Adversus Porphyrium (Fragmenta)
Methodius
Methodius, Adversus Porphyrium (Fragmenta), Bonwetsch, Hinrichs, 1917
σῶμα μὲν γὰρ ὑπὸ σώματος τυπτόμενον ἢ τεμνόμενον τοσοῦτον τύπτεται ἢ τέμνεται, ὅσον ἂν τὸ τύπτον τύπτῃ καὶ τὸ τέμνον τέμνῃ. κατὰ ἀντιτύπησιν γὰρ τοῦ ὑποκειμένου τῷ τύπτοντι ἡ πληγὴ γίνεται, ἐν ἴσῳ πάθει τῶν ἑκατέρων ὄντων, καὶ τοῦ δρῶντος καὶ τοῦ δρωμένου. ἀμέλει ἐὰν μὴ τὸ τεμνόμενον μετὰ ὀλίγης ἕξεως ἀντιτονήσῃ τῷ τέμνοντι, τὸ τέμνον τέμνειν οὐ δυνήσεται.
τῇ γὰρ φορᾷ τοῦ ξίφους οὐκ ἀντιπαραμείναντος τοῦ ὑποκειμένου σώματος, ἀλλὰ συνείξαντος μᾶλλον, ἄπρακτος γίνεται ἡ ἐνέργεια, οἷον καθάπερ καὶ ἐπὶ τῶν λεπτομερεστέρων σωμάτων πυρός ἢ ἀέρος· ἐκλύεται γὰρ ἐν τοῖς τοιούτοις ἀνενέργητος <ἡ> τῶν στερεωτέρων ὁρμὴ σωμάτων. εἰ δὲ πῦρ ἢ ἀέρα λίθος ἢ σίδηρος ἢ ξύλον ἢ ἄλλο , οἷς οἱ ἄνθρωποι χρώμενοι καθ’ [*](11 vgl. Tert. De bapt. 2 — 21 vgl. De res. III, 23, 4 S. 420, 26 ff) [*](2 αὐτοδὴ M, αὐτὸς δὴ D 3 ὅπερ M Ι σχημ.] σταυρούμενος übergeschr. D 5 ἀρυθμίας M 7 θειότητα M 8 προσηρμοσμένος M 9 ἀδυνατόν Μ 10 M 81 v. Überschrift Τοῦ αὐτοῦ Μεθοδίου, πῶς ὁ τοῦ θεοῦ υἱὸς ὁ Χριστὸς ἐν βραχεῖ τε καὶ περιωρισμένῳ χρόνῳ διαστολαῖς σώματι ἐκεχώρητο (vgl. S. 387, 1 f); καὶ πῶς ἀπαθὴς ὢν ἤγετοὑπ ὑπὸ πάθους; Ι ἐπειδὴ D 715 v 17 θειότητος M 19 φθίνωσιν M 24 τύπτει u. τέμνει M 27 ἐὰν] aus ἐστι corr. in D, da abgekürzt in M Ι ἀντιτορήση M 30 ἐνέργεια D 716 32 ὁρμῆς Μ)
Οἴονταί τινες καὶ τὸν θεόν, πρὸς τὸ τῆς οἰκείας διαθέσεως μέτρον ἰσάζοντες αὐτόν, τὰ αὐτὰ τοῖς φαύλοις ἢ ἐπαινετέα ἢ ψεκτέα ἡγεῖσθαι, ὥσπερ κανόνι καὶ μέτρῳ χρώμενον ταῖς δόξαις τῶν ἀνθρώπων οὐ συννοήσαντες διὰ τὴν οὐσαν ἐν αὐτοῖς ἄγνοιαν, ὅτι πᾶσα δήπουθεν ἡ κτίσις ἐνδεής ἐστι τοῦ κάλλους τοῦ θεοῦ.
αὐτὸς γὰρ ἐξ ὅλης τῆς πάσης οὐσίας τε καὶ φύσεως τῷ ἑαυτοῦ τὰ πάντα εἰς τὸ ζῆν ἐφέλκεται λόγῳ. εἴτε γὰρ τὸ ἀγαθὸν θέλει, αὐτὸς ὢν τὸ ἀγαθὸν ἐν ἑαυτῷ μένει· μένει· τὸ καλὸν ὑπάρχειν ἐραστὸν αὐτῷ, αὐτὸς ὢν τὸ μόνον καλὸν εἰς ἑαυτὸν βλέπει, ἐν οὐδενὶ τὰ πρὸς τῶν ἀνθρώπων θαυμαζόμενα τιθέμενος. κάλλιστον γὰρ ταῖς ἀληθείαις καὶ ἐπαινετὸν κλητέον τοῦτο, ὅπερ ἂν αὐτὸς εἶναι ὁ θεὸς ἡγήσηται καλόν, κἂν ὑπὸ Πάντων ἐξουθενῆταί τε καὶ χλευάζηται, ἀλλ’ οὐχ ὅπερ οἱ ἄνθρωποι νομίζουσιν.