De Resurrectione

Methodius

Methodius, De Resurrectione, Bonwetsch, Hinrichs, 1917

Daher, wenn von jenen das gesagt ist, den unter den Babylonischen Seienden, so geschah auch jenen die Vverheißung der Rückkehr. Warum haben sie nicht der Verheißung genossen, sondern sind in der Knechtschaft untergegangen?

οὐδὲ γὰρ οὐδὲ αὐτοὶ πρὸς ἐλευθερίαν ἀνέσφηλαν καθαράν, οὐδὲ τῶν ἐχθρῶν κατακρατήσαντες ἐξουσιαστικώτερον κατῴκησαν τὴν Ἱερουσαλήμ. εἴργοντο γοῦν ὑπὸ τῶν ἀλλοεθνῶν πολλάκις οἰκοδομῆσαι θελήσαντες τὸν ναόν· ὅθεν καὶ ἐν τεσσαράκοντα αὐτὸν καὶ ἓξ ἔτεσι μόλις ἠδυνήθησαν δείμασθαι, τοῦ Σολομῶντος ἐν ἑπταετεὶ χρόνῳ ἐκ θεμελίων αὐτὸν συμπληρώσαντος. καὶ τί χρὴ λέγειν;

ἀπὸ γὰρ δὴ Ναβουχοδονόσορ καὶ τῶν μετ᾿ αὐτὸν Βαβυλῶνος βασιλευσάντων ἄχρι τῆς Περσῶν ἐπὶ τοὺς Ἀσσυρίους καθόδου, τῆς τε Ἀλεξάνδρου ἡγεμονίας, καὶ τοῦ ῾Ρωμαίων τοῦ πρὸς τοὺς Ἰουδαίους συρραγέντος πολέμου, ἑξάκις κατεστράφησαν ὑπὸ τῶν πολεμίων τὰ Ἱεροσόλυμα. . .

καὶ τοῦτο Ἰώσηππος ἱστορεῖ λέγων »ἔτει δευτέρῳ τῆς Οὐεσπασιανοῦ ἡγεμονίας, ἁλοῦσα δὲ καὶ πρότερον πεντάκις, τοῦτο δεύτερον ἠρημώθη. Ἀσωχαῖος μὲν γὰρ ὁ τῶν Αἰγυπτίων βασιλεύς, καὶ μετ᾿ αὐτὸν Ἀντίοχος, ἔπειτα Πομπήϊος, καὶ ἐπὶ τούτοις σὺν Ἡρώδῃ Σόσσιος ἑλόντες ἐνέπρησαν τὴν πόλιν· πρὸ δὲ τούτων ὁ τῶν Βαβυλωνίων βασιλεὺς κρατήσας ἠρήμωσεν αὐτίην.« —