Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ

Syntipas

Syntipas. Fabulae romanenses Graece conscriptae, Volume 1. Eberhard, Alfred, editor. Leipzig: Teubner, 1872.

τοῦ λεγομένου Συντίπα τοῦ φιλοσόφου, μετα- βληθεὶς ἐκ τῆς Συριακῆς βίβλου ὡς εἶχεν αὐταῖς λέξεσιν εἰς τὴν Ἑλλάδα γλῶτταν.

Διήγησις ἐμφιλόσοφος, συγγραφεῖσα παῤ ἡμῶν περὶ τοῦ τῶν Περσῶν βασιλέως Κύρου καὶ τοῦ γνη- σίου τούτου παιδὸς καὶ τοῦ διδασκάλου αὐτοῦ Συν- τίπα, καὶ περὶ τῶν τοῦ βασιλέως ἑπτὰ φιλοσόφων καὶ τῆς μιᾶς αὐτοῦ πονηρᾶς καὶ ἀναιδοῦς γυναικός, καὶ πῶς τὴν κατὰ τοῦ υἱοῦ τοῦ βασιλέως διαβολὴν κατεσκεύασεν ἡ μητρυιὰ αὐτοῦ. ταύτην οὖν τὴν διήγησιν προϊστόρησε Μοῦσος ὁ Πέρσης πρὸς τὴν τῶν ἀναγινωσκόντων ὠφέλειαν.

[*](1 Adposui scripturam codicum AB (Parisinorum, Supplem. 105 et 2912) V (Vindobonensis hist. Gr. 120) plenam, leuioribus quibusdam rebus neglectis, uelut si quis error in scribendo com- missus a librario ipso sublatus est; recensionem Monacensem (M), infra descriptam, hic passim adhibut: puae uero Ducangius in Glossario e libro manuscripto attulit, praetermisi pleraque. neque multo crebrius uersionem lingua Graeca recentiore conscriptam (Ven) ad partes uocaui quae quo iure mihi facere uisus sim, in praefatione exposui. D codex Dresd. est D 33. 1 Titulum ἱστορικὸν . . πάνυ exhibui qualis in V non eadem quidem sed antiqua manu praescriptus est 6. 15 cf. praef. et 7, 17 8 φιλοσόφου BV 14 l. τ initialem om. V)
2
[*](p. 4 B.)

Βασιλεύς τις ἦν Κῦρος ὀνόματι, ᾧ καὶ ησαν γυναῖκες ἑπτά· ἦν δὲ ἄπαις· ὅθεν καὶ παίδων ὀρε- γόμενος θερμοτάτως παρεκάλει τὸ θεῖον τοῦ τῆς ἀπαιδείας λυθῆναι δεσμοῦ. ἐπὶ πολὺ γοῦν περὶ τού- του δεόμενος ἔτυχε τῆς ἐφέσεως, καὶ γεννᾷ οὗτος υἱὸν, ὃν καὶ ἀνατρέφων βασιλικῶς ἐξεπαίδευε· καὶ ὡς δένδρον ἄριστον ηὔξηνε τῇ ἡλικίᾳ. τοῦτον τοί- νυν τὸν υἱὸν ὁ βασιλεὺς ἤδη τῆς πρώτης ἡλικίας κἂν τῷ τέλει ἁψάμενον, τῷ διδασκαλείῳ παρέδωκε, ἵνα τοῖς σοφιστικοῖς μαθήμασιν ἄριστος γένηται ἐν- διατρίψας. τρία δὲ ἔτη διανύσας ἐν τοῖς μαθήμασιν οὐδὲν ἐκαρπώσατο. καὶ ὁ βασιλεύς· „εἰ καὶ πολλοὺς χρόνους παρὰ τῷ διδασκάλῳ ὁ υἱός μου ἐσχόλασε καὶ τὸ παράπαν οὐδὲν ἐπαιδεύθη, ἀλλʼ οὖν ἐπά- ναγκες δοῦναι αὐτὸν Συντίπᾳ τῷ φιλοσόφῳ, ὃν ἀκήκοα μάλα σοφὸν ἄνδρα ὑπάρχειν.“ καὶ ταῦτα εἰπὼν ὁ βασιλεὺς εὐθὺς Συντίπαν μετεκαλέσατο καί φησι πρὸς αὐτὸν· ,,πῶς δοκεῖ σοι τὸν ἐμὸν υἱὸν ἐκπαιδεῦσαι, φιλόσοφε, φιλοσόφως;“ ὁ δὲ Συντί- [*](p. 5 B.) πας ἔφη ὡς „ἑτοίμως ἔχω, βασιλεῦ· ἐπὶ μησὶν ἓξ τοῦτον ἐκπαιδεύσας, πάσης ἐμπλήσω φιλοσοφίας, ὡς μὴ τοῦ παιδὸς εὑρεθῆναί τινα φιλοσοφώτερον εἰ δὲ ἐντὸς τοῦ τοιούτου χρόνου τὸν σὸν υἱὸν οὐ φιλόσοφον ἄριστον παραδώσω σοι, σὺ, βασιλεῦ, χώ- ρει κατὰ τῆς ἐμῆς ζωῆς, καὶ πᾶς ὁ βίος μου τῷ [*](1 κύρος VD 7 ηὔξυνε A 9 κἂν] uernacule „etwa“. τῷ τέλει datiuus a u. ἅπτεσθαι pendet, qua structura Graeci recentiores usi sunt. Boissonade κἀν διδασκαλίω V 10 διατρίψας ABV: ἐνδιατρίψας scripsi 13 ἐσχόλασε ὁ υἱός μου A Boissonade apodosin incipit a u. καὶ 14 et no- uum enuntiatum a u. ἀλλʼ οὖν 14 14 ἐπανάγκες A 15 τοῦ φιλοσόφου A 16 μᾶλλον σοφῶν A 20 ἔχων A. 22 noli addere ἄν. 20 ἐπὶ significat i. q. ἐντὸς 23 22 φι- λοσοφότερον V 23 cf. 4, 13)

3
ταμιείῳ σου προςκληρούσθω. ἄτοπον γὰρ ἂν εἴη τοιοῦ- τον εὐτυχῆ βασιλέα καὶ τοιαύτην ἐπʼ αὐτῷ ἐπαρχίαν, πάσης συνέσεως γέμουσαν καὶ νοημάτων, μὴ φιλό- σοφον (νέον) βασιλέα κεκτῆσθαι, ἀλλʼ οὐδὲ τὴν ἰατρι- κὴν ἐπιστήμην μὴ εἰδότα. εἰ γὰρ μὴ τοιούτου βασι- λέως ἐπιστατοῦντος τοῖς πράγμασιν ἐν ἐκείνῳ τῷ τόπῳ, οὐ δεῖ τινα τῶν ἁπάντων διατρίβειν ἐν ἐκείνῳ τῷ τόπῳ. ἔμαθον γὰρ, ἔμαθον ὡς οὐδὲν οἱ βασι- λεύοντες τῷ θυμῷ τοῦ καυστικοῦ πυρὸς διαφέρουσι· καὶ δεῖ γε τούτους καὶ φιλοσόφους εἶναι ὅσον δυνα- τόν, καὶ φιλοσόφους ἄνδρας προσομιλεῖν καὶ τούτων ἀκούειν, ὥσπερ Ἀλέξανδρος, ἵνα μή τινων ὑποβολαῖς περὶ τὸ ὑπήκοον ὠμότεροι τῶν ἰδιωτῶν ἀναδειχθῶ- σιν. εἰ τοίνυν, ὦ βασιλεῦ, καθώς σοι ἐπαγγέλλομαι, [*](p. 6 B) τέλειον τὸν υἱόν σου ἀποκαταστήσω φιλόσοφον, καὶ τὴν σὴν βασιλείαν ἐπάναγκες φιλοτιμήσασθαι ἐπʼ ἐμὲ φιλοτίμως καὶ βασιλικῶς.“ ὁ δὲ βασιλεὺς ἔφη πρὸς ταῦτα· „ὅτι ἂν ᾖ σοι τὸ ποθούμενον, καὶ εἴπερ ὑπάρ- χει μοι ῥᾴδιον, τοῦτό σοι δώσω· εἰ δὲ ἀδύνατόν ἐστι τὸ ζητούμενον, οὐκ ἔχω σοι δοῦναι.“ ὁ δὲ Συντί- [*](1 ταμιείω V: ταμιείω B priore l. t deleta; παλαταμιείω A: uolebat παλατιοταμιείῳ τοιοῦτον εὐτυχῆ uide indicem) [*](4 νέον adieci cf. 7, 11. (5, 3) 49, 6 B. sed nescio an plura uerba etiam post βασιλέα 2 exciderint, uelut μὴ (ἔχειν) υἱὸν σοφόν. 1—14 om. D 5 εἰ γὰρ μὴ τοιοῦτον ἔτη [i. e. ἔτι] βασιλεῦς A in mg. BV σημείωσαι μὴ] εὖ? 6 ἐν ἐκείνῳ τῷ τόπῳ a scriptore profecta esse possunt, cuius libellus plenus est uerborum ita repetitorum. 11 uerbo προσο- μιλεῖν, ut aliis multis, praecipue uerbis dicendi, et datiuum et accusatiuum subiunxit, cf. Corais Heliod. 56 m. et Atacta 12 τινῶν ταῖς ὑπ. ? 13 ὡμότεροι V 16 ἐπανάγκαις A) [*](18 τί libri: ὅτι Boissonade. quod recepi, quia scriptor alias hoc utlitur pronomine, non quod eum illo usum esse negem.) [*](ἦ σοι V, ἦσοι B, σοι A καὶ incommode, ut saepe, ad- ditum; fuisset aptum si praecessisset αἴτει ὅτι ἂν ᾗ σοι τὸ πο- θούμενον 19 ῥᾴδιον i. q. δυνατόν)
4
πας ἀκούσας ἀπεκρίνατο τῷ βασιλεῖ ὡς „ἐν παρα- δείγματι ἄκουσον, ὦ βασιλεῦ· ὅπερ σὺ παρά τινος οὐ ῥᾳδίως ἔχεις λαβεῖν, μηδʼ αὖ πάλιν σὺ ἑτέρῳ δοῦναι θελήσεις.“ τότε ὁ βασιλεὺς τῷ λόγῳ τούτῳ συγκαταβὰς ἦν καὶ μεγάλαις ἐλπίσι καὶ χρησταῖς τὸν φιλόσοφον ἐπληροφόρει. „ὅ τι ἂν“ φησίν ,,αἰ- τήσῃς παῤ ἐμοῦ, ἕξεις δοθησόμενον.“ καὶ τούτων οὕτως παῤ ἀμφοτέρων λεχθέντων, συμβόλαιον βε- βαιώσεως ὁ φιλόσοφος τῷ Κύρῳ ἐξέθετο, ἐν ᾧ δὴ καὶ ἐγέγραπτο, ὡς μετὰ μῆνας ἓξ καὶ ὥρας ἓξ εἰς τέλος δεδιδαγμένος ὁ παῖς τῷ βασιλεῖ παῤ αὐτοῦ ἀποδοθήσεται· εἰ δὲ παρελθόντος τοῦ συμπεφωνη- [*](p.7 B.)μένου καιροῦ οὐ τὸν υἱὸν τοῦ βασιλέως ἀποδώσει φιλόσοφον, κεφαλικῇ τιμωρίᾳ ὁ Συντίπας ἔσται ὑπεύθυνος.

Ἐπὶ τούτοις ὁ βασιλεὺς τὸν ἑαυτοῦ υἱὸν εἰς χεῖρας τοῦ φιλοσόφου παρέθετο. καὶ εἰς τὴν ἑαυ- τοῦ οἰκίαν εἰςήγαγεν· ἀνοικοδόμησε δὲ τῷ παιδὶ τοῦ βασιλέως νέον οἶκον εὐρύχωρον, καὶ τὰ ἐντὸς τοῦ οἴκου καταλαμπρύνας, ἱστόρησεν ἐν τοῖς τοίχοις [*](1 quae Syntipas iste sapientissimus eloquitur plerumque mire abstrusa et obscura sunt. sed tamen uidendum ne aliquid sit corruptum. παράδειγμα ut in N. T. et V. T. Gr. παραβολή significat prouerbium; δοῦναι θελήσεις circumscribendo t. fu- turo inseruit ut ἔχειν c. inf. coniunctum t. plusquamperfecto. 3 μὴ δ᾿ V saepe. μὴ θελήσεις noli mutare. 6 φησὶν] φή- σας? 9 ἐξέθετο] nostrates einen Schein ausstellen. 10 γέγραπτο A ὡς „μετὰ . . . “? 11 δεδιδασκώμενος A 12 πλέον libri: scripsi παρελθόντος συμφωνημένου VB more Byzantinorum τοῦ σ. . . υἱὸν om. A, ab altera τοῦ ad al- term transtliens 13 οὐ de consuetudine recentiorum βας A 16 Ἐ om. V cf. 11, 14 17 τῷ φιλοσόφῳ? 18 fre- quens apud Byzantinos subiecti mutatic 18 augmentum in hoc libello non raro deest, cum paulo post rursus adiciatur: ut in- certum sit an ubique sit restituendum 20 τοῖς V : om. AB. ἱστόρισε τοὺς τεῖχους του, D)

5
τοῦ οἴκου ὅσα διδάξαι τὸν παῖδα ἔμελλε. καὶ ἐντὸς τοῦ οἴκου τὸν νέον καθίσας, φησὶν ὁ διδάσκαλος τῷ νέῳ βασιλεῖ· „πᾶσά σου ἡ ἀναστροφὴ καὶ ἡ δίαιτα ἐν τούτῳ ἔστω σοι τῷ οἰκήματι, ἕως ἂν κα- λῶς ἐκμάθῃς ὅσα ἱστόρηται ἐν τοῖς τοίχοις.“ ἔκτοτε γοῦν ὁ φιλόσοφος τῷ παιδὶ παρεκάθητο καὶ διʼ ὅλου μετʼ αὐτοῦ συναναστρεφόμενος, ἐδίδασκεν αὐτῷ τὰ ἱστορηθέντα, ἔχων πᾶσαν χρείαν καὶ ἐπιμέλειαν ἐκ τοῦ βασιλέως. ἐπιμεληθεὶς οὖν τοῦ νέου μετὰ μεγά- λης σπουδῆς ὁ φιλόσσφος, ἐντὸς τῆς διωρίας τὰ τῆς διδασκαλίας ἀπήρτισε. καὶ δὴ μεμάθηκεν ὁ παῖς ἅπερ οὐδεὶς τῶν παίδων ἕτερος ἠδυνήθη μαθεῖν. πρὸ γοῦν μιᾶς ἡμέρας τῆς προθεσμίας ὁ φιλόσοφος [*](p. 8 B.) ἐμηνύθη παρὰ βασιλέως ὡς „τὰ τῆς ὑποσχέσεως ἐτέλεσας;“ ὃ δὲ ἀντέφησε τῷ βασιλεῖ ὡς „εἴ τί σοι ποθητόν, ὦ βασιλεῦ κράτιστε, γέγονεν· αὔριον γὰρ ὁ σὸς υἱὸς ἔρχεταί σοι ἐν ὥρᾳ τρίτῃ τῆς ἡμέρας, καὶ ὄψει αὐτὸν καὶ χαρήσῃ.“ ὁ δὲ βασιλεὺς ἐπὶ τῇ ἀγ- γελίᾳ γενόμενος περιχαρὴς καὶ ἰδὼν τὸν υἱόν, λέγει αὐτῷ· „ἥκεις, ὦ παῖ, γεγονὼς καθὼς ὁ διδάσκαλος εἶπεν;“ ὅτε καὶ ὁ νέος ἀπεκρίνατο· „ἅμα τῷ διδα- σκάλῳ προσελθόντες τῷ κράτει σου ἀναγγελοῦμεν.“ ὅτε καὶ ὁ φιλόσοφος ἰδίᾳ λέγει τῷ νέῳ· „ἔδοξέ μοι ταύτῃ τῇ νυκτὶ ποιῆσαι ζήτησιν περὶ τῆς ἀποκειμέ- [*](1 διδάξαι . . ἔμελλε in his scriptoribus ferendum est 6 διό- λου V qua scriptura hyphen plerumque utitur 7 dixit et αὐ- τὸν et αὐτῷ ἐδίδασκε 10 διωρίας BV δωρίας A διορίας Boissonade, (D). diuersae originis uocabula a scriptoribus ipsis ui- dentur confusa esse; utroque hodierni Graeci utuntur 14 ἐμη- νύθη] monitus est βασιλεύς modo caret modo instruitur arti- culo 15 ὃ δὲ] accentum ubique adieci εἴ τί σοι ποθητόν] urbanitatis formula 17 cf. 6, 21 18 χαρίσῃ ABV: χαρήσῃ Boisson. 19 καὶ hoc modo scriptor saepe addidit minus commode) [*](22 ἀναγγελοῦεν] quae didicimus proferamus 23 ἔδειξε B 24 ποιήσασθαι? cf. 6, 4. quamquam alterius quoque rationis )
6
νῆς τῇ γεννήσει σου τύχης καὶ περὶ ταύτης ἀκριβῶς ἀστρολογῆσαι, ὡς ἄν, εἰ ἔστι σοι συμφέρον, οὕτω πέμψω σε τῷ πατρί σου.“ τὴν γοῦν τοιαύτην ἀστρο- λογικὴν συζήτησιν ποιησάμενος ὁ φιλόσοφος εὗρεν ὅτι οὐκ ἔστι συμφέρον προσαχθῆναι τῷ βασιλεῖ τὸν υἱὸν αὐτοῦ, εἰ μὴ ἄλλαι ἑπτὰ ἡμέραι μετὰ τὸν ὁρι- σθέντα καιρὸν παρὰ τοῦ φιλοσόφου διέλθωσιν· εἰ [*](p. 9 B.)γὰρ μὴ οὕτω γένηται, κίνδυνος τῇ ζωῇ τοῦ παιδίου γενήσεται. ταῦτα τοίνυν ὁ φιλόσοφος καταμαθὼν ἀπὸ τῆς ἀστρολογικῆς μεθόδσυ, διεταράχθη. καὶ ἰδὼν αὐτὸν ὁ τοῦ βασιλέως υἱὸς δεινῶς λυπούμε- νον, ἐπηρώτα λέγων· „διδάσκαλε, τί οὕτω σκυθρω- πὸς ἐγένου καὶ κατηφής;“ ὁ δὲ φιλόσοφος τὴν αἰ- τίαν δεδήλωκε τῷ παιδί· καὶ ὁ παῖς πρὸς αὐτόν· „εἰ ἄρα τοῦτο ἀρέσκει σοι, ὦ διδάσκαλε, οὐδʼ εἰς ὁλόκληρον μῆνα τῷ ἐμῷ πατρί τε καὶ βασιλεῖ ἀπο- λογήσομαι ὅλως, ἀλλʼ εἰς ὅσον θέλεις καιρὸν ἔσομαι σιωπῶν.“ ὁ δὲ φιλόσοφος εἶπεν· „ἀλλʼ ὑπεσχέθην τῷ πατρί σου, καὶ οὐ δύναμαι παραβῆναι τὰς ὑπο- σχέσεις· καὶ γὰρ τῇ αὔριον ἐπηγγειλάμην εἰς ὄψιν αὐτῷ παραστῆσαί σε περὶ ὥραν δευτέραν τῆς ἡμέ ρας, καὶ οὐ δύναμαι ψεύσασθαι τούτῳ. διὸ καὶ ἀπὸ τὴν αὔριον ἐγὼ κατακρύψω ἐμαυτὸν ἔν τινι τόπῳ, καὶ σὺ κατὰ τὴν δευτέραν ὥραν τῆς αὔριον ἄπιθι πρὸς τὸν πατέρα σου τὸν βασιλέα καὶ ἔμπροσθεν αὐτοῦ στῆθι, καὶ ἔσο σιωπῶν καὶ παντελῶς ἄφω- [*](dicendi exempla aqud istum scriptorem extant sat multa. 1 γε- νέσει? γέννας D 5 ἔσται et ἔστι B 6, 7. 7, 1 l. ν finali carent libri 6 εἰ . . γένηται in hoc scriptore ferendum hic loci non iubetur pue tacere 20 ἐπηγκειλάμην AB 21 αὐτῷ V: αὐτοῦ AB δευτέραν cf. 5, 17 22 τούτῳ i. e. τῷ βασιλεῖ: ut non oporteat scribi τοῦτο (om. D) ἀπὸ τὴν scriptori ne eripias)
7
νος, ἕως οὗ ἄλλαι ἑπτὰ ἡμέραι παρέλθωσιν.“ ὅθεν [*](p. 10 B.) καὶ πρωΐας ὁ παῖς κατὰ δευτέραν ὥραν παραγίνεται καὶ ἐπὶ γῆς αὐτῷ προσκυνεῖ. ὁ δὲ βασιλεὺς πλη- σιέστερον καλέσας αὐτὸν, ἀσμένως ἠσπάζετο καὶ μετὰ χαρᾶς ἤρξατο προςλαλεῖν. ὁ δὲ υἱὸς οὐκ ἐλάλει τῷ βασιλεῖ, ἀλλʼ ἵστατο σιωπῶν, ἀτενίζων μόνον εἰς τὸν πατέρα. καὶ ὁ μὲν πατὴρ πάλιν ἠρώτα τὸν παῖδα· ὁ δὲ παῖς πάλιν ἄφωνος ἵστατο. τότε ὁ βασιλεὺς, ὑπὸ περιχαρίας ἐφʼ ὑψηλοῦ καθίσας τοῦ βήματος καὶ πᾶσον τὴν σύγκλητον πρὸς ἀκρόασιν τῶν μαθη- μάτων τοῦ παιδὸς συγκαλέσας, ἐκπληττόμενος ἦν καὶ θαυμάζων ἐπὶ τῇ τοῦ παιδὸς ἀφωνίᾳ καὶ σιωπῇ, καί φησι πρὸς τοὺς μεγιστάνους αὐτοῦ· „κἂν ὑμεῖς τὸν υἱόν μου λαλήσατε· αὐτὸς γὰρ, ὡς ἔοικε, φο- βούμενος ἐμὲ σιωπᾷ.“ τῶν δὲ ἀρχόντων λόγους λα- λησάντων τῷ νέῳ γλυκεῖς καὶ τοῦτον πρὸς ἀπό- κρισιν ἑλκόντων, ἐκεῖνος ὡς τὸ πρότερον σιωπῶν ἦν. ὅθεν ὁ βασιλεὺς περιαλγὴς γενόμενος, στρα- τιώτας κελεύει εἰς τὴν τοῦ διδασκάλου ἀναζήτησιν. οἳ δὲ ἐπιμελῶς αὐτὸν ἀναζητήσαντες οὐχ εὗρον. πά- [*](p. 11 B.) λιν οὖν ὁ βασιλεὺς λέγει τοῖς μεγιστᾶσιν αὐτοῦ· „τί ἄρα ὑμῖν φαίνεται τὸ αἴτιον τῆς σιωπῆς ταύτης; εἷς δὲ τούτων ἀπεκρίθη τῷ βασιλεῖ λέγων „δοκεῖ μοι, ὦ βασιλεῦ, ὡς τῷ υἱῷ σου βότανόν τι δέδωκεν ὁ διδάσκαλος, ὥστε διὰ τοῦ βοτάνου στερεώτερον [*](1 ἕως οὗ . . παρέλθωσιν est e consuetudine scriptorum re- centissimorum 2 ὁ παῖς κ. δ. ὥ. ὁ παῖς A 3 αὐτῷ et αὐτον προσκυνεῖ scriptor dixit 9 περιχαρείας oportebat scriptum, id quod Boissonadium non fugit 13 κἂν ὑμεῖς id est ὑμεῖς γε 14 cf. 3, 11 17 ἑλκόντων scripsi: ἕλκοντες libri. sed poterat etiam nominaltiuus absolutus οἱ δὲ ἄρχοντες . . λαλήσαντες καὶ . . ἕλκοντες a scriptore profectus esse; cf. 1, 6) [*](πρότερον] πρώτως A 18 exciditne uerbum eundi? quam- quam simili modo adhibetur u, μηνύειν ut sit i. q. ἔστειλεν D )
8
διαβῆναι τὴν διδασκαλίαν ἐν αὐτῷ. καὶ στοχαζόμεθα ὅτι ἀπὸ τοῦ βοτάνου ἐκείνου ἐδεσμεύθη· ἢ καὶ ἀπὸ πολλῆς καὶ σκληρᾶς παιδεύσεως τοῦ διδασκάλου τοῦτο ἐγένετο.“ ἐπὶ τούτοις οὖν τοῦ βασιλέως ἀθυ- μοῦντος καὶ λυπουμένου, μία τῶν αὐτοῦ γυναικῶν οὕτω λυπούμενον τὸν βασιλέα ἰδοῦσα, φησὶ πρὸς αὐτὸν· „ὦ βασιλεῦ, ἐπίτρεψον ἐμὲ καὶ τὸν υἱόν σου κατὰ μόνας γενέσθαι, καὶ ἐμοὶ τὴν αἰτίαν τῆς σιω- πῆς ἀναγγελεῖ, ὅτι καὶ πρὸ ταύτης τῆς αἰτίας συνή- θειαν εἶχεν ἀνακαλύπτειν ἐμοὶ πάντα ὅσα εἶχεν αὐ- τός, ἅπερ οὐδὲ τῇ αὐτοῦ μητρὶ ἐδήλου.“ ἡ μέντοι μήτηρ τοῦ παιδὸς καὶ αὐτὴ σφοδρότερον ἐτιτρώσκετο [*](p. 12 B.)τὴν καρδίαν. λέγει οὖν ὁ βασιλεὺς τῇ παμπονήρῳ τοῦ υἱοῦ μητρυιᾷ· „λάβε οὖν σὺ τὸν υἱόν μου πρὸς ἑαυτὴν καὶ ὡς δύνασαι κολακευτικῶς αὐτῷ προσομί- λησον, ἵνα κἂν διὰ σοῦ, ὡς εἶπας, κινηθείη πρὸς τὸ λαλῆσαι. καὶ τότε νοήσεις αὐτὴ σὺ τί τὸ τῆς σιωπῆς ταύτης αἴτιον.“ ἡ δὲ γυνὴ τὸν παῖδα τῆς χειρὸς λαβοῦσα, πρὸς τὴν ἑαυτῆς οἰκίαν ἀπήγαγε καὶ συνομιλεῖν αὐτῷ λόγους πραεῖς καὶ ἡμέρους ἀπήρξατο. ὁ δὲ παῖς ὡς καὶ πρότερον ὁμοίως ἐκράτει τὴν σιωπήν, μηδʼ ὅλως τοῖς γλυκέσι λόγοις τῆς γυναικὸς ὑποχαυνούμενος καὶ ἀκούων. εἶτα λέ- γει πάλιν πρὸς αὐτὸν ἡ γυνή· „ὦ φίδτατε, νῦν ἀληθῶς ἔγνων ὡς ὑπὸ αἰτίαν τινὰ ὑπάρχεις. ἵνα τί [*](1 ἐν αὐτῷ i. e. εἰς αὐτόν. ἐν om. BV 7 ἐπίστρεψον A 9 ἀναγγελοῖ V 9. 25 αἰτία] morbus (Boissonade) τῆς om. A 11 τῇ αὐτοῦ μητρὶ] talia reliqui qualia in codicibus extant; cf. 5. 12, 5. λάβε ABV 15 ἑαυτὴν] facite neque ta- men necessario corrigat aliquis σεαυτήν. cf. 9, 2 et indicem προσωμίλησον V 17 αὐτὴ habet quo offendat 19 οἰκίαν t. e. οἴκημα, conclaue cf. 9, 24. 20 συνομιλῶν A 22 μηδʼ ὅλως scripsi ubique. cf. 6, 15. 17. μηδόλως (AB) Boiss., μὴ δʼ ὅλως V 24 πάλιν om. A 25 τῶρα ἐγνώρισα τὴν αἰτίαν, διατί σιωπας· D)
9
λοιπὸν ἐπὶ τοσοῦτον καιρὸν σιωπᾶς; ὅμως, εἰ φό- βον ἔχεις εἰς ἑαυτὸν μή τι τῶν ἀδοκήτων ἐπέλθοι σοι, συμβουλεύω σοί τι πρᾶγμα ὠφέλιμον, καὶ οὐ χωρισθήσομαί σου πρότερον, ἕως οὗ τὸ ἔργον ὃ λέξω σοι ἐπʼ ὠφελείᾳ τῇ σῇ ἐκπληρώσεις. ὃ δέ σοι λέγω, τοῦτό ἐστι· γινώσκεις καλῶς ὅτι ὁ σὸς πατὴρ ἤδη γέρων ἐστὶ καὶ ἀδύνατος, σὺ δὲ ἰσχύεις τῇ δυ- νάμει καὶ αὐξάνεις τῇ νεότητι. ἐὰν φαίνηταί σοι οὖν [*](p.13 B.) καλὸν, ἐπιβουλήν τινα κατὰ τοῦ πατρός σου μελε- τήσω, καὶ ἐκεῖνον μὲν εἰς φόνον ἐκδώσω, σὺ δὲ λαβὼν τὴν βασιλείαν, λήψῃ κἀμὲ εἰς γυναῖκα.“ ταῦτα τῆς πονηρᾶς γυναικὸς τῷ παιδὶ λαλησάσης, σφόδρα ὁ παῖς ἐπὶ τούτοις ὠργίζετο, καὶ τοσοῦτον καθʼ ἑαυτὸν τῷ θυμῷ ἐταράχθη, ὡς καὶ τῆς τοῦ διδασκάλου αὐτῆς ἐντολῆς ἐπιλαθέσθαι καὶ πρὸ συμ- πληρώσεως τῶν ἑπτὰ ἡμερῶν λαλῆσαι. καί φησι πρὸς αὐτὴν· „γίνωσκε, ὦ γύναι, ὡς τὸ νῦν λαλη- θὲν παρὰ σοῦ οὐχ ἕξει ἀπόκρισιν παῤ ἐμοῦ ἕως συμπληρώσεως ἑπτὰ ἡμερῶν.“ οὕτω τοῦ παιδὸς εἰ- πόντος, ἡ γυνὴ περίφοβος γενομένη καὶ ἔντρομος, βουλὴν κακίστην καὶ ὀλεθρίαν κατὰ τοῦ νέου ἐσκέ- ψατο· καὶ ἅμα διέρρηξε τὰ ἱμάτια αὐτῆς καὶ τὸ πρόσωπον τύπτουσα, μεγάλως ἐβόησεν. ὁ δὲ βασι- λεὺς ἀκούσας τῆς φωνῆς καὶ ταραχθείς, τὴν γυναῖκα προσκαλεῖται καὶ λέγει· „τίς ἡ αἰτία τῆς τοσαύτης σου ἀτάκτου βοῆς;“ καὶ ἡ γυνὴ ἀπεκρίθη· „ἐγὼ, [*](p. 14 B.) βασιλεῦ, μετὰ ἀγάπης πολλῆς κοπιῶσα καὶ προσομι- λοῦσα τὸν σὸν υἱὸν, παρεκίνουν αὐτὸν τοῦ λαλῆ- [*](1 ἐπιτοσοῦτον V saepius ὅμως i. e. δὲ 2 αὐτὸν A) [*](8 αὐξάνεις intransitiue ut aiunt adhibitum 15 αὐτῆς om. A. αὐτοῦ? (του D) προσυμπλ. V ut 11, 19: qualia abhinc non amplius notabo 17 γῦναι cdd. τὸ νῦν] τὸν υἱὸν A (τῶρα D) 28 σὸν om. AB Boiss.)
10
σαί σοι· οὗτος δὲ αἰφνιδίως ἐπιπεσών μοι, ἐνυ- βρίσαι μου τῷ σώματι ἐπειρᾶτο, ὥστε τῇ πολλῇ βίᾳ τὴν στολήν μου ἐσπάραξεν, ὡς ὁρᾷς, καὶ τὸ πρόσω πον τοῖς ἰδίοις κατετραυμάτισεν ὄνυξι. καὶ ἐγὼ μὲν ἐνόμιζον ὡς ἄλλοις τισὶν ἐλαττώμασι νεωτερικοῖς ὁ σὸς παῖς ἐκρατεῖτο· τοσαύτην δὲ ἀναίδειαν μυσαρὰν ἔχειν αὐτὸν οὐδʼ ὅλως ἐστοχαζόμην.“ ὁ δὲ βασιλεὺς τούτων τῶν λόγων ἀνελπίστως καὶ παρὰ πᾶσαν προσδοκίαν ἀκούσας, καὶ καταπλαγεὶς ἐπὶ τῷ παρα- δόξῳ τῆς διηγήσεως, κακῶς κατὰ τοῦ υἱοῦ διετέθη καὶ καθόλου αὐτὸν τῆς υἱότητος ἀπεξένωσεν. ἐπὶ πολὺ δὲ τῇ καρδίᾳ νυττόμενος καὶ πικρῶς τῇ λύπῃ βαλλόμενος, πολυτρόπους καὶ ξένους λογισμοὺς καθʼ ἑαυτὸν ἀνεπόλει κατὰ τοῦ υἱοῦ· τέλος (δὲ) τῇ πολλῇ λύπῃ κατατρωθεὶς θάνατον κατὰ τοῦ παιδὸς ἀπε- φήνατο.

[*](p. 15 B.)