Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ

Syntipas

Syntipas. Fabulae romanenses Graece conscriptae, Volume 1. Eberhard, Alfred, editor. Leipzig: Teubner, 1872.

Ἀνήρ τις ὑπῆρχεν, ὂς ὤμοσεν εἰς ἑαυτὸν τοῦ μὴ καθίσαι εἰς ἕνα τόπον ἢ εἰς παραδιαβασμοὺς ὡς νέος περιπατῆσαι μηδὲ γυναῖκα λαβεῖν, ἕως ὅτου νᾷ μάθῃ τὰς πονηρίας ὅλας καὶ τὰ τεχνάσματα τῶν κακῶν γυναικῶν. καὶ τὸν λογισμὸν τοῦτον ἔχων ἐν ἑαυτῷ, [*](p. 89 B.)ἐξῆλθε τῆς ἰδίας πατρίδος, καὶ περιεπάτει κατὰ πό- λιν καὶ χώραν, μαθεῖν σπουδάζων ἅπερ ἠβούλετο. ἄλλος δέ τις ἄνθρωπος ἐν τῇ ὁδοιπορίᾳ συναντήσας, ἠρώτησεν αὐτόν· καὶ ὡς ἤκουσεν αὐτοῦ, ὅτι διὰ τῶν πονηριῶν τῶν γυναικῶν περιπατεῖ, μαθεῖν βου- λόμενος τὰς πονηρίας], ,,ὦ ἄνθρωπε, μάτην κο- πιᾷς·“ φησίν „οὐ γὰρ δυνήσῃ τὰς τῶν γυναικῶν γνώμας καὶ πονηρίας εὑρεῖν ἢ μαθεῖν. εἰ δὲ θέ- „λεις μαθεῖν ὀλίγα τινὰ ὡς ἀμετρήτων οὐσῶν, εὑρὲ „τόπον τινὰ μοναξόν, καὶ σύναξε στάκτην ἢ κονι- „ορτὸν τῆς γῆς πολύν καὶ κάθισον ἐπάνω αὐτοῦ „τεσσαράκοντα ἡμέρας καὶ νύκτας ὁμοίας, ἐσθίων [*](3 διηγήσεώς μου] hanc inclinandi rationem etsi falsam esse puto tamen reliqui ἀκοῦσαί σε ἄκουσον 4 lemma διή- γησις τοῦ αὐτοῦ ἑβδόμου φιλοσόφου 5 καθίσαι] sedem atque domiciliun constituere παραδιαβασμοὺς] libidinibus indulgenten circumuagari 6 λαβεῖν docet inf. aor. esse a scriptore profectun νὰ barbarum est in ABV, D. (ὅτουναμάθη V). ἕως ἂν ἐπισταίη M 12 ἠρώτισεν V καὶ ὡς ἤκιου- σεν αὐτὸν (AB) Boiss.: om. V. scripsi αὐτοῦ: μαθὼν πρὸς αὐτοῦ M. u. D διὰ τῶν πονηριῶν i. e. διὰ τὰς πονηρίας uet potius τῶν ποηριῶν ἕνεκα 14 τὰς πονηρίας deleui; μαθεῖν βουλόμενος quoque fortasse eicere debebam 15 τὰς] πάσας τὰς? 17 οὐσῶν BV αὐτῶν A. αὐτῶν οὐσῶν Boissonade) [*](εὗρε ABVD, forma uolgari 18 σύναξε] σύναξαι? sed hodierni Graeci ita sscribunt ἡ κονιορτόν om. D: propter u. πολύν et ἐπάνω αὐτοῦ deleri non potest; sed fortasse uu. στά- κτην ἢ eicienda sunt 20 ὁμοίας V: ὁμοίως (AB) Boiss. om. D)

71
,,καὶ πίνων ὀλίγον· καὶ τότε θέλεις δυνηθῆν εὑρεῖν „τὰς πανουργίας τῶν γυναικῶν.“ δὲ νέος τῶν λόγων τούτων ἀκούσας, ἐποίησε καθὼς ἐκεῖνος ἐδί- δαξε, καὶ ἦν καθήμενος ἐπὶ σποδοῦ τρώγων ὀλίγα· καὶ ἐφʼ ὅλαις τεσσαράκοντα ἡμέραις καὶ τεσσαρά- κοντα νύκταις ἀπεγράφετο τὰς τῶν γυναικῶν πα- νουργίας. καὶ ὡς ἐτελέσθησαν αἱ ἡμέραι καὶ νύκται, [*](p. 90 B.) ὡς ὕστερον ἐφάνη αὐτῷ ὅτι οὐδεμίαν πονηρίαν τῶν γυναικῶν ἀφῆκεν ἄγραφον, ἔλαβε τὰς πονηρίας ἃς ἔγραψε καὶ ἐστράφη εἰς τὸ ὁσπήτιον αὐτοῦ. καὶ ἐπανερχόμενος εὑρὼν χωρίον, ἔμεινεν ἐκεῖ ἀναπαυ- θὴναι μικρόν. ἐν τῷ χωρίῳ γοῦν ἐποίησέ τις τρα- πέζιν μέγα, καὶ ἐκάλεσε πολλούς· μετὰ πάντων δὲ ἐκάλεσε καὶ τὸν ξένον· ὅς καὶ ἐλθών ἐκαθέσθη μετὰ τῶν λοιπῶν, μὴ ἐσθίων ὁμοίως ἐκείνοις τὰ ἐν τῇ τραπέζῃ. ὅτε καὶ λέγει πρὸς αὐτὸν ὁ ἔχων τὴν τρά- πεζαν· „πόθεν εἶσαι καὶ τίς εἶσαι, φίλε;· ὃ δὲ εἶπε· „στρατοκόπος ὑπάρχω, καθὼς ὁρᾷς, καὶ ἀπὸ „μακροῦ τόπου ἦλθον ἐνταῦθα. καὶ γὰρ ἐξῆλθον „ἀπὸ τὴν πατρίδα μου, ὅπως νᾷ μάθω φρόνησιν „καὶ νὰ ἐγνωρίσω τὰ τῶν πονηρῶν γυναικῶν πονη- ρεύματα.“ τότε λέγει ὁ οἰκοδεσπότης πρὸς τὴν ἑαυτοῦ γυναῖκα· ,,ὁ ἄνθρωπος οὗτος ξένος ἐστὶ τοῦ „χωρίου ἡμῶν καὶ οὐδʼ ὅλως ἤκουσε φαγεῖν εἰς τὴν [*](1 δυνηθεῖν ABV, δυνηθῆ D. θέλεις δυνηθῆνμ circunscri- bendo tempori futuro inseruit, quod exhibet M 2 τὰς] τινὰς? cf. p. 70, 17. μέρος τὶ D 5 ἐφ ὅλαις t. e. παρ᾿ ὅλας M 6 νύκταις forma barbara recentiores utuntur 8 ὕστερον] de- nique. ἐσύστερον M ἐφάνη i. e. ἐδόκει 4 10 ὀσπήτιον BV 11 ἔμεινε (AB) Boiss, 12 τραπέζιν] coenam. c. n. ad 59, 11 14 ἦλθε A 17 ἦσαι A. εἶσαι est forma uolgata 18 στρατοκόπος] pereginator 20 ὅπως ναμάθα V, sed sta- tim νὰ ἐγνωρίσω. uerbum ἐγνωρίζειν scriptori non est eripien- dum. c. p. 141, 6 B, 24 ἤκουσε] t. e. ὑπακούει ὥστε φα- γεῖν, nisi reponendum ἠξίωσε εἰς] uernacule „an“ )
72
„τράπεζαν ἡμῶν· ἐξέβη γὰρ ἀπὸ τῆς πατρίδος αὐ- [*](p. 91 B.)„τοῦ καὶ ὅλας τὰς χώρας περιεπάτησε καὶ πάσας τὰς „πονηρίας τῶν γυναικῶν ἔμαθε καὶ ἔγραψεν. ἀλλʼ „ἀναστᾶσα, γύναι, οἰκονόμησον αὐτῷ ἰδίως τὰ πρὸς „τροφὴν αὐτοῦ, ὡς ἂν παῤ ἡμῖν οὗτος ὁ ξένος „μετὰ καλῆς φιλίας τραφῇ.“ ἡ δὲ γυνὴ πάντα ἐποίησε καθὼς ὁ ἀνὴρ ἐνετείλατο, καὶ τὸν ξένον εἰσήγαγεν εἰς τὸ ἐνδότερον οἴκημα καὶ παρέθηκε τράπεζαν μεστὴν τροφῶν. εἶτα ἐπηρώτησεν αὐτὸν λέγουσα· „τί ἐποίησας, ὦ ἄνθρωπε; γέγραφας πά- „σας τὰς τῶν γυναικῶν πονηρίας;“ ὃ δὲ „ναί·“ φησίν „οὐδεμίαν πονηρίαν τῶν γυναικῶν ἢ ἐπιβου- „λὴν ἢ κατασκευὴν κακὴν ἄγραφον ἀφῆκα.“ ἡ δὲ γυνὴ τῶν λόγων τούτων ἀκούσασα, κατέλαβεν αὐ- τὸν εἶναι ἄγνωστον καὶ ματαιόφρονα, καὶ πρὸς αὐ- τὸν εἰρωνευομένη ἔλεγεν· „ἐπειδή, ὡς λέγεις, ὦ „ξένε, πάντα τὰ πονηρεύματα ἔγραψες, ἀδύνατόν „ἐστι γυναῖκα, ἐὰν καὶ ἐγώ εἰμι, τεχνάσασθαί τι [*](p. 92 B.)„πρὸς σὲ πονηρὸν ἢ διὰ λόγου ἢ ἔργου; πλήν, ὡς ,,ἂν λέγω σοι μιᾶς γυναικὸς ἔργον, ἄκουσον ἐὰν „ἔχῃς γραμμένον τοῦτο.“ ὃ δὲ εἶπεν· „εἰπέ.“ ἡ δὲ γυνὴ ἔφη·

„ἦν τις ἀνὴρ ἔχων γυναῖκα τιμίαν καὶ φρόνι- μον, ὅστις ἀεὶ περισύρων τὰς γυναῖκας ὅλας ἐτύγ- χανεν. ἡ δὲ γυνὴ ἀντέλεγε τῷ ἀνδρί· „μὴ ὕβριζε [*](4 ᾠκονόμησον VB ὠκονόμισον A: correxi 5 παῤ ἡμῶν M 6 καλῆς] πάσης? cf. ad 29, 12 9 ἐπηρώτιοσεν V 15 ἄγνωστον] cf. p. 114 B. m. 17 ἔγραψες pro eo quod est ἔγραψας dicunt Graeci recentissimi; eidem ἐάν εἰμι 18 19 λόγον et λόγου A. ἢ ἔργου] praepositionem repetunt MD) [*](interrogandi signum posui ὡς ἐὰν ABV: scripsi ὡς ἂν „ut hoc utar exemplo“ 20 ἐὰν] num 21 γραμμένον cf. 50, 10 εἶπε V 23 hanc narrationem praetermisit M )

73
„πάσας, ἀλλὰ τὰς κακάς.“ ὁ δὲ ἀντέφησεν· „ὅλας.“ ἣ δὲ „μὴ οὕτως λέγε,“ φησίν, „ἐπείτοι γε οὐκ ἐτυ- „χες ἐμπλακῆναι ἐν μιᾷ τούτων.“ ὃ δὲ λέγει· „εἰ ἐτύγχανον ἐν μιᾷ τούτων κακῇ, ἔμελλον αὐτὴν „ῥινοτομῆσαι.“ πλησίον γὰρ τῷ οἰκήματι αὐτοῦ φιλονεικοῦσαι ἐτύγχανον αἱ γειττόνισσαι, καὶ οὗτος καθʼ ἑαυτὸν ὕβριζεν αὐτάς. ἡ δὲ γυνὴ λέγει τῷ ἀν- δρί· „σήμερον τί ποιεῖς;“ ὃ δὲ λέγει· „ἀπέρχομαι „εἰς τὸ χωράφιον· καὶ σύ ἀργὰ μαγείρευσὸν τι καὶ φέρε μοι ἔξω νὰ φάγω.“ ἣ δὲ ἀπελθοῦσα εὗρεν ὀψάρια κατὰ τὴν ὀδὸν καὶ ἠγόρασε. καὶ τὸ μὲν μα- γέρευμα μετὰ τοῦ τζουκαλίου ἐκόμισε τῷ ἀνδρὶ αὐ- τῆς φαγεῖν. αὕτη στρεφομένη πρὸς τὸ ὁσπήτιον ῥίπτει κατὰ τὴν τοῦ ἀρότρου σκαφὴν ἓν γυλλάριον, [*](p. 93 B.) ἀλλαχοῦ δὲ δύο, ἕως ὅτου ἔρριψεν ὅλα. καὶ ὁ ἀνήρ, τῆς γυναικὸς διαβάσης, ἐρχόμενος μετὰ τῶν βοῶν ἀροτριᾶν, εὑρίσκει τὰ ὀψάρια ἐρριμμένα, ποὺ μὲν δύο, ποῦ δὲ τρία, καὶ ἐσύναξεν αὐτά. καὶ ἀργὰ σχολάσας ἄπεισιν εἰς τὴν οἰκίαν, καὶ λέγει τῇ γυ- ναικί· ,οὐκ ἐποίησάς τι, ὥστε φαγεῖν ἡμᾶς ὀψέ· ἣ δὲ „μὴ ἔχουσά τι“ εἶπέν ,ἢ κρέας ἢ ὀφάριον ἢ „ἄλλο τι, οὐκ ἐμαγείρευσα.“ καὶ ὅς φησιν· „ἰδοὺ [*](2 ἔτυχεν ABV: ἔτυχες scripsi. τυγχάνειν cum infinitiuo coniunctum ne te offendat 6 γειτόνισαι VB γειττόνησαι A: correxit Boissonade 9 ἀργὰ t. e. ἀργῶς „in aller Ruhe“) [*](10 εὗρε ABV 11 μαγέρευμα forma uolgaris 12 τζο- καλίου V ef. 31, 19 13 αὕτη] εἶτα ὀσπήτιον VB 14 τὴν om. VB τοῦ] τῶν A „in A est compendium quod ad γυλλάρι [γυλάρι Du Cange] fere ducit“ Boissonade. 16 διαβαίνειν est discedere 17 ἐρριμένα V ποὺ μὲν. . ποῦ δέ scribitur, non ποὺ μὲν . . που δέ 18 ἐσύναξεν cf. 59, 7 [ἀργά]? nisi σχολάσας interperteris laboren finiens. om. D. 20 ποιεῖν ut nostrates ὀψέ] uernacule ru Abend 21 εἰπεῖν A ὀψάρια A (D) 22 ἄλλο τι V ut saepius οὐκ ἐυαγείρευσα] „ich habe nicht gekocht“)
74
„ὀψάρια, ἃ εὗρον ἐν τῷ χωραψίῳ, καὶ ἕφησον αὐτά.“ ἣ δὲ ἀκούσασα, τὰ μὲν ὁψάρια λαβοῦσα ἔκρυφε· τράπεζαν δὲ θεῖσα, λέγει ὁ ἀνήρ· „τὰ ὀψάρια ποῦ;“ ἣ δέ, „ποῖα ὀψάρια;“ φησίν. ὃ δὲ λέγει· „μωρή, „οὐκ ἔψερά σοι ἀρτίως ὀψάρια, ἃ εὗρον εἰς τὸ χω- ράφιν;“ δὲ ἄμα ταῖς ὄνυξι σπαράξασα τὰς πα- ρειὰς ἐβόησε· ἀκούσατε, γείτονες.“ καὶ τῶν γει- τόνων συναχθέντων λέγει ἡ γυνή· „ἀκούσατε, ἄρ- χοντες· ὀψάρια [γυλλάρια] λέγει μοι ἑψῆσαι ἃ ἔφερεν „ἀπὸ τὸ χωράφιον.“ καὶ οἱ ἄνθρωποι συναχθέντες [*](p. 94 B.)λέγουσι τῷ ἀνθρώπῳ· „τί λέγεις; ἐν τῷ ἀγρῷ ὀψάρια „εὑρίσκονται;“ ὃ δὲ λέγει· „αὐθέντες καὶ ἀδελφοί, „ἐγὼ εὗρον αὐτὰ ἐκεῖσε· πῶς δὲ εὑρέθησαν οὐκ „οἶδα.“ τότε τῆς γυναικὸς βοώσης ὅτι ,δαιμόνιον „ἔχει οὗτος,“ οἱ δὲ γείτονες ἐν ποσὶ καὶ χερσὶ πέ- δαις σιδηραῖς ἔβαλον· καὶ ὅλην τὴν νύκτα ὁ δείλαιος ἔλεγε· „καὶ οὐχ εὗρον τὰ γυλλάρια καὶ κομίσας δέ- „δωκα τῇ κυνὶ ταύτῃ, εἰπών Ἕψησον αὐτά; κατὰ τί δὲ ἐσιδέρωσάν με;“ τῆς δὲ πάλιν βοώσης, καὶ ἡμέρας ἐπιγενομένης, παραγίνονται οἱ γείτονες ἐρωτῶντες· „τί γέγονας;“ ὅτε καὶ αὖθις τὴν ἀλήθειαν ὁ ἄτυχος [*](3 θεῖσα nominatiuus in hoc scriptore utique ferendus 4 φησί libri μωρή ut aliae formae ionicae, ἔψερα aoristus, εἰς τό χωράφιν nn uerbis loquentis ipsis minus etiam offen- ddunt 6 ταῖς] sic libri 8 ἄρχοντες] more nostro omnes ui- cinos adloquitur dominos 9 γυλλάρια seclusi; om. D 12 αὐ- θέντες] uide indicem 13 πῶς] qui factum sit ut inueniri potuerint 15 δὲ om. B. sed talis structura apud recentiores non infrequens est ἐν ποσὶ πέδαις ἔβαλον mire dictum: πέ- δαις ἔβαλον uidetur in unum quasi uerbum coaluisse uincire. ἐν τῆ ποσὶ A. unde Boissonade malebat ἐν τοῖς ποσί 16 νύκτα VD: νύκταν (AB) Boiss. 19 σίδερος Graeci recentio- reε ddicunt, in multis uocabulis praesertim ubi insequitur l. ρ pro l. η substituentes ε, uelut in θερίον καὶ hoc modo minus commode saepe additur 21 γέγωνας sed n. 38, 3 ὅτε Boissonade: ὁ δὲ libri; u. D ἄτυχος utique scriptoris est )
75
ἔλεγε. τῆς δὲ γυναικὸς βοώσης ὅτι ,δαιμόνιον ἔχει, οἱ ἄνθρωποι ῥᾳδίως ἐπίστευον τὴν γυναῖκα, καὶ ἔλεγον· „ἀληθῶς ὁ ἄνθρωπος ἔπαθέ τι.“ μετὰ δὲ τρίτην ἡμέραν λέγει ἡ γυνὴ τῷ ἀνδρί· „πεινᾷς; ἵνα „σοι δώσω τι φαγεῖν.“ ὃ δὲ λέγει· „ναί· καὶ τί „ἔχεις δοῦναι μοι φαγεῖν;“ δέ· „ὀψάρια τηγάνου.“ ὃ δέ· „καλῶς εἶπας, ὦ γύναι· ἅ σοι ἐκόμισα ὀψάρια „ἀπὸ τὸ χωράφιν, ταῦτά εἰσι;“ καὶ ἄμα ἡ γυνή· „ἄρχοντες χριστιανοί, ἀκόμη τὸ δαιμόνιον κατέχει [*](p. 95 B.) „τοῦτον, καὶ πάλιν ὀψάρια λέγει.“ τοῦ δὲ εἰπόντος „οὐκ ἔτι τὸν λόγον εἴπω τοῦτον,“ ἡ γυνὴ ἔδωκεν αὐτῷ καὶ ἔφαγεν ἀπὸ τῶν ὀψαρίων ἐκείνων, μὴ εἰ- πὼν ἔτι λόγον περὶ τούτου. ὕστερον δὲ λέγει τῇ γυναικί „λῦσον με.“ ἢ δὲ λέγει· μὴ ὀψαρίων μέ- μνησαι;“ ὃ δὲ λέγει· „οὐκ οἶδα τί λέγεις.“ τότε ἔλυσεν αὐτόν, καὶ λέγει· „ὦ ἄνερ, ὅσα εἶπας, καλῶς „εἶπας· ἀλλὰ διότι ὕβριζες οὐχὶ τὰς κακὰς γυναῖκας „μόνον ἀλλὰ καὶ τὰς καλάς, κἀγώ σοι εἶπον „Σιώπα,“ „σὺ δὲ εἶπας „Ἄν εἶχον ἐγώ τοιαύτην πονηρὰν γυ- „ναῖκα, ἔμελλον αὐτὴν ἀνελεῖν,“ διὰ τοῦτό σοι „ἐποίησα ὅσα εἶδες· καὶ μηκέτι καυχᾶσαι περιγενέ- „σθαι τῶν γυναικῶν. τούτοις οὖν τοῖς λόγοις [*](1 πάλιν βοώσης 4 post πεινᾷς neque post φαγεῖν interrogandi signum posui. nam ἵνα significat hoc eo consilio ex te quaero ut —. cf. p. 104 B. δώσω auten est oniunctiuus aoristi barbarus 6 τηγάνου i. e. τηγανιστά 9 ἄρχοντες cf. 74, 8 ἀκόμι A ἀκόμα D: ἀκόμη BV i. e. ἔτι. u. Corais στοχασμ. σὐτοσχ. ante Aeliamm p. μη´ n. 3; ad Iscr. p. 3 med. 306 (29). 312 m. 342 m. et saepius 11 εἴπω con- iunctiuus pro futuro est 12 ἐκείνων om. (AB) Boiss. εἰ- πών ἔτι scripsi: εἰπόντι VB εἶπέν τι A; u. D. aptius autem uisum est ἔτι reponere quam quod aliquando proposueram u, λόγον deleto scribere εἰπών τι. 13 δὲ om. V 18 καλάς cf. n. ad 29, 12. neque opus est addi κἀγαθάς 19 ἂν εἶχον t. q. εἰ εἶχον ut saepe; cf. 59, 13 21 καυχᾶσαι est coniunctiuus temporis praesentis)
76
προσέθηκε τῷ ξένῳ καὶ λέγει αὐτῷ· „τὸν ἐμὸν ἄν- „δρα βλέπεις, ὦ ξένε, κατὰ πολύ γηραιὸν ὄντα κἀμὲ „πάλιν νέαν καὶ εὔμορψον καὶ τὴν τῶν ἀνδρῶν „ὁμιλίαν ἀγαπῶσαν πολλά, σὲ δὲ νέον ὄντα καὶ δυ- „νάμενον τὴν ἐπιθυμίαν μου χορτάσαι. ὁ ἀνήρ μου [*](p. 96 B.)„ἐστὶν ἔξω μετὰ τῶν φίλων· καὶ σύ ἀναστὰς πλή- „ρωσον τὴν ἐπιθυμίαν μου. ὁ δὲ ξένος ἐκεῖνος ἀπατηθεὶς ἔλυε τὴν ζώνην τοῦ βρακίου τοῦ ἀναβῆ- ναι τῇ κλίνῃ. ὡς γοῦν εἶδεν ἡ γυνὴ τὸ πρὸς συνου- σίαν σύντομον τοῦ ξένου, ἅμα βαλοῦσα τὰς χεῖρας ἐπὶ τὴν ἑαυτῆς κεφαλήν, τὴν κόμην ἐσπάραττε βο- ῶσα· „βαβαί ὁττοτί!“ καὶ τότε οἱ ἐν τῷ χωρίῳ οἰκοῦντες προσέδραμον καὶ οἱ καλεσμένοι. ὁ δὲ ξέ- νος αὐτὴν βοῶσαν ἰδών καὶ τὸ πλῆθος εἰσρέον εἰς τὸν οἶκον, πάλιν ἐκάθισεν ἐμπροσθεν τῆς κειμένης αὐτῷ τραπέζης, φόβῳ συνεχόμενος πολλῷ καὶ μὴ ἔχων τι διαπράξασθαι. οἱ δὲ γεωργοὶ εἰσελθόντες λέγουσι τῇ γυναικί· „πῶς ἔπαθες; καὶ τίς ἡ αἰτία „τῆς τοσαύτης σου βοῆς; ἣ δὲ πρὸς αὐτούς εἶπεν· „οὗτος ὁ ξένος, ὁ παρʼ ἡμῶν φιλοφρονούμενος, ἀπὸ „τῆς τραπέζης ἐσθίων, ὑπό τινος θρύμματος [ψίχας] [*](1 προσέθηκε] urgere. uernacule quoque zusetzen 2 κατὰ πολύ] uide ind. — καταπολύ V ut saepe 4 ἀγαπῶσαν scri- psi: \γαπῶσα V ἀγαπῶ (AB) Boiss.: utramque structuram in hoc scriptore praesertin cum τὴν ὁμιλίαν antecederet ferendan duxissen si esset unde pederet σέ. itaque Boissonade qui ante καὶ 3 distinxit addene debebat, quod est in M, ὁρῶ post σὲ δὲ; u. D) [*](5 ὁ δʼ? 6 καὶ δὴ σὺ 2 8 βρακίον] braca ἐπαναβῆ- ναι M rectius 13 καλελσμένοι i. e. κεκλημένοι. Boiss. Anecd. Gr. 4, 387. 14 ἰδών scripsi: εἰδώς ABV. u. D εἰς ῥέον V 15 κειμένης t. e. παρακειμένης 17 τί V 18 πῶς non est mutandum 20 ὁ om. M 21 τῆςδε τῆς 4 θρύμι- ματος M: θρύματος ABV cf Corais Heliod. p. 63 (19) ψίχας seclusi: Boissonade malebat ψιχός. ψίχας V, ψύχας et ψίχας B, ψύχας A; om. M. u. D)
77
„τὸν λαιμὸν ἐκρατήθη κακῶς, καὶ παρὰ μικρὸν „ἐκινδύνευε πνιγῆναι. ἐγώ δὲ ἐξαίφνης ἰδοῦσα τὸ „συμβὰν καὶ δειλιάσασα τὸν θάνατον τοῦ ξένου, [*](p. 97 B.) „οὕτως ὡς ἠκούσατέ μου ἐβόησα. νῦν δὲ ἡ τοῦ θεοῦ „βοήθεια προφθάσασα ἠλευθέρωσεν αὐτὸν τῆς ἀνάγ- „εκης τοῦ πνιγμοῦ, αὐτῷ τὴν ὑγείαν χαρισαμένη.“ ταῦτα τῆς γυναικὸς εἰπούσης, ἅπαντες διέβησαν. ἡ δὲ γυνὴ ἐκείνη πλησιάσασα τῷ ξένῳ, λέγει πρὸς αὐτόν· „ἆρα ὅσον σοι διηγησάμην καὶ ὅσον ἄρτι „ἐποίησα ἔχεις γεγραμμένον· ὁ δὲ ξένος „οὐδα- „μῶς,“ ἔφη. ἢ δὲ πρὸς αὐτόν· „μάτην λοιπόν, ὦ „ἄνθρωπε, τούς τοσούτους κόπους καὶ τὰς ἐξόδους „ἐποίησας· πολλὰ γὰρ σπουδάσας οὐδὲν ἐποίησας, „καὶ τὰς τῶν γυναικῶν μηχανουργίας οὔπω κατε- νόησας.“ ὃ δὲ ἄμα τῷ λόγῳ ἐκείνης ἀναστὰς καὶ τὰ γεγραμμένα παρʼ αὐτοῦ (περὶ) τῶν γυναικῶν λαβών, τῷ πυρὶ ἐνέβαλε καὶ θαυμάζων ἔλεγεν· „,ὡς „οὐδεὶς ἀνθρώπων γνωρίσαι δύναται τὰ τῶν γυ- „ναικῶν πανουργεύματα.“ μετὰ δὲ ταῦτα διαπο- ρήσας καὶ μὴ ἔχων τι διαπράξασθαι, οὐ προσέθηκε ζητῆσαι πλέον τὰ γυναικεῖα κακά. καὶ οὕτως εἰς τὴν ἑαυτοῦ πατρίδα ὑπέστρεψε καὶ ἀπλῶς γυναῖκα ἔγημεν.

Ἀπὸ τούτων γοῦν, ὦ βασιλεῦ, τῶν ἐξηγηθέν- [*](p. 98 B.) των τῷ κράτει σου παρὰ τῆς ἐμῆς οὐθενότητος καὶ εὐτελείας γνῶθι ἀκριβῷς ὡς ἀτελείωτός ἐστιν ἡ τῶν [*](6 αὐτήν BV 9 ἄρα V ut saepius ὅσον i. e. ὅπερ σοι om. V 16 περὶ adieci: κατὰ addit Ven., quod praefert Boissonade 17 θαυμάζων] θειαζόμενος M ἔλεγεν· ὡς V (AB) Boissonade: ἔ. ὅτι D. M om. ὡς, ut uideatur legisse ἔλεγεν ὡς „οὐδεὶς 20 καὶ μὴ ἔ. τι (τί V) διαπρ. fortasse cum M praetermittenda; ex 76, 17, sed etiam διαπορήσας mallem abesset, firmatum illud quidem codici M quoque testimonio. 21 τὰ τῶν γυναικεῖα A, ex linea sciticet 18 24 οὐθενό- τητος] θ huic certe scriptori tribuendum)

78
γυναικῶν πονηρία, καὶ μὴ οὕτως ἀπλῶς καὶ ἀνεξε- τάστως ὑπακούσῃς πρὸς τὸν τοῦ υἱοῦ σου φόνον διὰ μόνην ἄκαιρον καὶ μανιώδη γυναικὸς κατηγορίαν. εἰ γὰρ τὸν σὸν παῖδα φονεύσεις, τίς ἄρα ἐστὶν ὁ τῆς σῆς βασιλείας διάδοχος καὶ κληρονόμος τοῦ γέ- νους σου καὶ τῆς ἀρχῆς; μὴ ἡ κακοσύμβουλος γυνὴ τὴν σὴν ἀρχὴν καὶ βασιλείαν διαδέξεται; καὶ τίς ἐστιν ὁ θαρρήσας ἐπὶ τὸ σὸν κράτος ὥστε δουλεῦ- σαί σοι; καὶ εἰ οὐ φθάσει ἀμοιβὰς παρὰ σοῦ λαβεῖν ἕνεκα ὧν σοι δεδούλευκε, παρὰ τίνος ἔξει τὰς ἀμοι- βάς, τοῦ υἱοῦ σου ἀδίκως παρὰ σοῦ φονευθέντος; ὅπερ καὶ εἰς ὅλην τὴν οἰκουμένην ὄνειδος ἔσται σοι αἰώνιον.“

Τούτων ὁ Κῦρος τῶν λόγων καὶ παραδειγμάτων καὶ διηγήσεων παρὰ τοῦ ἑβδόμου συμβούλου καὶ φι- λοσόφου ἀκροασάμενος, τὰ σπλάγχνα μειλιχθείς, ἕνα [*](p. 35 B.)τῶν αὐτοῦ δορυφόρων οἰκειότατον [δορυφόρον] προ- καλεσάμενος, πρὸς τὸν σπεκουλάτωρα ἔπεμψε, κε- λεύων μηδαμῶς ἀποκτεῖναι τὸν ἑαυτοῦ υἱόν.

Εἶτα τῆς ὀγδόης ἐπιστάσης ἡμέρας λύεται μὲν τοῦ τῆς σιωπῆς δεσμοῦ ἡ τοῦ παιδὸς γλῶσσα. καὶ [*](4. 8 requiras ἔσται 6 κακοσύμβουλος scripsi: κακὴ σύμβουλος ABV. sed tum salten γυνή deleri oportebat. u. D 7 ἀρχὴν] ταραχὴν A 9. 11 παρασοῦ V 11 V in marg. σημείωσαι 15 καὶ φιλοσόφου] τοῦ φιλοσοφωτάτου 16 μαλαχθεὶς dubitanter proposuit Boissonade 17 δορυφό- ρον VB: δορυφόρων in A a correctore in δορυφόρον mutatum; deleui igitur uocabulum fortasse scriptoren emendans 18 σπε- κουλάτορα (AB) Boiss. σπεκου V 21 τῆς τοῦ δεσμοῦ σιωπῆς ABV (δεσμουσιωπῆς, V): correxexerat Boissonade cl. τοὺ δεσμοῦ 80, 4, ut est in M. uidetur sic scriptum fuisse. τῆς σιωπῆς. neque tamen ideo alterum pro glossa alterius habendun esse censui, prae- seertim cum in M quoque extet utrumque. τοὺ δ. om. D )

79
ἀρξάμενος λαλεῖν, λέγει πρός τινα γυναῖκα ἱσταμέ- νην ἔμπροσθεν αὐτοῦ· ,,συντόμως ἀπελθοῦσα, ὧ „γύναι, κάλεσόν μοι τὸν πρῶτον τοῦ πατρός μου „σύμβουλον καὶ φιλόσοφον.“ δὲ πρὸς τὸν φιλό- σοφον [ἄνδρα] τῶν ἄλλων διαφορώτατον ἀπελθοῦσα, λέγει τῷ ἀνδρὶ ὡς ,,ὁ τοῦ βασιλέως υἱὸς μηνύει σε „πρὸς αὐτὸν παραγενέσθαι.“ ὁ δὲ φιλόσοφος δρο- μαίως πρὸς αὐτὸν παραγίνεται καὶ τοῦτον ἀσμένως ἐναγκαλισάμενος ἠσπάσατο. καὶ ὁ παῖς ἄμα τῷ φι- λοσόφῳ ἐφανέρωσε τὴν αἰτίαν, διʼ ἢν τὰς ἑπτὰ ἡμέρας ἦν σιωπῶν, ἀλλὰ καὶ ὅσα ἡ παλλακὴ τοῦ βασιλέως εἶπε πρὸς αὐτόν, καὶ προσέθηκε λέγων καὶ τοῦτο ὅτι ,μεγάλας καὶ πολλὰς (ἔχω) χάριτας τῷ θεῷ καὶ ὑμῖν, ὅτι με ἀδίκου θανάτου τὸν ἀναίτιον ἐλυτρώσασθε καὶ τῶν κατασκευῶν τῆς μιαρὰς γυ- ναικός, ἃς ἐποιεῖτο πρὸς τὸν πατέρα μου, ἐξηρπά- [*](p. 100 B.) σατε. ἀλλὰ νῦν, φίλων πιστῶν ἀληθέστατε, πορεύ- θητι πρὸς τὸν πατέρα μου τὸν βασιλέα, καὶ ὅσα σοι εἶπον φανέρωσον πρὸ τοῦ τὸ μιαρὸν γύναιον εἰσελ- θεῖν καὶ τὰς ἀκοὰς τούτου διαφθεῖραι.“ καὶ ὁ φι- λόσοφος „γίνωσκε, ὦ δέσποτα καὶ νεανία, ὡς καὶ ὁ σὸς διδάσκαλος εὐθύς (μετὰ) τὸ ἀκοῦσαί σε φθέγ- ξασθαι, πρὸς τὸν βασιλέα πορεύσεται.“ ἅμα τοίνυν τῷ λόγῳ μετὰ σπουδῆς ὁ φιλόσοφος ἧκε πρὸς βασι- [*](5 ἀνδρα offendit, cum 6 ex usu horum scriptorum apte adiectum sit: itaque eieci διαφορότατον V 6 μηνύει] ad 64, 13 9 ἐν ἀγκ. V 11 παλακὴ V 12 προσέθετο M) [*](13 ἔχω adiecti: ὑπέχω M. cf. D et p. 104 B. 16 καὶ τὸν πατέρα μου καὶ βασιλέα τῶν τῆς μοχθηρᾶς σκαιωριῶν ἐξηρ- πάσατε M. u. D 17 νῦν] μιοι 4 σὺ D 21 δέσποτα καὶ om. M; sed καὶ ipsum non offendit 22 μετὰ adieci: εὐθύς τὸ ABV ἅμα τῷ M. εὐθύς τῷ Boissonade „subaudito ἅμα.“ ego contra ut non dubito quin Byzantini εὐθὺς cum datiua ipso coniunge potuerint ita exemplum desidero φθέξασθαι V 24 πρὸς βασιλέα] u. βασιλεύς apud Byzantinos saepissime, apud non- )
80
λέα καὶ συνήθως προσκυνήσας, „ζῆθι, βασιλεῦ,“' ἔφη, „εἰς τὸν αἰῶνα μετὰ τοῦ διαδόχου σου. χαρὰς ,,ἥκω εὐαγγέλια κομίζων σοι σήμερον· ὁ γὰρ υἱός „σου, τῶν (τῆς) σιωπῆς δεσμῶν λυθείς, ἄρτι ὡς „ἀηδών λαλεῖν ἤρξατο κἀμὲ πρὸς τὸ σὸν κράτος διέ- „πεμψε ταῦτα διασαφῆσαι. ὁ δὲ βασιλεύς τούτων ἀκούσας τῶν λόγων, χαρᾶς ἀπείρου πλησθεὶς καὶ ὥσπερ ἄλλος ἐξ ἄλλου ὑφ᾿ ἡδονῆς γενόμενος, πρῶτα μὲν δώροις ἐδεξιώσατο τὸν φιλόσοφον, εἶτα καὶ δο- [*](p. 101 B.)ρυφόρους στείλας μετεκαλεῖτο τὸν παῖδα. ὁ δὲ παῖς παραγενόμενος τῷ πατρὶ προσεκύνησεν. ὁ δὲ βασι- λεύς καὶ πατὴρ τοῦ θρόνου ἀναστὰς ὑπὸ περιχαρίας, τῷ υἱῷ χαριέντως προσυπήντησε καὶ τοῦτον ἀγκαλι- σάμενος ποθεινότατα ἠσπάζετο. ὁ δὲ παῖς ἀνοίξας τὸ στόμα χαίρειν τῷ πατρί τε καὶ βασιλεῖ προσεφθέγ- ξατο. ὁ δὲ πατὴρ τῆς χειρὸς κρατήσας, συνεδριάζειν αὐτῷ ἐπὶ τῆς βασιλικῆς καθέδρας ἐκέλευσεν. εἶτά φησι πρὸς τὸν φίλτατον υἱόν· „τίς ἐτύγχανεν, ὦ παιδίον ἐρασμιώτατον, ἡ αἰτία τῆς τοσαύτης σοῦ σιω- πῆς καὶ ἀφωνίας ἐπὶ ταῖς παρελθούσαις ἑπτὰ ἡμέ- ραις: καὶ διὰ τί οὐδʼ ὅλως ἐν αὐταῖς μοι λελάληκας, ὡς καὶ ἐμὲ ὑπο τῶν τῆς γυναικὸς ῥημάτων διὰ τὴν σιωπὴν ὑπαχθῆναί σε ἀνελεῖν· ὅ δὲ νέος τῷ βα- σιλεῖ καὶ πατρὶ ἀπεκρίνατο· ,,ὁ θεός, ὦ βασιλεῦ, ὅστις ἐστὶ βοηθὸς ἀεὶ τῷ ἀνθρωπίνῳ γένει, οὗτός με τῆς ἀδίκου σφαγῆς διεφύλαξεν. ὅτι δὲ οὐκ ἐφθεγ- [*](nullos uelut Ioannem Cinnamum ex regula fere caret articulo 3 ut in N. T. σήμερον γὰρ ὁ M 4 τῆς adieci, ut est in u. D 6 ταῦτα] πάντα 2 τὰ περὶ αὐτοῦ ἅπαντα M 10 με- τακαλεῖται A 12 περιχαρείας 13 προσυπήντισε V ἀγκαλισάμενος] ἐναγκαλισάμενος 79, 9 16 τοῦτον ante κρα- τήσας addit M, τὸν D 19 ἡ adieci, et est in D 21 διατί V 25 βοηθὸς . . γένει] uersus dodecasyllabus politicus ἀνθρωπείῳ M 26 ἀδίκου om. M, τ. ἀ. σ. om. D )
81
γόμην τῷ κράτει σου ἐπὶ ταῖς ῥηθείσαις ἡμέραις, γίνωσκε, δέσποτα, ὡς ὑπὸ τοῦ διδασκάλου μου Συν- τίπα παρηγγελμένος ἤμην τοῦ μηδʼ ὅλως ἐντὸς ἑπτὰ [*](p. 102 B.) ἡμερῶν λόγον λαλῆσαί τινα. ὅτι δὲ καὶ ἡ γυνὴ αὕτη πρὸς τὴν σφαγήν μου τὸ κράτος σου παρεκίνει, γνω- ρίζω σοι, βασιλεῦ, καὶ περὶ τούτου ὡς ὅταν ὁ και- ρὸς τοῦ μαθήματός μου ἐπλήρωσε καὶ ὁ διδάσκαλος ἔπεμψέ με πρὸς σὲ καὶ ἐλθὼν οὐκ ἐλάλουν σοι. παρέδωκάς με δὲ αὐτῇ· ἢ καὶ ἀπήγαγέ με εἰς τὴν οἰκίαν αὐτῆς καὶ ἀρξαμένη λαλεῖν με, ἐφάνη ἀκό- λαστος καὶ πόρνη, πρὸς συνουσίαν καὶ μῖξιν ἑαυ- τῆς παρακινοῦσα· προῃρεῖτο γὰρ συγγενέσθαι με αὐτῇ· ἐγώ γοῦν τὸ ἀναιδὲς ἰδὼν τῆς γυναικὸς καὶ τὸ ἄπρεπον τοῦ λόγου ἀκούσας, καὶ κατʼ αὐτῆς με- γάλως θυμωθείς, ἐπελαθόμην καὶ τῆς τοῦ διδασκά- λου μου παραγγελίας διὰ τὴν ἄτακτον ὀρμὴν αὐτῆς, καὶ λύσας τὴν σιωπὴν εἶπον πρὸς αὐτὴν ἡμέρως καὶ προσηνῶς ὅτι ,οὐκ ἀπολογήσομαι ὅσα μοι λέγεις, ὦ γύναι, πρὸς σέ, ἕως οὐ ἑπτὰ ἡμέραι παρέλθωσιν „ἀπὸ τῆς σήμερον, καὶ τῶν ἡμερῶν παρελθουσῶν „ἀπολογήσομαί σοι τότε καθὼς πρέπει σοι περὶ ὧν [*](1 ἐφθεγκ. V 3 τοὺ ex usu illius aeui additum 6 ταῦ της M ὅτε M rectius 7 ἐπληρώθη coniecit Boiss. fortasse tamen ἐπλήρωσε intransitiue, u aiunt, dictum quemadmodun u. γεμίζειν recentiores uti obseruauimus 59, 10 9 apodosis et sen- tentia postulante et altera recensione M adstiputante incipere debebat a uerbis ἀρξαμένη λ. με, ἐφάνη.. sed scriptor inde uu. ἣ καὶ . . 9 a structura incepta liberius discessit. itaqu non amplius probo quod aliquando suspicatus sum pro u. δὲ restituendum esse τοτε 11 μίξιν ABV 12 με παρακι- νοῦσα με ἠρέθιζε M. u. D ᾑρεῖτο M με αὐτῇ, ut est in M, scripsi μοι αὐτῆ VAB αὐτή Boissonade. cf. D 13 ἀνεδὲς V 14 ἄπρεπον Graeci hodierni dicere solent καὶ ante κατ᾿ non commode a scriptore adiectum 18 ἀπολογήσομαι i. e. ἀποκρινοῦμαι ὅσα] περὶ ὧν M. εἰς ὅσα u. D)
82
[*](p. 103 B.)„ἐλάλησας πρὸς ἐμέ.“ ταῦτα οὖν, ὦ βασιλεῦ, τῇ γυναικὶ ἀπεκρίθηκα, μηδὲν ἕτερον πρὸς αὐτὴν εἰ- πὼν ἢ λαλήσας· ἀλλʼ οὐδὲ ἄλλῳ τινὶ λελάληκα ἕως τῆς παρούσης ἡμέρας. διότι γοῦν ἔγωγε οὐκ ἐποίησα ἅπερ ἡ γυνὴ ἠγάπα, ἐκείνη φοβηθεῖσα καὶ ὑπολα- βοῦσα ὅτι δι᾿ ἅ μοι εἶπεν, ἐὰν ἄρξωμαι λαλεῖν, κιν- δυνεῦσαι μέλλει, ἠγωνίζετο ἐντὸς τῶν ἑπτὰ ἡμερῶν ἀπολέσαι με, καὶ τὸ σὸν κράτος πρὸς τὴν σφαγήν μου ἡ κακὴ καὶ δολία γυνὴ παρεκίνει. αὕτη ἡ αἰτία τῆς σιωπῆς, δέσποτα, ἣν ἐδήλωσα τῇ σκηπτουχίᾳ σου. τὸ λοιπόν, ὦ βασιλεῦ, εἰ θέλει τὸ κράτος σου, ὁρισάτω ἐλθεῖν ἀρκετὸν ὄχλον καὶ λαὸν καὶ πάντας τοὺς φιλοσόφους, ὅπως ἀκουόντων αὐτῶν ἐγὼ φα- νερώσω ἐπὶ τοῦ βασιλικοῦ βήματος ὅσα διδασκαλι κῶς ὁ φιλόσοφος Συντίπας ἐδίδαξέ με.“ τούτων τῶν ἐκ τοῦ υἱοῦ λόγων ἀκούσας ὁ βασιλεὺς ἐπὶ πολὺ ἔχαιρε καὶ ἠγαλλιᾶτο. καὶ προστάττει πάντας τοὺς φιλοσόφους καὶ ἁπλῶς τοὺς λόγου μετέχοντας καὶ τοὺς αὐτοῦ μεγιστάνους καὶ ἄρχοντας παραγε- [*](p. 104 B.)νέσθαι. καὶ δὴ πάντων συνελθόντων καθὼς ὁ βα- σιλεὺς διωρίσατο, ἦλθε καὶ ὁ τοῦ παιδὸς διδάσκαλος καὶ μέχρις ἐδάφους προσκυνήσας, ἐκάθισεν. ὅτε καὶ ὁ βασιλεὺς ἔφη αὐτῷ· ,,ποῦ ἤσουν μέχρι τοῦ νῦν, ὦ σοφώτατε Συντίπα; ὅτι καὶ διὰ τὸ σὲ μὴ φαίνε- σθαι παρὰ μικρὸν ἀπέκτεινον ἂν τὸν υἱόν μου.“ ὁ δὲ Συντίπας τῷ βασιλεῖ ἀπεκρίνατο· „ἐγώ, βασι- λεῦ, τῷ υἱῷ σου παρήγγειλα ἐν ἡμέραις ἑπτὰ σιω- [*](2 ἀπεκρίθηκα] ad 60, 18 4 παρελθούσης V τῆςδε τῆς σήμερον M 6 δι᾿ ἅ] διά V 7 cf. 5, 1 ἠγωνίζετο⌋ operam dabat 11 ἐθέλοι M 23 ἤσουν] i. e. ἦσθα M 24 ὦ haec rec. nullo certo consilio et posuit et praetermisit: praetermisit autem, ut hoc loco, crebriu M ὅτι καὶ] ὅτι γε M 25 aor., om. p ἄν M)
83
πᾶν, διότι τὰ τῆς αὐτοῦ τύχης διʼ ἀστρολογικῆς ἐρευνήσας μεθόδου, ἐγνώρισα εὑ ρὼν ὡς εἰ ἐντὸς ἑπτὰ ἡμερῶν λαλήσει, θανάτῳ ὐποβληθείη. διὰ τοῦτο κἀγὼ μακρὰν ἀπὸ τῆς βασιλείας σου ἐκρύβην, ἕως οὗ παρέλθῃ ἡ διωρία αὕτη. ὅθεν καὶ καλῶς πε- ποίηκε μηδʼ ὅλως λαλήσας σοι ἐν αὐταῖς ταῖς ἡμέ- ραις.“ ὁ δὲ βασιλεύς ἔφη χάρις μεγίστη λοιπὸν τῷ θεῷ, ὅτι μου τὸν υἱὸν ἐκ τῆς ἀδίκου σφαγῆς διεφύλαξεν· εἰ γὰρ ὁ υἱός μου ἐφονεύετο παρʼ ἐμοῦ, ἐκινδύνευεν ἐξαλειφθῆναι ἐκ γῆς τὸ ἐμὸν ὄνομα.“ ταῦτα εἰπών ὁ βασιλεύς προσκαλεῖται τούς φιλοσό- [*](p. 105 B.) φους αὐτοῦ καὶ πλησιέστερον αὐτοῦ μετὰ τοῦ Συν- τίπα παραστησάμενος, τοῦ παιδὸς ἐκ δεξιῶν συγ- καθέδρου ὑπάρχοντος, ἠρώτα τούς φιλοσόφους λέ- γων· „εἴπατέ μοι νῦν, ὦ ἄνδρες· ἐὰν τὸν υἱὸν μου ἐφόνευον ἐντὸς τῶν ἑπτὰ ἡμερῶν, τίνι τὸ αἴτιον τοῦ φόνου ἐπεγέγραπτο, ἐμοί, τῷ θἱῷ μου, ἢ τῇ γυ- ναικί;“

Τότε δὴ τῶν φιλοσόφων τέσσαρες ἐγγίζουσι πλη- σίον τῷ βασιλεῖ. καὶ ὁ εἷς ἀπʼ αὐτῶν εἶπεν· ,,ὧ βασιλεῦ, ἐγὼ νομίζω ὅτι ἡ αἰτία τοῦ φόνου τοῦ [*](2 ὡς εἰ ἐντὸς M, Boissonade: ὡς εἰτὸς A. ὡς ἐντὸς BV u. D 3 λαλήσει] φθέγξοιτο M 4 κᾀγὼ V (D): ἐγὼ AB, Bioss ὅθεν καὶ 4. καὶ pertinet ad u. ἐκρύβην. 1. 68, 18 παρέλθῃ] ἄν περαιωθείη διωρία ABVM. cf. 5, 10) [*](6 ταύταις? habet ἐν αὐταῖς omissis uu. ταῖς ἡμέραις recte, nam antecessit 5 non ἡ διωρία αὕτη sed ἡ τῶν ἑπτὰ μερῶν διωρία. itaque uidetun in archetypo fuisse idem quod in M, sed qui hanc confecit recensionen utrumque inmutauit. u. D) [*](10 ἐκινδύνευεν] ἂν add. M 14 τούς φιλοσόφους repe- titum more recentiorum 15 ἐὰν i. e. εἰ 1. cf. 75, 18 18 Syntipas de consitio uidetur praetermitti 19 δὴ scripsi: οἱ ABV, om. MD τέτταρες M ἐγκίζουσι V 20 εἷς] αʹ i. e. πρῶτος cf. 18, 1 et 87, 20 ἀπ᾿ scriptoris est εἶπεν ὡς β., ν. coniecerat Boissonade 21 ἐγώ scripsi: ὡς ABV. cf. D)

84
Συντίπα ἦν· ἐπειδὴ γὰρ ἐκεῖνος ἐγίνωσκεν ὡς ἐὰν λαλήσῃ ὁ παῖς ἐντὸς τῶν ἑπτὰ ἡμερῶν, θανάτῳ ὑποπεσεῖται, διὰ τί οὐκ ἐκράτει μετʼ αὐτοῦ τὸν υἱόν σου, ἀλλʼ ἔπεμψέ σοι αὐτὸν;“ καὶ ὁ δεύτερος ἐπε- κρίνατο· „οὐκ ἔστι τοῦτο εὐάρμοστον. διότι οὐκ ἡδύνατο ὀλιγῶσαι ἢ πλεονάσαι τὸν καιρὸν ὄν συνε- φώνησε τῷ βασιλεῖ καὶ διὸ οὐκ ἦν δυνατὸν ψεύσα- [*](p. 106 B.)σθαι αὐτόν, ἔπεμψε τὸν παῖδα πρὸς τὸν πατέρα κατὰ τὴν συμφωνίαν, ἑαυτὸν δὲ μακράν που ἀπέκρυψε. λοιπὸν ἡ αἰτία οὐκ ἔστι τοῦ Συντίπα, ἀλλὰ μᾶλλον, ὅσον μοι δοκεῖ, τοῦ βασιλέως ἐστὶν ἡ αἰτία τοῦ τὸν φόνον ὁρίσαντος φονευθῆναι.“ καὶ ἀποκριθεὶς ὁ τρίτος ἔφη· „οὐχ οὕτω μοι δοκεῖ, τὸν βασιλέα αἴτιον εἶναι τοῦ φόνου· οὐδὲ γὰρ ὁ βασιλεὺς τοῦ πράγμα- τος αἵτιος· ἀλλʼ ὥσπερ οὐκ ἔστι λίθου ψυχρότερον ἄλλο οὐδʼ ἐλαφρότερον ἴσχας τῆς ἐκ ξύλου γενομέ- νης, πυρεκβολουμένου δὲ τοῦ λίθου μετὰ σιδήρου καὶ ἴσχας φλόγα γεννῶσιν, οὕτω καὶ ἄνθρωπος μετὰ γυναικὸς πεσών, κἂν πολλά ἐστι νοῶν κἂν πολλὰ φρόνιμος, ἄμα τοῦ συμμιγῆναι ὁ τοιοῦτος ἢ τῇ γυ- [*](4 ἀλλὰ V σοι scripsi: σε ABV quod naitaui ut senten- tia perspicua esset. c. 5, 17. 6, 3. σεαυτὸν V. πρὸς τὸ σὸν κρά- τος M. ἀλλ᾿ ἔπεμψε πρὸς σὲ μόνον κρύψας ἑαυτὸν? cf. D 11 τοῦ βασιλέως om. scite ἡ αἰτία a scriptore ipso uidetur repetitum 12 φόνον] υἱόν? τῷ τὴν τοῦ παιδός ἀναίρεσιν ἐπιτάξαντι M cf. D ὁρίσαντος καὶ ὁρίσαντος A 13 τὸν . . φόνου delendane om. D 16 ἄλλο scripsi: ἀλλ᾿ ABV. tam uera τι post ἔστι oddendummn erat; u. ἴσχας] genetiuus est u ψίχας 76, 21. ἴσχα, ἴσκα (D), ἤσκα, ὕσκα uel ν addito ἴσκνο ἤσκνο ὕσκνα a recentioribus Graecis dicitur fomes; cf. St. Th, 8, 506 in ὕσκα; quod uocabubum Boissonadio ab esca, mihi a u. ἰσχναίνω ἰσχαίνα deriuandum uidetur 17 πυρεκβοούμενα VAB: πυρεκβολουμένου scripsi 18 φλῶγα V 19 παίζων dubi- tanter proposuit Boissonade, sed nescio an ex prouerbio expli- cari possit der Bauer liegt so lange mit der Frau auf einen Kissen, his sie beide kriegen ein Gewissen 20 ἅμα τοῦ more Byzantinorum cf. 68, 2: ἄμα τῷ M M non hobet ἢ — )
85
ναικὶ ἢ τῇ ἐρωμένῃ ἕλκεται πρὸς τὸν σκοπὸν τῆς γυναικὸς καὶ τὸ θέλημα· διὰ τοῦτο καὶ νῦν ἡ γυνή ἐστιν [ἡ] αἰτία τοῦ φόνου· ψευδῶς γὰρ κατηγοροῦσα τοῦ παιδός, ὡς μὴ αὐτῆς ἀκούσαντος, παρεκίνει τὸν [*](p. 107 B.) βασιλέα πρὸς φόνον διὰ τὸ ἀγαπᾶν αὐτὴν καὶ διὰ τὸ μὴ φθάσαι τὸν υἱὸν συντυχεῖν τῷ πατρὶ καὶ εἰ- πεῖν τὴν τῆς γυναικὸς ἀναισχυντίαν καὶ τἄλλα· τότε ὁ τέταρτος ἐλθών εἰς τὸ μέσον, ἔφη· ,,οὐδʼ οὕτως μοι δοκεῖ ἔχειν ὡς λέγετε· οὐδὲ γὰρ ἡ γυνὴ αἰτία ἐγένετο, ἐπεὶ συνήθειά ἐστιν ὡς ἐπὶ τὸ πλεῖ- στον κινεῖσθαι τὰς γυναῖκας καὶ κομπόνεσθαι ὁπό- ταν ἴδωσι νεανίσκον εὐπρεπῆ· ἡ γὰρ ὡραιότης τοῦ νέου ἀγρεύει τὴν φύσιν τῶν γυναικῶν ὡς ἀσθενε- στέραν· καὶ μάλιστα γίνεται τοῦτο, ὅταν τύχωσιν οἱ δύο μόνοι λαλεῖν· τότε γὰρ πλέον ἐν μοναζίᾳ γαρ- γαλίζεται ἡ γυνὴ πρὸς συνουσίαν καὶ παρακινεῖ τὸν νέον εἰς ἐκπλήρωσιν τῆς ἐπιθυμίας αὐτῆς. λοιπὸν καὶ ἡ πονηρὰ αὕτη γυνὴ τοιαύτῃ ἀγάπῃ ἐκρατήθη τῷ κάλλει τοῦ νέου. ἐπεὶ δὲ οὐκ ὔκουσεν αὐτὴν ὁ τοῦ βασιλέως υἱός, ἀλλὰ μᾶλλον ἐφάνη αὐτὴν ἀπει- λῶν καὶ φοβερίζων περισσοτέρως, ἐφοβεῖτο καὶ ἔτρεμεν αὐτὸν ἡ γυνή, καὶ ἐσπούδαζεν ἐλευθερῶσαι αὐτὴν καὶ φυλάξαι ἀπὸ φόβον καὶ κίνδυνον ὃν προσ- [*](p. 108 B.) [*](ἢ sed pergit καὶ μᾶλλον τῆ ποθουμένῃ 3 ἡ sectusi; cf. 10. 86, 8 4 uu. ὡς μὴ α. ἀκούσαντος facile careremus, omit- titque M. atque magis etiam offendunt quae inde a διὰ τὸ ἀ. (5) usque ad τἄλλα (7) in hac recenisone leguntur, ab altera M et a D absunt 9 λέγεται A εἴρηται M. uidetur hoc suadere etiam οὐδέ. sed cf. 88, 5 εἰ D 11 κομπόνεσθαι uel κομβό- νεσθαι prurigine laborare interpretatur Boissonade, u. κόμι- βος i. e. περόνη, de τῇ κλιτορίδει intellegens; sed cum κόμβος etiam significet laqueum, κομβόνω fallere, ita capiendum potius uidetur ut sit laqueis quasi irretire 14 τύχωσιν λαλεῖν cf. 73, 2 23 αὐχὴν scripsi: αὐτὴν ABV ἑαυτὴν M φόβων καὶ κιωδύνων ὧν reponere ut facite ita non necesariua est )
86
εδόκα παθεῖν διὰ τούς λόγους αὐτῆς τοὺς κακούς, καὶ ἀπὸ ταύτης τῆς αἰτίας ἠναγκάζετο μετὰ τέχνης θανατῶσαι τὸν παῖδα. τὸ λοιπὸν ἡ αἰτία τοῦ νέου ἐστίν, ὅτι μὴ τὴν ἐντολὴν τοῦ διδασκάλου ἐτήρησεν ἵνα σιωπήσῃ, ἀλλʼ ἐλάλησε πρὸς τὴν γυναῖκα λόγον σκληρὸν καὶ φόβου γέμοντα.“ τότε ἀποκριθεὶς καὶ ὁ Συντίπας λέγει· „οὐκ ἔστι, καθὼς νομίζω, οὕτως ὡς ὑμεῖς λέγετε· οὐδὲ γὰρ ὁ παῖς αἰτία ἐγένετο. ἀλλʼ οὐδὲ τῆς ἀληθείας ἐστί τι μεῖζον ἢ ἀληθέστε- ρον]· καὶ γὰρ πᾶς ἄνθρωπος, ὅστις λέγει ἑαυτὸν σοφιστὴν ἢ ῥήτορα ἢ διδάσκαλον εἶναι ἢ φιλόσοφον, εἶτα ψεύδεται πλεῖστα, κατὰ ἀλήθειαν ὁ τοιοῦτος ἔξω γίνεται τῆς ἑαυτοῦ γνώσεως ἀπάσης, καὶ οὔτε σοφός ἐστιν οὕτε ῥήτωρ ἢ σοφιστής, ἀλλʼ οὐδὲ τοῦ μέρους τῶν λογίων ἀριθμεῖται, ἀλλὰ μᾶλλον τῆς τῶν ψευδολόγων καὶ ὑποκριτῶν συνοδίας καὶ ξυν- αυλίας.“

Ὑπολαβὼν δὲ τὸν λόγον καὶ ὁ τοῦ βασιλέως υἱὸς [*](p. 109 B.)λέγει τῷ πατρί· „δέσποτα, ὅρισον κἀμὲ ἀπολογίαν τινὰ πρὸς ταῦτα δοῦναι καὶ ὑμῖν ἐμφανίσαι.“ ὅτε καὶ ὁ βασιλεύς προέτρεψε τοῦτο. κἀκεῖνος εὐθύς τοῖς φιλοσόφοις φησίν· „ἡ ἐμὴ γνῶσις πρὸς τὴν ὑμετέραν σοφίαν ὡς μυῖα πρὸς ἐλέφαντα παραβάλ- λεται· ἀλλʼ ὅμως τῶν ῥημάτων μου ἀκούσατε.

Ἄνθρωπός τις τράπεζαν πολυτελῆ οἰκονομήσας, [*](1 παθεῖν recentiores, ἂν παθεἴν uel πείσεσθαι priores) [*](4 ἐτήρησε V 8 αἴτιος M 9 ἢ ἀληθέστερον secludere malui quam ἀσφαλέστερον reponere; om. MD 12 differunt MD) [*](14 οὐδέ του 19 ὥρισον V ἀπολογίαν] ἀπόλογον M i. e. narratiunculam: quod etsi illo praestat, tamen ἀπολογίαν i. e. responsum a scriptore profectum esse effici δοῦναι. non intellexerat igitur quod in archetypo inuenerat u. ἀπόλογον 23 ἐλέφαντα] δρακοντα M 25 lemma τοῦ νέου βασιλέως νόημα)

87
πολλούς διὰ φιλίαν φαγεῖν προκαλέσατο. εἶτα τῶν κεκλημένων καθεσθέντων καὶ ἐσθιόντων, ᾠκονόμη- σεν αὐτοῖς πιεῖν γάλα. καὶ πέψωας (τὴν δούλην) εἰς τὸν φόρον τοῦ ἀγοράσαι γάλα τοῖς κεκλημένοις, ἀνέμενεν αὐτήν. αὕτη δὲ ἀγοράσασα τὸ γάλα καὶ ἐπιθήσασα τὸ γάλα] ἐπὶ τὴν ἑαυτῆς κεφαλήν, ὡς ἔθος τισὶ γυναιξὶ ποιεῖν, εἰς τὴν οἰκίαν τοῦ δεσπό- του αὐτῆς ἐπανήρχετο. ταύτης δὲ ἐρχομένης, ἄνω- θεν λοῦπος καταβὰς ὄφιν τινὰ ἥρπασε κρατῶν αὐ- τὸν ἐν τοῖς αὐτοῦ ὄνυξι. πετόμενος δὲ ἴσα κατέπτη [*](p. 110 B.) τοῦ τζουκαλίου· καὶ ὁ ὄφις σφιγγόμενος σφόδρα ὑπὸ τῶν ὀνύχων τοῦ λούπου, ὑπὸ τῆς ἀνάγκης ἐξήμεσε τὸ φάρμακον· κἀκεῖνο χυθὲν κατέβη ἴσα εἰς τὸ στόμα τοῦ τζουκαλίου. καὶ οὕτω γενομένου, οὐδʼ ὅλως ἐνόησε τοῦτο ἡ δούλη, φέρουσα ἐπὶ κεφαλῆς τὸ τζουκάλιον. εἰσελθοῦσα δὲ εἰς τὸν οἶκον καὶ τὸ γάλα κομίσασα τοῖς ἐσθίουσιν, ἅπαντες ἔπιον ἐξ αὐτοῦ καὶ εὐθέως ἀπέθανον. εἴπατε οὖν μοι, φι- λόσοφοι, τίς τούτου τοῦ θανάτου γέγονεν αἴτιος.“

Εἷς δέ τις τῶν φιλοσόφων ἀποκριθεὶς ἔφη· „ὁ τὴν τράπεζαν ποιήσας· ἔπρεπε γὰρ αὐτόν, πρὸ τοῦ πιεῖν τούς ἐν τῇ τραπέζῃ καθημένους ἐκ τοῦ γάλα- κτος ἐκείνου, πρότερον εἰπεῖν τῇ δούλῃ γεύσασθαι [*](1 προοκ. παρακ? 3 τὴν δούλην om. ABV, suppleuit Boissonade: est in M ἔστειλεν . . τήν ἑαυτοῦ δούλην et in D. ἔστειλε μίαν γυναῖκα Ven. 4 φόρον] i. e. ἀγοράν M, fo- rum 6 ἐπιθήσασα i. e. ἐπιθεῖσο M τὸ γάλα seclusi ὡς . . ποιεῖν om M; addidit scriptor ut seruam culpa omni liberet; idea fortasse pro u. τισι scribendum ταῖς. cf. D 7 πιεῖν V 8 ἐπανήρχετο . . ἐρχομένη nt in M non multum ab initio occurrit διελθεῖν. ἐλθούσης δέ a qua ueterumι scriptorum con- suctudin ne recentissimi quidem discesserunt 9 λούππος D; ad Philogel. 257 10 πετώμενος V ἴσα τοῦ 1. e. εὐθύς τοῦ 15 ἐννόησε V 19 τούτων? 22 ποιεῖν A.)

88
ἐξ αὐτοῦ, εἶτα μεταδοῦναι τοῖς φίλοις.“ ἀποκριθεὶς δὲ ὁ ἄλλος φιλόσοφος ἔφη· „οὐχ οὕτως ἔχει τὰ τοῦ πράγματος· οὐ γὰρ ὁ ποιήσας τὴν τράπεζαν ἐγένετο [*](p. 111 B.)αἴτιος, ἀλλὰ τοῦ ὄφεως ἦν ἡ αἰτία·“ Ὑπολαβὼν δὲ ὁ ἕτερος ἔφη· „οὐδὲ οὕτως ἔχει ὡς ὑμεῖς λέγετε· οὐδὲ γὰρ ὁ ὄφις τῆς μέμψεως ἄξιος, ἐπειδήπερ τῇ ἀνάγκῃ τιμωρούμενος καὶ βιαζόμενος σφόδρα, μέλ- λων φουρκισθῆναι, τὸ φάρμακον αὐτοῦ ἐξέμεσεν.“ εἶτα καὶ ὁ ἄλλος τῶν φιλοσόφων ἀπεκρίνατο· ,,ἡ ἀφορμὴ αὕτη τοῦ θανάτου τῶν ἀνθρώπων μᾶλλον τῶν ἄλλων τῷ λούπῳ ἁρμόζει, διόπερ ἐκείνου τὸν ὄφιν ἰσχυρῶς κρατοῦντος καὶ πνίγοντος, ἐπὶ τοσοῦ- τον ἠναγκάσθη ὁ ὄφις ὥστε τὸ φάρμακον ἐκβαλεῖν· εἰσελθὼν δὲ ὁ Συντίπας εἶπε· ,,γνωστὸν πάντως ἔστω τῷ κράτει σου, βασιλεῦ, ὡς οὐδὲν τῆς σοφι- στικῆς τέχνης καὶ λογιότητος τὸ καθόλου ἀφῆκα, ὅπερ μὴ ὅλον τῷ υἱῷ σου ἐδίδαξα, καὶ τοιοῦτον (ἀπέ- δειξα ὡς) ἀπὸ τῆς ἐμῆς ἐπιμελείας καὶ προαιρέσεως θεοῦ χάριτι τῶν ὑπὸ τὴν βασιλείαν σου φιλοσόφων εἰ μὴ πρῶτον ἀλλʼ οὐδὲ δεύτερον αὐτὸν καθεστά- ναι.“ ὁ δὲ βασιλεὺς ὑπολαβὼν τὸν λόγον τοῦ Συν- [*](1 φίλοις] δούλοις B 2 ὁ] cf. 5. 9. 5 λέγετε] φατέ M. cf. 85, 9 6 τῆς om. M 8 φουρκισθῆναι i. e. ἀπαγχονι- σθῆναι M ἐξέμεσε ABV: ἐξήμεσεν ut ceteroquin? 10 τοῦ θ. τῶν ἀ. om. M rectius, cum adiectumn sit αὕτη (hoc om. D) μᾶλλον] μάλα A 14—89, 2 om. M rectissime: nam quae inde a 89, 2 respondet Syntipas, cum eis quae modo legimus arcte co- haerent; contra quae intericiuntur ut 90, 5 apte dicuntur ita hoc loco inepte praecipiuntur; sed tamen ab eo qui hanc recen- sionem confecit ipso huc relata esse euincit cum 89, 1. 2 tum 90, 6 ὡς καὶ πρὸ ὀλίγου σοι ἐδήλωσα εἰσελθὼν] παρελθών M πάντη BV om. D 17 υἱῷ] υἱὸν 90, 9: uerbo διδάσκειν recentio- res Graeci datiuum subiungunt ἀπέδειξα ὡς adieci, cf. 90, 9) [*](19 in margine BV: ἐκ τοῦ εἰπεῖν δεύτερον (β V. οὐδὲ addebat Boissonade), τὰ πρῶτα δέδωκε)
89
τίπα, πρὸς τοὺς μεγιστάνους ἔφη ὅτι ,,πάλιν ἀκού- [*](p. 112 B.) σωμεν τοῦ Συντίπα.“ καὶ ὃς ἀπεκρίνατο ὅτι „γνωστὸν καὶ ὑμῖν ἔστω, ὅτι πᾶν ζῶον ἐκ θεοῦ δημιουργηθὲν καὶ ἐν ἑαυτῷ ἔχον δύναμιν ζωτικὴν οὐδὲν ἄλλο τρώγει, εἰ μὴ ὅπερ προσέταξεν αὐτῷ ὁ θεός. λοι- πὸν καὶ ὁ λοῦπος ἐκ τῶν τῆς γῆς ζώων τρέφεσθαι ταχθείς, ἀναίτιός ἐστιν ἐπὶ τῷ συμβάντι.“ καὶ ὁ βασιλεύς, ταῦτα εἰπόντων τῶν φιλοσόφων καὶ ὕστε- ρον τοῦ Συντίπα, ἐνατενίσας τῷ υίῷ αὐτοῦ ἔφη· „ὑπολαμβάνω, υἱέ, ὡς οἱ παρόντες οὗτοι φιλόσο- φοι οὐ γινώσκουσι τίνι πάντων ἁρμόζει ἡ τοῦ συμ- βάντος αἰτία. πλὴν εἶπέ μοι σύ, τίς ὁ αἴτιος τοῦ τοιούτου θανάτου τῶν ἀναιτίων.“ ὁ δὲ παῖς τῷ βασιλεῖ ἀπεκρίνατο· ,εἰς οὐδέν, ὦ δέσποτα βασιλεῦ, οἱ φιλόσοφοι σφάλλουσιν, οὐδὲ ὡς τῇ ἀληθείᾳ προσ- κρούοντες, ἄλλος ἄλλο τι σφάλλονται. πλὴν ὁ τοῖς τὸ γάλα πεπωκόσι (συμβεβηκὼς) κίνδυνος ἐπέκειτο αὐτοῖς γενέσθαι ὑπὸ τῆς τύχης αὐτῶν, καὶ ἔμελλον ἐκεῖνοι τοιῷδε τρόπῳ τῆς ζωῆς ἐξελθεῖν.“ ὁ δὲ βασι- [*](p. 113 P.) λεὺς τὸν λόγον τοῦ παιδὸς ὡς πολλὰ εὐάρμοστον ἀπο- δεξάμενος, λίαν ηὐφράνθη ἐπὶ τῇ τοῦ υἱοῦ συννοίᾳ καὶ φρονήσει· καὶ τάχα ἐπὶ τῇ συλλογιστικῇ καὶ [*](3 καὶ ὑμῖν] ὑμίν omissa p καὶ M. γνωστὸν ἔστω καὶ ὑμῖν ἔστω A, fort. γνωστόν σοι καὶ ὑμῖν ἔστω. (om. D) 7 ταχθεὶς A (D) ὁρισθεὶς M: τεχθεὶς BV 9 ἐνατενήσας V 14 εἰς om. B V in margine ὅρα 15 σφάλλουσιν AB σφάλουσιν V (D): σφάλλονται M προσκρούονται ABV: προσκρούοντες scri- psi, ut est in M 16 σφάλλονται AB σφάλονται V: φά- σκουσι M rectius; utrum uero σφάλλονται ad emendandum σφάλ- λουσιν in margine adscriptum locum uerbi φάσκουσι errore librarii ceperit, an qui hanc recensionem composuit ipse uerbis σφάλλου- σιν . . σφάλλονται luserit, dubitari dubitari 17 πεποκόσι V πε- ποιηκόσι B συμβεβηκὼς om. in ABV (D), adieci: συμβεβηκόσι M quod correxi ἀπέκειτο M rectius 21 συνοίᾳ V 22 τάχα ἐπὶ et 90, 1 φρονήσει καὶ om. M ante φησί addens καί: )
90
σοφιστικῇ αὐτοῦ φρονήσει καὶ ἀποκρίσει φησὶ πρὸς τὸν Συντίπαν· „ζήτησον ὅπερ ἂν ἐθέλῃς παρὰ τῆς ἐμῆς βασιλείας καὶ δοθήσεταί σοι. ἀλλὰ καὶ εἴ τις ἑτέρα διδασκαλία τινῶν πρόσεστι μαθημάτων, (τὸν υἱόν μου) ἐκδίδαξον.“ „γνωστόν σοι ἔστω, ὦ βα- σιλεῦ,“ ὁ Συντίπας ἔφη, „ὡς καὶ πρὸ ὀλίγου σοι ἐδήλωσα, ὡς οὐδὲν τῆς σοφιστικῆς τέχνης καὶ λο- γιότητος ἀφῆκα καθόλου ὅπερ οὐκ ἐδίδαξα τὸν υἱέα σου, ὡς καὶ πάντων, θαρρῶ λέγειν, τῶν ὑπὸ τὴν βασιλείαν σου φιλοσόφων εἰ μὴ πρῶτον ἀλλʼ οὐδὲ δεύτερον καταστῆσαι.“ ὁ δὲ βασιλεύς τὸν λόγον ὑπολαβών, τοῖς μεγιστᾶσιν ἔφη καὶ φιλοσόφοις· „ἆρά γε ταῦτα ἡμῖν φιλαλήθως ὁ Συντίπας λαλεῖ;“ οἳ δὲ ἀπεκρίθησαν ὅτι „καὶ μάλα πολλὰ ἀληθεύει, ὦ δέσποτα.“ καὶ ὁ βασιλεύς ἀναβλέψας πρὸς τὸν [*](p. 114 B.)υἱὸν αὐτοῦ λέγει· ,,σὺ δέ, ὦ υἱέ, τί λέγεις ; ἐν ἀλη- θείᾳ περὶ σοῦ ὁ σὸς διδάσκαλος καλῶς] φθέγγεται;“ καὶ οἱ φιλόσοφοι ἅμα εἶπον ἀποκριθέντες ἀντὶ τοῦ παιδός· „οὐδείς, ὦ βασιλεῦ, ὡς ὁ υἱός σου ἐστίν, ὁ ὑπερέχων τῇ τῶν μαθημάτων καὶ τῶν λόγων ἐπι- στήμῃ, ῥητορικῇ τε φαμὲν καὶ τῇ ἄλλῃ σοφίᾳ.“ τότε καὶ ὁ παῖς λέγει τῷ πατρί τε καὶ βασιλεῖ· „γνωρίζω σου τῷ κράτει, δέσποτα, ὡς ἐάν τις τῶν ἀνθρώ- [*](quo fit ἀποκρίσει pendeat a u. ηὐφράνθη ἐπὶ (89, 21), indeque a u. καί φησι nouum incipiat enuntiatum: quam stru- cturam inepte φρονήσει repetens nulla de causa mutauit qui hanc recensionem confecit 1 καὶ σοφιστικῇ om. V 2 Ev. Marc. 6, 22 4 τὸν υἱόν μου adieci. καὶ τήνδε τὸν υἱόν μου ἐκ- δίδαξον M: cf. D 5 γν. σοι ἔστω σοι A 6 ὡς . . ἐδήλωσα om. M; cf. n. ad 88, 14 8 τὸν υἱέα AB τὸν υἱόν σου υἱέα A. uitio frequenti. u. D. τόν σου υἱέα Boiss. 10 οὐδὲ] οὐ A) [*](11 καταστῆναι M rectius; supra 88, 20 καθεστάναι 17 καλῶς seclusi quippe e postremis syllabis u. antecedentis or- tum; non est in MD φθέγκεται V 20 ὁ ὑπερέχων πάντων τῇ? cf. p. 131, 3 B. 21 ῥιτορικῆ V φιλοσοφίᾳ A (D))
91
πων οὐ τελείαν λάβῃ τὴν φρόνησιν καὶ τὴν μάθη- σιν, οὐκ ἀποδίδωσιν ἀγαθὰ τοῖς εὐεργέταις αὐτοῦ σιν, καὶ διδασκάλοις· τὸν δὲ ἀμαθῆ καὶ ἀπαίδευτον ἄν- θρωπον ἄγνωστον καὶ ἄφρονα παντελῶς ὃνομάζειν πρέπει, ἀλλʼ οὐδαμῶς καλόνουν καὶ γνωστικόν. ὁ δὲ διδάσκαλός μου Συντίπας σπουδαίως καὶ ἀκρι- βῶς ἐπιμελησάμενός μου, δοκιμώτατόν με τῇ φιλο- σοφίᾳ, δυνάμει θεοῦ, καὶ τῇ γνώσει κατέστησε· καὶ πρέπει τοῦτον παρὰ τοῦ σοῦ κράτους ἀξίαν τῆς σπουδῆς καὶ ἐπιμελείας λαβεῖν καὶ τὴν ἀμοιβήν. ἐπειδὴ δέ, ὦ βασιλεῦ, καὶ οὗτοί σου οἱ φιλόσοφοι συμμαρτυροῦσί μοι, ὅτι ὑπερβάλλω τούτους τοῖς [*](p. 115 B.) λόγοις, δέομαί σου ἀκριβῶς ἀκροάσασθαι τῆς διη- γήσεως ταύτης·

δύο παιδία ἦσαν ἔν τινι τόπῳ, τὸ μὲν ἓν χρό- νων πέντε, τὸ δὲ ἕτερον τριῶν. ἦν δὲ καί τις ἀνὴρ γηραιὸς καὶ καμπούρης, ἅμα δὲ καὶ παράλυτος, ὅστις ἦτον γεμάτος τῇ φρονήσει καὶ νοήμασι, σὺν τοῖς παισὶν ἐκείνοις.“

ὁ δὲ βασιλεύς ἀνακόψας τὸν λόγον τῆς διηγή- σεως λέγει τῷ υἱῷ· ,καὶ τίς ἦν, τέκνον, ἡ ἐκείνων ὑπόθεσις;“ ἀναλαβών δὲ πάλιν ὁ παῖς ἀρχῆθεν τὸν λόγον λέγει·

[*](1 μὴ M 3 τὸν δὲ τοιοῦτον ἀμαθῆ? τὸν μέντοι τοι- οῦτον διάστροφον μᾶλλον εἶναι γινώσκομεν M 11 ἐπεὶ δὲ AVM; u. D 12 ἐπιμαρτυροῦσι ὑπερβάλω V 13 ἀκριβῶς om. BVD 15 lemma Ἴδιον (διον VB omissa littera initiali) νόημα τοῦ υἱοῦ τοῦ (τοῦ om. A) βασιλέως. in B corrector uolebat rescribere διανόημα. Boissonade διον mutabat in δεύ- τερον δύο γάρ M χρόνων] annorum 17 καμπούρης scripsi (i. e. κυρτός, uide corais Isocr. p. 161 extr.): ἀμαθής ABVD ἀνάπηρος M recte. mutatione leuiore ἀσθενής uel εὐμα- θής non multum lucraremur 17 ὅ. . . ἐ. 19 om. D 18 ἦτον i. e. ἦν γεμάτος] plenus [τῇ]?)
92

„ἀνήρ τις ἦν πανοῦργος λίαν καὶ πόρνος· ὅταν δὲ ἤκουε περὶ γυναικὸς εὐμόρφου, πρὸς ἐκείνην εὐ- θὺς ἐπορεύετο ἕνεκεν ὁμιλίας. ἐδηλώθη οὖν αὐτῷ μιᾷ τῶν ἡμερῶν περί τινος γυναικὸς κατὰ πολὺ ὡραίας· καὶ ἅμα πρὸς ἐκείνην ἀπῆλθε τοῦ συμμι- γῆναι αὐτῇ. εἶχε δὲ ἡ γυνὴ παῖδα τριετῆ ὄντα. ἔτυχε δὲ τῇ ὥρᾳ ἐκείνῃ λέγειν τὸν παῖδα τῇ μητρί· „ποί- ησόν μοι μαγέρευμά τι φαγεῖν.“ ἡ δὲ γυνὴ ὁρῶσα [*](p. 116 B.)τὸν ἄνδρα σπουδάζοντα πρὸς μῖξιν, λέγει αὐτῷ· „ὀλίγον μοι ἀκαρτέρησον, ἄνθρωπε, ἕως οὗ τὸ παι- „δάριον ἀναπαύσω.“ ὃ δὲ λέγει τῇ γυναικί· „κατὰ „τὸ παρὸν τὴν τοῦ παιδός σου φροντίδα ἔασον καὶ „τὰ τῆς ἐπιθυμίας μου πλήρωσον, μή πως ἀργήσω.“ ἣ δὲ ἀντέφησεν· „ἐὰν ἐγίνωσκες, ὦ ἄνθρωπε, τὴν „γνῶσιν τούτου μου τοῦ παιδός, οὐκ ἄν μοι τοιαῦτα „ἔλεγες ῥήματα.“ καὶ ταῦτα εἰποῦσα, διὰ συντόμων ἐγείρεται καὶ ὀρύζιον ἑψήσασα τῷ παιδὶ παρέθηκέν. ὁ δὲ παῖς, εἰ καὶ πολλὰ μικρὸς οὐκ ἦτον , ἀλλʼ οὖν ὑπῆρχε κλαίων καὶ τὴν μητέρα ἠνάγκαζε παραθεῖ- ναι αὐτῷ πλεῖον ὀρύζιον· ἔλεγε γὰρ ὅτι ,ἀκμὴν οὐκ „ἐχόρτανα, ἀλλʼ ὀρέγομαι περισσότερον.“ καὶ ἡ μή- [*](1 „hanc narrationem omisit Van.“ Boissonade ἡνίκα ἠκηκόει M καταπολὺ V ut saepe 6 lemma περὶ τοῦ τριετοῦς παιδός τριετῆ] scribendum potius τριέτη cf. Poll. 1, 54 Göttl. Acc. 323 7 λέγειν] infinitiuus est in M quo- que. cf. 73, 2 8 μαγερεύματι V. cf. 73, 11. 20 9 μίξιν ABV 10 μοι ABV : με M, om. D. ille datiuus qui dicitur ethicus potest esse. cf. 53, 5 τῷ παιδαρίῳ ABV: τὸ παιδάριον scripsi. cf. D. sed factum esse poterat etiam ut exciderit τὴν ὄρεξιν, τὴν πεῖναν, τὸν λιμόν. τῷ ἐμῷ παιδὶ βρώσιμόν τι παρα- σκευάσω M 13 ἀργήως] „uerbum obscoenum“ Boissonade ; ego interpreter morari ut est in M μήπως γένοιτό με χρονί- σαι ὧδε 14 ἐάν] cf. 75, 18 16 συντόμως ABV: cor- rexit Boissonade 17. 20 ὀρύζιον BVM ὀρύζιον A. cf. 30, 11) [*](18 πολλὰ] ualde. cf. 84, 19 21 ἐχόρτανα scripsi; ἐχόρ- τασα ABV πλείονος ὀρέγομαι M. cf. n. ad p. 165 B.)

93
τηρ ἐποίησε τὸ θέλημα τοῦ παιδίου. ὁ δὲ παῖς πά- λιν θέλων καὶ ἕτερον παράθεμα, πρὸς τὴν μητέρα ἐθρήνει. ὁ μέντοι ἀκόλαστος ἐκεῖνος λυπούμενος ἐπὶ τῇ τοῦ παιδὸς ἀνάγκῃ καὶ τῷ κλαυθμῷ, λέγει πρὸς αὐτόν· ,,πολλὰ εἶσαι, ὦ παῖ, ἀναίσχυντος καὶ „ἀχόρταστος καί, ὡς ὁρῶ, γνῶσιν ὅλως οὐκ ἔχεις. [*](p. 117 B.) „εἰ γὰρ τὸ τοσοῦτον ἕψημα παρετίθετο πέντε ἀν- „δράσι, καὶ ἀρκετὸν ἦν αὐτοῖς ὥστε κορέσαι.“ ὁ δὲ παῖς αὐτῷ εἶπεν· „ἐκεῖνος μᾶλλον ἐστέρηται φρο- „νήσεως, ὅστις ἑαυτῷ ἐπιζητεῖ, καθάπερ σύ νῦν τῇ „ἐμῇ μητρί· λέγεις γὰρ ἀπρεπῶς [καὶ ἐπιζητεῖς] καὶ „πρᾶξιν μεταδιώκεις ἣν ὁ θεὸς μεμισημένην ἔχει καὶ „βδελύττεται. ἐν ἐμοὶ δὲ τί ὁρᾶς φρονήσεως ἐστε- „ρημένον; ἀλλὰ καὶ ἀπὸ τοῦδέ μου τοῦ κλαυθμοῦ, „ὅπερ ἀναισχυντίαν καλεῖς, τίνα ὅλως νομίζεις ζη- „μίαν πανθάνειν με; μᾶλλον μὲν (οὖν) καὶ οἱ „ὀφθαλμοί μου διὰ τῶν δακρύων καθαρθέντες ἐπὶ [*](1 κατὰ τὸ θέλημα M 4 ἀνάγκη] ,,das Drängen.“ ἀσελ- γείᾳ M 5 εἶσαι, ut D, scripsi: ἦσαι ABV 7 τοσοῦτον scri- psi: τοιοῦτον ABV τόσον D παρετέθη M. παρετέθειτο? 8 ἂν διήρκεσεν M 11 μητρί] cf. 22, 8. p. 151, 4 B. Esra 4,2 ἐκζητοῦμεν τῷ θεῷ ἧμῶν. sed utique offendunt u. ἐπιζητεῖ carens obiecto datiuique ἑαυτῷ et τῇ μητρί diuersa sententia ad idem uerbun relati, neque puto ἐπὶ ut 94, 11 uel ἐν addendum esse ut Reg. II 1, 2 ἐπιζητήσατε ἐν τῷ Βάαλ: hoc enim interpre- ter in templo Baalis oraculum consulite; sed uidetur qui hanc recensionem confecit datiuum τῇ μητρί qui pendebat a u. λέγειν ab eo male seiunxisse morreque recentiorum cum u. ἐπιζητεῖν coniunxisse. in M legitur rectissime τὸ παρὰ σοῦ νῦν ζητούμε- νον καὶ ἐμῇ μητρὶ ἀπρεπῶς λεγόμενον σεαυτὸν ἐπιζητεῖ (sucht dich heim, kommt über dein Haupt, σέ γ᾿ ἔμελλε κιχήσεσθαι κακὰ ἔργα) καὶ πρᾶξιν μεταδιώκει θεῷ μεμιση- μένην. cf. D. aliquanto melius procederet oratio deletis uu. γάρ et καὶ ἐπιζητεῖς (11) sublataque post μητρί distinctione 12 με- μισημένην ἔχει i. e. μεμίσηκε καὶ νῦν μισεῖ 15 ὅπερ M quoque 16 οὖν adieci ex M cf. 135 B.; praestaret quidem pro u. μέν reponere γάρ)
94
,,πλεῖον διεφωτίσθησαν, καὶ οἱ μυκτῆρές μου τῆς ἐν ,,αὐτοῖς ἀκαθαρσίας ἐκαθαρίσθησαν, καὶ τὸ παρα- „τεθέν μοι ἑψητὸν πρὸς τροφὴν διὰ τοῦ κλαυθμοῦ „μου, εἴ τι καὶ ἤθελον, εὐκόλως μοι ἦλθε.“ τούτων τῶν λόγων τοῦ παιδὸς ἀκούσας ὁ ἀνὴρ ἐνόησεν ὡς τὸ παιδίον μεῖζόν ἐστι τῇ γνώσει ἢ αὐτός, καὶ ἀνα- [*](p. 118 B.)στὰς αὐτίκα προσεκύνησεν αὐτό, εἰπὼν πρὸς αὐτύ· „ἀξιῶ, μὴ κατηγορήσῃς με περὶ ὧν ἐλάλησα πρὸς „σέ· οὐ γὰρ ἐγίνωσκον ὅτι τοσαύτην ἔχεις τὴν φρό- „νησιν.“ καὶ ταῦτα εἰπών ἀπῆλθε, μηδὲν ἀπρεπὲς ἐπὶ τῇ μητρὶ αὐτοῦ ἐργασάμενος.