Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

Αὐταρχήσαντος δὲ Ἀντωνίνου, ὃς εἰσποιηθεὶς παρὰ τοῦ Ἀδριανοῦ Καῖσάρ τε καὶ αὐτοκράτωρ ἐγένετο, ἡ γερουσία οὐκ ἤθελε τὰς ἡρωικὰς τιμὰς ψηφίσασθαι τῷ Ἀδριανῷ, διὰ φόνους ἀνδρῶν ἐπιφανεστάτων οὓς ἐκεῖνος εἰργάσατο. διὸ καὶ διειλἐχθη αὐτοῖς ὁ Ἀντωνῖνος ἄλλα τε πλείω σὺν δάκρυσι καὶ ὅτι “οὐδὲ ἐγὼ ἄρα ἄρξω ὑμῶν· πάντα γὰρ τὰ ὑπ’ [*](22 ἡ γερουσία etc.] Eadem, sed aliis verbis, Dionis Exc. Vat. p. 222 ed. Mai. vol. 5, p. 205 ed. Lips. Cap. 1. Dionis Historiae Romanae liher 70 mutilus et a Χiphilinο Quadrati et Eusebii ορe Suppletus. Quae sequuntur ex Dionis libro 71 excerpta, ad Marcum Aurelium potius quam ad Antoninum Pium pertinent. Eusebii Historiae ecclesiasticae l. 4, c. 10—l3.)

79
ἐκείνου γενόμενα, ὧν ἕν καὶ ἡ ἀνάρρησις ἡ ἐμή, ὡς ἐχθίστου ὑμῖν καὶ κακίστου ἀθετηθήσεται.” ταῦτα δ’ ἡ γερουσία αἰδεσθεῖσα, οὐ μεῖον μέντοι καὶ τοὺς στρατιώτας εὐλαβηθεῖσα, τῷ κειμένῳ τὰς τιμὰς ἐψηφίσατο. Εὐσεβὴς δ’ ἐπεκλήθη, ὅτι ἄρτι τῆς αὐταρχίας ἡμμένου πολλοὶ γεγόνασιν ὑπ’ αἰτίασιν, καί τινες ἐξ ὀνόματος εἰς σφαγὰς ἐξῃτήθησαν, ὁ δὲ οὐδένα ἐκόλασε, φάμενος ὡς “οὐ δεῖ με ἐκ τοιούτων ἔργων τῆς προστασίας ὑμῶν ἄρξασθαι.” γέγονε δὲ καὶ δι’ ὅλης αὐτοῦ τῆς ἀρχῆς δίκαιός τε καὶ χρηστὸς καὶ πᾶσι τοῖς ὑπηκόοις ἀνεπαχθής, καὶ αὐτοῖς δὲ χριστιανοῖς. οὐ μόνον γὰρ οὐκ ἐκάκου αὐτούς, ἀλλὰ μέντοι καὶ αἰδοῦς ἠξίου. λέγεται δὲ ζητητικὸς γενέσθαι [*](B) καὶ περὶ μικρῶν ἀκριβολογούμενος· ὅθεν αὐτὸν κυμινοπρίστην ἐκάλουν οἱ σκώπτοντες. οὐ μὴν διὰ τοῦτο ἐκ τῶν ὑπηκόων ἐχρηματίζετο, ἀλλ’ ἐν ἀπορίᾳ ποτὲ γεγονὼς ἀργυρίων, πολέμων ἐπικειμένων οὔτε τέλος καινὸν ἐπενόησεν οὔτ’ αἰτῆσαι παρά του ἠνέσχετο χρήματα, ἀλλ’ ἐν τῇ ἀγορᾷ πάντα τὰ ἐν τοῖς βασιλείοις κειμήλια θέμενος, καὶ εἴ τι πρὸς κόσμον ἦν τῇ αὐτοῦ γαμετῇ, ὠνεῖσθαι ταῦτα τὸν βουλόμενον προετρέπετο· ὅθεν ἀθροίσας ἀργύρια τοῖς στρατιώταις διέδωκε. καὶ νικήσας τὸν πόλεμον ἐκτήσατο πολυπλάσια. καὶ κήρυγμα ἔθετο τὸν βουλόμενον ἐκ τῶν ὠνησαμένων τὰ κτήματα τὰ βασιλικὰ [*](C) ἀναδιδόναι τὸ ὠνηθὲν καὶ λαμβάνειν τὸ τίμημα. καί τινες μὲν τοῦτο ἐποίησαν, οἶ δὲ πλείους ἀνένευσαν· καὶ οὐδένα ἀναδοῦναι τὸ κτηθὲν αὐτῷ ἐβιάσατο.

Τούτου λέγεται νομοθέτημα εἶναι καὶ τὸ τῶν τέκνων ἀδιαθέτων τελευτώντων κληρονόμους ἀναφαίνεσθαι τοὺς γονεῖς, καὶ διατιθεμένοις τοῖς παισὶν

80
ἐν ἀπαιδίᾳ ἀνάγκην εἶναι τὸ νόμιμον μέρος τοῖς γονεῦσι καταλιμπάνειν.

Ἐπὶ τούτου κλόνος τῆς γῆς συνέβη φρικώδης περὶ τὴν Βιθυνίαν καὶ τὸν Ἑλλήσποντον, ἐξ οὗπερ πλείους πόλεις κατέπεσον, μάλιστα δ’ ἡ Κύζικος ἔπαθεν. ὅτε καὶ ὁ ἐν αὐτῇ περιβόητος κατεπτώθη [*](D) ναός, οὗ λέγονται τετράοργοι τὸ πάχος εἶναι οἱ κίονες, τὸ δ’ ὕψος αἴρεσθαι μέχρι πεντήκοντα πήχεων, ἐκ λίθου συνεστῶτες ἑνός, εἴ τῳ ταῦτα μὴ ἄπιστα δόξαιεν, καὶ τἄλλα δὲ τοῦ ἔργου ἐκείνου θαυμάσια ξύμπαντα.

Περὶ τούτου τοῦ αὐτοκράτορος ᾄδεται ὅτι καὶ τὸ τῆς συγκλήτου κατέκαυσε ψήφισμα, ὃ κατ’ ἐπιταγὴν τοῦ Ἰουλίου γέγονε Καίσαρος, θεσπίζον μηδενὶ ἐφεῖσθαι διαθήκην ποιεῖν, εἰ μὴ μέρος ὡρισμένον τῷ κοινῷ καταλείψει ταμείῳ. ὅθεν νομίζεται καὶ μέχρι τοῦδε ταῖς διαθήκαις ἐγγράφεσθαι ὅτι καὶ τῷ βασιλικῷ ταμείῳ καταλιμπάνω τόδε.” ἀπεβίω δὲ ὁ Εὐσεβὴς Ἀντωνῖνος γηραιός, θανάτῳ ὕπνῳ ἐοικότι μαλακςτάτῳ, μοναρχήσας ἐνιαυτοὺς σὺν τέσσαρσιν εἴκοσι.

Τούτου τῷ πρώτῳ ἔτει Τελεσφόρος ὁ Ῥώμης ἐπίσκοπος ἑνδέκατον ἔτος ἀνύσας ἐπὶ τῇ λειτουργίᾳ καὶ μαρτυρίῳ ταινιωθείς, ὡς Εἰρήναιος ἱστόρησε, τέλος μακαριώτατον εὕρατο· καὶ ἀνθιδρύθη εἰς τὸν τῆς Ῥώμης θρόνον Ὑγῖνος. ἐφ’ οὗ Οὐαλεντῖνος αἱρεσιάρχης ἐγένετο, καὶ Κερδῶν τῆς κατὰ Μαρκίωνα αἱρέσεως ἀρχηγός. Ὑγίνου δὲ μετὰ τὸ τέταρτον ἔτος τοὐ Ῥώμης ἀρχιερατεῦσαι ἐκλιπόντος τὸν βίον, Πίος τῆς Ῥωμαίων ἐκκληόίας προέστη. τῆς δ’ Ἀλεξαν- [*](24 Εἰρήναιος] l. 3, c. 4.)

81
δρέων Μάρκος ἡγήσατο μετὰ Εὐμένη τρισκαιδέκατον ἔτος ἀνύσαντα ἐν τῇ ἀρχιερωσύνῃ. καὶ τοῦ Μάρκου μετὰ δεκαετίαν μεταχωρήσαντος πρὸς ἑτέραν ζωήν, Κελαδίων τὴν λειτουργίαν παρέλαβε. κἀν τῇ Ῥώμῃ [*](B) τοῦ Πίου ἐκλελοιπότος πεντεκαιδεκάτῳ ἐνιαυτῷ τῆς ἐπισκοπῆς, ἀντικατέστη Ἀνίκητος. ὅτε καὶ ὁ φιλόσοφος καὶ μάρτυς ἤκμαζεν Ἰουστῖνος, τοῦ ὀρθοῦ λόγου ὑπεραγωνιζόμενος, ὃς καὶ κατὰ Μαρκίωνος ἐξέθετο σύγγραμμα καὶ πρὸς τὸν εὐσεβῆ Ἀντωνῖνον ἀπολογίαν ὑπὲρ χριστιανῶν συνεγράψατο. ὅθεν ὁ αὐτοκράτωρ οὗτος ὁρμηθεὶς δόγμα τῷ κοινῷ τῆς Ἀσίας ἐπέστειλε μηδένα χριστιανὸν διὰ τὴν θρησκείαν κολάζεσθαι, ἀλλὰ κἄν τις ὑπό του διὰ ταύτην κατηγοροῖτο, τὸν μὲν κατηγοροῦ μ’ ἐνὸν ἀπολύεσθαι, τὸν δὲ κατήγορον δίκης ἔνοχον γίνεσθαι. ταῦτα συνέβη [*](C) ἐπὶ τοῦ Εὐσεβοῦς.

Μετὰ δὲ τὴν τελευτὴν αὐτοῦ Μάρκος Αὐρήλιος Ἀντωνῖνος εἰσποιητὸς αὐτῷ γεγονώς, ὡς ἱστόρηται, τὴν αὐταρχίαν ἐδέξατο· καὶ αὐτίκα κοινωνὸν τοῦ κράτους πεποίηται Λούκιον Βῆρον Κόμοδον, τὸν Λουκίου τοῦ Κομόδου υἱόν. ἦν μὲν γὰρ ὁ Μάρκος καὶ ἀσθενὴς τὸ σαρκίον, ἐσχόλαζε δὲ καὶ λόγοις οὕτως ὥστε καὶ αὐτοκράτωρ γενόμενος οὐκ ᾐδεῖτο ἐς διδασκάλου φοιτᾶν, ἀλλὰ καὶ Σέξτῳ συνεφιλοσόφει τῷ Βοιωτῷ καὶ Ἑρμογένει τῷ ῥήτορι προσωμίλησε· μᾶλλον δ’ ἀντεποιεῖτο τῶν Στωικῶν. ὁ δέ γε Λούκιος νεώτερος ὢν καὶ πρὸς πόνους ἔρρωτο καὶ ἐπεφύκει πρὸς στρατιωτικῶν μεταχείρισιν. ὅθεν τῇ [*](18 ὡς ἱστόρηται] p. 591, C.) [*](Cap. 2. Χiphilini epitome Historiarum Dionis (l. 71, c. 1—10) cum eiusdem Xiphilini additamentis. Eusebii Historiee ecclesiasticae l. 5, c. 5.)

82
[*](D) θυγτρὶ Λουκίᾳ τοῦτον ὁ Μάρκος συνάψας αὐτῶ τὸν πρὸς Πάρθους ἀνέθετο πόλεμον, τοῦ Οὐολογαίσου πολλοὺς Ῥωμαίων κατατοξεύσαντος καὶ ὅλον τὸ στρατόπεδον διαφθείραντος καὶ πολέμιον Ῥωμαίοις ἑαυτὸν ἀποφήναντος καὶ φοβερὸν ἐπιόντα τῆς Συρίας ταῖς πόλεσιν. εἰς γοῦν Ἀντιόχειαν ὁ Λούκιος γεγονὼς Κασσίῳ τὰ στρατεύματα ἔνειμεν· ὃς τῷ Οὐολογαίσῳ συμβαλὼν ἥττησέ τε καὶ μέχρι Σελευκείας ἐδίωξε, καὶ ταύτην ἐνέπρησε καὶ τὰ βασίλεια αὐτοῦ τὰ ἐν Κτησιφῶντι κατέσκαψε. τῶ δὲ Λουκίῳ ταῦτα ὄγκον περιεποίει καὶ φρόνημα, ὥστε μετὰ ταῦτα καὶ ἐπιβουλεῦσαι τῷ κηδεστῇ τε καὶ αὐτοκράτορι. πρὶν δέ τι δρᾶσαι φαρμάκῳ διώλετο.

Ἐντεῦθεν ὁ Κάσσιος τῆς Ἀσίας ἁπάσης ἐπίτροπος προκεχείριστο. ὁ δ’ αὐτοκράτωρ τοῖς περὶ τὸν Ἴστρον βαρβάροις, Ἰάζυξί τε καὶ Μαρκομάννοις καὶ ἄλλοτε ἄλλοις χρόνον συχνὸν ἐπολέμησε, τῇ Παιονίᾳ κεχρημένος ὁρμητηρίῳ. καὶ οἶ ὑπὲρ τὸν Ῥῆνον Κελτοὶ ἴως Ἰταλίας ἐπήλασαν· ὧν ἐν τοῖς νεκροῖς καὶ γυναικῶν σώματα ὡπλισμένα εὑρέθη. οὕτω δὲ καὶ σωφρόνως καὶ ἐγκρατῶς ἦρχεν ὥστε ἐν τηλικούτοις πολέμοις μήτε τι θωπευτικὸν πρὸς τοὺ ’ς στρατιώτας εἰπεῖν μήτε τι φόβῳ ποιῆσαι. ὅτε δὲ μὴ πολέμοις ἐσχόλαζεν, ἐδίκαζε, καὶ τοῖς ῥήτορσι πρὸς ὕδωρ λέγουσι πλεῖον ἐγχεῖσθαι τὸ ὕδωρ ἐκέλευεν, ἕν ἔχοι [*](B) πάντοθεν τὸ δίκαιον ἀκριβοῦν. ἦν δὲ καὶ φιλόπονος, ὡς καὶ νυκτὸς δικάζειν. καὶ οὐδὲν ἐν παρέργῳ οὔτ’ ἐποίει οὔτ’ ἔγραφεν οὔτ’ ἔλεγε, μὴ δεῖν νομίζων τὸν αὐτοκράτορα ἐν παρέργῳ τι πράττειν μηδὲ τοὐλάχιστον, καὶ ταῦτα σώματος τυχὼν ἀσθενοῦς.

Μαρκομάννους μὲν οὖν καὶ Ἰάζυγας πολλοῖς καὶ μεγάλοις ἀγῶσι καὶ κινδύνοις ὁ αὐτοκράτωρ οὗτος

83
ὑπέταξε· πρὸς δὲ τοὺς Κουάδους καὶ πόλεμος αὐτῷ βαρὺς συγκεκρότητο, καὶ νίκην παράδοξον αὐτῷ τὸ θεῖον παρέσχετο. κύκλῳ γὰρ τῶν Κουάδων τοὺς Ῥωμαίους περισχόντων συνασπίσαντες οἶ Ῥωμαῖοι καρτερῶς ἀντημύνοντο· οἷ δὲ βάρβαροι ἀπέσχοντο μὲν τοῦ μάχεσθαι, τὰ δὲ πέριξ ἀπέφραξαν, ὥστε μήποθεν αὐτοὺς ὑδρεύσασθαι δύνασθαι, οἰόμενοι ῥᾷον [*](C) αὐτῶν περιγενέσθαι, μὴ οἵων τε ἐσομένων πρὸς δίψαν ψαν ἀντέχειν καὶ καύσωνα. τῶν οὖν Ῥωμαίων καὶ καμάτῳ κακουμένων καὶ καύματι καὶ δίψει καὶ τραύμασιν, μασιν, νέφη ἀθρόον τὸν ἀέρα περιέσχον ἐκεῖνον, καὶ ὗσέ γ’ ἑ πλεῖστα, οὐχ ὡς ὁ Δίων ἱστόρησεν, Αἰγυπτίου μάγου τὸν Ἑρμῆν ἐπικαλεσαμένου καὶ γοητείαις δι’ αὐτοῦ τὸν ὑετὸν δυνηθέντος ἐπαγαγεῖν, ἀλλὰ τοῦ θείου χριστιανῶν παρακληθέντος ἐντεύξεσι καὶ ῥυσαμένου τότε κἀκείνους παραδοξοποιίᾳ καὶ ἅπαν τὸ στράτευμα. ἦν γάρ τις ἐν τῇ τότε Ῥωμαïκῇ στρατιᾷ λεγεών, οἱ πάντες ἦσαν χριστιανοί. ἀμηχανοῦντι δὲ τῷ αὐτοκράτορι καὶ δεδοικότι περὶ παντὶ τῷ στρατεύματι [*](D) λόγος ἐστὶ φάναι τὸν ἔπαρχον τοῦ δορυφορικοῦ ὡς οὐκ ἔστιν ὃ μὴ δύναται τὸ γένος τῶν καλουμένων χριστιανῶν· εἶναι δὲ παρὰ τῇ στρατιᾷ ἀνδρῶν τοιούτων τάγμα ὁλόκληρον. τὸν δὲ ἀκούσαντα σαντα δεηθῆναι τούτων ἐπικαλέσασθαι τὸν οἰκεῖον θεόν. κἀκείνων εὐξαμένων κεραυνῷ μὲν βληθῆναι τοὺς ἐναντίους, ὄμβρον δὲ Ῥωμαίοις καταρραγῆναι. οἶς ἐκπλαγέντα τὸν Μάρκον τιμῆσαι μὲν τοὺς χριστιανοὺς δόγματι, κεραυνοβόλον δ’ ἐκεῖνο καλέσαι τὸ σύνταγμα. καὶ ὅτι μὲν οὕτως ὁ λεγεὼν ἐκεῖνος ἐκλήθη καὶ παρὰ τοῖς ἄλλοις Ἕλλησι καὶ παρὰ τῷ Δίωνι ὡμολόγηται, τὴν δὲ αἰτίαν οὐ προστιθέασι. μέμνηται δὲ τῆς παραδοξοποιίας ταύτης ἐν τῇ Ἐκ-
84
κλησιαστικῇ ἱστορίᾳ καὶ ὁ Εὐσέβιος. ὅ γ’ ἑ μὴν Δίων φησὶν ὅτι τοῦ ὄμβρου γινομένου οἱ Ῥωμαῖοι περὶ τὸ πίνειν ἀσχοληθέντες ὀλίγου δεῖν ἀπολώλεισαν ἄν, τῶν βαρβάρων ἐπιτιθεμένων τότε αὐτοῖς, εἰ μὴ χάλαζα κατερράγη σφοδρὰ καὶ κεραυνοῖς πολλοῖς ἐβάλλοντο οἶ πολέμιοι.

Ὁ δὲ Κάσσιος ἐν τῇ Συρίᾳ διάγων ἐνεωτέρισεν· ὃς Σύρος ἦν, ἀνὴρ δὲ ἄριστος καὶ οἶον ἄν τινες ἕξειν εὔξαιντο αὐτοκράτορα. ἐκινήθη δὲ πρὸς ἀποστασίαν, ἀγγελίας αὐτῷ ψευδοῦς κομισθείσης ὡς ὁ Μάρκος ἀπέθανεν. ἅπαξ δὲ πρὸς τὸ ἔργον ὁρμήσας οὐκ ἀπέστη, [*](B) μετ’ ὀλίγον μαθὼν τὴν ἀγγελίαν εἶναι ψευδῆ· ἡτοιμάζετο δὲ πολέμῳ τὴν ἐξουσίαν ἕξειν. ὁ δὲ Μάρκος τοὺς στρατιώτας συγκαλεσάμενος ἐδημηγόρησε καὶ παρεθάρρυνε σφᾶς πρὸς τὸν πόλεμον. παρασκευαζομένῳ δὲ νῖκαί τε πλεῖσται κατὰ βαρβάρων διαφόρων ἠγγέλθησαν καὶ ἡ Κασσίου σφαγή, ὃν ἑκατόνταρχός τις βαδίζοντι προσελθὼν ἔτρωσεν αἰφνίδιον, οὐ μέντοι καιρίως, προσκατειργάσατο δὲ τὸν φόνον ὁ δέκαρχος. καὶ ὁ μὲν οὕτως ἀπώλετο μῆνας τρεῖς καὶ ἡμέρας ἕξ τὴν ἀρχὴν ὀνειρώξας, καὶ ὁ υἱὸς δὲ αὐτοῦ ἐφονεύθη τυγχάνων ἑτέρωθι· ὁ δ’ αὐτοκράτωρ οὐδένα τῶν ἐκείνῳ συναποστάντων διεχρήσατο, [*](C) ἀλλ’ ἐπιεικῶς ἐχρήσατο ξύμπασι. καὶ τῇ βουλῇ δὲ ἐπέστειλε μηδένα τῶν Κασσίῳ συναραμένων τεθνάναι· “μὴ γὰρ γένοιτο” ἔφη “μηδένα ὑμῶν δι’ ἐμὲ μήτε τῇ ἐμῇ μήτε τῇ ὑμετέρᾳ ψήφῳ σφαγῆναι. ἂν δὲ μὴ τούτου τύχω, σπεύσω θανεῖν.” οὕτω διὰ πάντων καὶ εὐσεβὴς ἐγένετο καὶ χρηστός. ἐνομοθε- [*](1 Εὐσέβιος] Hist. eccles. 5, 5.) [*](Cap. 3. Dionis Historiae Romanae l. 71, c. 22 36. Eusebii Historiae ecclesiasticae l. 4, c. 5 – 1. 5. prooem.)

85
τήθη δὲ τότε μηδένα τοῦ ἔθνους ἄρχειν ὅθεν ἐγένετο, ὅτι ὁ Κάσσιος ἐν τῇ Συρίᾳ ἡγεμονεύων, ὅπου καὶ ἡ πατρὶς αὐτοῦ ἦν, ἐνεόχμωσεν.

Ἐλθὼν δ’ εἰς Ἀθήνας ὁ Μάρκος τιμάς τε τοῖς Ἀθηναίοις ἔνειμε καὶ διδασκάλους ἐπὶ πάσης παιδείας ἔταξε, μισθὸν ἐτήσιον ἐκ τοῦ ταμείου κομιζομένους. ἐς δὲ τὴν Ῥώμην ἐλθὼν τοῖς ὄφλουσι τῷ βασιλικῷ ταμείῳ καὶ τῷ δημοσίῳ πᾶσιν ἀφῆκε τὰς [*](D) ὀφειλάς. πόλεσί τε χρήματα δέδωκε, καὶ τὴν Σμύρναν ὑπὸ σεισμοῦ παθοῦσαν ἀνοικοδομηθῆναι προσέταξεν. ὡς δ’ αὖθις τὰ Σκυθικὰ κεκίνητο, γυναῖκα τῶ υἱῷ θᾶττον ἢ ἐβούλετο Κρισπῖναν συνῴκισέ, καὶ κατ’ αὐτῶν ἐξεστράτευσε. καὶ χρήματα ἐκ τοῦ δημοσίου ᾔτησε· πάντα γὰρ τῆς βουλῆς καὶ τοῦ δήμου ἔλεγεν εἶναι. καταπολεμηθέντων δὲ τῶν βαρβάρων αὐτοκράτωρ προσηγορεύθη τὸ δέκατον. καὶ εἰ ἔτι ἐζήκει, τὰ ἐκεῖ πάντα ὑπὸ Ῥωμαίους ἂν ἐποιήσατο· ἀλλὰ μετήλλαξε, τῶν ἰατρῶν αὐτὸν κατεργασαμένων, ὡς λέγεται, τῷ Κομόδῳ χαριζομένων. ἄρτι δὲ θνήσκων τοῦτόν τε τοῖς στρατιώταις παρακατέθετο, ἵνα μὴ δοκῆ ὑπ’ αὐτοῦ θνήσκειν, καὶ τῷ χιλιάρχῳ τὸ σύνθημα αἰτοῦντι “πρὸς τόν ἀνατέλλοντα” εἷπεν “ἄπιθι· ἐγὼ γὰρ δύομαι ἤδη.” ἄριστα οὖν ἄρξας μετήλλαξε, ζήσας μὲν ἔτη πεντήκοντα καὶ ἐννέα, τριάκοντα καὶ ὀκτὼ ἐνδέοντα ἡμερῶν, αὐταρχήσας δὲ ἔτη ἐννεακαίδεκα καὶ ἡμέρας ἕνδεκα. ἦν γὰρ καὶ φύσει ἀγαθὸς ἀνήρ, πλεῖστα δὲ καὶ ὑπὸ παιδείας βελτίων ἐγένετο. οὐ μέντοι ἀξίως τῆς ἀρετῆς εὐδαιμόνησεν. ἐντεῦθεν δὲ μᾶλλον θαυμάσειεν ἄν τις αὐτόν, ὅτι καὶ ἀλλοκότοις καὶ ἐξαισίοις χρησάμενος πράγμασιν αὐτός τε περιεγένετο καὶ τὴν ἀρχὴν δεισώσατο.

86
[*](B)

Τούτου κρατοῦντος ὁ ἱερὸς Πολύκαρπος ὁ Σμύρἀρχιερεὺς τὸν μαρτυρικὸν ἀνεδήσατο στέφανον· καὶ ὁ μέγας ἐπὶ λόγοις καὶ μείζων ἐν ὁμολογίᾳ Ἰουστῖνος ἐνήθλησεν, οὗ πολλὰ μέχρι τοῦδε συγγράμματα σώζονται. τῷ δὲ ὀγδόῳ ἔτει τῆς Μάρκου Οὐήῥοῦ τοῦ Ἀντωνίνου τούτου ἀρχῆς Ἀνίκητος τελευτᾷ, ἔτη ἓν ἐπὶ δέκα τῆς Ῥωμαίων ἐκκλησίας προστάς· καὶ τοῦτον Σωτὴρ διαδέχεται. καὶ Κελαδίωνος μετὰ δέκα καὶ τέσσαρα ἔτη τὴν ζωὴν ἐκμετρήσαντος Ἀγριππῖνος τὴν Ἀλεξανδρέων ἐπισκοπὴν ἐγκεχείριστο. καὶ τῆς Ἀντιοχέων ἐκκλησίας μετὰ Ἣρωνα Κορνηλίου προστάντος τετάρτου, πέμπτος Ἔρως ὰὐτὸν διεδέξατο, κἀκεῖνον ἕκτος Θεόφιλος, ὃς καὶ κατὰ [*](C) Μαρκίωνος ἐγγράφως ὡπλίσατο· ὃν ἴβδομος διεδἐξατο Μαξιμῖνος. τοῦ Ῥωμαίων δὲ ἀρχιερατεύσαντος Σωτῆρος μεταστάντος τῶν γηίνων, ἀντεισῆκτο Ἐλεύθερος.

Κόμοδος δὲ ὁ υἱὸς Ἀντωνίνου Μάρκου ἄριστα παρὰ τοῦ πατρὸς τραφείς τε καὶ ἀναχθεὶς οὐ κατὰ τὴν παιδείαν ἀποβεβήκει ἥνπερ πεπαίδευτο. ἀλλ’ ἄκακος μὲν ἦν καὶ πρὸς πανουργίαν ἀποπεφύκει, δειλὸς δὲ ὢν καὶ τοῖς συνοῦσι πειθόμενος δι’ ἀπλότητα τὰ ἤθη τε διεφθάρη καὶ εἰς ἀσέλγειαν καὶ μιαιφονίαν προήχθη, ἐννεακαιδεκέτης τυγχάνων ὅτε τῆς ἐξουσίας ἐκράτησεν. ὅθεν τὰς συμβουλίας τῶν ἀρίστῶν τῆς βουλῆς παρωσάμενος, οὓς ἐπιτρόπους αὐτῷ [*](D) ἐπέστησεν ὁ πατήρ, σπένδεται τοῖς βαρβάροις καὶ εἰς τὴν Ῥώμην ὑπονοστεῖ, οὔτε πονεῖν ἐθέλων καὶ ἐρρᾳστωνευμένης ἐρῶν βιοτῆς. ὅθεν καὶ πλειστάκις ἐπεβουλεύθη, καὶ συχνοὺς ἀπέκτεινεν οὐκ ἄνδρας [*](Cap. 4. Dionis HiStοriae Rοmanae 1. 71, c. 36 — 1. 72, 13.)

87
μόνον, ἀλλὰ καὶ γυναῖκας, καὶ σχεδὸν πάντας τοὺς τότε ἀνθήσαντας, ἄτερ Πομπηιανοῦ καὶ Περτίνακος καὶ Βικτωρίνου, ὥστ’ ἄπορον λογίζεσθαι τοῖς ταῦτα συγγραψαμένοις ὅπως ἐκεῖνοι τὸν φόνον τότε διέφυγον. εἰσιόντι δὲ αὐτῷ εἰς τὸ θέατρον τὸ κυνηγετικὸν ἐπεβούλευσε Κλαύδιος Πομπηιανὸς. ξίφος γὰρ ἐν τῇ τῆς εἰσόδου ἀνατείνας στενοχωρίᾳ ἔφη “τοῦτό σοι πέπομφεν ἡ βουλή.” τούτῳ κατηγγύητο μὲν ἡ θυγάτηρ Λουκίλλης τῆς τοῦ Κομόδου ὁμαίμονος, συνεφθείρετο δὲ καὶ αὐτὴ ἡ Λουκίλλα οὔτ’ ἐπιεικεστέρα οὔτε σωφρονεστέρα οὖσα τοῦ ἀδελφοῦ. διὸ καὶ τὸν Πομπηιανὸν ἀνέπεισεν ἐπιθέσθαι τῷ Κομόδῳ, καὶ ἐκεῖνον καὶ ἑαυτὴν προσαπώλεσεν. ἀνεῖλε δὲ καὶ τὴν γυναῖκα Κρισπῖναν ὁ Κόμοδος, μοιχείαν ἐπεγκαλέσας αὐτῇ. καὶ εἴ τις ἕκαστον τῶν ὑπ’ ἐκείνου κτανθέντων ἢ διὰ συκοφαντίας ψευδεῖς ἢ δι’ ὑποψίας εἰκαίας ἢ διὰ πλοῦτον βαθὺν ἢ διὰ γένους λαμπρότητα ἢ διὰ παιδείας ὑπεροχὴν ἢ δι’ ἀρετῆς εὐδοκίμησιν ἀκριβώσασθαι τῇ συγγραφῇ βουληθῇ, ὄχλον ἂν παρέξοι τοῖς ἐπιέναι τὸ σύγγραμμα μέλλουσιν.

Ἐγένοντο δὲ καὶ πόλεμοι αὐταρχοῦντος αὐτοῦ [*](B) πρός τε τοὺς ὑπὲρ τὴν Δακίαν βαρβάρους καὶ μέγιστος ὁ Βρεττανικός, ἐφ’ ὃν Μάρκελλον Οὔλπιον ἔπεμψεν, ἄνδρα ἐγκρατῶς τε ζῶντα καὶ στρατιωτικῶς, ἀδωρότατόν τε καὶ ἀυπνότατον φύσει καὶ ἔτι μᾶλλον ἐξ ἐγκρατείας. ἔνα γὰρ μηδὲ ἄρτου κορέννυται, πολυήμερόν τε καὶ παλαιότατον αὐτὸν ἤσθιεν, ὥστε μηδὲ δύνασθαί τι φαγεῖν τοῦ ἀναγκαίου πάνυ ἐπέκεινα. οὗτος τοὺς ἐν Βρεττανίᾳ βαρβάρους σφόσυγγραψαμένοις] [*](4 Dioni 72, 4.)

88
δρᾶ ἐκάκωσεν. ὅθεν διὰ τὴν ἀρετὴν αὐτοῦ ὀλίγου ἀπέκτεινεν ἂν τὸν ἄνδρα ὁ Κόμοδος.

[*](C)

Περέννιος δὲ· ὁ τοῦ δορυφορικοῦ ἄρχων, τοῦ Κομόδου ἁρματηλασίαις καὶ ἀσελγείαις ἐσχολακότος, ἠναγκάζετο τά τε στρατιωτικὰ καὶ τὰ τοῦ κοινοῦ διοικεῖν. εἴ τι γοῦν τοῖς στρατιώταις ἀπήντα που δυσχερές, ἐπ’ ἐκεῖνον τοῦτο ἀνέφερον καὶ ἐμηνίων αὐτῷ. οἶ ἐν Βρεττανίᾳ τοίνυν στρατιῶται στασιάζοντες καὶ διὰ τοῦτο ἐπιτιμηθέντες χιλίους ἐπὶ πεντακοσίοις ἐξ ἑαυτῶν εἰς τὴν Ἰταλίαν ἔπεμψαν· οἷς τῇ Ῥώμῃ πλησιάσασιν ὁ Κόμοδος προυπήντησε καὶ εἶπεν “ὦ συστρατιῶται, τί βουλόμενοι πάρεστε;” οἱ δέ “ἥκομεν” ἔφασαν “ἐπεί σοι ἐπιβουλεύει Περέννιος.” καὶ ὅς ἐπείσθη καὶ τὸν ἄνδρα ἐξέδωκεν· καὶ [*](D) οἶ στρατιῶται αὐτὸν καὶ ᾐκίσαντο καὶ κατ’ κατέκοψαν, διαγαγόντα τὴν ἀρχὴν ἀδωρότατά τε καὶ σωφρονέστατα. οὗπερ ἀπαλλαγέντες οἶ Καισάρειοι, ὧν ὁ Κλέανδρος Κορυφαιότατος ἐτύγχανεν ὤν, ἅπαν ἔδρων χείριστον ἀδεῶς· πάντα γὰρ ἐπώλουν καὶ ὕβριζον καὶ ἠσέλγαινον.

Ὁ δὲ Κλέανδρος μέγα ὑπὸ τῆς τύχης ἀρθεὶς καὶ ἐχαρίσατο καὶ ἐπώλησε βουλείας, στρατείας, ἐπιτροπείας, ἡγεμονίας καὶ ἁπλῶς ξύμπαντα. καί τινες πάντων ὧν εἶχον τὸ βουλευταὶ γενέσθαι ἐπρίαντο, ὥστε καὶ λεχθῆναι ἐπὶ Ἰουλίῳ Σόλωνι ἀφανεστάτῳ ἀνδρὶ ὅτι τὴν οὐσίαν ἀφαιρεθεὶς ἐξωρίσθη εἰς τὸ συνέδριον. καὶ ὑπάτους εἰς ἴνα ἐνιαυτὸν εἴκοσι καὶ πέντε ἀπέδειξεν, ὃ μήτε πρότερον μήτε ὕστερον ἐγένετο. πάντοθεν οὖν ἀργυρολογῶν ἐκτήσατο πάμπολλα, ἀφ’ ὧν πλεῖστα τῷ τε Κομόδῳ ἐδίδου καὶ ταῖς αὐτοῦ παλλακαῖς. καίτοι δ’ οὕτως ὑπὸ τῆς τύχης ἀρθεὶς ἀτίμως ἀπώλετο. σιτοδείας γὰρ ἐν

89
Ῥώμῃ συμβάσης πλέον αὐτὴν Παπίριος Διονύσιος ἐπὶ τοῦ σίτου τεταγμένος ἐπέτεινεν, ὡς ἂν τὸν Κλέανδρον οἶ Ῥωμαῖοι μισήσωσί τε καὶ διαφθείρωσιν ὡς αἴτιον τοῦ κακοῦ διὰ κλέμματα. ἤγετο τοίνυν [*](B) ἱπποδρομία· καὶ μελλόντων τῶν ἵππων ἀγωνιεῖσθαι εἰσέδραμε παιδίων πλῆθος εἰς τὸν ἱππόδρομον· καὶ τῶν παρθένος τις ἡγεῖτο μεγάλη καὶ βλοσυρά, ἣ δαίμων ἐς ὕστερον ἐνομίσθη. καὶ συνεβόησαν μὲν τὰ παιδία, καὶ ὁ δῆμος ἐκ τούτου ἐξέκραγε καὶ ὥρμησε πρὸς τὸν Κόμοδον ἐν προαστείῳ ὄντα, ἐκείνου μὲν ὑπερευχόμενος, τοῦ Κλεάνδρου δὲ κατευχόμενος· ὁ δὲ στρατιώτας ἔπεμψεν ἐπ’ αὐτούς, οἳ καὶ ἔτρωσάν τινας καὶ ἀπέκτειναν, ἀνεῖρξαι δὲ τὸν δῆμον οὐκ ἴσχυσαν, ἀλλὰ τῷ πλήθει θαρρῶν ἢ τῇ τῶν δορυφόρων ἰσχύι· ἐκεῖνος ἠπείχθη. πλησιαζόντων δὲ οὕτως ὁ Κόμοδος ἔδεισε, δειλότατος ὤν, ὡς αὐτίκα τόν [*](C) τε Κλέανδρον καὶ τὸ παιδίον αὐτοῦ σφαγῆναι κελεῦσαι. τὸ μὲν οὖν παιδίον προσουδισθὲν διεφθάρη, τὸ δὲ τοῦ Κλεάνδρου σῶμα λαβόντες οἶ Ῥωμαῖοι ὢ ἔσυραν καὶ ᾐκίσαντο, καὶ ἡ κεφαλὴ αὐτοῦ ἐπὶ δόρατος περιήνεκτο. καί τινας ἑτέρους τῶν παρὰ τῷ αὐτοκράτορι δυναμένων διέφθειραν.

Κόμοδος δὲ ἐφόνα καὶ τοὺς ἐπιφανεῖς ἄνδρας διεχειρίζετο καὶ ἦν Ῥωμαίοις ἅπασι χαλεπώτατος, ἀναγκάζων αὐτῷ ἐξ ἀνάγκης ψηφίζεσθαι ὅσα τῷ πατρὶ αὐτοῦ ἑκόντες δι’ εὔνοιαν ἐψηφίζοντο. ἄλλα τε οὖν αὐτῷ πάμπολλα ἐψηφίσθησαν καὶ χρυσοῦς ἀνδριὰς [*](D) σταθμοῦ χιλίων λιτρῶν. καὶ τοὺς μῆνας πάντας ἀπ’ αὐτοῦ κεκλῆσθαι τεθέσπικε· καὶ κατηρίθ- [*](Cap. 5. Dionis Historiae Romanae l. 72, c. 14 22. Eusebii Historiae ecclesiasticae l. 5, c. 9–21.)

90
μηντο ὧδε, Ἀμαζόνιος, Ἀνίκητος, Εὐτυχής, Εὐσεβής, Λούκιος, Αἴλιος, Αὐρήλιος, Κόμοδος, Αὔγουστος, Ἡράκλειος, Ῥωμαῖος, Ὑπεραίρων. πάντα γὰρ ταῦτα ἑαυτῷ ἐπέγραφε τὰ ὀνόματα, καὶ τῇ βουλῇ οὕτως ἐπέστελλεν “αὐτοκράτωρ Καῖσαρ Λούκιος Λούκιος Αὐρήλιος Κόμοδος Αὔγουστος εὐσεβὴς εὐτυχὴς ἀνίκητος Ῥωμαῖος Ἡρακλῆς ἀρχιερεὺς δημαρχικῆς ἐξουσίας τὸ ὀκτωκαιδέκατον, αὐτοκράτωρ τὸ ὄγδοον, ὕπατος τὸ ἕβδομον, πατὴρ πατρίδος, ὑπάτοις, στρατηγοῖς, δημαρχικοῖς, γερουσίᾳ Κομοδιανῇ εὐτυχεῖ χαίρειν.” καὶ πολλοὺς ἔστησαν αὐτῷ ἀνδριάντας ἐν Ἡρακλέους σχήματι. καὶ τὸν αἰῶνα τὸν κατ’ αὐτὸν ἀπ’ αὐτοῦ χρυσοῦν ὀνομάζεσθαι καὶ γράφεσθαι ἐψηφίσθη· ἐκαλεῖτο γὰρ πρὸς τοῖς ἄλλοις ὀνόμασι καὶ χρυσοῦς καὶ θεός. πολλὰ δὲ δαπανῶντι αὐτῷ ἐπέλιπε τὰ χρήματα· ὅθεν ἐγκλήματα καὶ ἀνδράσιν ἐπιφέρων καὶ γυναιξίν, οὓς μὲν ἐφόνευεν, οἶς δὲ τὴν σωτηρίαν τῆς αὐτῶν οὐσίας ἐπίπρασκεν.

Ἡρματηλάτει δὲ οἴκοι, δημοσίᾳ γὰρ ᾐδεῖτο τοῦτο ποιῆσαι, καὶ ἐμονομάχει, οἴκοι μὲν μέχρι φόνου, ἐν δέ γ’ ἑ τῷ θεάτρῳ ἀσιδήρως καὶ αἵματος ἀνθρωπίνου χωρίς. οἴκοι δέ τινων τὰς τρίχας ξυρῶν τῶν μὲν [*](B) τὰς ῥῖνας παρέτεμνε, τῶν δὲ τὰ ὦτα, ἐν ἴων δ’ ἕτερόν τι. εἰσιὼν δ’ ἐς τὸ θέατρον τῷ τοῦ Ἑρμοῦ ἐκέχρητο σχήματι, χρυσοῦν κηρύκειον μεταχειριζόμενος. ἐφρόνει δὲ μέγα καὶ ὅτι ἦν ἐπαρίστερος. κάμνων δ’ ἐν τῷ ἀγωνίζεσθαι ἔπινε, καὶ οἶ τῆς βουλῆς καὶ οἶ τῶν ἱππέων παρόντες “ζήσειας” ἐξεβόων· καί “κύριος εἶ” καί “πρῶτος εἶ” καί “πάντων εὐτυχεστάτας νίκας νικήσεις” καί “Ἀμαζόνιε νικᾷς” κράζειν συνεχῶς ἐκελεύοντο. τοὺς δὲ ποδῶν ἐστερημένους ἢ τούτους πεπηρωμένους ἐκ νόσου ἢ συμφορᾶς ἀθροίσας

91
ποτέ, καὶ δρακόντων εἴδη αὐτοῖς περιπλέξας περὶ τὰ γόνατα, οἷα γίγαντας ὡς Ἡρακλῆς ῥοπάλῳ παίων ἀπέκτεινε.

Μέλλων δ’ αὖθις μονομαχῆσαι ἐνετείλατο τοῖς [*](C) ἱππεῦσι καὶ τῇ βουλῇ ἐν τῇ στολῇ τῇ ἱππάδι καὶ τοῖς μανδύαις εἰς τὸ θέατρον εἰσελθεῖν, ὃ οὐκ εἴθιστο γίνεσθαι εἰ μή τις αὐτοκράτωρ ἔτυχε τεθνηκώς· καὶ τὸ κράνος δ’ αὐτοῦ τῇ τελευταίᾳ τῶν ἀγώνων ἡμέρᾳ διὰ τῶν πυλῶν ἐξεκομίσθη δι’ ὧν οἶ τελευτῶντες ἐξεφέροντο· καὶ ταῦτα τεκμήρια τοῦ μέλλειν ἤδη ἀπαλλαγήσεσθαι τῆς αὐτοῦ τυραννίδος ἅπασιν ἔδοξε. καὶ τοῦτο μετ’ ὀλίγον ἐγένετο· Αἰμίλιος γὰρ Λαῖτος ὁ ἔπαρχος καὶ ὁ πρόκοιτος Ἔκλεκτος, τοῖς ὑπ’ αὐτοῦ γι·νομένοις ἀχθόμενοι, μὴ ταῦτα ποιεῖν παρῄνουν αὐτῷ· ὁ δέἠπείλει σγίσι καὶ ἐμηνία· κἀκεῖνοι κείσαντες ἐπεβούλευσαν αὐτῷ, δόντες ἐν βοείοις κρέασι [*](D) φάρμακον. μὴταχέως δὲ τῷ φαρμάκῳ κατεργασθέντα, ἀλλὰ καὶ ἐξημεκότα ὑποτοπήσαντά τε τὸ γεγονὸς καὶ ἀπειλοῦντα ἀπέπνιξαν αὐτὸν διά τινος Ναρκίσσου λουόμενον, ἔτη δώδεκα καὶ μῆνας ἐννέα καὶ ἡμέρας τεσσαρεσκαίδεκα μοναρχήσαντα, βεβιωκότα δὲ τριάκοντα ἐνιαυτοὺς ἐφ’ ἑνὶ καὶ μῆνας τέσσαρας. εἰς ὃν ἡ οἰκία τῶν ὡς ἀληθῶς Αὐρηλίων τῆς αὐταρχίας ἐπαύσατο.

Ἐν δέ γε τῷ πρώτῳ ἔτει τῆς μοναρχίας Κομόδου Ἰουλιανὸς τὴν ἐπισκοπὴν Ἀλεξανδρείας ἐνεχειρίσθη, Ἀγριππίνου ἐπὶ δώδεκα ἔτη ταύτην οἰκονομήσαντος καὶ μεταστάντος τῶν τῇδε. τότε καὶ Κλήμης ὁ στρωματεὺς ἐγνωρίζετο καὶ Πάνταινος ὁ φιλόσοφος σπουδαστής τε καὶ κῆρυξ τοῦ καθ’ ἡμὰς μυστηρίου. ἀνωτέρω δὲ τῆς Ἱεροσολύμων ἐκκλησίας ὁ λόγος [*](31 ἀνωτέρω] p. 592, C.)

92
ἱστόρησε Μάρκον μετὰ τοὺς ἐκ περιτομῆς καθηγήσασθαι, τῆς πόλεως παρὰ Ἀδριανοῦ ἀνοικοδομηθείσης, συνοικισθείσης τε ἐξ ἐθνῶν. ὃν Κασσιανὸς διεδέξατο, καὶ τοῦτον Πούπλιος, καὶ Πούπλιον Ἰουλιανός, κἀκεῖνον Γάιος, καὶ Γάιον Σύμμαχος. ὁ δ’ ἐφ’ ἑτέρῳ Γαΐῳ μετήλλαξε τὴν ζωήν. εἶθ’ ἕτερος Ἰουλιανὸς τὴν ἐπισκοπὴν διεδέξατο, καὶ τούτου διάδοχος Καπίτων ἐγένετο, καὶ Οὐάλης Καπίτωνος, Οὐάλεντος δὲ Δολιχιανός, καὶ ἐπὶ πᾶσι Νάρκισσος τριακοστὸς ἐπίσκοπος τῶν Ἱεροσολύμων ἀπὸ τῶν ἀποστόλων ἐγένετο. δεκάτῳ δ’ ἔτει τῆς Κομόδου ἀρχῆς Ἐλεύθερος [*](B) ὁ τῆς Ῥωμαίων ἐκκλησίας ἐπισκοπήσας ἐπ’ ἔτη τρισκαίδεκα τῶν τῇδε μετέστη, καὶ Βίκτωρ τῶν ἐκεῖ προέστη πιστῶν. καὶ Ἰουλιανοῦ ἐπὶ δέκατον ἔτος τὴν Ἀλεξανδρέων ἐκκλησίαν ἰθύναντος, καὶ τὸ χρεὼν λειτουργήσαντος, Δημήτριος τὸ τῆς ἐπισκοπῆς ἐνεχειρίσθη λειτούργημα. ἐν δὲ τῇ τῶν Ἀντιοχέων ἐκκλησίᾳ μετὰ Μαξιμῖνον Σαραπίων ἐπεσκόπει τοὺς χριστωνύμους, ὄγδοος ἀρχιερεὺς ἀπὸ τῶν ἀποστόλων γενόμενος. τότε καὶ Ἀπολλώνιος, ἀνὴρ ἐπὶ παιδείᾳ καὶ φιλοσοφίᾳ βεβοημένος, μαρτυρικῷ τέλει ἐν Ῥώμῃ δόγματι τῆς συγκλήτου πρὸς τὰς αἰωνίους μετέστη μονάς.

Ὁ μὲν οὖν Κόμοδος τὰ τῆς ἀρχῆς διαφθείρας, [*](C) ὡς εἴρηται, κἀκεῖνος διέφθαρτο· οἶ δὲ περὶ τὸν Ἔκλεκτον καὶ τὸν Λαῖτον τὸν Περτίνακα εἰς τὴν αὐταρχίαν διὰ τὴν ἀρετὴν καὶ τὸ ἀξίωμα αὐτοῦ ἐπελέξαντο. ὁ δέ, ὅτι τέθνηκε Κόμοδος ἀκριβωσάμενος, ἐδέξατο τὴν ἀρχήν, καὶ εἰσῆλθεν εἰς τὸ στρατόπεδον, καὶ τῇ τε παρουσίᾳ τοῦ Λαίτου καὶ ἁδραῖς ὑποσχἐ- [*](Cap. 6. Dionis Historiae Romanae l. 73, c. 1 10.)

93
σεσι τοὺς στρατιώτας προσεποιήσατο. εἶτα εἰς τὸ συνέδριον ἀφικόμενος εἶπεν ὅτι “ὠνόμασμαι ὑπὸ τῆς στρατιὰς αὐτοκράτωρ, ἐξίσταμαι δὲ τῆς ἀρχῆς διά τε τὴν ἡλικίαν καὶ ἀρρωστίαν καὶ τὴν τῶν πραγμάτων δυσχἐρειαν.” ὡς δὲ καὶ παρὰ τῆς βουλῆς καὶ ἐπῃνεῖτο καὶ ᾑρεῖτο, ὁ μὲν αὐτοκράτωρ ἀπεδείχθη, ὁ δὲ Κόμοδος ἐψηφίσθη πολέμιος. καὶ ἡ βουλὴ καὶ ὁ δῆμος εἰς ἐκεῖνον ἐξύβριζον καὶ τὰς εἰκόνας αὐτοῦ κατέσπων. [*](D) ἤθελον δὲ καὶ τὸ σῶμα αὐτοῦ διασῦραι καὶ διασπάσαι· εἰπόντος δὲ τοῦ Περτίνακος ἤδη τῇ γῇ κεκρύφθαι αὐτό, τοῦ μὲν ἀπέσχοντο, ἀλιτήριον δὲ καὶ τύραννον ἀπεκάλουν αὐτὸν καὶ ἁρματηλάτην καὶ μονομάχον καὶ πλείω ἕτερα. Λίβυς δ’ ἦν ὁ Περτίναξ ἐξ Ἄλβης Πομπηίας, πατρὸς οὐκ εὐγενοῦς, ἐν τοῖς ἱππεῦσι χιλιαρχήσας. ἦν δ’ εὐπροσήγορος, ἤκουέ τε ἑτοίμως καὶ ἀπεκρίνατο ὅσα οἱ ἐδόκει.

Οὕτω μὲν ὁ Περτίναξ τῆς ἀρχῆς ἐπελάβετο, καὶ πρὸς ταῖς ἄλλαις ἐπικλήσεσι καὶ πρόκριτος τῆς γερουσίας κατὰ τὸ ἀρχαῖον ἐπωνομάσθη. ὅσα γοῦν διέκειτο πλημμελῶς πρὸς τὸ κόσμιον μετεσκεύαστο οἰκονομίᾳ καὶ προνοίᾳ τοῦ αὐτοκράτορος, καὶ ἡ ἀτιμία μία τῶν ἀδίκως πεφονευμένων ἐλύθη παρ’ αὐτοῦ. τοσαύτη δὲ χρημάτων ἔνδεια κατὰ τὸ βασίλειον ἦν ὡς πέντε καὶ εἴκοσι μυριάδας δραχμῶν εὑρεθῆναι μόνας. μόλις δ’ οὖν ὁ Περτίναξ ἐξ ἀνδριάντων καὶ ὅπλων καὶ ἐπίπλων καὶ τῶν τοῦ Κομόδου παιδικῶν ἀθροίσας ἀργύριον τοῖς τε δορυφόροις ἃ ὑπέσχετο ἔδωκε καὶ τῷ δήμῳ καθ’ ἑκατὸν δραχμάς. ὅσοις γὰρ ὁ Κόμοδος ἐς τρυφὴν καὶ ἐς ὁπλομαχίαν καὶ ἁρματηλασίαν ἐκέχρητο, ξύμπαντα προὐτέθειτο εἰς τὸ πωλητήριον.

Ὁ δὲ Λαῖτος εὐφήμει μὲν τὸν Περτίνακα, τὸν δὲ

94
[*](B) Κόμοδον ὕβριζε. καί τινας βαρβάρους, χρυσίον παρ’ ἐκείνου κομισαμένους ἐπ’ εἰρήνῃ πολύ, ἔτι τυγχάνοντας ἐν ὁδῷ μετεπέμψατο καὶ τὸ χρυσίον ἀφείλετο, φράσατε τοῖς οἴκοι” φήσας “ὅτι Περτίναξ ἄρχει”· ᾔδεσαν γὰρ τὸ ὄνομα τοῦ ἀνδρὸς ἐξ ὧν ἐπεπόνθεισαν. καὶ ἄλλα δὲ τοιαῦτα ἐπὶ διαβολῇ τοῦ Κομόδου ὁ Λαῖτος ἐποίησεν. ἀλλ’ οὐκ ἐπὶ μακρὸν οὗτος ἔμεινε πιστὸς τῷ Περτίνακι. ὧν γὰρ ἱμείρετο μὴ τυγχάνων, τοὺς στρατιώτας παρέθηξε κατ’ αὐτοῦ. οἱ δὲ ἁρπαγῶν εἰργόμενοι παρ’ αὐτοῦ, ἐμίσουν αὐτὸν καὶ ἐπεβούλευον [*](C) σὺν τῷ Λαίτῳ. διὸ τὸν ὕπατον Φάλκωνα, γένει καὶ πλούτῳ λαμπρυνόμενον, αὐτοκράτορα ποιῆσαι συνέθεντο. ὃ μαθὼν ὁ Περτίναξ ἐς θάλασσαν διατρίβων διὰ τὴν τοῦ σίτου παρασκευήν, εἰς τὴν πόλιν ἠπείχθη καὶ εἰς τὴν βουλὴν παρελθὼν διειλέχθη. μελλόντων δὲ τῶν βουλευτῶν καταψηφιεῖσθαι τοῦ Φάλκωνος ὁ Περτίναξ ἀνακραγών “μὴ γένοιτο” ἔφη “τινὰ βουλευτὴν ἐμοῦ ἄρχοντος μηδὲ δικαίως θανατωθῆναι.”

Ὁ δὲ Λαῖτός τινας τῶν στρατιωτῶν ὡς ἐκείνου κελεύοντος ἔφθειρε· φοβηθέντες δὲ οἱ λοιποὶ ἐθορύβησαν. διακόσιοι δὲ οἱ θρασύτεροι ἠρκότες τὰ ξίφη πρὸς τὸ παλάτιον ὥρμησαν. ὡς δ’ ἐντὸς ἐγένοντο, ἡ [*](D) γυνὴ αὐτῷ τὴν τούτων παρουσίαν ἐμήνυσεν· ὁ δέ, καίτοι δυνάμενος ἀντιστῆναι καὶ διαφθεῖραι αὐτοὺς τῇ τε φυλακῇ τῇ νυκτερινῇ καὶ τοῖς ἱππεῦσιν, οὔτε τοῦτ’ ἐποίησεν οὔτε κρυβῆναι καὶ διαφυγεῖν ᾑρετίσατο, ἀλλ’ ἐλπίσας ἴσως καταπλήξειν αὐτοὺς ὀφθεὶς καὶ πείσειν διαλεχθείς, ἀπήντησε προσιοῦσιν. οἱ δὲ τὸ μὲν πρῶτον αἰδοῖ ὑπεστάλησαν καὶ τοῖς κουλεοῖς τὰ ξίφη ἐνέθεντο, ὡς δ’ εἶς αὐτῶν προπηδήσας “τοῦτό σοι” ἔφη τὸ ξίφος δείξας “οἱ στρατιῶται

95
πεπόμφασι”, καὶ αὐτὸν ἔπληξε, καὶ οἱ ἄλλοι συνεκι- νήθησαν καὶ κατέκοψαν αὐτόν τε τὸν αὐτοκράτορα καὶ τὸν Ἔκλεκτον. εἶτα τὴν τοῦ Περτίνακος κεφαλὴν οἱ στρατιῶται δόρατι δόρατι περιπείραντες περιῆγον, τῷ ἔργῳ ἐλλαμπρυνόμενοι. ἐβίω δὲ ὁ ἀνὴρ ἔτη ἑπτὰ καὶ ἐξήκοντα δέοντα τεσσάρων μηνῶν, ἄρξας μόνας ἡμέρας ὀγδοήκοντα καὶ ἑπτά.

Διαγγελθείσης δὲ τῆς σφαγῆς τοῦ Περτίνακος Σουλπικιανός, σταλεὶς εἰς τὸ στρατόπεδον παρ’ ἐκείνου ἵνα τὰ ἐκεῖ καταστήσηται, ἔμεινεν ἐν αὐτῷ καὶ ἔπραττεν ὅπως ἂν αὐτοκράτωρ ἀποδειχθῇ. κἀν τούτῳ Ἰουλιανὸς ὁ Δίδιος, χρηματιστής τε καὶ ἄπληστος, νεωτέρων ἀεὶ πραγμάτων ἐπιθυμῶν καὶ πρὸς τοῦ Κομόδου διὰ τοῦτο εἰς Μεδιόλανα τὴν ἑαυτοῦ πατρίδα ἐξελαθείς, μαθὼν τὴν τελευτὴν τοῦ Περτίνακος, [*](B) σπεύσας εἰς τὸ στρατόπεδον παρεγένετο. καὶ πρὸς ταῖς πύλαις ἑστὼς ὁ μὲν ἔξωθεν, ὁ δὲ Σουλπικιανὸς ἔσωθεν, τὴν Ῥώμην καὶ τὴν ταύτης ἀρχὴν ὠνητίων ἐκ τῶν στρατιωτῶν, διαγγελλόντων τινῶν καὶ λεγόντων ἑκατέρῳ ὅτι “τόσον οὗτος” καί “τόσον ἐκεῖνος δίδωσι, τί οὖν σὺ προδτίθης;” ὅμως πολλῶν ὑπεσχημένων τοῖς στρατιώταις παρὰ τοῦ Ἰουλιανοῦ, ἐκεῖνον προετιμήσαντο, φοβηθέντες μάλιστα τὸν Σουλπικιανὸν ὡς τιμωρήσοντα τῷ Περτίνακι οἷα δὴ κηδεστῇ.

Εἰσδεχθεὶς δὲ εἰς τὸ στρατόπεδον Ἰουλιανὸς καὶ αὐτοκράτωρ ἀποδειχθεὶς ἐκεῖθεν πρὸς τὴν ἀγορὰν ἐφοίτησε καὶ τὸ βουλευτήριον, δορυφόρους παμπληθεῖς [*](C) ἐπαγόμενος, ἕνα δι’ ἐκείνων καὶ τὴν γερουσίαν καὶ τὸν δῆμον δεδίξηται. καὶ εἶπε πρὸς τὴν βουλὴν [*](Cap. 7. Dionis Historiae Romanae 1. 73, c. 11–17.)

96
ὅτι καὶ ὑμεῖς ἄρχοντος δέεσθε καὶ αὐτός, εἰ καί τις ἄλλος, ἀξιώτατός εἰμι ἡγεμονεῦσαι ὑμῶν.” εἰ οὖν καὶ ἐμισεῖτο διὰ τὴν μεγαλαυχίαν καὶ διὰ τοὺς τὸ βουλευτήριον κυκλωσαμένους ὁπλίτας, ἀλλὰ διὰ τὸ δέος κἀκ τῆς βουλῆς τὴν αὐταρχίαν ἐβεβαιώσατο· καὶ ἀνῆλθεν εἰς τὸ παλάτιον.

Τῇ’ δ’ ὑστεραίᾳ οἷ μὲν τῆς βουλῆς προσῆλθον αὐτῷ, ἵνα μὴ φωραθεῖεν ἀχθόμενοι ἐπ’ αὐτῷ, ὁ δὲ δῆμος φανερῶς ἐσκυθρώπαζε· καὶ ἐς τὸ συνέδριον ἐλθόντος τοῦ αὐτοκράτορος ἐξέκραγον ὡς ἐκ συνθήματος ἅπαντες, πατροφόνον αὐτὸν καλοῦντες καὶ ἅρπαγα [*](D) τῆς ἀρχῆς. ἐκείνου δὲ μὴ χαλεπαίνειν προσποιουμένου καὶ ἀργύριόν τι σφίσιν ὑπισχνουμένου ἠγανάκτησαν ὡς δεκαζόμενοι, καὶ ξύμπαντες ἐξεβόησαν “οὐ θέλομεν, οὐ λαμβάνομεν.” ὁ δὲ Ἰουλιανὸς τοὺς ταῦτα λέγοντας ἐκέλευσε κτείνεσθαι. καὶ ὁ δῆμος παρώξυντο, καὶ τοῦ τε Περτίνακος ἐμέμνηντο καὶ ἐς τὸν Ἰουλιανὸν ἀπέσκωπτον. καὶ πολλοὶ πολλαχοῦ τῆς πόλεως τιτρωσκόμενοι καὶ κτεινόμενοι ἀντεῖχον, καὶ ὅπλα λαβόντες συνέδραμον εἰς τὸν ἱππόδρομον, ἔνθα νύκτα τε καὶ ἡμέραν διήγαγον ἄσιτοι ἐπιβοώμενοι τοὺς λοιποὺς στρατιώτας, καὶ μᾶλλον τὸν Νίγρον τὸν Πεσκέννιον καὶ τοὺς μετ’ αὐτοῦ ἐν τῇ Συρίᾳ ὄντας. εἶτα τῷ λιμῷ καὶ τῇ ἀγρυπνίᾳ κακωθέντες διελύθησαν καὶ ἡσύχαζον. Ἰουλιανὸς δὲ οὕτως τὴν ἀρχὴν ἁρπάσας ἀνελευθέρως αὐτῇ ἐχρῆτο, θωπεύων τὴν βουλὴν καὶ τούς τι δυναμένους, καὶ τὰ μὲν χαριζόμενος, τὰ δ’ ἐπαγγελλόμενος· καὶ πάντα ἐπὶ θεραπείᾳ ἐποίει τῶν δυνατῶν, οὐ μέντοι καὶ ἐπιστεύετο.

Καὶ ταῦτα μὲν κατὰ τὴν Ῥώμην ἐπράττετο· οἱ δὲ τῶν στρατοπέδων ἡγεμόνες τρεῖς ὄντες, ὅ τε

97
Σευῆρος τῆς Παννονίας ἄρχων, τῆς Συρίας δ’ ὁ Νίγρος, τῆς Βρεττανίας δὲ ὁ Ἀλβῖνος, εἰς καθαίρεσιν τοῦ Ἰουλιανοῦ τὰ περὶ αὐτοῦ μαθόντες κεκίνηντο. τῶν ἄλλων δὲ ὁ Σευῆρος δεινότερος ὢν ἐλογίσατο ὡς, εἰ τὸν Ἰουλιανὸν καταλύσουσι, σφίσιν αὐτοῖς οἱ τρεῖς ἀμφισβητήσουσι περὶ τῆς ἀρχῆς. ἔγνω τοίνυν τὸν ἴνα προσοικειώσασθαι. ὅτι δὲ καὶ [*](B) πορρωτέρω αὐτοῦ ὁ Νίγρος ἐτύγχανεν ὤν, καὶ μέγα φρονεῖν αὐτὸν εἴκαζεν ἐπικεκλημένον ὑπὸ τοῦ δήμου, ὡς εἴρηται, πρὸς τὸν Ἀλβῖνον ἀπένευσε, καὶ δι’ ἀπορρήτων αὐτῷ ἔγραψε Καίσαρα ποιήσειν αὐτόν. καὶ ὃς κατὰ χώραν ἔμεινεν, ὡς κοινωνήσει τῆς ἀρχῆς τῷ Σευήρῳ τεθαρρηκώς. ὁ δὲ Σευῆρος ἐπὶ τὴν Ῥώμην ἠπείγετο.

Καὶ ὁ Ἰουλιανὸς ταῦτα μαθὼν πολέμιόν τε ψηφίσασθαι τὸν Σευῆρον τὴν βουλὴν παρεσκεύασε, καὶ πρὸς πόλεμον ἡτοιμάζετο, καὶ τὸ παλάτιον κιγκλίσι καὶ θύραις ἰσχυραῖς ἐκρατύνατο· ὅτι γὰρ ἐνόμιζε μὴ ἄν ποτε ῥᾳδίως τοὺς στρατιώτας κτανεῖν τὸν Περτίνακα, εἴ γε δὴ συνεκέκλειστο, ᾤετο ὡς δυνήσεται [*](C) κατακλεισθεὶς ἐν αὐτῷ περιγενέσθαι, ἂν ἡττηθῇ. ἐφόνευσε δὲ καὶ τὸν Λαῖτον, καὶ ἐπὶ τὸν Σευῆρον καθῆκε συχνοὺς ὡς τὸν ἄνδρα δολοφονήσοντας. ἐπεὶ δ’ ἐκεῖνος εἰς τὴν Ἰταλίαν εἰσέβαλε καὶ τὴν Ῥάβενναν ᾠκειώσατο, καὶ οἱ πεμπόμενοι προσεχώρουν αὐτῷ, καὶ οἶ δορυφόροι διὰ τὴν παρουσίαν Σευήρου ἐδειλαίνοντο, συγκαλέσας τοὺς τῆς βουλῆς ἐκέλευε κοινωνὸν αὐτῷ τῆς ἀρχῆς τὸν Σευῆρον ψηφίσασθαι. τοῦ δὲ Σευήρου τοῖς στρατιώταις μηδὲν κακὸν πείσεσθαι γράψαντος ἐκδοῦσι τοὺς σφαγεῖς τοῦ Περτίνακος, πεισθέντες ἐκείνους τε συνέλαβον καὶ τῷ Σιλίῳ Μεσσάλᾳ ὑπατεύοντι ταῦτα

98
[*](D) ἐμήνυσαν. ὁ δὲ τὴν βουλὴν ἀθροίσας εἰς τὸ Ἀθήναιον, οὕτω καλούμενον ὡς ἐν αὐτῷ τῶν παιδευομένων ποιουμένων τὴν ἄσκησιν, τὰ παρὰ τῶν στρατιωτῶν αὐτῇ ἐκοινώσατο. καὶ ἡ βουλὴ τοῦ μὲν Ἰουλιανοῦ κατεψηφίσατο θάνατον, τὸν δὲ Σευῆρον ἀνεῖπεν εὐθὺς αὐτοκράτορα. κἀντεῦθεν ἐν τῷ παλατίῳ ὁ Ἰουλιανός ἐφονεύθη, εἰπών “τί γὰρ δεινὸν ἐποίησα, καὶ τίνα ἀπἐκτεινα;” ἐβίω δὲ ἔτη ἑξήκοντα πρὸς μησὶ τέσσαρσι καὶ ἰσαρίθμοις ἡμέραις, ἄρξας ἡμέρας ἐξήκοντα.

Σευῆρος μέντοι τὴν αὐταρχίαν λαβὼν τοὺς μὲν αὐτόχειρας τοῦ Περτίνακος τῶν στρατιωτῶν θανάτῳ ἐδικαίωσε, τοὺς δ’ ἄλλους ὀνειδίσας πικρότατα τῶν τε ὅπλων ἀπεῖρξε καὶ τοὺς ἵππους ἀφείλετο καὶ τῆς Ῥώμης ἀπήλασε. καὶ οὕτως εἰς τὴν Ῥώμην εἰσήλασε βαδίζων· καί οἱ καὶ ὁ στρατὸς ὁπλίτης παρείπετο, καὶ ἡ πόλις ἄνθεσί τε καὶ δάφναις ἅπασα ἐστεφάνωτο, καὶ οἱ ἄνθρωποι λευχειμονοῦντες εὐφήμουν αὐτὸν καὶ ἀκοῦσαι αὐτοῦ καὶ θεάσασθαι λίαν ἐσφάδαζον. δαζον. εἰσελθὼν δὲ ἐνεανιεύσατο, οἷα καὶ οἱ πρῴην ἀγαθοὶ αὐτοκράτορες, ὡς οὐδένα τῶν βουλευτῶν ἀποκτενεῖ, καὶ ὤμοσε περὶ τούτου, καὶ ψηφίσματι κοινῷ τοῦτο κυρωθῆναι προσετετάχει. ἀλλ’ οὐκ εἰς μακρὰν τὸν νόμον τοῦτον παρέβη. αὐτὸν γὰρ τὸν Ἰούλιον Σόλωνα τὸν καὶ τὸ δόγμα τοῦτο αὐτοῦ κελεύδαντος [*](B) συγγραψάμενον οὐ πολλῷ ὕστερον ἔκτεινε, καὶ ἴλλους ἀνεῖλε πολλούς· καὶ τῆ βουλῇ οὐ καταθύμια ἔπραττε. καὶ εἰθισμένου τοὺς σωματοφύλακας ἐκ τῆς Ἰταλίας εἶναι καὶ ἄλλων ἐθνῶν ἐπιεικεστέρων [*](Cap. 8. Dionis Historiae Romanae 1. 74, c. 1 — c. 14.)

99
τοῖς εἴδεσι καὶ ἁπλουστέρων τοῖς ἤθεσιν, ἐκεῖνος παρὰ τὸ ἔθος στρατιωτῶν τὴν πόλιν ἐνέπλησε καὶ ἰδεῖν ἀγριωτάτων καὶ ἀκοῦσαι φοβερωτάτων καὶ ὁμιλῆσαι ἀγροικοτάτων.

Ἐγένετο δὲ αὐτῷ τινα σημεῖα τὴν ἡγεμονίαν προμαντευόμενα. ἔδοξέ ποτε ὄναρ λύκαιναν θηλάζειν, ὡς περὶ Ῥωμύλου ἱστόρηται· καὶ ὕδωρ καθεύδοντος δοντος ὥσπερ ἐκ πηγῆς ἀνεδόθη· καὶ καθ’ ὕπνους αὐτῷ ἡ τῶν Ῥωμαίων σύμπασα βουλὴ καὶ ὁ δῆμος προσῄει τε καὶ ἠσπάζετο. καὶ αὖθις ἐδόκει ἐν τῇ ἀγορᾷ τῇ Ῥωμαίᾳ ἱππεύοντα τὸν Περτίνακα τοῦ C ἵππου ἀπορριφῆναι, αὐτὸς δὲ τούτου ἑκόντος ἐπιλαβέσθαι. ἔφηβος δὲ ὢν ἐς τὸν βασιλικὸν δίφρον ἀγνοῶν, ἀλλ’ οὐκ ἐκ προνοίας ὕπαρ ἐκάθισεν.

Αὐταρχήσας δὲ διὰ πλείστων τρόπων ἐτίμησε τὸν Περτίνακα, καὶ ταφὴν αὐτοῦ καίτοι πάλαι θανότος πολυτελεστάτην ἐποίησεν. εἶτα κατὰ τοῦ Νίγρου ἐστράτευσεν· ὃς Ἰταλὸς ἦν ἐξ ἱππέων, οὐ τῶν πάνυ δ’ ἐπισήμων. καὶ διαφόρων πολέμων συγκροτηθέντων τέλος ἐν Ἰσσῷ τῆς Κιλικίας περὶ τὰς καλουμένας Πύλας, αἳ διὰ τὴν τοῦ τόπου στενότητα οὕτω κέκληνται, ἔνθεν μὲν γὰρ ὄρη ἀνατείνει D ἀπότομα, κρημνοὶ δ’ ἐκεῖθεν βαθεῖς καθήκουσιν τὴν θάλασσαν, μάχης καρτερᾶς γενομένης ἡττήθη ὁ Νίγρος· καὶ τὸ πλέον μὲν τῆς αὐτοῦ δυνάμεως ἐκεῖσε διώλετο, ἐκεῖνος δὲ φεύγων κατελήφθη καὶ ἀνῃρέθη. οὗ τμηθεῖσαν τὴν κεφαλὴν ὁ Σευῆρος πέμψας εἰς τὸ Βυζάντιον ἀνεσταύρωσεν, ἵν’ ἰδόντες αὐτὴν οἱ Βυζάντιοι προσχωρήσωσι.

Τοὺς δὲ τὰ Νίγρου φρονήσαντας δικαιοῦντος Σευήρου, βουλευτής τις Κάσσιος Κλήμης κρινόμενος παρ’ αὐτῷ ἐπαρρησιάσατο φήσας ὡς “ἐγὼ οὔτε σὲ

100
οὔτε Νίγρον ἠπιστάμην, καταληφθεὶς δὲ έν τῇ ἐκείνου μερίδι οὐ σοὶ πολεμήσειν ἤθελον, ἀλλ’ Ἰουλιανὸν καταλύσειν· καὶ τὰ αὐτὰ σοὶ σπουδάσας οὐκ ἠδίκησα. ἀλλ’ οὐδ’ ὅτι μὴ πρὸς σὲ ὕστερον μετέστην· οὐδὲ γὰρ οὐδὲ σὺ ἂν ἠθέλησας οὐδένα τῶν σῶν ἑταίρων πρὸς ἐκεῖνον αὐτομολῆσαι. ἐξέταζε οὖν μὴ τὰ σώματα ἡμῶν μηδὲ τὰ ὀνόματα , αὐτὰ δὲ τὰ πράγματα· πᾶν γὰρ ὅ,τι ἂν ἡμῶν καταγνῷς, τοῦτο καὶ σεαυτοῦ καὶ τῶν σῶν ἑταίρων καταψηφιεῖ.” τοῦτον ὁ Σευῆρος τῆς παρρησίας θαυμάσας ἀφῆκεν ἔχειν τῆς οὐσίας τὸ ἥμισυ.

Οἱ δὲ Βυζάντιοι καὶ ζῶντος τοῦ Νίγρου καὶ θανόντος πολλὰ καὶ θαυμαστὰ ἔδρασαν, ἐπὶ χρόνον [*](B) πολιορκούμενοι τριετῆ. ᾕρουν μὲν γὰρ καὶ πλοῖά τινα παραπλέοντα, ᾕρουν δὲ καὶ τριήρεις τῶν ἐν τῷ ὅρμῳ τῶν ἐναντίων οὐσῶν. τὰς γὰρ ἀγκύρας αὐτῶν ὑφύδροις κολυμβηταῖς ἀποτέμνοντες καὶ ἥλους ἐς τοὺς ταρσοὺς σφῶν πηγνύντες καὶ τούτων καλῴδια ἐξάπτοντες ἐπεσπῶντο αὐτάς, αὐτομάτας προσπλέειν δοκούσας. ἐπεὶ δὲ πάντα αὐτοῖς ἐξεδαπανήπθησαν, ὅμως ἀντεῖχον, καὶ ξύλοις ἐκ τῶν οἰκιῶν ἐς τὰς ναῦς ἐχρῶντο καὶ σχοίνοις ἃς ἔπλεκον κείροντες τὰς τρίχας τῶν γυναικῶν. καὶ ὅτε τοῖς τείχεσι προσέβαλλον οἱ πολέμιοι, λιθίνους τε καὶ ἐκ χαλκοῦ πεποιημένους καὶ ἀνδριάντας καὶ ἵππους ἠκόντιζον εἰς αὐτούς. ὡς δὲ καὶ πᾶν αὐτοὺς ἐπέλιπε νενομισμένον ἐδώδιμον, βύρσας διαβρέχοντες ἤσθιον. [*](C) καὶ τούτων δὲ ἀναλωθεισῶν καὶ ἐπ’ ἀλλήλους ἐτράποντο καὶ σαρκῶν ἀνθρωπείων ἐγεύοντο. εἶτα καὶ ἄκοντες τὴν πόλιν παρέδοσαν, καὶ οἱ Ῥωμαῖοι τοὺς στρατιώτας καὶ τοὺς ἐν τέλει σύμπαντας διεχρήσαντο. ὁ δὲ Σευῆρος ἥσθη λίαν ἐπὶ τῇ ἁλώσει τοῦ Βυζαν-

101
τίου. ἀφείλετο δὲ τήν τε ἐλευθερίαν τῆς πόλεως καὶ τὸ ἀξίωμα τὸ πολιτικόν, καὶ δασμοφόρον ἀποφήνας, δημεύσας τε τὰς οὐσίας τῶν πολιτῶν, Περινθίοις αὐτήν τε καὶ τὴν χώραν αὐτῆς ἐχαρίσατο. τὰ δὲ τείχη τῆς πόλεως καθελὼν ἐκείνους μὲν οὐδὲν πλέον ἐλύπησεν ἢ τῆς δόξης αὐτοὺς ἐστέρησεν ἣν ἐκαρποῦντο ἐκ τῆς αὐτῶν ἐπιδείξεως, τῶν δὲ Ῥωμαίων μέγα καθεῖλεν ὁρμητήριον πρὸς τοὺς ἐκ Πόντου καὶ D τῆς Ἀσίας βαρβάρους, ἀλλὰ μὴν καὶ κρησφύγετον· ἦν γὰρ τὰ τείχη τοῦ Βυζαντίου καρτερώτατα.

Σευῆρος δὲ δοξομανῶν κατὰ τῶν Ὀσροηνῶν βαρβάρων καὶ τῶν Ἀδιαβηνῶν καὶ τῶν Ἀραβίων ἐστράτευσε, καὶ εἰς τὴν Νίσιβιν ἀφικόμενος ἐκεῖθεν ἔπεμψε στρατηγούς τε καὶ τάγματα κατὰ τῶν εἰρημένων ἐθνῶν, οἳ τήν τε χώραν αὐτῶν ἐδῄουν καὶ τὰς πόλεις ἐλάμβανον.

Αὖθις δὲ πόλεμος συνηνέχθη τῷ Σευήρῳ ἐμφύλιος. ὁ μὲν γὰρ τῷ Ἀλβίνῳ οὐδὲ τὴν τοῦ καίσαρος ἐδίδου τιμήν, ὁ δ’ ᾔτει καὶ τὴν τοῦ αὐτοκράτορος. συγκινουμένης δὲ διὰ ταῦτα τῆς οἰκουμένης, ὁ δῆμος ἐν ἱπποδρομίᾳ συνειλεγμένος πολὺς ἐκφανέστατα κατωδύρατο, ἁ μέχρι πότε τοιαῦτα πάσχομεν κράζοντες καί “μέχρι ποῦ πολεμούμεθα; καὶ ἄλλα δέ τινα τοιαῦτα ὡς ἐκ θειοτέρας τινὸς ἐπιπνοίας ἐνθουσιῶντες ἐβόησαν. πῶς γὰρ τοσαῦται μυριάδες ὡς ὑπὸ χορολέκτῃ ὁμοφώνως εἶπον καὶ ἀπταίστως ἃ εἶπον; τέως μέντοι μάχης συγκροτηθείσης καὶ πολλὰς ἰδέας τε καὶ τροπὰς καὶ μετακλίσεις τοῦ πολέμου [*](Cap. 9. Dionis Historiae Romanae l. 75, c. 1 — c. 13.)

102
ἐσχηκότος ὁ Ἀλβῖνος ἡττήθη, πεσόντων μὲν ἀμφοτέρωθεν Ῥωμαίων σχεδὸν ὑπερβαινόντων καὶ ἀριθμόν, τοῦ δὲ Ἀλβίνου ἑαυτὸν ἀνελόντος. ᾧ κειμένῳ ἐπεντρυφήσας ὁ Σευῆρος καὶ γλωσσαλγήσας τὸ μὲν ἄλλο σῶμα ῥιφῆναι ἐκέλευσε, τὴν κεφαλὴν δ’ ἐς τὴν [*](B) Ῥώμην στείλας ἀνεσταύρωσε. καὶ πολλοὺς τῶν τῆς γερουσίας ἀπέκτεινε, τινὰς δὲ καὶ ἀπέλυσε.

Μετὰ ταῦτα δὲ κατὰ τῶν Παρθῶν ἐστράτευσε τὴν Μεσοποταμίαν ἑλόντων. καὶ πλοῖα κατασκευάσας ἐν τῷ Εὐφράτῃ τήν τ’ ἑ Σελεύκειαν καὶ τὴν Βαβυλῶνα ἐκλειφθεῖσαν ἔλαβε. καὶ τὴν Κτησιφῶντα ἑλὼν διαρπάσαι τοῖς στρατιώταις ἐφῆκε, πολλούς τε ἀνεῖλε καὶ ζῶντας πλείονας εἷλεν. οὔτε δὲ τὸν Οὐολόγαισον ἐπεδίωξε τὸν τῶν Παρθῶν ἡγεμονεύοντα ἀναχωρήσαντα οἴκαδε, οὔτε τὴν Κτησιφῶντα κατέσχεν, ἀλλ’ ᾤχετο ὥσπερ ἔνα διαρπάσῃ ταύτην μόνον ἐστρατευκώς.

Ἐν ᾧ δὲ ἐπολέμει, ἄνδρας δύο ἀπέκτεινε τῶν [*](C) ἐπιφανῶν, τὸν μὲν Κρίσπον Ἰούλιον χιλιαρχοῦντα τῶν δορυφόρων, ὅτι ἤχθετο τῇ τοῦ πολέμου κακώσει καί τι καὶ παρεφθέγξατο, καὶ τὸν κατηγορήσαντα αὐτοῦ στρατιώτην χιλίαρχον ἀπέδειξεν ἀντ’ αὐτοῦ· τὸν δὲ Λαῖτον, ὅτι φρόνημα εἶχε καὶ ὅτι ὑπὸ τῶν στρατιωτῶν ἠγαπᾶτο, καὶ οὐκ ἄλλως στρατεύσειν ἔλεγον εἰ μὴ Λαῖτος αὐτῶν ἡγοῖτο. καὶ τὸν φόνον αὐτοῦ τοῖς στρατιώταις προσῆπτεν, ὅτι φθόνῳ αὐτὸν ἀνελὼν οὐκ εἶχε λέγειν αἰτίαν.

Εἶτα ἐπὶ τὰ Ἄτρα ἐστράτευσε. πόλις δὲ ταῦτα Ἀράβιος, ἐν ᾗ πολλά τε ἄλλα ἀπέκειντο χρήματα καὶ τὰ τοῦ Ἡλίου δὲ ἀναθήματα, ᾧ ἡ πόλις ἀπέκειτο. οὐδὲν δὲ ἀνύσας, καίτοι τὸ ἐκτὸς τεῖχος καθῃρηκώς, [*](D) καὶ πολλοὺς τῶν οἰκείων ἀποβαλών, ἀνεχώρησε· καὶ

103
εἰς τὴν Παλαιστίνην ἀφίκετο καὶ ἐς Αἴγυπτον, καὶ πᾶσαν εἶδε καὶ τὰ κεκρυμμένα ἐπολυπραγμόνησεν. ἦν γὰρ οἷος μήτε θεῖον μήτε τι ἀνθρώπινον καταλιπεῖν ἀνερεύνητον. καὶ τὰ βιβλία ἅ τι εἶχον ἀπόρρητον ἐκ πάντων τῶν ἀδύτων ἀνείλετο, ὅσα τέως εὑρεῖν δεδύνητο.

Ταῦτα μὲν οὕτως· εἰρήσθω δ’ ὡς ἐν παρόδῳ καὶ ὅσα τὸν Δίωνα περὶ τοῦ Νείλου λέγοντα εὕρομεν, ὅθεν τε ἀναδίδοται καὶ διὰ τί κατὰ τὸ θέρος πεποίηται τὴν ἀνάβασιν. λέγει τοίνυν ὅτι ἐκ τοῦ Ἄτλαντος ἀναδίδοται τὸν δὲ Ἄτλαντα ὄρος εἶναι ἐν τῇ Μακεννίτιδι παρ’ αὐτῷ τῷ Ὠκεανῷ πρὸς ἐσπέραν, καὶ ὀρῶν ἁπάντων ὑπερανίστασθαι, ὥστε καὶ κίονα αὐτὸν διὰ τὸ ὕψος παρὰ τῶν ποιητῶν κληθῆναι θῆναι τοῦ οὐρανοῦ. μήτε γὰρ ἀναβῆναί τινά ποτε εἰς ἄκρον αὐτοῦ μήτ’ ἰδέσθαι τὰς αὐτοῦ κορυφὰς χιόνος ἀεὶ πληθούσας, ἐξ ἧς πολὺ καταρρεῖν τὸ ὕδωρ ὑπὸ τὸ θέρος, καὶ διὰ τοῦτο τότε τὸν Νεῖλον πληθύνεσθαι. λέγει δὲ ταῦτα Ῥωμαίοις ἀκριβωθῆναι ἐκ τῶν τῆς κάτω Μαυριτανίας ἀνθρώπων, προσοίκων ὄντων τῇ Μακεννίτιδι, καὶ πολλοὺς τῶν ἐκεῖ στρατευσαμένων Ῥωμαίων ἀφικέσθαι καὶ πρὸς τὸν Ἄτλαντα. ταῦτα μὲν οὑν περὶ τοῦ Νείλου τῷ Δίωνι, εἰ καὶ ἄλλοις οὐχ οὕτω τὰ περὶ αὐτοῦ δεδιηγηται.

Πλαυτιανὸς δὲ παραδυναστεύων τῷ Σευήρῳ καὶ [*](PΔ) τὴν ἐπαρχικὴν ἔχων ἐξουσίαν καὶ μέγιστα δυνηθεὶς πολλοὺς τῶν ἐλλογίμων ἀνδρῶν καὶ ὁμοτίμων αὐτῶ ἐθανάτωσεν. ἄπληστος δὲ ὢν παρὰ πάντων ᾔτει, [*](Cap. 10. Dionis Historiae Romanae 1. 75, c. 14–1, 76, c. 17.)

104
καὶ οὔτε ἔθνος οὔτε πόλιν ἀφῆκεν ἀσύλητον, καὶ πλείονα αὐτῷ πάντες ἢ τῷ Σευήρῳ ἐδίδουν. ἐξέτεμε δὲ καὶ ἀνθρώπους Ῥωμαίους καὶ εὐγενεῖς ἑκατόν, οὐ παῖδας μόνον οὐδὲ μέντοι μειράκια, ἀλλὰ καὶ ἄνδρας γυναῖκας ἔχοντας, ὥσθ’ ὁρᾶσθαι τοὺς αὐτοὺς καὶ εὐνούχους καὶ ἄνδρας καὶ πατέρας ἀόρχεις καὶ ἐκτομίας καὶ πωγωνίας. πρὸ δὲ τούτου κῆτος ὑπέρογκον εἰς τὸν Αὐγούστου κεκλημένον λιμένα ἐξώκειλε καὶ ἑάλω, καὶ μίμημα αὐτοῦ γεγονὸς καὶ εἰς τὸ [*](C) κυνηγέσιον εἰσαχθὲν πεντήκοντα ἄρκτους εἴσω λέγεται τᾶι δέξασθαι. τὴν δὲ τοῦ Πλαυτιανοῦ θυγατέρα Πλαυτίλλαν τοῦ Σευήρου τῷ υἱῷ Ἀντωνίνῳ συζεύξαντος, τοσαῦτα τῆ θυγατρὶ ὁ Πλαυτιανὸς ἔδωκεν ὅσα πολλαῖς βασιλίσσαις ἤρκεσεν ἄν. οὗτος ὑπέρμεγας γεγονὼς καὶ πλεῖστον δυνηθείς, ἢ καὶ ὑπὲρ τὸν Σευῆρον αὐτόν, ὑπὸ τοῦ γαμβροῦ Ἀντωνίνου ἐπιβουλευθεὶς ἐσφάγη καὶ ἄνωθεν εἰς ὁδόν τινα ἐρρίφη. οἶ δὲ τοῦ Σευήρου παῖδες Ἀντωνῖνος καὶ Γέτας ὥσπερ τινὰ παιδαγωγὸν τὸν Πλαυτιανὸν ἀποσεισάμενοι ἅπαν μετῄεσαν χείριστον.

Τότε καὶ Βούλλας Φῆλιξ Ἰταλὸς ἀνὴρ λῃστήριον [*](D) συστησάμενος ἑξακοσίων ἀνδρῶν ἐληίζετο τὴν Ἰταλίαν ἐπ’ ἔτη δύο. πολλῶν δὲ φιλοτιμουμένων κατασχεῖν αὐτὸν ὁ δὲ οὐχ ἡλίσκετο, εὐμεθόδως διὰ τρόπων πολλῶν τοὺς αὐτὸν διώκοντας κατασοφιζόμενος· ὧν ἴνα εἰς ἔνδειγμα τῶν ἄλλων ἐροῦμεν. ἑκατοντάρχου παρὰ Σευήρου κελευσθέντος λοχῆσαι αὐτόν, αὐτὸς ἐκείνῳ προσῆλθε δι’ ἑαυτοῦ ὡς ἄλλος τις, καὶ διεβεβαιώσατο, εἰ ἕψοιτο, παραδοῦναι αὐτῷ τὸν λῃστήν. τοῦ δὲ πεισθέντος εἰς λοχμώδη τόπον ἀπαγαγὼν αὐτὸν ῥᾳδίως συνέλαβεν. εἶτα ἐπὶ βήματος καθίσας, ὡς δῆθεν ἄρχων τοῦ λῃστηρίου,

105
μεταστειλάμενος τὸν ἑκατόνταρχον, τὰς τρίχας τῆς κεφαλῆς αὐτοῦ ἀπεξύρησε καὶ ἀφῆκεν, εἰπών, ἄγγελλε τῷ δεσπότῃ σου ὅτι “τοὺς δούλους ὑμῶν τρέφετε, ἵνα μὴ λῃστεύωσι.” πολλοὺς γὰρ τῶν Καισαρείων εἶχεν αὐτῷ προσχωρήσαντας. ὕστερον μέντοι ἐλήφθη καὶ θηρίοις ἐδόθη.

Σευῆρος δὲ εἰς τὴν Βρεττανίαν ἐστράτευσεν, ἔνα μήθ’ ὁἱ παῖδες ἐκδιαιτῶνται αὐτοῦ μήτε τὰ στρατεύματα ὑέ ἀργίας ἐκλύωνται. δύο δὲ γένη τῶν Βρεττανῶν εἰσι μέγιστα, Καληδόνιοι καὶ Μαιᾶται· καὶ νέμονται ἑκάτεροι ἄγρια ὄρη καὶ πεδία ἔρημα καὶ ἑλώδη, μήτε πόλεις ἔχοντες μήτε γεωργοῦντες τὴν γῆν, ἀλλ’ ἐκ νομῆς καὶ θήρας καὶ ἀκροδρύων τὰ πρὸς τὸ ζῆν ποριζόμενοι· ἰχθῦς γὰρ καίτοι παμπληθεῖς παρὰ τῇ νήσῳ τυγχάνοντας οὐ [*](B) σιτοῦνται. σκηνῖται δ’ εἰσί, γυμνοί τε ζῶσι καὶ ἀνυπό δετοὶ, κοιναῖς κεχρημένοι ταῖς γυναιξί, καὶ τὰ γεννώμενα πάντα ἐκτρέφοντες. δημοκρατοῦνταί τε καὶ λῃστεύουσι· καὶ στρατεύονται ἐπὶ ἁρμάτων, ἵππους ἔχοντες μικροὺς καὶ ταχεῖς, καὶ πεζοί· τρέχουσί τε ὀξύτατα. ὅπλοις δὲ κέχρηνται ἀσπίδι καὶ βραχεῖ τινι δόρατι καὶ ἐγχειριδίῳ. λιμῷ δὲ καὶ ψύχει ταλαιπωροῦ ία ἕνοι καὶ ἄλλαις κακώσεσι φέρουσι, καὶ εἰς τὰ ἔλη καταδυόμενοι καρτεροῦσιν ἐπὶ πλείους ἡμέρας μόνην τὴν κεφαλὴν ἔξω τοῦ ὕδατος ἔχοντες, καὶ ἐν ταῖς ὕλαις τρέφονται ταῖς ῥίζαις καὶ τῷ φλοιῷ. σκευάζουσι δὲ καί τι βρῶμα ἐξ οὗ [*](C) ὅσον κυάμου μέγεθος ἐμφαγόντες οὔτε πεινῶσιν οὔτε διψῶσιν.

Ἡ μὲν οὖν Βρεττανία τοιαύτη τίς ἐστι νῆσος, καὶ ὑπὸ τοιούτων ἡ μὴ Ῥωμαίοις τότε ὑποκειμένη ᾠκεῖτο. εἶχον γὰρ ταύτης μοῖραν Ῥωμαῖοι οὐκ

106
ἐλαττουμένην πολλῷ τοῦ ἡμίσεος. καὶ τὸ μὲν μῆκος τῆς ὅλης νήσου ἐς στάδια ἑπτακισχίλια ἑκατὸν τριάκοντα δύο ἐκτείνεσθαι λέγεται, τὸ δὲ πλάτος ὡς ἐπίπαν ἐς δισχίλιά που καὶ τριακόσια, ἔστι δ’ οὗ καὶ ἐλάττονα. ὁ δ’ οὖν Σευῆρος πάσης κρατῆσαι τῆς νήσου διανοούμενος εἰς τὴν Καληδονίαν εἰσέβαλε, καὶ πράγματα ἔσχε μήτε μαχεσάμενος μήτ’ ἐν παρατάξει [*](D) τάξει πολέμιον θεασάμενος, ἀλλ’ ὑλοτομῶν καὶ τὰ μετέωρα κατασκάπτων. οἶ δὲ αὐτοῦ στρατιῶται σκιδνάμενοι ἐκτιννύοντο ἐπιβουλευόμενοι, καὶ πολλαὶ χιλιάδες ἀπώλοντο. τέως μέντοι ἐς ὁμολογίαν τοὺς Βρεττανοὺς ἐλθεῖν κατηνάγκασε.

Φρόντισι δὲ αὐτὸν ὁ Ἀντωνῖνος ὁ υἱὸς περιέβαλεν ἀκολάστως βιοὺς καὶ δῆλος ὤν, εἰ δυνηθείη, τὸν ἀδελφὸν διαχειρισόμενος. καὶ αὐτῷ δὲ τῷ πατρὶ ἐπεβούλευε, καὶ ἐπεφώρατο δίς. ἀλλ’ οὐδὲν δεινὸν ἔπαθεν ὁ Ἀντωνῖνος πρὸς τοῦ πατρός· καλέσας δὲ αὐτὸν καὶ τὸν Παπιανὸν καὶ τὸν Κάστορα, δοῦλος δ’ ἦν ὁ Κάστωρ αὐτοῦ, ἄριστος ἀνὴρ καὶ πιστότατος, καὶ ξίφος εἰς τὸ μέσον θέμενος, ἔφη πρὸς τὸν υἱόν εἰ ἀποκτεῖναί με θέλεις, ἐνταῦθά με κατάχρησαι, χρησαι, καὶ μὴ πάντων ὁρώντων· εἰ δ’ αὐτόχειρ μου γενέσθαι ὀκνεῖς, κέλευσον παρόντι Παπιανῷ τῷ ἐπάρχῳ ἵνα με ἐξεργάσηται· οὐ γὰρ ἀπειθήσει σοι αὐτοκράτορι ὅντι.”

Ἀποστάντων δ’ αὖθις τῶν Βρεττανῶν ἡτοιμάζετο ὡς πολεμήσων αὐτοῖς. ἐν δὲ τῷ μεταξὺ κατὰ τὴν νῆσον διάγων ἀπήλλαξε νοσῶν, καὶ τοῦ Ἀντωνίνου ὡς λέγεται συνεργασαμένου πρὸς τοῦτο. πρὶν οὖν ἐκπνεῦσαι, λόγος αὐτὸν τοῖς παισὶν εἰπεῖν “ὁμονοεῖτε, τοὺς στρατιώτας πλουτίζετε, τῶν ἄλλων μὴ [*](B) ἀμελεῖτε.” ἦρξε δὲ ἑπτακαίδεκα ἔτη καὶ μῆνας ὀκτὼ

107
ἐφ’ ἡμέραις τρισί, βιώσας τὸ σύμπαν ἔτη ἑξήκοντα καὶ πέντε καὶ μῆνας ἐννέα καὶ ἡμέρας ἐννέα καὶ εἴκοσι.

Τοιαύτη δ’ ἦν αὐτῷ ἡ διαγωγὴ ἐν εἰρήνης καιρῷ. ἔπραττέ τι νυκτὸς ὑπὸ τὸν ὄρθρον, εἶτα ἐβάδιζε λέγων καὶ ἀκούων τὰ τῇ ἀρχῇ πρόσφορα, καὶ οὕτως ἐδίκαζεν ἴς μεσημβρίας, εἰ μή τις μεγάλη ἦν ἑορτή, καὶ τοῖς συνδικάζουσι παρρησίαν ἐδίδου· καὶ ἐπὶ τούτοις ἵππευεν, εἶτ’ ἐλούετο, ἠρίστα τε καὶ ἐκάθευδε, καὶ ἀναστὰς τὰ λοιπὰ προσδιῴκει, καὶ λόγοις ὡμίλει ἐν περιπάτῳ Λατίνοις τε καὶ Ἑλληνικοῖς, καὶ πρὸς ἑσπέραν ἐλούετο αὖθις καὶ ἐδείπνει· καὶ ἐν ταῖς πάνυ ἀναγκαίαις ἡμέραις τὰ πολυτελῆ [*](C) δεῖπνα συνεκρότει.

Ἐπὶ τούτου διωγμοῦ κινηθέντος κατὰ τῶν εὐσεβῶν πολλοὶ μὲν ἠνδρίσαντο καὶ μαρτυρίου στεφάνους ἤραντο, τότε δὲ καὶ Λεωνίδης ὁ πατὴρ Ὠριγένους κατασχεθεὶς καὶ ἐφ’ ἑτέραις τιμωρίαις τέλος τὴν κεφαλὴν ἐκτμηθεὶς νέον κομιδῇ καταλείπει τὸν παῖδα. ὃς ἔτι παῖς ὢν ὤργα πρὸς τὸ μαρτύριον· ἡ δέ γε μήτηρ αὐτοῦ λόγοις πρότερον ἐπειρᾶτο τὸν υἱὸν ἀπάγειν τῆς ἐγχειρήσεως, ὡς δ’ οὐκ ἔπειθε, τὴν ἐσθῆτα πᾶσαν ἀφείλετο καὶ οὕτως οἴκοι μένειν καὶ ἄκοντα παρεσκεύασεν. ὁ δὲ ἀπρόιτος ὢν ἐπιστέλλει τῷ πατρὶ καθειργμένῳ, ὑπαλείφων τὸν ἄνδρα πρὸς τὸ μαρτύριον, πρὸς τοῖς ἄλλοις καὶ ταῦτα [*](D) γράψας πρὸς ῥῆμα “ἔπεχε μὴ δι’ ἡμᾶς ἄλλο τι φρο- [*](Cap. 11. Eusebii Historiae ecclesiasticae 1. 6, c. 1 — c. 26. Addita sunt ἄλλοι δέ φασι — νεκροῖς ἐοικέναι p 109, 2 — 5.)

108
νήσῃς.” παῖς δ’ ἔτι τυγχάνων καὶ τὴν ἐγκύκλιον μετιὼν παιδείαν καὶ ταῖς θείαις γραφαῖς ἐνησχόλητο, τοῦτό οἱ τοῦ πατρὸς ἐπιτάσσοντος. ὁ δὲ οὐχ ὡς παῖς τοῖς λόγοις τοῖς ἱεροῖς ἐξ ἐπιπολῆς ἐνετύγχανεν, ἀλλὰ καὶ βαθυτέρας ἥπτετο θεωρίας, καὶ ἐρωτῶν συνεχῶς τὸν πατέρα πράγματα παρεῖχεν αὐτῷ. ἐκεῖνος δὲ λόγῳ μὲν ἐπέπληττε τὸν παῖδα τῆς πολυπραγμοσύνης, τῆ δ’ ἀληθείᾳ τὴν αὐτοῦ διάνοιαν ἐξεπλήττετο· καὶ ὑπνοῦντι τῷ υἱῷ ἐφιστάμενος ἐγύμνου τὰ στέρνα τούτου πολλάκις καὶ κατησπάζετο ὡς θείου πνεύματος οἰκητήρια, καὶ τῆς εὐτεκνίας ἑαυτὸν ἐμακάριζε. τοῦ δὲ πατρὸς αὐτοῦ μαρτυρίῳ τελειωθέντος ἐσπάνιζε τῶν ἀναγκαίων ὁ Ὠριγένης. προσληφθεὶς δὲ παρά τινος γυναικὸς τῶν ἐπιφανεστάτων ἐν Ἀλεξανδρείᾳ, ᾗ καὶπλοῦτος ἦν δαψιλής, καίτις ἀνὴρ Ἀντιοχεὺς εἰς θετοῦ τάξιν υἱοῦ αὐτῇ εἰσπεποίητο Παῦλος τὸ ὄνομα, εἶς τις τῶν ἐν Ἀλεξανδρείᾳ αἱρεσιωτῶν, ἐφ’ ὃν πλήθους καθ’ ἑκάστην ἀθροιζομένου, ἐδόκει γὰρ ἱκανὸς ἐν λόγοις, ἐξ ἀνάγκης συνὼν αὐτῷ ὁ Ὠριγένης οὐδέποτε αὐτῷ συνίστατο κατὰ τὴν εὐχήν, ὡς ἱστόρηται, βδελυττόμενος τὸν ἄνδρα ὡς μὴ ὀρθόδοξον. ὀκτωκαίδεκα δ’ ἐτῶν γεγονὼς τοῦ ἐν Ἀλεξανδρείᾳ κατηχητικοῦ προέστη διδασκαλείου, καὶ τοὺς τότε ἀθλοῦντας ἐπώτρυνε πρὸς τὴν ἄθλησιν, καὶ ἀπιοῦσι τὴν ἐπὶ θάνατον παρωμάρτει καὶ ἐπεθάρρυνεν, Β ὡς καὶ πολλάκις αὐτῷ τοὺς δήμους ἐπιμανῆναι· οὓς ἐκ θείας ἀρωγῆς διεδίδρασκεν. οὐ λόγῳ δὲ μόνῳ μέγας ἦν ὁ ἀνήρ, ἀλλὰ καὶ βίον διεβίω φιλόσοφον καὶ τῷ λόγῳ συνᾴδοντα. οὔτε γὰρ δεύτερον ἔχειν χιτῶνα ἱστόρηται οὔθ’ ὑποδεῖσθαι τοὺς πόδας ἐπ’ ἔτεσι πλείοσιν οὔτ’ οἴνῳ κεχρῆσθαι οὔτε τροφὴν παρὰ τὴν ἀναγκαίαν προσίεσθαι, ὡς δὲ ὁ
109
Εὐσέβιος ἱστορεῖ ὅτι ἔρωτι σωφροσύνης καὶ ἀπέκοψε τὰ παιδογόνα μόρια αὐτὸς ἑαυτοῦ· ἄλλοι δέ φασι μὴ ἐκτεμεῖν αὐτὸν ταῦτα, πόαν δέ τινα τούτοις ἐπενεγκεῖν, ἐξ ἧς ναρκωθῆναι ταῦτα συνέβη τοσοῦτον ὡς καὶ νεκροῖς ἐοικέναι. ἀφίκετο δὲ καὶ εἰς Ῥώμην Ζεφυρίνου τῆς ἐν αὐτῇ ἐκκλησίας προισταμένου· εἶτ’ αὖθις ἐπανῆλθεν εἰς Ἀλεξάνδρειαν. ἐξηγεῖτο [*](C) δὲ τὰ Ἑβραικά, καὶ τὴν Ἑβραίδα διάλεκτον ἐκμαθὼν καὶ τὰς παρὰ τοῖς Ἰουδαίοις οὔσας γραφὰς Ἑβραϊκοῖς στοιχείοις κτησάμενός τε καὶ ἐπιών, καὶ τῶν ταύτας ἡρμηνευκότων συναγαγὼν τὰ συγγράμματα, τῶν ἑβδομήκοντα δύο δηλαδή, τοῦ τε Ἀκύλα καὶ τοῦ Συμμάχου καὶ τοῦ Θεοδοτίωνος καὶ δύο ἄλλων ἀνωνύμων ἑρμηνέων, ἠγνόηνται γὰρ τὰ ἐκείνων ὀνόματα, ἐφιλοπόνησε τὰ τῶν ἑξαπλῶν λεγομένων συγγράμματα. ἐν δὲ τοῖς ψαλμοῖς καὶ ἑβδόμης μέμνηται ἑρμηνείας ὡς ἐν Ἱεριχοῖ εὑρημένης. ἰδιαίτατα δὲ τὴν Ἀκύλα καὶ Συμμάχου καὶ Θεοδοτίωνος ἔκδοσιν μετά γε τῆς τῶν ἑβδομήκοντα καὶ δύο [*](D) παρατιθείς, τὰ λεγόμενα τετραπλᾶ παραδέδωκε.

Δημητρίου μέντοι, ὃν ἄνω παραδέδωκεν ὁ λόγος τῆς ἐν Ἀλεξανδρείᾳ ἐκκλησίας προστῆναι, θανόντος, Ἡρακλᾶς τῆς ἐπισκοπῆς ἀξιοῦται, φοιτητὴς Ὠριγένους γενόμενος. τῆς δ’ ἐν Ἱεροσολύμοις ἐκκλησίας προίστατο Νάρκισσος, ἀνὴρ θαυματοποιός, ὃς ψευδῶς παρά τινων κατηγορηθείς, ἐραστὴς δὲ βίου ὢν ἀναχωρητικοῦ, διέδρα λαθὼν καὶ ἐν ἐρημίαις ηὐλίζετο ἀγνοούμενος. τοῦ δὲ ἀνακεχωρηκότος ἀντεισ- [*](1 Εὐσέβιος] Historiae ecclesiasticae 1. 6, c. 8. 2 ἄλλοι] Iam Epiphanius Haeres. 64, 3, vol. 1, p. 527 ed. Petav. : οἱ μὲν λέγουσι νεῦρον ἀποτετμηκέναι —, ἄλλοι δὲ οὐχί φασιν, ἀλλὰ ἐπενόησέ τὶ φάρμακον ἐπιθεῖναι τοῖς μορίοις καὶ ἀποξηρᾶναι.)

110
ἄγεται Δῖος, μεθ’ ὃν προχειρίζεται Γερμανίων, εἶτα Γόρδιος· ἐφ’ οὗ ἐπανελθὼν αὖθις ὁ Νάρκισσος ὑπὸ τῶν πιστῶν ἐπὶ τὴν προστασίαν παρακαλεῖται. μὴ δυναμένου δὲ τοῦ Ναρκίσσου διὰ γῆρας βαθὺ λειτουργεῖν, Ἀλέξανδρος διαπρέψας πρότερον τῇ διὰ Χριστὸν ὁμολογίᾳ, τότε δὲ ἐπισκοπῆς ἐν τῇ τῶν Καππαδοκῶν χώρᾳ ἠξιωμένος, ἐξ ἀποκαλύψεως προσελήφθη παρὰ τῶν ἐν Ἱεροσολύμοις πιστῶν ἅμα τῷ Ναρκίσσῳ διέπειν τὰ τῆς ἐκκλησίας. ἐν δὲ τῇ Ἀντιοχέων ἐκκλησίᾳ Σαραπίωνος ἀναπαυσαμένου Ἀσκληπιάδης τὴν ἐπισκοπὴν παρειλήφει· οὗ καὶ ὑπομνήματα σώζεσθαι φησὶν ὁ Εὐσέβιος.

Ἀλλὰ ταῦτα μὲν οὕτως· Ἀντωνῖνος δὲ ἐδόκει μὲν κοινωνὸν ποιεῖσθαι τῆς ἀρχῆς Γέταν τὸν ἀδελφόν, [*](B) τῇ δ’ ἀληθείᾳ μόναρχος ἦν. καὶ τοῖς μὲν πολεμίοις τῶν Βρεττανῶν αὐτίκα ἐσπείσατο τῆς τε χώρας αὐτοῖς καὶ τῶν φρουρίων ἐκστάς, τὸν δὲ ἔπαρχον τὸν Παπιανὸν μετέστησε τῆς ἀρχῆς· ἑτέρους δ’ ἀπέκτεινε καὶ τὸν τροφέα αὐτοῦ Εὔοδον τὸν καὶ Κάστορα καὶ τὴν ἰδίαν γυναῖκα τὴν Πλαυτίλλαν καὶ τὸν αὐτῆς ἀδελφὸν τὸν Πλαύτιον καὶ ἐπὶ τούτοις τὸν οἰκεῖον ἀδελφόν. ἐπεβούλευε μὲν γὰρ αὐτῷ πρὸ μακροῦ, οὐκ ἠδύνατο δὲ κτεῖναι αὐτὸν φρουρούμενον ὑπὸ στρατιωτῶν καὶ ἄλλων συχνῶν. εἶτα ἔπεισε τὴν μητέρα μόνους σφᾶς ἐπὶ καταλλαγῇ μεταπέμψα;σθαι. πέμψασθαι. καὶ ὁ Γέτας πιστεύσας εἰσῆλθε μετὰ τοῦ Ἀντωνίνου εἰς τὸ δωμάτιον· καὶ ὀπίσω σφῶν [*](C) ἑκατοντάρχαι πρὸς τοῦτο ἡτοιμασμένοι παρὰ τοῦ [*](11 Serapionis commentarios exstare narrat Eusebius Historiae ecclesiasticae 1. 6, c. 12.) [*](Cap. 12. Dionis Historiae Romanae 1. 77, c. 1 — 1. 78, c. 8)

111
Ἀντωνίνου εἰσωθήσαντες ἑαυτοὺς ἐκεῖ τὸν Γέταν κατέκοψαν, τῷ τραχήλῳ τῆς μητρὸς προσφύντα καὶ τοῖς μαστοῖς καὶ τοῖς στήθεσιν, ὥστε τοῦ αἵματος αὐτοῦ ἀναπλησθῆναι αὐτήν, πληγῆναι δὲ καὶ τὴν χεῖρα. ἡ δ’ ἐκ τοῦ φόβου οὐδὲ τοῦ τραύματος ᾔσθετὸ. καὶ οὐδὲ πενθῆσαι αὐτῇ τὸν υἱὸν ἐξεγένετο οὕτως οἰκτρῶς καὶ ἀώρως ἀπολωλότα, δύο γὰρ καὶ εἴκοσιν ἐτῶν ἦν καὶ ἐννέα μηνῶν, δεδοικυίᾳ μὴ καὶ αὐτὴ συναπόληται.

Ὁ Ἀντωνῖνος δ' αὐτίκα καταλαβὼν τὸ στρατόπεδον “χαίρετε” εἶπεν “ὦ ἄνδρες συστρατιῶται· καὶ γὰρ ἤδη ἔξεστί μοι εὐεργετεῖν ὑμᾶς, ἐπεὶ εἷς ἐξ ὑμῶν εἰμι, μεθ’ ὑμῶν δὲ καὶ δι' ὑμὰς ζῆν ἐθέλω, [*](D) ἵν' ὑμῖν πολλὰ χαρίζωμαι. εἰ δὲ μή, ἀλλὰ μεθ’ ὑμῶν γε θανεῖν εὔχομαι.” πρὸς δὲ τὴν σύγκλητον τῇ ὑστεραίᾳ πλεῖστα διαλεχθείς, τέλος εἶπεν “ἀκούσατέ μου· ἔνα πᾶσα ἡ οἰκουμένη χαρῇ, πάντες οἶ φυγάδες κατελθἐτωσαν.” τῶν δὲ Καισαρείων καὶ τῶν μετὰ τοῦ Γέτᾳ στρατιωτῶν ἐς δύο μυριάδας ἀπέκτεινε, καὶ ἐκ τῶν ἐπιφανῶν ἀνδρῶν παμπόλλους διέφθειρε, καὶ πολλῶν ἀγαθῶν ἀνδρῶν τὴν Ῥώμην ἐστέρησε. τὸ δὲ ξίφος δι’ οὗ ὁ ἀδελφὸς αὐτοῦ ἀπεσφάγη ἀνάθημα ἐποιήσατο. ἐκ δὲ τῶν φόνων εἰς παιδιὰς μετινὼν καὶ ἐν ταύταις ἐφόνα. καὶ εἰς μὲν τοὺς στρατιότας φιλοδωρότατος ἦν, τοὺς δὲ λοιποὺς ἀνθρώπους περιδύειν, ἀποσυλᾶν, ἐκτρύχειν ἐτίθετο σπούδασμα, καὶ οὐχ ἥκιστα τοὺς συγκλητικούς. οὕτω δὲ παρὰ πάντα τὸν τῆς ἀρχῆς αὐτοῦ χρόνον ἡ ὑπήκοος αὐτῷ γῆ ἐπορθήθη ὥστε ποτὲ τῆς Ἰουλίας εἰπούσης ὅτι “οὐκέθ' ἡμῖν οὔτε δίκαιος οὔτ’ ἄδικος πόρος ὑπολείπεται” ἀπεκρίνατο τὸ ξίφος ἠρκώς “θάρσει, μῆτερ· ἴως γὰρ ἂν τοῦτ’ ἔχωμεν, οὐδὲν ἡμᾶς ἐπι-

112
λείψει.’ ἦν δ’ ἐπὶ πᾶσι καὶ ἄπιστος. καλέσας γὰρ τὸν τῆς Ὀσροηνῆς βασιλέα Αὔγαρον ἥκειν παρ’ αὐτὸν ὡς φίλον, ἐλθόντα ἔδησε καὶ οὕτω τὴν Ὀσροηνὴν ἐχειρώσατο. καὶ τὸν τῶν Ἀρμενίων βασιλέα σιλέα πρὸς τοὺς ἰδίους παῖδας διαφερόμενον γράμμασι φιλικοῖς ὡς εἰρηνεύσων αὐτοὺς μετεπέμψατο, [*](B) τὰ δ’ αὐτὰ τῷ Αὐγάρῳ καὶ εἰς ἐκείνους ἐποίησεν. ἀλλ’ οὐχὶ καὶ τῶν Ἀρμενίων ἐκράτησεν, εἰς ὅπλα δ’ ἐχώρησαν· καὶ οὐδεὶς ἔτι ἐκείνῳ ἐπίστευεν. ἐν μέντοι ταῖς ἀνάγκαις καὶ ταῖς κατεπειγούσαις στρατείαις λιτὸς ἦν καὶ ἀπέριττος καὶ συνεβάδιζε τοῖς στρατιώταις καὶ συνέτρεχε, μὴ λουόμενος, μὴ μεταμφιεννύμενος, ἀλλὰ πᾶν ἔργον σὺν ἐργαζόμενος καὶ τὰ αὐτὰ ἐκείνοις σιτούμενος. καὶ τοὺς προέχοντας δὲ τῶν πολεμίων εἰς μονομαχίαν προεκαλεῖτο ἐνίοτε. τὰ μέντοι στρατηγικὰ οὐκ εὖ ἐκείνῳ μετεχειρίζετο. πάντα δ’ ἦν αὐτῷ κίβδηλα, καὶ αὐτὸ τὸ νόμισμα. ἐνόσει δὲ [*](C) καὶ ἐμφανέσι καὶ ἀρρήτοις ἀρρωστήμασι, καὶ πολλάκις καὶ τὸν πατέρα αὐτοῦ καὶ τὸν ἀδελφὸν ξιφήρεις ἐδόκει ἐλαύνειν αὐτόν. διὸ λέγεται καὶ τὰς ψυχὰς ἐπῳδαῖς ἀναγαγεῖν τοῦ τε πατρὸς καὶ τοῦ Κομόδου καὶ ἄλλων, μόνον δὲ τὸν Κόμοδον αὐτῷ φάναι ‘στεῖχε δίκης ἄσσον”, καὶ ἐπὶ τελευτῆς “κρυφίοισι τόποις ἔχων δυσαλθέα νοῦσον.” εἶχε δὲ καὶ ὠτακουστὰς καὶ διοπτεύοντας, καὶ πάντα αὐτῷ καὶ τὰ βραχύτατα ἀνηγγέλλετο. καὶ ἐπήγγελλε μὲν ὡς πρωιαίτερον δικάσων ἢ ἄλλο τι δημόσιον πράξων, παρέτεινε δὲ καὶ ὑπὲρ τὴν μεσημβρίαν ἢ καὶ εἰς ἑσπέραν αὐτήν, μηδὲ εἰς τὰ πρόθυρα εἰσδεχόμενος [*](D) τοὺς συνειλεγμένους τῆς γερουσίας. ὁ δὲ καὶ ἐμιαιφόνει καὶ παρηνόμει καὶ τὰ χρήματα κατανήλισκεν, οὐ ἐπείθετο τῇ μητρὶ καὶ περὶ τούτων καὶ τῶν
113
ἄλλων παραινούσῃ πολλὰ καὶ χρηστά. ἔχαιρε δὲ καὶ μάγοις καὶ γόησι. κατὰ Παρθῶν δὲ στρατεύσας, καὶ ἐν Ἀντιοχείᾳ γενόμενος καὶ τρυφῶν καὶ ἀγῶνας μονομαχίας συνιστῶν, ὡς ἐν μεγάλοις πόνοις ἐγκινδυνεύων καὶ καρτερῶν ἀπωδύρετο, καὶ τὴν γερουσίαν ὡς ἐν ῥᾳστώνῃ ζῶσαν ὠνείδιζε, καὶ τέλος ἔγραψεν αὐτῇ ὡς “οἶδα ὅτι οὐκ ἀρέσκει ὑμῖν τὰ ἐμά· ἀλλὰ διὰ τοῦτο καὶ ὅπλα καὶ στρατιώτας ἔχω, ἵνα μὴ τῶν λογοποιούντων ἐπιστρέφωμαι.”

Αὖθις δὲ εἰς τοὺς Πάρθους στρατεύσας ὅτι ὁ Ἀρτάβανος τὴν θυγατέρα ἑαυτοῦ αὐτῷ μνηστευσάμενος οὐ παρέσχε ταύτην αὐτῷ, ἠπίστατο γὰρ ὅτι πρόφασιν τὸν γάμον τοῦ τὴν Παρθῶν σφετερίσασθαι βασιλείαν πεποίητο, πολλὰ μὲν τῆς χώρας αὐτῶν ἐκάκωσε καὶ τὰ Ἄρβηλα παρεστήσατο καὶ τὰ μνημεῖα τῶν βασιλέων τῶν Παρθῶν ἀναρρήξας διέρριψε τὰ ὀστᾶ, πόλεμος δὲ αὐτῷ πρὸς τὸ ἔθνος οὐ συγκεκρότητο. τἄλλα τ’ ἑ οὖν παρηνόμει ἐν ταῖς στρατείαις καί τινα ἰδίαν ἔνδυσιν βαρβαρικῶς πως συγκόπτων καὶ συρράπτων ἐς μανδύα τρόπον προσεξεῦρε, καὶ συνεχῶς αὐτὸν ἐνεδύετο, ὅθεν καὶ Καράκαλλος ἐπεκλήθη. καὶ τοὺς στρατιώτας δὲ οὕτως ἐστολίσθαι ἐκέλευεν. ἀνῃρέθη μέντοι ὑπὸ στρατιωτῶν. ὁ γὰρ [*](B) Μακρῖνος ὁ ἔπαρχος ἐκ μάντεως τινος προειρημένον ἔχων αὐτῷ ὡς αὐταρχήσει, καὶ φοβηθεὶς μὴ διὰ τοῦτο ὑπὸ τοῦ Ἀντωνίνου διαφθαρῇ, οὐκ ἀνεβάλετο, ἀλλὰ δύο τινὰς χιλιαρχοῦντας ἐν τῷ δορυφορικῷ παρασκευάσας ἐπεβούλευσεν αὐτῷ. καὶ ἐξ Ἐδέσσης ἐς Κᾶρας ἀπιόντι καὶ ἀποβάντι τοῦ ἵππου δι’ ἀπόπατον προσῆλθέ τις στρατιώτης, τῶν χιλιάρχων ὑποπεμψάντων αὐτόν, ὡς εἰπεῖν τι δεόμενος, καὶ προσελθὼν ἐπάταξεν αὐτὸν ξιφιδίῳ μικρῷ.

114

Καὶ ὁ μὲν οὕτως ἐβίω καὶ οὕτως ἀπώλετο, ζήσὰς ἔτη ἐννέα καὶ εἴκοσιν, αὐταρχήσας δ’ ἐκ τούτων C ἐνιαυτοὺς ἕξ ἐπὶ δύο μησὶ καὶ ἡμέραις τισί. λέγεται δὲ ἐν Ἀντιοχείᾳ τὸ τελευταῖον ὄντι αὐτῷ δόξαι κατ’ ὄναρ τὸν πατέρα ξιφήρη ἐπιστῆναι λέγοντα ὡς “σὺ τὸν ἀδελφὸν ἔκτεινας, καὶ ἐγὼ σὲ κτενῶ.” καὶ μάνδὲ εἷπον αὐτῷ τὴν ἡμέραν ἐκείνην φυλάσσεσθαι, καὶ ἄλλα δέ φασι τοῦ ὀλέθρου αὐτῷ συμβῆναι τεκμήρια.

Τοῦ δ’ Ἀντωνίνου διαφθαρέντος, ὃν καὶ Καράκαλλον ἐκάλουν, ὡς εἴρηται, ἀλλὰ μέντοι καὶ Τάραντα ἐκ μονομάχου τινὸς εἰδεχθεστάτου καὶ μιαιφονωτάτου, ὁ Μακρῖνος μετὰ τετάρτην ἡμέραν τὴν ἡγεμονίαν εἰλήφει παρὰ τῆς στρατιᾶς, τὸ μὲν γένος Μαυρὸς τυγχάνων ἐκ Σικελίας καὶ γονέων ἀσημοτάτῶν [*](D) ὅθεν κατὰ τὸ τῶν Μαύρων ἔθος τῶν ὤτων τὸ ἴτερον διετέτρητο, ἐπιεικὴς δὲ καὶ τῶν νόμων φύλαξ πιστότατος. ὃς καὶ ἔπαρχος γεγονὼς ἄριστα τὰ τῆς ἀρχῆς διῳκήσατο, αὐταρχήσας δὲ οὐ πάντα καλῶς ἔπραξεν. ἀναξίους γὰρ ἐφίστα ταῖς ἀρχαῖς, ὃ τὸ μἐγιστόν ἐστι μέρος τῆς βασιλικῆς διοικήσεως, καὶ τρυφερωτέρᾳ ἐχρήσατο βιοτῇ, ἀλλὰ μέντοι καὶ σοβαρότητι.

Ἰουλία δὲ ἡ μήτηρ τοῦ Ἀντωνίνου ἐν Ἀντιοχείᾳ διάγουσα καὶ τὸν θάνατον τοῦ υἱοῦ μαθοῦσα ἑαυτὴν διαχρήσασθαι ὥρμησεν, οὐ διὰ τὸν υἱόν, ἀλλὰ δεδοικυῖα περὶ ἑαυτῇ μὴ ἰδιωτεύσῃ. ἐπεὶ δὲ οὐδὲν ἠλλοίωτο τῶν περὶ αὐτήν, ἀλλὰ καὶ τὴν θεραπείαν καὶ τοὺς δορυφόρους εἶχεν, ἐφιλοψύχησεν. εἶτα τοῦ Μακρίνου λοιδορεῖσθαι παρ’ ἐκείνης ἀκούσαντος καὶ [*](Cap. l3. Dionis Histοriae Romanae 1. 78, c. 9–41.)

115
τῇ αὐταρχίᾳ αἰσθομένου ἐπιχειρούσης, ἐκελεύσθη ἐκλελοιπέναι τὴν Ἀντιόχειαν καὶ ὅπῃ βούλοιτο ἀπελθεῖν. ἡ δὲ τότε διέφθειρεν ἑαυτήν.

Τοῦ δ’ Ἀρταβάνου δυνάμεσι μεγάλαις φερομένου κατὰ Ῥωμαίων, συμβαλὼν αὐτῷ περὶ τὴν Νίσιβιν ὁ Μακρῖνος δὶς ἡττήθη καὶ ἠναγκάσθη πολλῶν χρημάτων τὴν εἰρήνην ἐκπρίασθαι. ὁ μὲν οὖν πρὸς Ἀρτάβανον κατηύναστο πόλεμος, ἀνερράγη δὲ τοῖς Ῥωμαίοις ἐμφύλιος ἕτερος. Εὐτυχιανὸς γάρ τις τῶν Καισαρείων, τὴν τῶν στρατιωτῶν εἰς τὸν Μακρῖνον ἀπέχθειαν συνιδὼν ὅτι μὴ ἄπλετα ὡς ὁ Ἀντωνῖνος αὐτοῖς ἐχαρίζετο, καὶ ὑπὸ μαντείων ἀναπεισθείς, [*](B) ἐπαναστάσει κατὰ τοῦ Μακρίνου ἐπικεχείρηκε. Μαίσης οὖν τῆς ὁμαίμονος τῆς Ἰουλίας τῆς βασιλίδος θυγατέρας ἐχούσης δύο, Σοαιμίδα καὶ Μαμαίαν, καὶ δύο ἐγγόνους ἄρσενας ἐξ αὐτῶν, τὸν ἔνα τούτων λαβὼν ὁ Εὐτυχιανός, καὶ υἱὸν εἶναι μοιχίδιον τοῦ Καρακάλλου πλασάμενος, εἰς τὸ στρατόπεδον ὑπὸ νύκτα εἰσήγαγε, καὶ τοὺς στρατιώτας λαβὴν ζητοῦντας ἐπαναστάσεως νεωτερίσαι ἀνέπεισεν. οἱ καὶ Ἀντωνῖνον αὐτὸν ὀνομάσαντες αὐτοκράτορα αὐτίκα ἀνεῖπον, καίτοι παιδίον τυγχάνοντα. καὶ τοῦτον παραλαβόντες ἐπὶ τὸν Μακρῖνον ἤλασαν ἐν Ἀντιοχείᾳ διάγοντα· καὶ συμβαλόντες αὐτῷ ἔν τινι χωρίῳ πολὺ τῆς Ἀντιοχείας ἡττήθησαν μέν· εἶτ’ αὖθις ἐπισυστάντας [*](C) αὐτοὺς ὁ Μακρῖνος ἰδὼν εἰς φυγὴν ἐτράπη, καὶ ἀπῄει εἰς Ἀντιόχειαν ὡς δῆθεν νενικηκώς, ἔνα μὴ ἀποκλεισθείη τῆς πόλεως. τὸν δὲ υἱὸν πρὸς τὸν Ἀρτάβανον ἔπεμψεν. ἀγγελθείσης δὲ τῆς ἥττης αὐ- τοῦ, καὶ φόνων γινομένων πολλῶν, ἀπέδρα νυκτός, τὴν κεφαλὴν ξυράμενος καὶ τὸ γένειον, καὶ φαιὰν ἐσθῆτα λαβών, ὡς ἂν μὴ ἐπιγινώσκοιτο· καὶ μετ’

116
ὀλίγων εἰς Αἰγὰς τῆς Κιλικίας παραγενόμενος, κὼ διὰ Καππαδοκίας Γαλατίας τε καὶ Βιθυνίας ἐλθὼν μέχρις ἐριβώλου τοῦ ἐπινείου κατ’ ἀντικρὺ κειμένου Νικομηδείας, διέπλευσεν εἰς Χαλκηδόνα. καὶ πρός [*](D) τινα στείλας τῶν ἐπιτρόπων ἀργύριον ᾔτησεν. ὅθεν γνωσθεὶς συνελήφθη παρὰ τῶν τὰ ψευδαντωνίνου φρονούντων, καὶ ἤχθη μέχρι Καππαδοκίας. ἔνθα μαθὼν ὡς ὁ υἱὸς αὐτοῦ ἑαλώκει, ἐκ τοῦ ὀχήματος ἑαυτὸν ἔρριψε καὶ τὸν ὦμον συντέτριπτο. μετ’ οὐ πολὺ δὲ καὶ ἐσφάγη, ζήσας μὲν ἔτη τέσσαρα καὶ πεντήκοντα, αὐταρχήσας δὲ Ῥωμαίων ἴνα ἐνιαυτὸν καὶ μῆνας δύο τριῶν δέοντας ἡμερῶν, καὶ καταλυθεὶς ὑπὸ παιδαρίου. λέγεται δὲ τοῦτο τὸ ἔπος ἐν τῷ χρησμῷ ῥηθῆναι αὐτῷ
  • ὦ γέρον, ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί,
  • σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ἱκάνει.
  • Ἄβιτος δὲ ὁ ψευδαντωνῖνος ἢ Ἀσσύριός τε καὶ Σαρδανάπαλος ἐς τὴν Ῥώμην ἐλθὼν ἔν τι χρηστοῦ αὐτοκράτορος ἔργον ἐποίησε. πολλὰ γὰρ καὶ ἰδίᾳ καὶ κοινῇ λόγῳ τε καὶ ἔργῳ ὑβρισθεὶς παρὰ τῶν ἐν τῇ Ῥώμῃ, τοῦ Μακρίνου περὶ αὐτοῦ αὐτοῖς ἐπιστείλαντος, οὐδένα ἐκόλασεν. ἐς τἄλλα δὲ καὶ αἰσχρότατος καὶ παρανομώτατος καὶ μιαιφονώτατος ἦν. ὁ μὲν οὖν Εὐτυχιανὸς τῶν τ’ ἑ δορυφόρων ἦρξε καὶ μετὰ τοῦτο καὶ ὑπάτευσε δὶς καὶ τρίς, οἱ δὲ ἄλλοι τῶν ἐπιφανῶν ἀνδρῶν ἢ προφάσεων πλαττομένων ἢ καὶ δίχα προφάσεως ἐφονεύοντο, ὅτι τοῖς πραττομένοις [*](B) παρ’ αὐτοῦ οὐκ ἠρέσκοντο· οὐδὲ γὰρ ᾐσχύνθη τοῦτο τῇ βουλῇ γράψαι. ἐκεῖνος δὲ ἠνδρίζετό τε [*](16 ἱκάνει] ὀπάζει Hom. Il. Θ, 103.) [*](Cap. 14. Dionis Historiae Romanae l. 79, c. 1 — 21. Eusebii Historiae ecclesiasticae l. 6, c. 21.)

    117
    καὶ ἐθηλύνετο, καὶ ἔδρα καὶ ἔπασχεν ἑκάτερα ἀσελγέτατα. γέστατα. καὶ οὐ τοὺς ἄλλους ἔκτεινε μόνον, ἀλλὰ καὶ τῶν πάνυ φιλτάτων τινάς, οἱ σωφρόνως αὐτὸν παρῄνουν βιοῦν. καὶ θεὸν δέ τινα ξενικὸν εἰς τὴν Ῥώμην εἰσήνεγκεν Ἐλεαγάβαλον καλούμενον, καὶ τοῦ Δῖός αὐτὸν προετίμησεν· ὅθεν κἀκεῖνος ἐπωνομάσθη Ἐλεαγάβαλος. περιετμήθη τε τὸ αἰδοῖον καὶ κρεῶν χοιρείων ἀπείχετο καὶ ἐσθῆτα βαρβαρικὴν δημοσιεύων ἠμπίσχετο, οἵᾳ αἱ τῶν Σύρων κέχρηνται ἱερεῖς· ὅθεν καὶ ἐπεκλήθη Ἀσσύριος. ἔγημε δὲ πρὸς ταῖς ἄλλαις καὶ ἱερωμένην τῇ Ἑστίᾳ παρθένον, ἀσεβήσας [*](C) περὶ τὰ πάτρια ἀναιδέστατα. καὶ ἔλεγε διὰ τοῦτο γῆμαι τὴν τῆς Ἑστίας ἱέρειαν, ἴν’ ἐξ ἐκείνου ἀρχιερέως ὄντος τοῦ Ἐλεαγαβάλου καὶ τῆς ἱερείας παῖδες γένωνται θεοπρεπεῖς. οὐ μόνον δὲ βαρβαρικὰς ᾠδὰς ἅμα τῇ μητρὶ καὶ τῇ τήθῃ τῷ ξένῳ θεῷ αὐτοῦ ᾖδε, καὶ ἀπορρήτους προσῆγε θυσίας, παῖδας σφαγιάζων καὶ γοητεύμασι χρώμενος καὶ περιάπτοις μυρίοις ἑκάστοτε, ἀλλὰ καὶ γυναῖκα τῷ θεῷ αὐτοῦ ἐκείνῳ ἐμνήστευσεν ὡς καὶ παίδων δεομένῳ, καὶ τὴν γυναῖκα ἐς τὸ παλάτιον καθιδρύσατο, καὶ ἕδνα αὐτῇ [*](D) ἐκ τῶν ὑπηκόων ἐπράξατο. αὐτὸς δὲ ἀσελγέστατα διεβίω. ἀλλ’ ἕκαστον τόν ἐκείνου καταριθμεῖν καὶ τοῖς λέγουσι καὶ τοῖς ἀκούουσιν ἀηδέστατον· εἰήσθω δ’ ὀλίγα τινά. ἐς καπηλεῖα νυκτὸς εἰσῄει, κόμας περιθέτους περιάπτων τῇ κεφαλῇ, καὶ ταῖς καπηλίσι συνεξητάζετό τε καὶ συνειργάζετο. καὶ εἰς τὰ περιβόητα τῶν πορνείων ἐφοίτα καὶ τὰς ἑταίρας ἐξελαύνων ἐπόρνευε. καὶ ἐν τῷ παλατίῳ οἴκημά τι ἀποτάξας, γυμνός τε ἐπὶ τὰς θύρας τούτου ἑστὼς ὡς αἱ πόρναι καὶ τὸ σινδόνιον διασείων, γυναικώδει καὶ ἀβρᾶ καὶ κεκλασμένῃ φωνῇ τοὺς παριόντας προσ-
    118
    ηταιρἰζετο, χρήματά τε συνέλεγε παρ’ αὐτῶν. καὶ πρὸς τοὺς συνασχημονοῦντας αὐτῷ διεφέρετο, πλείους αὐτῶν ἐραστὰς ἔχειν αὐχῶν καὶ μᾶλλον αὐτῶν ἀργυρίζεσθαι. καὶ οὐχ οὕτω μόνον ἠσέλγαινεν, ἡρματηλάτει τε καὶ ὠρχεῖτο, ἀλλὰ καὶ ἄνδρα σχεῖν ἤθελεν ἔνα ὥσπερ γαμέτην δή τινα νόμιμον, καὶ Καίσαρα αὐτὸν ἐβούλετο προχειρίσασθαι, καὶ δέσποινα καὶ βασιλὶς ὠνομάζετο, καὶ ἐφόρει κεκρύφαλον καὶ ἐριούργει καὶ τοὺς ὀφθαλμοὺς ὑπεγράφετο. ἅπαξ τε τὸ γένειον ἀποκείρας μετέπειτα ἐψιλίζετο, ἵνα δοκοίη γυνή. ὁ δ’ ἀνὴρ αὐτῆς Καρικὸν ἦν ἀνδράποδον, [*](B) ἐκαλεῖτο δ’ Ἱεροκλῆς. ἤθελε δὲ καὶ μοιχεύεσθαι δοκεῖν, ἔνα τὰς ἀσελγεστάτας μιμῆται τῶν γυναικῶν. καὶ ἐπ’ αὐτοφώρῳ ἑκουσίως ἡλίσκετο, καὶ ἐλοιδορεῖτο πρὸς τοῦ ἀνδρός, ἐπλήττετό τε ὑπώπια. καί τις δ’ Αὐρήλιος καλὸς μὲν καὶ πᾶν τὸ σῶμα, τὰ δ’ αἰδοῖα φέρων ὑπερμεγέθη, ἐμηνύθη αὐτῷ, καὶ αὐτίκα ὑπὸ πομπῇ μεγαλοπρεπεῖ προσήχθη. ᾧ προσειπόντι “χαῖρε, κύριε αὐτοκράτορ’ ἐκεῖνος θρύψει γυναικώδει τὸν αὐχένα παρεγκλίνας καὶ ἐπιμύσας βραχύ τι τὰ ὄμματα “μή με λέγε κύριον” ἔφη· “ἐγὼ γὰρ κυρία εἰμί.” ἐπεὶ δὲ συλλουσάμενος αὐτῷ [*](C) εὗρε τὴν φήμην οὐ ψευσαμένην, ἔν τε τοῖς στέρνοις αὐτοῦ κατεκλίθη καὶ ἐν τοῖς κόλποις ὡς ἐρωμένη ἐδείπνησε. δείσας οὖν ὁ Ἱεροκλῆς μὴ ὑπὸ τοῦ Αὐρηλίου παρευδοκιμηθῇ, γοητείαις ἢ καὶ φαρμάκῳ τινὶ ἐξεθήλυνεν αὐτὸν καὶ ἐνάρκωσεν, ὡς ἐπὶ πᾶσαν τὴν νύκτα μείναι πρὸς μίξιν ἀκίνητον· διὸ καὶ ἐκ τοῦ παλατίου ἐξηλάθη καὶ ἐκ τῆς Ῥώμης καὶ ἐκ τῆς Ἰταλίας αὐτῆς. ἐς τοσαύτην δὲ συνηλάθη ἀσέλγειαν ὡς καὶ [*](30 ὡς καὶ — p. 119, 1 ἀξιοῦν] Haec a Χiphilino omissa Dionis esse testatur Cedrenus vol. 1, p. 449, 22 ed. Bonn.)
    119
    τοὺς ἰατροὺς ἀξιοῦν αἰδῶ γυναικείαν δι’ ἀνατομῆς αὐτῷ μηχανήσασθαι, μεγάλους ὑπὲρ τούτου μισθοὺς αὐτοῖς προισχόμενος.

    [*](D)

    Διὰ ταῦτα ἐμισήθη ὑπὸ πάντων ὁ Σαρδανάπαλος, μὴ στεγόντων τὰς μιαρίας καὶ αἰσχροπαθείας αὐτοῦ εἶτα Βασιανὸν τὸν υἱὸν Μαμαίας τῆς ἀδελφῆς τῆς μητρὸς αὐτοῦ εἰς τὸ συνέδριον ἀγαγὼν παῖδα ἔθετο, καὶ Ἀλέξανδρον αὐτὸν καλεῖσθαι ἐκέλευσεν. μετ’ οὐ πολὺ μέντοι πάντας ὑποπτεύων, μανθάνων δὲ καὶ εὐνοεῖν ἐκείνῳ τοὺς πλείονας, μετέγνω, καὶ τέλος ἀνελεῖν αὐτὸν ἐπεχείρει. ὁ δὲ ὑπὸ τῶν στρατιωτῶν ἐπιμελῶς ἐφυλάσσετο, καὶ οἶ δορυφόροι διὰ τοῦτο δεινῶς ἐθορύβησαν. ἐκεῖνος δὲ σὺν τῷ Ἀλεξάνδρῳ εἰς τὸ στρατόπεδον εἰσελθὼν ἐπει- ρᾶτο καταπαῦσαι τὸν θόρυβον. ὡς δ’ ᾔσθετο παρὰ τῶν στρατιωτῶν ἐπιβουλευόμενος, ὥρμησε μὲν ἐκδρᾶναι, φωραθεὶς δὲ ἀνῃρέθη, καὶ ἡ μήτηρ περιπλακεῖσα αὐτῷ συναπώλετο. ὧν ἀμφοῖν γυμνωθέντα τὰ σώματα ἐσύρησαν διὰ μέσης τῆς πόλεως· εἶτα τὸ τοῦ Σαρδαναπάλου εἰς τὸν Τίβεριν ἐνεβλήθη· διὸ πρὸς τοῖς ἄλλοις καὶ Τιβερῖνος ἐπωνομάσθη. συγκατεσφάγη δ’ αὐτῷ καὶ ὁ Ἱεροκλῆς καὶ ἄλλοι πολλοί, ἄρξαντι ἔτη τρία ἐπὶ μησὶν ἐννέα ἡμέραις τε τέσσαρσιν, ἐξ ὅτου τὸν Μακρῖνον νικήσας ἐν τῇ μάχῃ τῆς αὐταρχίας τετύχηκε.

    Τούτου κρατοῦντος Ζεφυρῖνος ὁ τῆς Ῥωμαίων ἐκκλησίας ἐπίσκοπος μεταλλάττει τὸν βίον, ἰθύνας ταύτην ἔτεσιν ὀκτωκαίδεκα· μεθ’ ὃν Κάλλιστος προέστη τῶν ἐκεῖσε πιστῶν ἐπὶ πέντε ἐνιαυτούς· καὶ τοῦτον Οὐρβανὸς διαδέχεται.

    [*](B)

    Τοῦ δὲ ψευδαντωνίνου ἀναιρεθέντος Ἀλέξαν- [*](Cap. 15. Dionis Historiae Romanae l. 80, cuius nonnisi laciniae supersunt. Quae Sequuntur, ex eo libro petita videntur cuius particulas inscriptas μετὰ Δίωνα ἐκλογαὶ ἴως Κωνσταντίνου edidit A. Maius Script. Vet. novae coll. vol. 2, p. 234: auctorem Niebuhrius suspicatus est fuisse Petrum Magistrum (Corp. Byz. part. 1, praef. p. ΧΧIV [v. praef. ad Dion. Cass. vol. 5, p. V]). Non pauca is auctor ex Herodiano videtur hausisse. Eusebii Historiae ecclesiasticae 1. 6, c. 29 — 22.)

    120
    δρος ὁ Μαμαίας ὁ ἐκείνου ἀνεψιός, οὕτω γὰρ οἱ παλαιοὶ τοὺς ἐξαδέλφους ὠνόμαζον, τὴν αὐταρχίαν ἀπεκληρώσατο. ὃς αὐτίκα τὴν οἰκείαν μητέρα Μαμαίαν Αὐγοῦσταν ἀνεῖπεν, ἣ τὴν τῶν πραγμάτων οἰκονομίαν μετεκεχείριστο, καὶ περὶ τὸν υἱὸν σοφοὺς ἄνδρας συνήγαγεν, ἵνα δι’ ἐκείνων αὐτῷ τὰ ἤθη ῥυθμίζοιτο, κἀκ τῆς γερουσίας τοὺς ἀμείνονας συμβούλους προσείλετο, ἅπαν πρακτέον κοινουμένη αὐτοῖς. Δομιτίῳ δέ γε Οὐλπιανῷ τῆς τῶν δορυφόρων ἀνατεθείσης ἀρχῆς καὶ τῆς τῶν κοινῶν διοικήσεως, πολλὰ τῶν ὑπὸ Σαρδαναπάλου πραχθέντων παρ’ [*](C) ἐκείνου ἐπηνωρθώθη. ὃς τὸν Φλαβιανὸν καὶ τὸν Χρῆστον ἀποκτείνας, ἔν αὐτοὺς διαδέξηται, καὶ αὐτὸς οὐ πολλῷ ὕστερον ὑπὸ τῶν δορυφόρων νυκτὸς ἐπιθεμένων αὐτῷ κατεσφάγη. ζῶντος δ’ ἔτι τοῦ Οὐλπιανοῦ στάσις ἔκ τινος βραχείας λαβῆς μέσον τοῦ δήμου καὶ τῶν δορυφόρων ἐγένετο, καὶ ἐπὶ τρεῖς ἡμέρας ἀλλήλοις ἐμάχοντο. ἡττωμένων δὲ τόν στρατιωτῶν καὶ πῦρ ταῖς οἰκίαις ὑποβαλλόντων, δείσας ὁ δῆμος περὶ τῆς πόλεως κατηλλάγη καὶ ἄκων αὐτοῖς. καὶ ἄλλαι δ’ ἐπαναστάσεις γενόμεναι κατεπαύθησαν.

    Ἥττων δ’ οὖσα χρημάτων ἡ Ἀλεξάνδρου μήτηρ ἐχρηματίζετο πάντοθεν. ἠγάγετο δὲ καὶ τῷ υἱῷ γαμετήν, ἣν οὐ συνεχώρησεν ἀναρρηθῆναι Αὐγούσταν, [*](D) ἀλλὰ καὶ μετά τινα χρόνον τοῦ υἱοῦ αὐτὴν ἀποσπάσασα εἰς Λιβύην ἀπήλασε, καίτοι στεργομένην παρ’

    121
    ἐκείνου. ὁ δὲ ἀντειπεῖν τῇ μητρὶ οὐκ ἠδύνατο) καταρχουσῃ αὐτοῦ.

    Ἀρταξέρξης μέντοι ὁ Πέρσης, ὃς ἐξ ἀφανῶν καὶ ἀδόξων ἦν, τὴν τῶν Παρθῶν βασιλείαν Πέρσαις περιεποιήσατο καὶ αὐτῶν ἐβασίλευσεν. ἀφ’ οὗ λέγεται καὶ τὸ Χοσρόου κατάγεσθαι γένος. μετὰ γὰρ τὴν Ἀλεξάνδρου τοῦ Μακεδόνος τελευτὴν οἱ ἐκείνου διάδοχοι Μακεδόνες ἐπὶ πλεῖστον μὲν Περσῶν τε καὶ Παρθυαίων ἦρχον καὶ τῶν ἄλλων ἐθνῶν, κατ’ ἀλλήλων δέ γε χωρήσαντες ἀλλήλους κατέλυσαν. ἐκείνων δ’ οὕτως ἠσθενηκότων πρῶτος Ἀρσακίδης Παρθυαῖς τῇ ἐξ αὐτῶν ἀποστασίᾳ ἐπικεχείρηκε, καὶ Παρθυαίων ἐκράτησε, καὶ τοῖς ἑαυτοῦ ἀπογόνοις κατέλιπε τὴν ἀρχήν· ὧν τελευταῖος γέγονεν ὁ Ἀρτά- βανος. τὸν δὲ ὁ ῥηθεὶς Ἀρταξέρξης μάχαις νικήσας τρισὶ συνέλαβε καὶ ἀπέκτεινεν. εἶτα καὶ ἐπὶ τὴν Ἀρμενίαν ἐλάσας ἡττήθη τῶν Ἀρμενίων καὶ Μηδῶν μετὰ τῶν παίδων τοῦ Ἀρταβάνου προσβαλόντων αὐτῷ. ὁ δὲ αὖθις ἀνακτησάμενος ἑαυτὸν μετὰ δυνάμεως μείζονος τῇ Μεσοποταμίᾳ καὶ τῇ Συρίᾳ ἐφήδρευε, καὶ ἠπείλει ἀνακτήσασθαι πάντα ὡς Πέρσαις ἐκ προγόνων προσήκοντα. εἶτα Καππαδοκίαν ὁ Ἀρταξέρξης οὗτος σὺν τοῖς Πέρσαις κατέτρεχε, καὶ ἐπολιόρκει τὴν Νίσιβιν. ὁ μέντοι Ἀλέξανδρος οὗτος πρέσβεις ἔπεμψε πρὸς αὐτὸν εἰρήνην αἰτῶν. ὁ δὲ [*](B) βάρβαρος τὴν πρεσβείαν μὲν οὐ προσήκατο, ἄνδρας δὲ μεγίστους τετρακοσίους πολυτελέσιν ἀμφιέσας στολαῖς καὶ ἵπποις τῶν ἐκκρίτων ἐπιβιβάσας καὶ ὅπλοις κοσμήσας λαμπροῖς ἔπεμψε πρὸς τὸν Ἀλέξανδρον, οὕτω καταπλήξειν αὐτόν τε καὶ τοὺς Ῥωμαίους οἰόμενος. οἱ ἀφικόμενοι καὶ εἰς ὄψιν ἐλθόντες τῷ Ἀλεξάνδρῳ “κελεύει ὁ μέγας βασιλεὺς Ἀρταξέρξης”

    122
    εἶπον ἀφίστασθαι Ῥωμαίους Συρίας καὶ τῆς ἀντικειμένης τῇ Εὐρώπῃ Ἀσίας πάσης, καὶ παραχωρῆσαι Πέρσαις ἄρχειν μέχρι θαλάσσης.” τούτους συλλαβὼν ὁ Ἀλέξανδρος, καὶ περιδύσας τὰ ὅπλα καὶ τὰς στολάς, ἀφελόμενός τε τοὺς ἵππους, εἰς κώμας πλείστας [*](C) διέσπειρε καὶ ἠνάγκαζε γεωργεῖν· κτεῖναι γὰρ αὐτοὺς οὐκ ἔκρινεν ὅσιον. αὐτὸς δὲ τὰ οἰκεῖα στρατεύματα εἰς τρεῖς διελὼν μοίρας τριχῇ τοῖς Πέρσαις προσέβαλε. καὶ πολὺς μὲν τῶν Περσῶν συμβέβηκεν ὄλεθρος, πλεῖστοι δὲ καὶ τῶν Ῥωμαίων ἐφθάρησαν, οὐ τοσοῦτον ὑπὸ τῶν πολεμίων ὅσον ἐν τῶ ἐπανιέναι διὰ τῶν τῆς Ἀρμενίας ὀρῶν. δυσχειμέρων γὰρ ὄντων τούτων οἶ τῶν ὁδοιπορούντων πόδες, ἐνίων δὲ καὶ αἶ χεῖρες ἐκ τοῦ ψύχους ἠκρωτηριάσθησαν μελανθεῖσαι καὶ νεκρωθεῖσαι. διὸ καὶ ἐν αἰτία Ῥωμαίοις γέγονεν ὁ Ἀλέξανδρος. ὅθεν ἐξ ἀθυμίας ἢ καὶ ἀπὸ τῆς τῶν ἀέρων ἐναλλαγῆς σφόδρα ἐνόσησεν. [*](D) ἀναρρωσθεὶς δὲ καὶ εἰς Γερμανοὺς ἐμβαλὼν δι’ ἀκοντιστῶν καὶ τοξοτῶν ἐλύπει αὐτούς. στέλλει δὲ καὶ πρὸς αὐτοὺς πρέσβεις περὶ συμβάσεων ἐπὶ χρήμασι. διὸ χαλεπήναντες οἱ στρατιῶται πρὸς ἀποστασίαν ἀπεῖδον. καί τινα Μαξιμῖνον Θρᾷκα τὸ γένος, ἐκ παίδων δὲ ποιμαίνειν λαχόντα καὶ μετὰ ταῦτα στρατιώτην γενόμενον, ἄκοντα δῆθεν λαβόντες ὠνόμασαν αὐτοκράτορα. ὁ δὲ τοὺς ἀνειπόντας αὐτὸν παραλαβὼν ἀπῄει εὐθὺς ὅπου διέτριβεν ὁ Ἀλέξανδρος. ταῦτα δ’ ἐκεῖνος πυθόμενος τοὺς μετ’ αὐτοῦ στρατιώτας εἰς ἀντίληψιν αὐτοῦ παρεκάλει· οἶ δὲ ἐπηγγέλλοντο. καὶ ἐπιστάντος τοῦ Μαξιμίνου συνήγαγε τὴν στρατιὰν ὁ Ἀλέξανδρος καὶ συμβαλεῖν τοῖς τοῦ ὢ Μαξιμίνου ἐπέτρεπεν. οἶ δὲ τήν τ’ ἑ μητέρα αὐτοῦ ἐλοιδόρουν καὶ ἐπὶ φιλοχρηματίᾳ διέσυρον, καὶ εἰς
    123
    ἐκεῖνον ἐξύβριζον ὡς δειλόν· καὶ καταλιπόντες αὐτὸν ἀνεχώρουν. ὁ δὲ ἔρημον βοηθείας ὁρῶν ἑαυτόν, ἐπανῆλθεν εἰς τὴν σκηνήν, καὶ τῇ μητρὶ περιπλακεὶς ὠλοφύρετο. καὶ ὁ Μαξιμῖνος ἑκατόνταρχον στείλας καὶ αὐτὸν ἀνεῖλε καὶ τὴν μητέρα καὶ τοὺς οἳ συνῆσαν αὐτοῖς, καὶ τῆς βασιλείας γέγονεν ἐγκρατής.

    Μαμαία δὲ ἡ Ἀλεξάνδρου μήτηρ ἀρετῆς ἦν ἀντιποιουμένη καὶ βίου σεμνοῦ. ἣ ἐν Ἀντιοχείᾳ συνδιάγουσα τῷ υἱῷ, καὶ περὶ Ὠριγένους πυθομένη, 11 μετεπέμψατο ἐξ Ἀλεξανδρείας αὐτόν· καὶ ὑπ’ αὐτοῦ τὸν λόγον κατηχηθεῖσα τῆς πίστεως, θεοσεβεστάτη γέγονεν, ὡς ὁ Εὐσεβιος ἱστορεῖ καὶ ἄλλοι δέ τινες [*](B) τῶν συγγραφέων φασίν. ὅθεν οὐ μόνον ὁ κατὰ χριστιανῶν ἠρέμησε διωγμὸς τότε, ἀλλὰ καὶ τιμῆς ἠξίωντο μάλιστα οἱ σεβόμενοι τὸν Χριστόν.

    Τότε Οὐρβανοῦ τῆς ἐπισκοπῆς τῆς Ῥωμαίων πόπροεστατος καὶ Ἱππόλυτος ἤνθει, ἀνὴρ ἶερώἱερώτατος καὶ σοφώτατος, ἐπίσκοπος τοῦ κατὰ Ῥώμην πόρτου γενόμενος, ὃς καὶ πολλὰ συγγράμματα συνεγράψατο, διάφορα τῆς θείας γραφῆς ἐξηγησάμενος. Ἀντιοχείας δὲ ἦν τηνικαῦτα προεστηκὼς καὶ τὴν ἐκεῖ τῶν πιστῶν ἐκκλησίαν ἰθύνων Ἀσκληπιάδης· καὶ

    Σαρδιανὸς Ἱεροσολύμων.

    Καὶ ὁ μὲν Ἀλέξανδρος ἔτη Ῥωμαίων ἡγεμονεύσας C δέκα, ὃν εἴρηται τρόπον ἀνῄρητο· ὁ δὲ Μαξιμῖνος τὴν ἀρχὴν διεδέξατο. ὃς αὐτίκα καὶ διωγμὸν [*](22 καὶ Σαρδιανὸς Ἱεροσολύμων] Haec per errorem addita videntur. Sardianum Geοrgius Syncellus (vοl. 1, p. 674 ed. Bοnn.) appellat quem Eusebius et zonaras (p. 611, D) Gοrdium. Gοrdianus est in Eusebii canοne armeniace edito a Maiο et Ζοhrabο p. 387.) [*](Cap. 16. Eusebii Histοriae ecclesiasticae 1. 6, c. 23 et 28, ac fοrtasse Dio cοntnuatus.)

    124
    κατὰ τῶν χριστωνύμων ἐπήγειρε, καὶ τοὺς τῶν ἐκκλησιῶν προεστῶτας ἀναιρεῖσθαι κεκέλευκεν ὡς δισκάλους τοῦ κατὰ Χριστὸν μυστηρίου καὶ κήρυκας. λέγεται δὲ κατὰ μῆνιν τὴν πρὸς Ἀλέξανδρον κινῆσαι τὸν διωγμόν, ὡς ἐκείνου τιμῶντος τοὺς σεβομένους Χριστόν. ἐμεμήνει γὰρ κατ’ ἐκείνου τοῦ αὐτοκράτορος, ὅτι στρατηγὸς ὑπ’ ἐκείνου προχειρισθεὶς καὶ κατὰ Περσῶν ἐκστρατεύσας καὶ αἴσχιστα ἡττηθεὶς ὀργῆς ἐπειράθη βασιλικῆς. ἦν δὲ τοῦ διωγμοῦ καὶ δεύτερον αἴτιον, ὅτι πολλοὶ κατὰ τὸν Ἀλεξάνδρου [*](D) οἶκον ἦσαν τὸν Χριστὸν ἐπεγνωκότες θεόν. ὅτε καὶ Ἀμβρόσιος φιλόλογος ἀνήρ, ὃς τὸν Ὠριγένην πρὸς ἐξήγησιν ἠρέθισε τῆς θείας γραφῆς καὶ δαψιλῆ αὐτῷ ἐχορήγει τὰ ἀναλώματα καὶ ταχυγράφους ἑπτὰ αὐτῷ παρεστήσατο ἀμοιβαδὸν τῇ γραφῇ χρωμένους κατὰ τεταγμένους καιροὺς καὶ βιβλιογράφους οὐχ ἥττους κόρας τε καλλιγραφεῖν ἠσκημένας, τῷ τοῦ μαρτυρίου λέγεται κοσμηθῆναι στεφάνῳ, ἅμα Πρωτοκτήτῳ Πρεσβυτέρῳ

    Αὐταρχήσας δ’ οὗτος ὁ Μαξιμῖνος εὐθὺς ἐπέστειλε τῇ συγκλήτῳ, τὴν ἐκ τῶν στρατευμάτων ἀνάρρησιν ταύτῃ δηλῶν ἑαυτοῦ. οὐ μόνοις δὲ χριστιανοῖς βαρὺς ὑπῆρχε καὶ ἀπηνής, ἀλλὰ καὶ πᾶσι τοῖς ὑπηκόοις. ὑβριστής τε γὰρ ἦν καὶ ἐρασιχρήματος, κἀντεῦθεν καὶ ἀδικώτατος καὶ φόνων ἐργάτης καὶ τύραννος ἄντικρυς, χωρήσας εἰς ἁρπαγὰς καὶ ἀναιρέσεις ἀνθρώπων ἐξ οὐδεμιᾶς εὐλόγου λαβῆς. τοσοῦτον δ’ εἰς μιαιφονίας ἐξώκειλεν ὡς μηδὲ τῆς οἰκείας φείσασθαι γυναικός· κἀκείνην γὰρ ἀνεῖλε. τὴν οἰκείαν δ’ οἷον ἐπικαλύπτων δυσγένειαν, τοὺς μὲν εὐπατρίδας ἠτίμου, προσῳκειοῦτο δὲ τοὺς ἐξ ἀφανῶν. διὰ ταῦτα τοίνυν ὑπὸ πάντων μεμίσητο. ἐκστρατεύσας

    125
    δὲ κατὰ Γερμανῶν τὴν χώραν αὐτῶν ἐληίσατο, τῶν βαρβάρων μηδενὸς ὑποφαινομένου. εἶτα περὶ τὰ ἔλη καὶ τὰς συνεχεῖς ἀνεφάνησαν ὕλας· κἀκεῖ δὲ τῶν Ῥωμαίων εἰσελασάντων πλήθη πολλὰ ἀνῃρέθησαν. καὶ οὕτω νικήσας ἐπανῆλθεν ὁ Μαξιμῖνος, αἰχμαλώτων [*](B) πληθὺν ἐπαγόμενος. πάντα δὲ τὰ τῶν ὑπηκόων σφετεριζόμενος καὶ χρηματιζόμενος πάντοθεν οὐδὲ τῶν ἱερῶν ἀπέσχετο. αἰτιωμένων οὖν ξυμπάντων τοὺς στρατιώτας τοὺς αὐτὸν βασιλεύσαντας, οἱ ἐν Λιβύῃ στρατευόμενοι ταῦτα μαθόντες πρὸς ἀποστασίαν ἀπεῖδον, καί τινος ἑτέρας αἰτίας ἐρεθισάσης αὐτούς. οἱ γὰρ τῶν τῆς Λιβύης πραγμάτων ἐπίτροποιτῶν τῶν ἐν αὐτῇ εὐπορούντων τὰς οὐσίας ἐξ οὐδεμιᾶς εὐλόγου ἀφῃροῦντο λαβῆς καὶ τοὺς κεκτημένους 15 αὐτὰς προσαπώλλυον. ἐντεῦθεν ἀγανακτήσαντες οἱ ἐκεῖ ἐπανέστησαν, καί τινα τῶν ἐκ τῆς βουλῆς ἄνδρα πρεσβύτην κεκλημένον Γορδιανὺν καὶ ἄκοντα κατασχόντες, [*](C) διάδημά τε τούτῳ περιτιθέασι καὶ πορφύραν ἐνδύουσι καὶ ἀναγορεύουσιν αὐτοκράτορά τε καὶ Αὔγουστον. ὁ δὲ ἐν Καρθαγένῃ παραγίνεται· καὶ αὐτὸν ἀσμένως τῷ πρὸς τὸν Μαξιμῖνον μίσει ἐδἐἐδέξαντο σύμπαντες. ἐπιστέλλει οὖν τῇ βουλῇ, καὶ τοὺς ἀγγελοῦντας τὴν ἀνάρρησιν αὐτοῦ τοῖς ἐν τῇ Ῥώμᾐ ἀπέστειλε. τῶν δὲ σταλέντων χρονισάντων κατὰ τὸν πλοῦν, καὶ οἱ ἐν τῇ Ῥώμᾐ μὴ φέροντες τὴν τυραννίδα τοῦ Μαξιμίνου πρὸς ἀποστασίαν κεκίνηντο καὶ τὰς ἐκείνου εἰκόνας καθῄρουν καὶ τῷ τυράννῳ ἐλοιδοροῦντο εἶτα γνωσιμαχήσαντες, ὡς εἰ σώζοιτο [*](D) Μαξιμῖνος, οὐκ ἔσται σφίσι σωτηρίας ἐλπίς, δύο προ 30 βάλλονται στρατηγοὺς Μάξιμον τε καὶ Ἀλβῖνον, καὶ ἄμφω τῇ βουλῇ συναριθμουμένους. τινὲς δὲ Καίσαρας αὐτοὺς πρὸς τῆς βουλῆς ἱστόρησαν ἀναγορευθῆ-
    126
    ’ναι, μήπω μαθούσης τὴν ἀνάρρησιν τοῦ Γορδιανοῦ.

    Ὁ δέ γ’ ἑ Μαξιμῖνος ταῦτα μαθὼν ὥρμησεν ἐπὶ Ἰταλίαν, πολλὰ τῇ συγκλήτῳ ἀπειλησάμενος. γνοὺς δὲ τὸν Μάξιμον χωρήσαντα κατ’ αὐτοῦ, ὁ γὰρ Ἀλβῖνος εἰς φυλακὴν τῆς Ῥώμης ἔμεινεν ἐν αὐτῇ, ἐπὶ Ἀκυληίαν ἀπένευσε, Μαυρουσίους ἔχων μεθ’ ἑαυτοῦ, ταύτην σπεύδων προκατασχεῖν. Ἀκυληία δὲ ἡ νῦν Βενετία λέγεται εἶναι. ἀλλ’ ἀπεκρούσθη, τῶν έν αὐτῇ ἀντιταξαμένων αὐτῷ γενναιότερον. ἀποκρουσθεὶς δὲ τῆς Ἀκυληίας καὶ προσβαλὼν τοῖς περὶ τὸν Μάξιμον ἡττήθη. καὶ ἐς τὴν οἰκείαν σκηνὴν ἀνεχώρησε· στασιασάντων δὲ τόν στρατιωτῶν καὶ τῶν αὐτοῦ δορυφόρων προῆλθε τῆς σκηνῆς μετὰ τοῦ οἰκείου παιδός, ὡς σφίσι διαλεξόμενος. οἱ δὲ αὐτίκα ἐπελθόντες ἀμφοῖν ἀνεῖλον αὐτούς. ἦν δὲ ὁ Μαξιμῖνος ἐτῶν πέντε καὶ ἐξήκοντα, ἀφ’ ὧν ἐβασίλευδεν ἴξ. αἱ κεφαλαὶ δὲ τῶν ἀναιρεθέντων τούτων ἐκτμηθεῖσαι τοῖς τε ἐν Ἀκυληίᾳ ἐπεδείχθησαν καὶ εἰς τὴν Ῥώμην ἐπέμφθησαν. οἶ δ’ ἐν τῇ Ῥώμᾐ κατὰ τὴν ἀγορὰν τὴν κεφαλὴν τοῦ Μαξιμίνου ἀνεσκολόπισαν,

    ἴν εἴη πᾶσι περίοπτος.

    [*](B)

    Ἐντεῦθεν ὁ Μάξιμος εἰς τὴν Ῥώμην ἐπανελήλυθε, καὶ ὁ Ἀλβῖνος ὑπηντήκει αὐτῷ, καὶ ὁ δῆμος δὲ καὶ ἡ σύγκλητος σὺν εὐφημίαις καὶ κρότοις αὐτὸν ὑπεδέξαντο· καὶ συνῆρχον ἄμφω, καὶ ἦρχον καλῶς. οἱ δέ γε στρατιῶται ἐδάκνοντο ὅτι οὐκ αὐτοί, ἀλλ’ ἡ βουλὴ καὶ ὁ δῆμος τοὺς αὐτοκράτορας προεβάλοντο. εἶτα καὶ αὐτοὶ οἶ βασιλεῖς πρὸς ἀλλήλους ἔσχον δια- [*](Cap. 17. Fortasse Dio continuatus. Eusebii Historiae ecclesiasticae 1. 6, c. 23–31.)

    127
    φοράς, καὶ τοῦτ’ αἴτιον αὐτοῖς ἀπωλείας ἐγένετο. γνόντες γὰρ οἱ στρατιῶται ὡς διαφέρονται, ἐπῆλθον αὐτοῖς, καὶ ἀμφοτέρους δεσμήσαντες διὰ πάσης τῆς πόλεως αὐτοὺς περιήγαγον ἐμπαροινουμένους τε καὶ ἐμπαιζομένους, ἀλλὰ μὴν καὶ αἰκιζομένους. εἶτα πυἐμπαιζομένους, άλλὰ μὴν καὶ αἰκιζομένους. εἰτα πυθόμενοι ὡς οἱ Γερμανοὶ ἀφελέσθαι αὐτοὺς καὶ περισῶσαι βουλεύονται, ἵνα μὴ τοῦτο γένηται, ἀπέκτειναν αὐτούς. ὦν ὁ μὲν Μάξιμος ἐτῶν ἦν ἑβδομήκοντα [*](C) καὶ τεσσάρων, ὁ δὲ Ἀλβῖνος ἑξήκοντα· καὶ ἐβασίλευσαν κατὰ τινὰς μὲν ἡμέρας δύο καὶ εἴκοσι, καθ’ ἑτέρους δὲ οὐχ ὅλους μήνας τρεῖς.

    Μετὰ δὲ τούτους οἱ μὲν Πομπηιανόν τινα συγγεγράφασι τὴν Ῥωμαίων ἐσχηκέναι ἀρχήν, ταχύτατα δ’ ἐκπεπτωκέναι αὐτῆς, ὡς ἐν ὀνείρῳ τῆς ἐξουσίας ἀπολαύσαντα, οὔπω γὰρ δύο παρεληλυθέναι μήνας, καὶ στερηθῆναι αὐτὸν πρὸς τῇ μοναρχίᾳ καὶ τῆς ζωῆς ἀναιρεθέντα· παρὰ τίνων δὲ καὶ διὰ τίνα αἰτίαν, μὴ εὑρηκώς, παρεσιώπησα καὶ αὐτός· οἱ δ’ ἴε τινα. μεθ’ ὃν Πούπλιον ἀντεισαχθῆναι Βαλβῖνον ἱστόρησαν· καὶ μικρόν τι κἀκεῖνον τῆς αὐταρχίας ἀπογευσάμενον, ἐπὶ τρισὶ γὰρ μησὶν αὐτῷ τὴν ἀρχὴν περιγράφουσιν, ἀναιρεθῆναι κἀκεῖνον, ἄρτι καταλαβόντος ἐκ Λιβύης Γορδιανοῦ, ὃς εῖ, ὡς ἤδη μοι ἐρρήθη, [*](D) προανηγόρευτο. τὸν δὲ Γορδιανὸν τῆς Ῥώμης ἐπιβεβηκότα νοσήσαι, τὸ μὲν ὅτι ὑπέργηρως ἦν, ἑβδομήκοντα γὰρ καὶ ἐννέα ἐβίω ἐνιαυτούς, τὸ δ’ ὅτι χρονοτριβήσας ἐν τῇ θαλάσσῃ κατὰ τὸν πλοῦν πάνυ τεταλαιπώρητο, καὶ ἐκ τῆς νόσου ταύτης ἐκλελοιπέναι, μόνας εἴκοσι καὶ δύο ἡμέρας ἐν ταύτῃ διαγαγόντα· διαγασῇ καὶ σχεῖν ἐπὶ τῇ βασιλείᾳ διάδοχον τὸν οἰκεῖον υἱόν, Γορδιανὸν κἀκεῖνον καλούμενον καὶ ὁμωνυμοῦντα τῷ οἰκείῳ πατρί.

    128

    Οἶ’ μὲν οὖν οὕτω παρηκολουθηκέναι ταῦθ’ ἱστορήκασιν, οἱ δὲ τῷ πρεσβύτῃ Γορδιανῷ ἀναρρηθέντι κατὰ Λιβύην αὐτοκράτορι φασὶν ἐπαναστῆναί τινας, καὶ μάχης συγκροτηθείσης ἡττηθῆναι τοὺς τοῦ Γορδιανοῦ, καὶ πολλοὺς αὐτῶν ἀλλὰ μὴν καὶ τὸν υἱὸν αὐτοῦ ἀναιρεθῆναι· τὸν δὲ ὑπεραλγήσαντα διὰ τοῦτο ἀπάγξασθαι καὶ οὕτως ἑαυτὸν τῆς ζωῆς ὑπεξαγαγεῖν.

    Οἶ’ δὲ τῷ υἱῷ ἐκείνου τῷ νέῳ Γορδιανῷ τὴν τῶν Ῥωμαίων ἡγεμονίαν μετὰ τὸν ἐκ νόσου θάνατον τοῦ πρεσβυτέρου Γορδιανοῦ προσκληροῦντες, κατὰ Περσῶν αὐτὸν γεγράφασιν ἐκστρατεύσαντα καὶ συμβαλόντα αὐτοῖς κἀν τῇ μάχῃ τὸν ἵππον ἐλαύνοντα καὶ τοὺς οἰκείους παραθαρρύνοντα καὶ πρὸς ἀλκὴν ἐπαλείφοντα, ὀλισθήσαντος δὲ τοῦ ἵππου καὶ συμπεσόντος αὐτῷ, τὸν μηρὸν κατεαγῆναι, καὶ οὕτως ἀνακομισθῆναι εἰς Ῥώμην, καὶ ἐκ τοῦ κατάγματος τελευτῆσαι, [*](B) ἐπὶ ἕξ ἐνιαυτοὺς αὐταρχήσαντα.

    Οὐρβανὸς δὲ ὁ τῆς Ῥώμης ἀρχιερεὺς ἔτεσιν ἀρχιερατεύσας ὀκτὼ τοῦ Μαξιμίνου βασιλεύοντος ἀπεβίω· ὃν Ποντιανὸς διεδέξατο. τῆς δ’ Ἀντιοχέων ἐκκλησίας μετὰ Φιλητὸν προέστη Ζεβῖνος. ἐπὶ δέ γε Γορδιανοῦ τοῦ νέου ὁ τῶν ἐν Ῥώμᾐ πιστῶν προεστηκὼς Ποντιανὸς μεταλλάξας τὸν βίον ἔσχε διάδοχον τὸν Ἀντέρωτα, ἐν ἕξ ἔτεσι τῇ λειτουργίᾳ ἐσχολακώς. ὁ δέ γε Ἀντέρως ἐπὶ βράχιστον πάνυ καιρὸν τὴν ἐκκλησίαν ἰθύνας πρὸς ἄλλην ζωὴν μετελήλυθε. μεθ’ ὃν Φλαβιανὸς θείᾳ ψήφῳ τῆς ἀρχιερωσύνης τετύχηκεν, ὡς ἱστορεῖ ὁ Εὐσέβιος. λέγεται γὰρ τῶν πιστῶν ἀθροισθέντων, ὥστε τὸν μέλλοντα τῆς ἐπισκοπῆς προστῆναι παρ’ αὐτῶν ἐκλεγῆναι) παρεἶναι [*](28 Εὐσέβιος] Hist. eccl. 6, 29.)

    129
    καὶ τὸν Φλαβιανὸν ἄρτι ἥκοντα ἐξ ἀγροῦ· μὴ μέντοι παρά του λόγον γενέσθαι περὶ αὐτοῦ ὡς προστησομένου [*](C) τῆς ἐκκλησίας, ἀλλ’ ἑτέρους εἶναι περὶ ὧν ἦν τοῖς συνειλεγμένοις φροντὶς τίς ἂν προκριθείη αὐτῶν τῶν. ἐν τοσούτῳ δὲ περιστερὰν καταπτῆναι καὶ ἐφιζῆσαι τῇ τοῦ Φλαβιανοῦ κεφαλῇ· κἀντεῦθεν ἅπαντας τοὺς ἠθροισμένους ἐκεῖ μιᾷ χρήσασθαι φωνῇ ὥσπερ ἀπὸ συνθήματος, καί “ἄξιος” ἐπιβοῆσαι αὐτῷ, καὶ τῷ τῆς ἀρχιερωσύνης θρόνῳ τὸν ἄνδρα προσενεγκεῖν μηδέν τι μελλήσαντας. τότε καὶ ὁ τῆς ἐν Ἀντιοχείᾳ τῶν πιστῶν ἐκκλησίας προεστηκὼς Ζεβῖνος τὸν βίον λιπὼν ὑπὸ Βαβύλα διαδέχεται. Ὠριγένης δὲ κατὰ τὴν ἐν Παλαιστίνῃ διατρίβων τηνικαῦτα Καισάρειαν πολλοὺς μὲν καὶ πολλαχόθεν ἐκέκτητο φοιτητάς, εἶχε δὲ καὶ τὸν μέγαν Γρηγόριον [*](D) τὸν θαυματουργὸν καὶ τὸν τούτου ὁμαίμονα Ἀθηνόδωρον τῶν ἑαυτοῦ λόγων ἀκροατάς. τότε δὲ καὶ Ἀφρικανὸς ὁ συγγραφεὺς ἐγνωρίζετο.

    Μετὰ δὲ τὸν νέον Γορδιανὸν ἕτερος αὖθις δορδιανὸς τῆς ἀρχῆς ἐπελάβετο, κατὰ γένος, ὡς λόγος, προσήκων τοῖς ἀπελθοῦσι Γορδιανοῖς. ὃς ἐκστρατεύσας εἰς Πέρσας καὶ πολεμήσας αὐτοῖς, Σαπώρου τοῦ υἱοῦ Ἀρταξέρξου τοῦ ἔθνους ἡγεμονεύοντος, ἥττησέ τ’ ἑ τοὺς ἐναντίους, καὶ Νίσιβιν καὶ Κᾶρας Ῥωμαίοις αὖθις ἐπανεσώσατο, ὑπὸ Περσῶν ἐπὶ Μαξιμίνου ὑφαρπασθείσας, εἶτα πρὸς Κτησιφῶντα γενόμενος ἐξ ἐπιβουλῆς Φιλίππου τοῦ ἐπάρχου τοῦ δορυφορικοῦ ἀνῃρέθη. οὗτος γὰρ ὁ Γορδιανὸς ἄρξας ἔπαρχον τὸν οἰκεῖον προεχειρίσατο πενθερὸν Τιμησοκέα καλοῦ μένον. μέχρι μὲν οὖν περιῆν ἐκεῖνος, [*](Cap. 18 Fortasse Dio continuatus. ZONARAS III.)

    130
    καλῶς εἶχε τὰ τῆς ἐξουσίας τῷ αὐτοκράτορι καὶ κατὰ ῥοῦν ἐφέρετό οἶ τὰ πράγματα, Τιμησοκλέους δὲ τελευτήσαντος Φίλιππος προκεχείριστο ἔπαρχος. καὶ στασιάσαι τοὺς στρατιώτας βουλόμενος τὰς αὐτῶν σιτήσεις ἠλάττωσεν, ὡς τοῦτο τάχα κεκελευκότος τοῦ αὐτοκράτορος. οἶ δέ φασιν ὅτι τὸν σῖτον ἐπέσχε τὸν εἰς τὸ στρατόπεδον κομιζόμενον, ὥστε τοὺς στρατιώτας ἐνδείᾳ πιέζεσθαι, κἀντεῦθεν αὐτοὺς πρὸς στάσιν ἐρεθισθῆναι. στασιάσαντες δὲ κατὰ τοῦ αὐτοκράτορος ἐπανέστησαν ὡς αἰτίου αὐτοῖς γεγονότος λιμοῦ, καὶ ἐπελθόντες ἀπέκτειναν αὐτόν, ἐπὶ ἐνιαυτοὺς ἡγεμονεύσαντα ἴξ. καὶ ὁ Φίλιππος αὐτίκα ἐπεπήδησε τῇ ἀρχῇ. ὡς δ’ ἀπηγγέλη τῇ γερουσίᾳ ἡ [*](B) τοῦ Γορδιανοῦ σφαγή, ἕτερον αὐτοκράτορα διήγειρεν αὐτὴν προχειρίσασθαι. καὶ ἀνεῖπεν αὐτίκα Καίσαρα Μάρκον τινὰ φιλόσοφον. ὁ δὲ πρὶν ἐρεῖσαι τὸν πόδα τῇ αὐταρχίᾳ θνήσκει αἰφνίδιον ἐν τῷ παλατίῳ διάγων. τοῦ δὲ θανόντος κρατεῖ τῆς Ῥωμαίων ἡγεμονίας Σευῆρος Ὁστιλιανός. ἀλλὰ καὶ οὗτος οὔπω σχεδὸν ταύτης ἐπειλημμένος ἀπέτισε τὸ χρεών. νοσήσας γὰρ καὶ φλεβοτομηθεὶς ἐτελεύτησεν.

    Ἐπανελθὼν οὖν ὁ Φίλιππος ἐγκρατὴς ἐγένετο τῆς τῶν Ῥωμαίων ἀρχῆς. ἐν δὲ τῷ ἐπανιέναι τὸν υἱὸν Φίλιππον κοινωνὸν τῆς βασιλείας προσείλετο. σπονδὰς δὲ πρὸς Σαπώρην θέμενος τὸν τῶν Περσῶν [*](C) βασιλεύοντα, τὸν πρὸς Πέρσας κατέλυσε πόλεμον, παραχωρήσας αὐτοῖς Μεσοποταμίας καὶ Ἀρμενίας. γνοὺς δὲ Ῥωμαίους ἀχθομένους διὰ τὴν τῶν χωρῶν τούτων παραχώρησιν, μετ’ ὀλίγον ἠθέτησε τὰς συν- [*](Cap. 19. Fortasse Dio continuatus. Eusebii Historiae ecclesiasticae l. 6, c. 34.)

    131
    θήκας καὶ τῶν χωρῶν ἐπελάβετο. ἦν δὲ ὁ Σαπώρης, ὡς ἱστόρηται, ὑπερμεγέθης τὸν ὄγκον τοῦ σώματος, καὶ οἷος οὔπω τότε ὤφθη ἀνήρ.

    Ἐπαναζεύξας δὲ ὁ Φίλιππος εὐμενὴς ἦν τοῖς χριστιανοῖς, μάλιστα δὲ κατὰ ἐνίους καὶ προσετέθη τῇ πίστει Χριστοῦ, ὥστε καὶ εὐχῶν ἐπ’ ἐκκλησίας κοινωνῆσαι χριστιανοῖς καὶ ἀσμένως ἐξαγορεῦσαι ὅσα οἶ ἡμάρτητο. οὐ γὰρ ἄλλως εἰς κοινωνίαν παρὰ τοῦ προεστῶτος τῆς ἐκκλησίας ἐδέχετο, εἰ μὴ ἐξομολογήσεται καὶ τοῖς αἰτοῦσι μετάνοιαν ἑαυτὸν καταλέξει· κἀκεῖνον λέγεται πειθαρχῆσαι. φασὶ μέντοι [*](D) τινὲς τοῦτον εἶναι τὸν πατέρα τῆς μάρτυρος ὐγενίας· ἀλλὰ περὶ τὴν δόξαν ταύτην πεπλάνηνται. ἔπαρχος μὲν γὰρ κἀκεῖνος γενέσθαι ἱστόρηται, ἀλλ’ Αἰγύπτου, καὶ οὐ τοῦ δορυφορικοῦ· καὶ μετὰ τὴν εἰς Χριστὸν πίστιν ἐκεῖνος παραιτησάμενος τὴν ἀρχὴν ὑπὲρ τῆς εἰς Χριστὸν ὁμολογίας ἠνδρίσατο καὶ μαρτυρίῳ κεκόσμηται.

    Οὗτος δ’ ὁ αὐτοκράτωρ Φίλιππος πρὸς Σκύθας ἀράμενος πόλεμον εἰς Ῥώμην ἐπανῆλθεν. ἐν δὲ Μυσοῖς σοῖς Μαρῖνός τις ταξιάρχης ὢν παρὰ τῶν στρατιωτῶν βασιλεύειν ᾑρέθη. καὶ διὰ τοῦτο ὁ Φίλιππος τεθορύβητο, καὶ τῇ συγκλήτῳ διελέχθη περὶ τῆς στάσεως. τῶν ἄλλων δὲ σιωπώντων ὁ Δέκιος μὴ δεῖν φροντί- ζεῖν εἶπεν αὐτῷ περὶ τοῦ Μαρίνου, ὡς παρ’ αὐτῶν ἀναιρεθησομένου τῶν στρατιωτῶν, οἷα ἀναξίου τῆς βασιλείας τυγχάνοντος. ὃ μετ’ ὀλίγον κατὰ τὴν ἐκείνου γέγονε πρόρρησιν. θαυμάσας οὖν ὁ Φίλιππος διὰ τοῦτο τὸν Δέκιον, ἀπελθεῖν προετρέπετο εἰς Μυσίαν καὶ κολάσαι τοὺς αἰτίους τῆς στάσεως. ὁ δὲ τὴν ἀποστολὴν παρῃτεῖτο, λέγων μήθ’ ἑαυτῷ μήτε τῷ στέλλοντι συμφέρειν αὐτὸν ἐκεῖ ἀπελθεῖν. ὁ δὲ

    132
    Φίλιππος καὶ ἔτι ἐνέκειτο. κἀκεῖνος καὶ ἄκων ἀπῄει· καὶ ἀπελθόντα εὐθὺς αὐτὸν οἶ στρατιῶται βασιλέα εὐφήμησαν. τοῦ δὲ ἀπαναινομένου, τὰ ξίφη σπασάμενοι δέξασθαι αὐτὸν ἠνάγκασαν τὴν ἀρχήν. γράφει οὖν ἐκεῖθεν τῷ Φιλίππῳ μὴ ταραχθῆναι· εἰ γὰρ [*](B) ἐπισταίη τῇ Ῥώμῃ, ἀποθήσεται τὰ τῆς βασιλείας παράσημα. ἀλλ’ ἀπιστήσας τούτῳ ὁ Φίλιππος ἐξεστράτευσε εστράτευσε κατ’ αὐτοῦ· καὶ συμβαλὼν τοῖς τοῦ Δεκίου ἔπεσεν ἐν πρώτοις ἀγωνιζόμενος· σὺν αὐτῷ δὲ καὶ ὁ υἱὸς αὐτοῦ ἀνῄρητο Φίλιππος. ὧν θανόντων τῶν τῷ Δεκίῳ ξύμπαντες προσεχώρησαν. ἐβασίλευσε δὲ κατὰ μέν τινας πέντε ἐνιαυτούς, καθ’ ἑτέρους δὲ ἓξ ἐπὶ τοσούτοις μησίν. ὥρμητο δ’ ἐκ Βόστρων, ὅπου καὶ πόλιν βασιλεύσας ἐπώνυμον ἑαυτῷ ἐδομήσατο, Φιλιππούπολιν ὀνομάσας αὐτήν.

    Ὅ γε μὴν Δέκιος πάντων, ὡς εἴρηται, τῶν στρατευμάτων προσχωρησάντων αὐτῷ εἰς τὴν Ῥώμην ἐπανελήλυθε καὶ τῆς ἡγεμονίας γέγονεν ἐγκρατής. ἀποσκοπήσας δὲ πρὸς τὸν τῆς ἐξουσίας ὄγκον καὶ [*](C) τὴν τῶν πραγμάτων οἰκονομίαν, ὡς ἔνιοι λέγουσι, τὸν Βαλεριανὸν ἐπὶ τῇ τῶν πραγμάτων διοικήσει προσείλετο. καὶ αὐτίκα ἀλλήλους εἰς θεομαχίαν παρακροτήσαντες, διωγμὸν ἐπήγειραν κατὰ τῶν χριστωνύμων σφοδρότατον. εἰσὶ δ’ οἱ καὶ δι’ ἔχθος τὸ πρὸς τὸν Φίλιππόν φασι τοῖς χριστιανοῖς ἐπιθέσθαι τὸν Δέκιον, οἷα παρ’ ἐκείνου σεβαζομένοις· ἐμεμήνει γοῦν κατὰ τῶν πιστῶν. ὅτε καὶ Φλαβιανὸς ὁ τῆς ἐν Ῥώμῃ προιστάμενος ἐκκλησίας ἔτυχε τέλους μαρτυρικοῦ, καὶ Βαβύλας ὁ τῶν ἐν Ἀντιοχείᾳ πιστῶν [*](Fontes capitis 20 certo indicari nequeunt, praeter Eusebii Hist. eccles. 1. 6, c. 39 43 44.)

    133
    τὴν ἐκκλησίαν διέπων, καὶ Ἀλέξανδρος ὁ τῶν Ἱεροσολύμων ἐπίσκοπος, ὃς οὐ τότε πρώτως ὑπερήθλησε τῆς εἰς τὸν σωτῆρα κύριον πίστεως, ἀλλὰ καὶ πρῴην, ὡς ἤδη προείρηται, καὶ τότε δὲ καθειρχθεὶς κατὰ τὸ [*](D) δεσμωτήριον τελευτᾷ. ἀλλὰ καὶ ὁ μέγας Κυπριανὸς τῆς Καρθαγένης ἐπίσκοπος ὢν τηνικαῦτα τῆς εἰς Χριστὸν ὑπερήθλησε πίστεως. τῶν οὖν εἰρημένων ἀρχιερέων μετηλλαχότων τὸν βίον, ἐν μὲν Ῥώμᾐ ἀντὶ Φλαβιανοῦ Κορνήλιος ἐπεσκόπησεν, ἐν Ἀντιοχείᾳ δὲ ἀντὶ Βαβύλα Φλαβιανός, καὶ ἐν Ἀλεξανδρείᾳ Διονύσιος, ἐν δ’ Ἱεροσολύμοις ἀντὶ Ἀλεξάνδρου Μαζαβάνης· καὶ ἄλλοι δὲ πλεῖστοι τότε μαρτυρίου κατηξιώθησαν.

    Τότε καὶ Ὠριγένης παρήχθη μὲν εἰς βῆμα ραννικὸν ὡς σεβόμενος τὸν Χριστόν, οὐκ ἔτυχε δὲ τέλους μαρτυρικοῦ, οἶμαι τοῦ θεοῦ ταύτης αὐτὸν μὴ κρίναντος ἄξιον διὰ τὸ περὶ τὰ ὀρθόδοξα δόγματα τοῦ ἀθλίου ἐκείνου διάστροφον. λειποτακτεῖ γάρ, καὶ ταῦτα μετὰ πεῖραν βασάνων. οὗτος, ὡς ἔμπρο- σθεν εἴρηται, μέγας ἐν λόγοις γενόμενος κἀντεῦθεν ὑπερφρονήσας καὶ ἀλαζονευσάμενος, οὐ τοῖς τῶν πρὸ αὐτοῦ πατέρων ἱερῶν ἠκολούθησε δόγμασιν, ἀλλ’ ἑαυτῷ θαρρήσας καινῶν δογμάτων εἰσαγωγεὺς ἐχρημάτισε, καὶ βλασφημίας εἴς τε τὴν ἁγίαν τριάδα καὶ εἰς τὴν θείαν ἐνανθρώπησιν ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ ἐξηρεύξατο, καὶ πάσης σχεδὸν αἱρέσεως ἐγένετο ἀρχηγός. τόν τε γὰρ μονογενῆ τοῦ θεοῦ υἱὸν κτιστὸν ἐδογμάτισε καὶ τῆς δόξης αὐτὸν ἠλλοτρίου καὶ τῆς οὐσίας τῆς πατρικῆς· [*](B) καὶ τὸ πνεῦμα τὸ ἅγιον ὑπεβίβαζε τῆς τοῦ πατρὸς ἀξίας καὶ τῆς τοῦ υἱοῦ, λέγων ὡς οὔτε τὸν πατέρα δύναται ὁρᾶν ὁ υἱὸς οὔτε μὴν τὸν υἱὸν τὸ πνεῦμα,

    134
    ὥσπερ οὐδὲ οἱ ἄγγελοι τὸ πνεῦμα οὔτε τοὺς ἀγγέλους οἱ ἄνθρωποι. αὗται μὲν αἱ περὶ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος βλασφημίαι τοῦ Ὠριγἐνους· περὶ δέ γε τὴν ἐνανθρώπησιν τοῦ υἱοῦ τοῦ θεοῦ ἐβλασφήμει, δυσσεβῶς εἰσάγων μὴ σάρκα ἐψυχωμένην ἐκ τῆς παρθένου τῆς ἁγίας λαβεῖν τὸν Χριστόν. ἡνῶσθαι γὰρ ἐμυθεύετο τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν πρὸ καταβολῆς κόσμου τῷ νῷ, ὃν ἀνέπλαττεν ἐκεῖνος [*](C) ἐκλελεγμένον καὶ κλόνον οὐχ ὑποστάντα, καὶ σὺν τούτῳ ἐπ’ ἐσχάτων ἐνανθρωπῆσαι καὶ σάρκα προσεἰληφέναι l0 δίχα ψυχῆς λογικῆς τε καὶ νοερᾶς. καὶ ἀποθέσθαι δὲ τὴν σάρκα πάλιν τὸν κύριον, καὶ τέλος ἕξειν τὴν βασιλείαν αὐτοῦ ἐδογμάτιζε. καὶ τῶν δαιεἰμόνων εἰσηγεῖτο ἔσεσ0θαι μέλλειν ἀποκατάστασιν, καὶ τὴν κόλασιν χρονικήν, ἀλλ’ οὐκ αἰωνίζουσαν· πρὸς κάθαρσιν δὲ τῶν ἁμαρτημάτων γενήσεσθαι, μετὰ τὸ καθαρθῆναι δὲ πάντας εἰς τὴν ἑνάδα ἀποκαταστῆναι καὶ τοὺς ἀνθρώπους καὶ τοὺς δαίμονας. τὰ δὲ περὶ τῆς ἑνάδος ταύτης, πολλῆς μακρηγορίας δεόμενα, ἔν' ὁ ταύτης ὕθλος σαφηνισθείη, παρείθησαν, ὥσπερ καὶ ἄλλαι τῶν ἐκείνου βλασφημιῶν.

    [*](D)

    Τὰ μὲν οὖν κατὰ τὸν Ὠριγένην, ὃν ἐκάλουν καὶ Ἀδαμάντιον, ἐν τούτοις· τότε δὲ καὶ Ναυάτος τῆς κατὰ Ῥώμην ἐκκλησίας· πρεσβύτερος αἱρεσιάρχης ἐγένετο καὶ τῶν καλούντων ἑαυτοὺς Καθαροὺς ἀρχηγός, ἀρνούμενος τοῖς ἐν τῷ διωγμῷ ὑποκύψασι καὶ θυσίαν τοῖς εἰδώλοις προσαγαγοῦσιν,εἶτ' ἐπιστρέφουσι καὶ ἐξομολογουμένοις, τὴν μετάνοιαν, καὶ προσπίπτοντας αὐτοὺς καὶ θεραπείαν ζητοῦντας τοῦ σφάλματος ἐν μεταμελείᾳ καὶ συντριβῇ καρδίας μὴ προσιέμενος. καθ’ οὗ καὶ σύνοδος ἐνῬώμῃ συνέστη, Κορνηλίου ταύτης προϊσταμένου. ἐν ᾗ προσδέχε-

    135
    σθαι μὲν τοὺς ἐν τῷ καιρῷ τοῦ διωγμοῦ παραπεπτωκότας δεῖν ἔδοξεν, ἐπιστρέφοντας, καὶ μετανοίας φαρμάκοις θεραπεύειν αὐτούς· τὸν δὲ Ναυάτον τοῖς τῇ συνόδῳ δόξασι μὴ πειθόμενον οἶ θεῖοι πατέρες ἐκεῖνοι τῆς ἐκκλησίας ἀπηλλοτρίωσαν καὶ ἀπεκήρυξαν ὡς μισάδελφον.

    Μέμνηται δέ τινος ὁ Εὐσέβιος ἱστορίας ἐξ ἐπιστολῆς Διονυσίου τοῦ τῆς Ἀλεξανδρέων ἐκκλησίας ἐπισκοπήσαντος τοιαύτης. φησὶ γὰρ ταῦτ’ ἐπιστεῖλαι πρὸς ῥῆμα τὸν Διονύσιον “Σαραπίων τις ἦν παρ’ ἡμῖν πιστὸς γέρων, ἀμέμπτως μὲν βιούς, ἐν δὲ τῷ πειρασμῷ πεσών. οὗτος πολλάκις ἐδεῖτο, καὶ οὐδεὶς προσεῖχεν αὐτῷ· καὶ γὰρ ἐτεθύκει. νοσήσας δὲ τριῶν ἑξῆς ἡμερῶν ἄφωνος διετέλεσε καὶ ἀναίσθητος· ἀνασφήλας δὲ τῇ τετάρτῃ βραχύ, προσεκαλέσατο τὸν θυγατριδοῦν, καί σπεῦσον εἶπε, κάλεσόν μοι τῶν [*](B) πρεσβυτέρων τινά· καὶ πάλιν ἦν ἄφωνος. ἔδραμεν ὁ παῖς ἐπὶ τὸν πρεσβύτερον· ὁ δὲ ἀφικέσθαι μὲν οὐκ ἠδυνήθη, καὶ γὰρ ἠσθένει, ἐντολῆς δὲ παρ’ ἐμοῦ δεδομένης, τοὺς ἀπαλλαττομένους τοῦ βίου, εἰ δέοιντο, καὶ μάλιστα εἰ πρότερον ἱκετεύσαντες τύχοιεν, ἀφίεσθαι, ἔν εὐέλπιδες ἀπαλλάττοιντο, βραχὺ τῆς εὐχαριστίας δέδωκε τῷ παιδαρίῳ, ἀποβρέξαι κελεύσας καὶ τῷ πρεσβύτῃ κατὰ τοῦ στόματος ἐπιστάξαι. ἐπανῆκεν ὁ παῖς φέρων. ἐγγὺς δὲ γενομένου, πρὶν εἰσελθεῖν, ἀνενέγκας πάλιν ὁ Σαραπίων ‘ἧκες’ ἔφη ‘τέκνον; καὶ ὁ μὲν πρεσβύτερος ἐλθεῖν οὐκ ἠδυνήθη, σὺ δὲ ποίησον ταχέως τὸ προσταχθὲν καὶ ἀπάλλαττέ [*](C) με.’ ἀπέβρεξεν ὁ παῖς, καὶ ἄμα τε ἐνέχεε τῷ στόματι τοῦ πρεσβύτου, καὶ μικρὸν ἐκεῖνος καταβροχθίσας βροχθίσας εὐθέως ἀπέδωκε τὸ πνεῦμα. ἆρ’ οὐκ ἐναργῶς διετηρήθη καὶ παρέμεινεν ἕως λυθῇ καὶ τῆς

    136
    ἁμαρτίας λυθείσης ἐπὶ πολλοῖς οἶς ἔπραξε καλοῖς ὁμολογηθῆναι δυνηθῇ;” ταῦτα ἡ τοῦ Διονυσίου διέξεισιν ἐπιστολή.

    Δέκιος δὲ οὕτω διατεθεὶς εἰς τοὺς τὸν χριστὸν σεβομένους, οὐδὲ δύο ὅλους ἐνιαυτοὺς ἐπὶ τῇ τῶν Ῥωμαίων ἀνύσας ἀρχῇ αἴσχιστα διεφθάρη. βαρβάρων γὰρ ληιζομένων τὸν Βόσπορον ὁ Δέκιος αὐτοῖς συνεπλέκετο καὶ πολλοὺς ἀνῄρει· τῶν δὲ στενοχωρηθέντων καὶ αἰτουμένων ἀφεῖναι τὴν λείαν πᾶσαν, εἰ παραχωρηθεῖεν ἀναχωρῆσαι, ὁ Δέκιος οὐκ ἐνέδωκεν, ἀλλὰ Γάλλον ἕν ἁ τῶν τῆς συγκλήτου τῇ διόδῳ τῶν [*](D) βαρβάρων ἐπέστησε, μὴ συγχωρῆσαι κελεύσας αὐτοῖς παρελθεῖν. ὁ δὲ Γάλλος ὑπέθετο τοῖς βαρβάροις, ἐπιβουλεύων Δεκίῳ, πλησίον τέλματος βαθέος ὄντος, ἐκεῖ παρατάξασθαι. οὕτω δὲ παραταξαμένων τῶν βαρβάρων καὶ τὰ νῶτα τρεψάντων ὁ Δέκιος ἐπεδίωκε· καὶ αὐτός τε σὺν τῷ υἱῷ καὶ πλῆθος τῶν Ῥωμαίων ἐνεπεπτώκει τῷ τέλματι, καὶ πάντες ἐκεῖσε ἀπώλοντο, ὡς μηδὲ τὰ σώματα αὐτῶν εὑρεθῆναι, καταχωσθέντα τῇ ἰλύι· τοῦ τέλματος.