De Resurrectione

Methodius

Methodius, De Resurrectione, Bonwetsch, Hinrichs, 1917

ἐπεὶ τί παραδοξότερον ἢ πλέον ἀπὸ τοῦ Χριστοῦ τῆς παρουσίας τί δὲ καὶ ὁ ἀπόστολος ὅλως, ὡς διὰ τῆς παρουσίας τοῦ Χριστοῦ δυνάμενος ἐκ τοῦ θανάτου ὑπὸ θεοῦ ἐλευθερωθῆναι, τοῦτο ἐφθέγγετο, ὁπότε πᾶσι καὶ πρὸ τοῦ τὸν Χριστὸν ἐλθεῖν εἰς τὸν κόσμον συνέβαινε θνῄσκειν; ἐρρύοντο γὰρ χωριζόμενοι πάντες τῶν σωμάτων κατὰ τὴν ἀπὸ τοῦ βίου ταύτην ἔξοδον. ἀλλὰ καὶ ὡσαύτως δὲ πᾶσαι αἱ ψυχαί, καὶ αἱ τῶν ἀπίστων καὶ πιστῶν καὶ τῶν ἀδίκων καὶ δικαίων, ἐχωρίζοντο τῶν σωμάτων κατὰ τὴν ἡμέραν τῆς τελευτῆς. τί οὖν ὁ ἀπό- [*](7 Röm. 7) [*](3–5 f Nilus Ep. I, 249 PGr 79, 173 D) [*](2 ῥύσηται V | σώματος τ. ἁμαρτίας τοῦ θαν. S 3 οὐ] οὐχὶ Nilus | ἀποφηνάμενος VU, aber auch Nilus ὑπάρχειν ἀποφαίνεται | τῆς ἁμαρτ.] τοῦ θανάτου S 4 τοῦ σώματος S Nilus: < VUPh: ὄντα + Nilus | τ. έν τῷ Ἀδὰμ παραβάσεως Nilus 4f φωλεύοντα ἐν ἡμῖν Nilus | ἐμφολεύοντα V 5 πρ. τὸν θάν. Nilus | ἀεὶ τὸν < Nilus, τὸν < Phb | τὴν V, aber hat auch Nilus 5f ἐμφ.] ἐπισπεύδοντα Nilus u. endet 6 ἐπιφέρων S | εὐθ. ἀμ. διαλ.] »macht er « S | διαλεγόμενος V U | ἀπὸ π] όποίου U Ph | μὲν θαν. Dd 7 ἦν ἐστίν S) χάρις δὲ + Ph) τῶ UPhS: ἦν εὐχαριστῶν Dd: εὐχαριστῶ V | θεῷ] φησίν + S 7f διὰ τοῦ Ἰησοῦ Ph 8 προσεκτ.] »wir verstehen« S: U 156 | γὰρ ὅτι] δὲ Ph | τοῦτο < S 9 ὠ V | ὑπείληφας (razumja aus razume) S 10 αὐτὸν S 107v 11 παράδοξον Ph | ἢ πλέον < Ph | τῆς χρ. παρουσίας U 12 διὰ τὴν παρουσίαν S 13 δυναμούμενος Ph | ἐκ < Ph | τ. θαν. τούτου S | τοῦ θεοῦ Ph | ὐπεφθέγγετο U | τοῦτο < S 14 εἰς τ. κόσμον < S 15 ἐρρύοντο — ὑπετίθετο S. 344, 5 < Ph | ἐρρ. Dd: ἐρύοντο VU | γὰρ < S | πάντες < S 16 τούτου S 17 πιστῶν κ. ἀπίστων κ. τ. δικ. κ. τ. ἀδίκων S | πισταὶ V 18 κατὰ — τελευτῆς übersetzt S »am Ende des « Labena»)

344
στολος πλέον παρὰ τοὺς ἄλλους λαβεῖν τοὺς ἐν ἀπιστίᾳ διαρίψαντας ἐσπούδαζεν; ἢ διὰ τί ῥυσθῆναι ἀπὸ τοῦ σώματος ηὔχετο, ὅ καὶ εἰ μή ἤθελε, πάντως ἂν συνέβαινεν αὐτῷ καθάπερ δὴ καὶ πᾶσι κεῖται τελευτῆσαι καὶ χωρισθῆναι τὰς ψυχὰς αὐτῶν ἀπὸ τῶν σωμάτων, εἴ γε θάνατον τὸ σῶμα τῆς ψυχῆς ὑπετίθετο;

ὥστε οὐ τὸ σῶμα τοῦτο, ὦ Ἀγλαοφῶν, θάνατον, ἀλλὰ τὴν ἁμαρτίαν τὴν κατοικήσασαν διὰ τῆς ἐπιθυμίας ἐν τῷ σώματι λέγει, ἦς ὁ θεὸς αὐτὸν διὰ τῆς παρουσίας τοῦ Χριστοῦ ἐρρύσατο.

ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσεν« ἡμᾶς »ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου«, ὅπως ὁ ἐγείρας »Ἰησοῦν ἐκ νεκρῶν« »διὰ τὸ αὐτοῦ πνεῦμα ἐν ἡμῖν« ζῳοποιήσῃ »καὶ τὰ θνητὰ σώματα ἡμῶν«, τῆς »ἁμαρτίας« τῆς ἐν τῷ σώματι κατακριθείσης πρὸς ἀναίρεσιν, »ἵνα τὸ δικαίωμα τοῦ« κατὰ τὴν ἐντολὴν πρὸς τὸ άγαθὸν ὴμᾶς ἐφελκομένου φυσικοῦ »νόμου« φανερωθῇ ἐξαφθέν, ὅ ἀσθενῆσαν τῆς σαρκὸς κεκρατη- μένης τῇ ἁμαρτίᾳ πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ ταῖς ὺλικαῖς φροντίσιν ἐπεχώννυτο.