, ἐξιέναι δὲ μηδένα παραχωρεῖν, ἵνα μὴ τέως τὸ τόλμημα κηρυχθῇ. καὶ αὐτίκα στέλλει τοὺς τὸν Κώνσταντα ἀναιρήσοντας, πρὶν ἢ γνοίη τὸ τόλμημα. ὁ δὲ περὶ θήραν ἠσχόλητο. καὶ γὰρ ἐμεμήνει περὶ τὰ κυνηγέσια καὶ ταῦτα ἀρθρίτιδι προσπαλαίων διηνεκεῖ, ἣν ἐξ ἡδονῶν ἁ μετρίας ἐνόσησεν [*](D) ἀκολάστως βιούς, ἢ καὶ ἐν προσχήματι θήρας εἰς ὕλας ἐγκατεδύετο μετὰ τῶν περὶ αὐτὸν μειρακίσκων καὶ νεανίσκων, οἳ ἐκείνῳ διὰ κάλλος συνελέγοντο καὶ ᾠκείωντο ἐκαλλωπίζοντό τε περιεργότερον καὶ λίχνοις ἦσαν ὀφθαλμοῖς, ἀκολασίας ἐμπύρευμα, κἀκείνῳ ἐτύγχανον, ὡς λέγεται, παιδικά. ἀλλὰ καὶ ἐπὶ πλέον ταῖς ὕλαις διέτριβεν, ἐκκλίνων τὴν μετὰ τῶν κοσμίων ἀνδρῶν συνδιαγωγήν. παρὰ τὸν Ῥοδανὸν τοίνυν ποταμὸν οἱ παρὰ Μαγνεντίου σταλέντες γενόμενοι μετὰ τὴν θήραν ὑπνώττοντα τὸν Κώνσταντα στάντα διεχρήσαντο, καὶ τοὺς ἐκείνῳ δὲ συνόντας ὀλίγους ὄντας ἀπέκτειναν. οἱ δὲ μὴ οὕτω φασὶ γενέσθαι τὴν ἐκείνου ἀναίρεσιν, γνῶναι δ’ ἐκεῖνον τὴν κατ’ αὐτοῦ ἐπανάστασιν· καὶ μονωθέντα, καταλιπόντων αὐτὸν τῶν περὶ αὐτόν, ναῷ προσφυγεῖν. κἀκεῖ τὰ τῆς βασιλείας παράσημα ἀπεκδύσασθαι, κἀκεῖθεν ἐκβληθέντα ἀναιρεθῆναι, ἑπτακαιδέκατον ἔτος ἀνύσαντα παρὰ τῇ ἀρχῇ, τῆς δ’ ἡλικίας ἤδη παρεληλυθότα τριακοστόν. λέγεται δὲ ἄρτι γεννηθέντος αὐτοῦ ἐπιτρέψαι τοῖς ἀστρολόγοις τὸν πατέρα αὐτοῦ ἐπὶ τῷ τούτου γενεθλίῳ ποιῆσαι θεμάτιον, κἀκείνους πρὸς ἄλλοις οἷς περὶ αὐτοῦ προειρήκασι καὶ
193
τοῦτο εἰπεῖν ὡς ἐν ταῖς ἀγκάλαις τῆς αὐτοῦ μάμμης ἀναιρεθήσεται. ὃ θανούσης ἐκείνης καὶ διέπαιζεν ὁ Κώνστας· τὸ δ’ εἰς ἔργον ἀποβεβήκει, καὶ ἡ τῶν ἀστρολόγων οὐ διήμαρτε πρόρρησις, κἂν ὑπῆρξε [*](B) λοξή. ἐν γὰρ πολίχνῃ Ἑλένῃ καλουμένῃ εἰς ὄνομα τῆς βασιλίσσης ἐκείνης ὁ Κώνστας ἀνῄρητο. ὁ μὲν οὖν οὕτω βεβιωκὼς ἀσελγῶς οὕτως οἰκτρῶς ἐστέρητο τῆς ζωῆς. ὁ δὲ Μαγνέντιος κατὰ ῥοῦν αὐτῷ τῶν τῆς τυραννίδος χωρησάντων πραγμάτων, ἐσπούδασε τῶν τὰς ἀρχὰς ἐχόντων τοὺς λογιμωτάτους ἐκ μέσου ποιήσασθαι. καὶ γραφὰς πλασάμενος πρὸς αὐτοὺς ὡς ἐκ τοῦ Κώνσταντος σταλείσας αὐτοῖς, μετακαλουμένου τούτους δῆθεν πρὸς ἑαυτόν, καθ’ ὁδὸν λοχήσας πλείστους ἀπέκτεινε, μηδὲ τῶν οἰκείων συνωμοτῶν φειδόμενος, ἀλλὰ καὶ τούτους διαφθείρων.

Καὶ ὁ μὲν ἐν τοιούτοις ἦν, ἑαυτῷ κρατύνων τὴν τυραννίδα. τῷ δὲ Κωνσταντίῳ τὸν θάνατον πυθομένῳ τοῦ ἀδελφοῦ ἐμερίζετο ἡ διάνοια ἐννοουμένῳ C πότερον ἂν προτιμήσαιτο τὸ Πέρσαις ἀντικαθίστασθαι κείρουσι τὰ Ῥωμαίοις ὑπήκοα ἢ τούτων κατά γε τὸ παρὸν ἀμελῆσαι καὶ χωρῆσαι κατὰ τοῦ τυραννήσαντος, ἔνα καὶ τὸν τοῦ συγγόνου τίσαιτο φόνον καὶ ἑαυτῷ προσποιήσαιτο τὰ ἑσπέρια.