Adversus Porphyrium (Fragmenta)
Methodius
Methodius, Adversus Porphyrium (Fragmenta), Bonwetsch, Hinrichs, 1917
ὅθεν αὐτῷ δὴ τούτῳ, ᾧπερ ἐκ κατασκευῆς κεκόσμητο, σχηματισάμενος αὐτὸν ὁ κύριος θεότητι ἐκέρασεν, ἵνα ὄργανον ἠ λοιπὸν τοῦ θεοῦ ἱερόν, πάσης ἀσυμφωνίας τε καὶ ἀρρυθμίας ἀπηλλαγμένον.
οὐδὲ γὰρ ἔτι μετὰ τὸ ἀρμοσθῆναι τὸν ἄνθρωπον πρὸς θεοσέβειαν καὶ τὸ τῆς ἀλληθείας ἀκήρατον μέλος ἐνηρμοκέναι, δι’ οὗ τὴν θεότητα κεχώρηκε τῷ ξύλῳ τῆς ζωῆς καθάπερ χορδαί τε καὶ τόνοι προσηρμοσμένον, εἰς ἀσυμμετρίαν καὶ φθορὰν χωρῆσαι δυνατόν.
... ἐπειδὴ γὰρ δύναμις αὐτῷ τοῦτο ἠν· δυνάμεως γὰρ τὸ συστέλλεσθαι μὲν ἐν τοῖς ὀλίγοις καὶ βραχύνεσθαι , χεῖσθαι <δὲ> ἐν τοῖς μεγάλοις καὶ μεγεθύνεσθαι. εἰ δὲ τὸ συνεκτείνεσθαι μὲν τοῖς μεγάλοις καὶ συνεξισάζεσθαι δυνατὸν αὐτῷ, τὸ δὲ βραχύνεσθαι ἐν τοῖο μικροῖς καὶ συστέλλεσθαι ἀδύνατον, οὐκ ἦν δύναμις.
δυνάμει γὰρ ἐὰν τόδε μὲν δυνατὸν εἶναι φῄς, τόδε δὲ ἀδύνατον, τοῦ εῖναι αὐτὴν δύναμιν παραγράφῃ, ἀσθενοῦσαν περὶ ἃ μὴ δύναται. οὐ μὴν δέ, ἀλλ’ οὐδὲ ὑπεροχήν τινα ἔτι θεότητος ἕξει πρὸς τὰ μεταβαλλόμενα· καὶ γὰρ οἱ ἄνθρωποι καὶ τὰ ἐρχόμενα τῶν ζῴων χαμαί, ἐφ’ ὧν μὲν ἂν δύνωνταί τι δρᾶσαι ἐνεργοῦσιν, ἐφ' ὧν δ' ἂν μὴ δύνωνται φθίνουσιν. διόπερ ταύτῃ μᾶλλον κεχώρηται ἐν ἀνθρώπῳ ὁ υἱὸς τοῦ θεοῦ, ὅτι μὴ ἦν αὐτῷ τοῦτο ἀδύνατον· ὅτι δυνάμει καὶ ἔπαθεν ἀπαθὴς μένων, καὶ ἔθανεν ἀθανασίαν τῷ θνητῷ ποριζόμενος.