Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ

Syntipas

Syntipas. Fabulae romanenses Graece conscriptae, Volume 1. Eberhard, Alfred, editor. Leipzig: Teubner, 1872.

Ὑπῆρχον οὖν τότε τῷ βασιλεῖ σύμβουλοι φιλό- σοφοι ἑπτά, οὓς καὶ συνήθειαν εἶχεν ἐπὶ πᾶσι τοῖς ὑπ᾿ αὐτοῦ γινομένοις συμβούλους καὶ συμπράκτο- ρας ἔχειν. τοιγαροῦν καὶ οὗτοι ἀκούσαντες τὴν ἐξε- νεχθεῖσαν ἀπόφασιν βασιλικὴν κατὰ τοῦ υἱοῦ αὐ- τοῦ χωρὶς τῆς αὐτῶν συμβουλῆς, συνελογίσαντο καθʼ ἑαυτούς, καταλαβόντες ὡς τὸ πολὺ τῆς ὀργῆς καὶ ὑπερβάλλον τῆς πράξεως ἡττηθεὶς ὁ βασιλεύς, [*](1 αἰφνηδίως V ἐν ὕβρισαί V 4 ὄνυξιν (AB) Boiss.) [*](6 τοσαύτην] cf. 3, 1. 11 ἐπιπολὺ libri 12 τῇ λύπη] noli addere ἐν καὶ π. τῇ λ. βαλλόμενος om. A 13 πο- λυτρώπους A 14 ἀνεπήλει B δὲ adieci πολλῇ in V corr. ex πολύ m. pr. 15 καταπωθεὶς V καταποθεὶς (AB) Boissonade: scripsi κατατρωθείς. cf. l. 13. 8, 12. p. 50. 74 B.) [*](17 τότε] τὸν καιρὸν ἐκεῖνον D 19 γενομένοις libri: scripsi γινομένοις 23 διὰ inter ὡς et τὸ inserendum uide - tur; hac enim sententia a Byzantinis cum accusatiuo non raro coniungitur 23 oratia quae dicitur directa fortasse inde a uerbis διὰ τὸ constituenda est; sic D)

11
τὴν τῆς γυναικὸς κατηγορίαν πιστεύσας εἶναι ἀληθῆ, τὸν υἱὸν ἀνεξετάστως ἀποθανεῖν ἐκέλευσε· διὸ οὐ δεῖ γε ἡμᾶς σιωπῆσαι τὸ τοιοῦτον δρᾶμα οὐδὲ τὸν βασιλέα ἐᾶσαι σφάξαι τὸν υἱὸν αὐτοῦ ἀνεξετάστως καὶ ἁπλῶς. διὰ τοῦτο (γὰρ), ἐὰν μὴ σπουδάσωμεν ἐμποδίσαι αὐτόν, ὕστερον μεταμεληθεὶς ἡμᾶς αἰτιά- σεται, καὶ εἰκότως, καὶ ὡς ἐχθροὺς ἀποστραφήσε- ται, ὅτι οὐκ ἐκωλύσαμεν αὐτὸν ἀπὸ τοῦ τοιούτου φόνου. ἄγε δή τινα πρᾶξιν ἁρμόζουσαν πρὸς τὸν βασιλέα ἐπινοήσωμεν, ἵνα τὸν υἱὸν αὐτοῦ τῆς τοῦ ἀδίκου θανάτου καταδίκης ἐλευθερώσωμεν.“ εἶτα [*](p. 16 B.) ἐβουλεύσαντο εἷς ἕκαστος αὐτῶν ἐφʼ ἑκάστης ἡμέ- ρας μέχρι καὶ τῶν ἑπτὰ περὶ τοῦ υἱοῦ προσομιλεῖν τῷ βασιλεῖ. καὶ δῆτα εἷς τῶν ἑπτά, ὁ καὶ πρῶτος τῶν ἄλλων, φησίν· „ἐγὼ σήμερον τῷ βασιλεῖ παρα- στάς, τοῦ θανάτου ἐλευθερώσω τὸν υἱὸν αὐτοῦ.“ εὐθὺς οὖν ὁ ἀνὴρ ἀπέρχεται πρὸς τὸν βασιλέα καὶ μέχρις ἐδάφους προσκυνήσας εἶπεν· „ὦ βασιλεῦ, οὐ δίκαιόν ἐστι τοὺς βασιλέας πρὸ ἐξετάσεως τῆς ἀλη- θείας ποιεῖν τι.“ ἤρξατο δὲ καὶ τοιοῦτόν τι διήγημα πρὸς τὸν βασιλέα λέγων· „ἦν τις βασιλεύς, ὃς ἐπὶ τοσοῦτον ἠγάπα τὰς γυναῖκας, ὡς οὐδεὶς ἕτερος τῶν πάντων ἀνθρώπων· δαιμονιώδης γὰρ ἦν εἰς αὐτάς, ὥστε μὴ νομίζειν ἄλλο τι τῶν ἐν κόσμῳ ἠγα- πημενώτερον ἢ γλυκύτερον. οὗτος τοίνυν ὁ βασι- [*](3 τὸ] πρὸς τὸ ? περὶ τὸ? 5 διατοῦτο V hyphen ut saepe. τὸ λοιπὸν, D γὰρ adieci 7 ἐχθρὸν |BV ἐχθροῦ A ἐχθροὺς Boissonade 14 K l. initialis ut saepissime in V om.) [*](18 lemmata: πρώτου [A σοῦ i. e. α-ου] φιλοσόφου δη- μηγορία πρὸς τὸν βασιλέα VA πρώτη δημηγορία τοῦ πρώ- του φιλοσόφου B 20 τι om. V 22 ὡς et 12, 1 παρα- κύψαι infinitiuus recte se habent 24 ἠγαπημενότερον V ἄλλό τι V saepe)
12
λεὺς ἔτυχε μιᾷ τῶν ἡμερῶν παρακύψαι ἐκ τῶν τοῦ παλατίου καγκέλλων, ἀφʼ ὧν ὁρᾷ γυναῖκα μίαν σφόδρα ὡραίαν καὶ περικαλλῆ· καὶ ταύτης ἥλω τῷ [*](p. 17 B.)κάλλει, καὶ πολὺς ἔρως κατεδαπάνα καὶ ἔθλιβε τὴν καρδίαν αὐτοῦ. ὅθεν καὶ τὴν ἐπιθυμίαν αὐτοῦ ἐκ- πληρῶσαι βουλόμενος, τὸν αὐτῆς ἄνδρα καλέσας ἐπί τινα βασιλικὴν ὑπηρεσίαν ἐκπέμπει. αὐτὸς δὲ νυκτὸς πρὸς τὴν γυναῖκα παραγενόμενος, πρὸς συνουσίαν ταύτην ἠρέθιζεν. ἡ δὲ γυνὴ φρονήσεως καὶ νοῦ ὀξυτάτου πλήρης τυγχάνουσα καὶ τῇ σω- φροσύνῃ μᾶλλον σεμνυνομένη, „δούλη μὲν ἐγὼ τοῦ κράτους σου“ ἔφη „ὦ βασιλεῦ, καὶ πρὸς τὸ σὸν „πρόςταγμα ἐκπληρῶσαι ἑτοιμοτάτη· ἀλλʼ ἐν πρώ- „τοις δέομαι μίαν κἀμοῦ τῆς δούλης σου γενέσθαι „παρὰ τοῦ κράτους σου αἴτησιν.“ καὶ τοῦτο εἰ- ποῦσα, δείκνυσι τῷ βασιλεῖ βίβλον τινὰ τοῦ ἀνδρὸς αὐτῆς, ἐν ᾗ περὶ σωφροσύνης ἐγέγραπτο καὶ τῆς τῶν αἰσχρῶν καὶ ἀλόγων ὀρέξεων ἀποφυγῆς· καὶ ταύτην ἀνοίξασα, „ἀνάγνωθι, δέομαι, βασιλεῦ,“ ἔφη „καὶ „ἐξ αὐτῆς κατανόησον πῶς δεῖ τοὺς κατὰ σὲ βασιλέας „κρατεῖν τῶν ἡδονῶν· οὕτω γὰρ δικαίως ἂν βασι- [*](p. 18 B.)„λεῖς εἶναι καὶ ὀνομάζεσθαι ἔχοιεν.“ ὁ δὲ βασιλεὺς ἀφεὶς τὰ ἐν τῇ βίβλῳ, παίζειν ἀσχημόνως ἐπεχείρει τῇ γυναικὶ καὶ ταύτης ἅπτεσθαι ἀτάκτως. οὐδὲν (δὲ) τῆς τοιαύτης ἀναισχυντίας ἀπέλαυεν· ἀλλὰ [*](1 μιᾷ τῶν ἡμερῶν formula dicendi recentioribus usitatis- sima 2 καγκέλλων scripsi: καγκέλων VAB Boiss. cf. Corais Ael. p. 350. de altera scriptura u. Boissonade Anecd. 4, 384, 5) [*](3 περικαλῆ V ἥλῳ V et 14 κᾀμοῦ: qualia semel monuisse sufficiet 9 ἡ δὲ V: καὶ (AB) Boissonade. sed certe articulus suppleri debebat 11 μᾶλλον codices: uidetur reponendum μάλα in his libris saepe cum illo permutaum; u. 2, 16; om. D 12 πρὸς τὸ i. e. πρὸς τὸ τὸ, ni praepositio delena 25 δὲ adieci: ὅμως δὲν D ἀπέλαβεν V ea litterae β forma quae proxime abest a )
13
πολλὰ καμὼν ἐκεῖσε καὶ κεκοπιακὼς ἀνεχώρησε, μη- δὲν τῇ γυναικὶ διαπραξάμενος ἄτοπον. τὸ δὲ τού- του βασιλικὸν δακτύλιον τῆς χειρὸς ὀλισθῆσαν ὅτε τῇ γυναικὶ ἐρωτικῶς περιΐπτατο, μὴ εἰδυίας ὅλως αὐτῆς ὑπὸ τὴν κλίνην ἐκείνης λαθὸν ἀποπέπτωκεν. ὅτε δὲ ὁ αὐτῆς ἀνὴρ ἦλθε, [καὶ] καθεσθεὶς ὡς ἔθος ἐπὶ τῆς κλίνης, ὁρᾷ τὸν [βασιλικὸν] δακτύλιον ἐπὶ τῇ κλίνῃ κείμενον, καὶ περιεργότερον τούτῳ τοὺς ὀφθαλμούς βαλών, ἔγνω γε ἅμα τοῦτον ὄντα βασι- λικόν. τοῖς λογισμοῖς οὖν ταραττόμενος ὁ ἀνὴρ καθʼ ἑαυτὸν ἔλεγεν ὡς „ὁ βασιλεὺς τῆς γυναικός μου κατεξανέστη καὶ αὐτῇ συνεφθάρη.“ καὶ ἀπὸ τότε φόβος εἰς αὐτὸν τοῦ βασιλέως εἰσῆλθε, καὶ οὐκ ἔτι συγκοιμηθῆναι τῇ γυναικὶ ἐπεχείρησεν· ἀλλʼ οὐδέ τινα λόγον περὶ τούτου τῇ γυναικὶ λελάληκεν. ἐπὶ 15 [*](p. 19 B.) πολὺ δὲ ὁ ἀνὴρ τῆς γυναικὸς μὴ ἁψάμενος, ἔγνω δεῖν σιγῇ φέρειν τὸ πρᾶγμα· τῆς δὲ γυναικὸς πρὸς τὸν ἴδιον πατέρα καὶ τοὺς ἀδελφοὺς ἐξειπούσης τὴν τοῦ ἀνδρὸς ἀποστροφήν, ὁ πατὴρ καὶ οἱ αὐτάδελφοι παρευθὺς πρὸς τὸν βασιλέα παραγενόμενοι, τοῦ γαμβροῦ αὐτῶν κατεβόων οὑτωσὶ λέγοντες· „ὦ βα- „σιλεῦ, ἀγρὸν ἡμέτερον τῷ ἀνδρὶ τούτῳ ἐκδεδώ- „καμεν· ὃν καὶ ἐπὶ πολύν ἐργασάμενος καιρόν, νυνὶ „τοῦτον κατέλιπεν, ὥστε ὑπὸ τῆς αὐτοῦ ἀμελείας [*](l. u Latinorum 2 τῇ] ἐπὶ τῇ? cf. p. 118 B p. t. 4 τῇ γυναικὶ . . περιίπτατο a scriptore ipso uidetur profectum. uide commentationem 5 λαθών m. pr. V 5 ὑπὸ cf. 7 6 καὶ et 7 βασιλικὸν seclusi 7 τὸν] supra neutrum extat 8 quae in V post περιεργότερον extat lineola, uersus tantum explendi caussa adpicta est; uidetur tomen ἐπὶ excidisse 12 αὐτὴ BV) [*](συνεφάρη] t. e. συνεμίγη; alterum uocabulum de pruritu diciur ἀπὸ τότε i. e. ἔκτοτε. cf. Lob. Phr. p. 47, 2) [*](15 λ. σκληρὸν D 17 πρὸς] περὶ A 19 ἀναστροφὴν BV 24 κατέλειπεν libri: corr. Boisson.)
14
„ἀποχερσωθῆναι πάλιν τὸν ἀγρὸν πεποίηκεν ὡς τὸ „πρότερον. διὸ καὶ τοῦ σοῦ κράτους δεόμεθα, ἵνα „ἢ τὸν ἀγρὸν ἐργάζηται ὡς τὸ πρότερον, ἢ ἀποκα- „ταστῆσαι τοῦτον εἰς ἡμᾶς.“ ὁ δὲ βασιλεὺς τὴν ἔγ- κλησιν ταύτην ἀκηκοώς, „τί οὗτοι λέγουσι;“ πρὸς τὸν ἄνδρα ἔφησε τῆς γυναικός. ὁ δὲ ἀνὴρ τῷ βασι- λεῖ ἀπεκρίνατο· „ὅσα τῷ κράτει σου παῤ αὐτῶν „ἀνηνέχθη, ἀληθῆ εἰσι· τὸν γὰρ ἀγρόν, ὅν μοι δε- „δώκασιν, ὅση μοι δύναμις καλλιέργουν καὶ οὐδʼ [*](p. 20 B.)„ὅλως παρημέλουν· ἀλλʼ ἐν μιᾷ τῶν ἡμερῶν ἐν αὐτῷ „ἐργαζόμενος ἴχνη λέοντος ἐντυχεῖν με συμβέβηκεν, „ἃ καὶ θεασάμενος οὐκ ἔτι τὸ ἀπʼ ἐκείνου πλησιά- „σαι τετόλμηκα τῷ ἀγρῷ.“ ὁ δὲ βασιλεύς ἐκεῖνος τῶν τοιούτων ῥημάτων ἀκούσας, τῷ ἀνδρὶ τῆς γυ- ναικὸς ἔφη· „ἀληθῶς λέγεις, ὦ ἄνθρωπε· ὁ γὰρ „λέων ἐν τῷ ἀγρῷ πάντως εἰσελήλυθεν, ἀλλʼ οὐ „κατά τι τὸν ἀγρὸν ἐλυμήνατο· ἀλλʼ οὐδὲ πάλιν „ἐκεῖσε εἰσελθεῖν ἐπιχειρήσει· λοιπὸν ὡς τὸ πρότε- „ρον τὸν ἐκδοθέντα σοι ἀγρὸν κράτει καὶ ἀφόβως „ἐργάζου.“

Ταύτην τὴν διήγησιν ὁ πρῶτος φιλόσοφος ἀνε- νεγκὼν τῷ βασιλεῖ λέγει· „ταῦτα διηγησάμην, ὦ βασιλεῦ, ἵνα γνῷς ἐξ αὐτῆς τῆς διηγήσεως, πῶς οὐ πάντα δεῖ τὰ κατηγορούμενα κατά τινος ἢ ὑποπτευ- όμενα πιστεύειν ὡς ἀληθῆ, ἀλλʼ οὐδὲ τὰς διαβολὰς εὐκόλως ἀκούειν καὶ ἀνεξετάστως δικάζειν καὶ ἀπο- [*](3ἀποκαταστήσῃ? infinitiui subiectum est rex 8 noli cor rigere ἐστι 9 ἐκαλλιέργουν καλλιήργουν οὐδόλως alt- quotiens etiam V 11 ἴχνη ABV : scripserim ἴχνει . . ὃ, non immemor eorum quae dixi p. 3, 11 ἐντυγχεῖν A 18 ἐλθεῖν V 22 σοι supplere non uidetur necesartium 23 πῶς i. e. ὡς. Corais Στοχ. αὐτοσχ. ante Aelianum qθ΄ n. 2 )

15
φύνασθαι. καὶ ἄλλην πρὸς τούτοις, ὦ βασιλεῦ, διή- γησιν ἀκουσθεῖσάν μοι διηγήσομαι τῷ σῷ κράτει. „ἀνήρ τις φυλῆς ἦν τῶν Ἀγαρηνῶν· οὗτος περιέρ- [*](p. 21 B.) γως τὰ ἐν τῇ οἰκίᾳ τούτου καὶ ποικίλως ἀκριβολο- γῶν, ὄρνεόν τε ὠνήσατο ἐνάρθρως φθεγγόμενον, ὅπερ ἡ κοινὴ συνήθεια ψιττακὸν οἶδε καλεῖν. καὶ τὸ ὄρνεον ἐν κλωβῷ βαλών, ἐν τῷ οἰκήματι φέρων ἐφύλαττε, καὶ παρήγγειλε τῷ ὀρνέῳ προσεκτικῶς αὐτοῦ τὴν γυναῖκα ὁρᾶν· „καὶ εἴ τι δʼ ἂν ἀπόντος μου τῆς οἰκίας ἡ γυνὴ διαπράξηται, παρατήρει τοῦ ἀπαγγεῖλαί μοι.“ οὕτως οὖν ὁ ἀνὴρ τῷ ψιττακῷ παραγγείλας, ἐπί τινα ὁδοιπορίαν ἀπῆλθε. τότε τοί- νυν τις ἄνθρωπος εἰσερχόμενος εἰς τὴν οἰκίαν, μοι- χεύων ἦν τὴν γυναῖκα, συνειδυίας τοῦτο καὶ τῆς δούλης. ὅτε δὲ ὁ ἀνὴρ ἧκεν ἐκ τοῦ ταξειδίου, ἠρώτα τὸν ψιττακόν, τι ἄρα τὴν γυναῖκα ποιοῦσαν ἐθεά- σατο. ὁ δὲ ψιττακὸς πάντα τὰ τῇ γυναικὶ ἀκολάστως πραχθέντα τῷ κυρίῳ ἐξεφώνησε. καὶ ὁ ἀνὴρ δεινῶς τὴν καρδίαν δηχθείς, οὐκ ἔτι αὐτὴν συνεμίγνυτο. καὶ ἡ γυνὴ τὴν ἑαυτῆς δούλην ὑπέλαβε τῷ ἀνδρὶ ἀναγγεῖλαι τὰ κατʼ αὐτήν, καὶ προσκαλεσαμένη αὐ- [*](1 lemma: καὶ (om. V) ἕτερον (β-ον i. e. δεύτερον V, ἑτέρω A) 3 ἦν scripsi: ὢν ABV. cf. p. 78 et 48 B. τις τῆς φυλῆς? (ἀπὸ τὸ γένος D) 4 τούτου i. e. ἑαυτοῦ, ut saepe) [*](5 φθεγκόμενον V 6 οἶδε] solet 7 κλοβῷ AV ἐν τῷ i. e. εἰς τὸ 9 ὁρᾶν] obseruare εἴ τι δʼ ἂν ne te offendat in hoc scriptore 15 ταξείδιον] ἐπὶ πάσης ἀπλῶς πορείας τε καὶ ἐκδημίας, καὶ ἰδιαίτερον ἐπὶ τῆς θαλασσο- πορίας τέθεικεν ἡ νῦν ἐπικρατοῦσα συνήθεια. Coraes ad Heliod. p. 296. Haase ad Leon. D. p. 441. ταξιδίου A ex usu Graecorum hodiernorum 18 ἀνδρὶ et in marg. κυρίῳ A) [*](19 δειχθεὶς BV αὐτὴν] cf. n. ad 3, 11 20 ὑπέλαβε scripsi, ἔλεγε libri: quod etsi quodammodo explicari potuit ut sit i. q. ἔφασκεν illud Homericum, i. e. ἐνόμιζε, ὑπώπτευε, tamen propter alterum ἔλεγεν 16, 1 mutandum esse duxi )
16
[*](p. 22 B.)τήν, ὀργίλως καὶ πικρῶς ἔλεγεν „εἰ ἀληθῶς σὺ τῷ „ἀνδρί μου τὰ πραχθέντα μοι πάντα ἀνήγγειλας;“ ἡ δὲ δούλη μεγάλως ὤμνυεν, ὡς οὐδʼ ὁπωσοῦν περὶ αὐτῆς τῷ κυρίῳ λελάληκεν· „ἀλλʼ ὁ ψιττακός, ἴσθι, „κυρία, τὰ περὶ σοῦ ἅπαντα τῷ κυρίῳ ἐλάλησεν.“ ἡ δὲ γυνὴ ταύτης ἀκούσασα τὴν παρὰ τοῦ ὀρνέου κατηγορίαν, ἐτεχνάσατο πῶς ψευδῆ τὸν ψιττακὸν ἀποδείξαι τῷ ἀνδρὶ αὐτῆς. καὶ τῇ ἐπιούσῃ νυκτὶ λαβοῦσα τὸν ψιττακὸν μετὰ τοῦ κλωβοῦ ἔνθα κοι- μωμένη ἐτύγχανε, χειρόμυλον πλησίον τοῦ ψίττα κοῦ θεῖσα συνέστρεφεν, ἐξ οὗ κτύπος ἠκούετο ὡς βροντή· ἔμπροσθεν δὲ τούτου καθρέπτην περιεκύ- κλου τοῖς ὀφθαλμοῖς τοῦ ὀρνέου, ὡς δοκεῖν ἀστρα πὰς ἀποπέμπειν· σὺν τούτοις καὶ σπόγγον βεβρεγμέ- νον ἄνωθεν τοῦ ψιττακοῦ κρεμάσασα, σταλαγμοὺς ὕδατος ἐπάνω τούτου ῥέειν πεποίηκεν. ὁ δὲ ψιττα- κὸς τούτων οὕτω γινομένων, τῇ γωνίᾳ τοῦ κλωβοῦ ὑπεκρύπτετο, (καὶ) αὐτῷ τῷ ὀρνέῳ ἐδόκει διʼ ὅλης τῆς νυκτὸς ἐκείνης βρέχειν, καὶ ἀστραπὰς καὶ βρον- [*](1 a u. εἰ Boissonade sermonem incipere recte indicauit. nam etsi non est quod dubitemus quin primo ut c. c. ὅτι apud omnes et ὡς apud recentiores scriptores ab initio enuntiatorum quae uerba loquentium ipsa referunt ponuntur, ita c. εἰ indican- dis interrogationibus quae dicuntur directis quoque inseruierit: tamen in sermone uolgari ita adhibetur ut omnino particulae εἰ locum teneat, uelut cum in N. T. haud raro post uocatiuum κύ- ριε conlocetur, itaque pro c. εἰ non est substituendum ἦ (om D) 2 ἀνήγγειλας scripsi: ἀπήγγειλας libri 6 ταύτης scripsi: τοῦτο libri. an τὴν παρὰ τοῦ ὀρνέου κατηγορίαν delenda sunt? 8 ἀποδεῖξαι VAB Boiss.: tum scriptum oportebat πως 11 συνέστρεφε ABV 12 καθρέπτην] speculum. uocabulum ut uidetur corruptum e u. κάτοπτρον περιεκύ- κλου . . . 14 ἀποπέμπειν om. A 14 σπόγκον V 17 locus maxime turbatus. uerba enim τῇ γωνίᾳ τοῦ κλ. ὑπεκρύπτετο (ἀπεκρύπτετο A) inter uu. βρέχειν καὶ et ἀστραπὰς in libris leguntur: unde huc transtuli et καὶ ante αὐτῷ adieci; fortasse autem etiam ἀστραπάς post ἀπαυγάζεσθαι roponendum est. )
17
τὰς ἀπηχεῖσθαι καὶ ἀπαυγάζεσθαι. πρωΐας οὖν ὁ ἀνὴρ τῆς γυναικὸς τῷ ψιττακῷ προσελθών, φησὶ [*](p. 23 B.) πρὸς αὐτὸν· „τί δή ποτε τῇ νυκτὶ ταύτῃ ἑώρακας;“ ὁ δὲ ψιττακὸς ἀντέφησε· „τῆς νυκτὸς ἡ βροχὴ καὶ „αἱ βρονταὶ καὶ ἀστραπαὶ οὐκ ἀφείκασί με τὸ καθʼ „ὅλου ἰδεῖν τί ἄρα ταύτῃ τῇ νυκτὶ ἐγεγόνει.“ ὁ δὲ ἀνὴρ τούτους τοὺς λόγους τοῦ ὀρνέου ἀκούσας, καθʼ ἑαυτὸν ἔλεγεν· „ὄντως οὐδέν ἐστιν ἀληθὲς ὅσα „ἀνήγγειλέ μοι τὸ ὄρνεον, ἀλλὰ πάντα ὅσα μοι ἐλά- „λησε ψευδῆ πεφύκασι καὶ ἀπατηλά, καθὼς ἔστι „φανερὸν ἐξ ὧν τὰ νῦν μοι ἀποφθέγγεται· οὐδὲν „γὰρ τῇ νυκτὶ ταύτῃ συμβέβηκεν, οὔτε ὑετὸς κατη- „νέχθη οὔτε βρονταὶ ἀπηχήθησαν οὔτε ἀστραπαὶ „ἀπηύγασαν· ὅθεν“ φησί „καὶ ὅσα μοι περὶ τῆς συ- „ζύγου ὁ ψιττακὸς εἴρηκε ψεῦδος ἦσαν ἀληθῶς καὶ „ἀπάτη.“ ταῦτα ἡ πονηρὰ ἐκείνη γυνὴ πονηρῶς τεχνευσαμένη, ἤδη, βασιλεῦ, ἀκούεις πῶς τὸν ἄνδρα ἠπάτησε καὶ τὴν ἐκείνου φρόνησιν ἐνίκησε τελείως καὶ τὸ ὄρνεον ψευδὲς ἀπέδειξε. καὶ οὕτως αὐτῇ ὁ ἀνὴρ διηλλάγη καὶ ὡς τὸ πρότερον ἐφίλει. γίνωσκε γάρ, ὦ βασιλεῦ, ὡς οὐδεὶς δεδύνηται κατά τι τῶν [*](p. 24 B.) πονηρῶν γυναικῶν περιγενέσθαι τὸ σύνολον καὶ ταύτας νικῆσαι.“

[*](καὶ ἀπὸ ταῖς πολλαῖς ἀστραπαῖς καὶ βρονταῖς ἐκρύβετον εἰς τὴν γωνίαν τοῦ κλωβίου Ven: qui ordo rerum si uerior est — correctior autem ille est quem exhibui — paullo leuiore mutatione uu. καὶ τῇ γ. τ. κλ. ὑπ. post ἀπαυγάζεσθαι conlo- cari poterant 5 καὶ αἱ ἀστραπαὶ (sic D) ἀφήκασι ABV: ἀφείκασι scripsi 8 ἐστὶν et 10 ἐστὶ libri: qualia alias non notaui 12 ταύτῃ τούτων? 14 ἀπηυγάσθησαν? 15 ἦσαν] non est quo reponatur ἦν 17 τεχνασαμένη ? 19 αὐτὴ V 20 διηλλάγει V 21 γάρ] ἄρα λοιπὸν D. sed γί- νωσκε significat scito ὦ βασιλεῦ VD: om. AB Boiss. δύνηται BV forma barbara. δύναται D)
18

Τούτων ὁ βασιλεὺς Κῦρος παρὰ τοῦ ἑνὸς φιλο- σόφου ἀκούσας, εὐθὺς ἀνεβάλλετο τὴν ἀπόφασιν, μᾶλλον δὲ αὐτὴν ἀνατρέπει καὶ κελεύει μὴ ἀναιρεῖν τὸν υἱὸν αὐτοῦ. ἡ μέντοι τοῦ βασιλέως πονηροτάτη παλλακὴ τῇ ἐπαύριον πάλιν πρὸς αὐτὸν παραγενο- μένη καὶ παραστᾶσα τούτῳ σὺν δάκρυσιν ἡ κατά- ρατος ἔλεγεν· „οὐ δίκαιόν ἐστιν, ὦ βασιλεῦ, τὸν ἅπαξ γεγονότα κατάδικον καὶ τοῦ θανάτου ἔνοχον μὴ εὐθὺς ἀπολέσαι· εἰ γὰρ μὴ τὸν τοιοῦτον ἀναι- ρεῖσθαι προστάττεις, οὐδεὶς ἔσται πεποιθὼς καὶ θαρρῶν εἰς τὴν τοῦ κράτους σου δικαιοσύνην. ἦν γάρ τις ἀνήρ, ὦ βασιλεῦ, πλύνων δέρματα· ὃς ἔν τινι ποταμῷ πλύνων, εἶχε σὺν αὐτῷ τὸν υἱὸν αὐ- τοῦ. ὁ δὲ τούτου υἱὸς ἐν τοῖς ὕδασι παίζων τοῦ ποταμοῦ καὶ κολυμβῶν, εὐθὺς τὸν παῖδα ὁ ποταμὸς [*](p. 25 B.)κατέκλυζε καὶ ἀπέπνιγεν. εἰσελθὼν δὲ ὁ πατὴρ ὥστε τὸν παῖδα τοῦ κινδύνου ἐλευθερῶσαι, σπουδὴν εἶχε τὴν πρὸς αὐτόν· σφοδρῶς δὲ τῷ ῥεύματι φερόμενος ὁ ποταμὸς ἀμφοτέρους κατακλύσας ἀπέπνιξεν. οὕτω καὶ σὺ, βασιλεῦ, ἀπολῇ, εἰ μὴ προαπολέσεις τὸν υἱόν σου θανάτῳ. εἰ γὰρ ὑπερτίθεσαι τὴν ἐκείνου ἀναίρεσιν, μικρὸν ὅσον κατεπαρθεὶς σοῦ πάντως ἐξ- αναστήσεται, καὶ μετά γε τῆς βασιλείας καὶ τῆς ζωῆς ἀποστερήσει.“

Τούτων ἀκούσας τῶν λόγων ὁ Κῦρος πάλιν τὸν [*](1 τούτων] cf. n. ad p. 58 B. ἑνὸς] πρώτου Boissonade; sed cf. p. 105 B. ὁ εἷς . . ὁ δεύτερος . . ὁ τρίτος . . ὁ τέταρ- τος. cl. 110. 142 B. 2 ἀνεβάλετο? 3 αὐτὴν] τὴν A 5 παλακὴ V 11 lemma codd: διήγησις τῆς πονηρᾶς γυ- ναικός. 15 τὸν] αὐτὸν A 16 εἰσελθὼν i. e. ἐμβαίνων) [*](ὥστε] i. q. ἐφ᾿ ᾧτε ut p. 118 B. et in NT. 18 τὴν] μόνην ? (σ . . . α. om. D) 20 ἀπωλῇ et προαπωλέσεις V 22 σου (AB) 23 ζωῆς σε? 24 lemma codd: δευτέρου φι- λοσόφου δημηγορία)

19
υἱὸν ἀποκτανθῆναι διακελεύεται. ὁ δὲ δεύτερος φι- λόσοφος παραστὰς τῷ βασιλεῖ καὶ ἐπὶ τῆς γῆς συνή- θως προσκυνήσας, ἔφη· „βασιλεῦ, εἰς τὸν αἰῶνα ζῆθι. ἀκήκοα πάλιν σὲ κατὰ τοῦ σοῦ υἱοῦ θάνατον ἀποφήνασθαι· διὸ καὶ δουλικῶς ἀναφέρω τῷ κρά- τει σου ὡς, εἰ καὶ ἑκατόν, εἰ δυνατόν, προϋπῆρχόν σοι παῖδες, οὐκ ἔδει σε ἕνα τούτων θανάτῳ ὑποβα- λεῖν, καὶ τὸ μεῖζον ἀναιτίως· πολλῷ μᾶλλον ἕνα ἔχοντά σε παῖδα, πῶς σε χρὴ φιλοστόργως τῆς ζωῆς αὐτοῦ περιέχεσθαι; σὺ δὲ τοὐναντίον ἅπαν, ὦ βα- σιλεῦ, κελεύεις ἀναιρεθῆναι αὐτόν· ὅπου γε μᾶλλον [*](p. 20 B.) πρέπει ἐρευνῆσαι πρότερον εἰ ἀληθὴς ἄρα καὶ οὐ ψευδὴς καὶ πανοῦργος ὑπάρχει ἡ κατʼ αὐτοῦ προ- τεθεῖσα διαβολή. σκέψαι τοιγαροῦν, δέσποτα, μή πως ἀδίκως τὸν υἱόν σου φονεύσεις, καὶ πικρῶς ἐς ὕστερον μεταμεληθείς, σεαυτὸν ἀνωφελῶς αἰτιάσῃ καὶ μέμψῃ, καὶ πολλὰ ζητήσας τὸν υἱὸν μετὰ δα- κρύων καὶ πόνου οὐχ εὑρήσεις, καὶ συμβήσεταί σοι ὥσπερ τινὶ ἐμπόρῳ συμβεβηκέναι λέγεται τοῦτο.