De Resurrectione

Methodius

Methodius, De Resurrectione, Bonwetsch, Hinrichs, 1917

Δοθείσης γὰρ τῆς ἐντολῆς ἔσχε λαβὴν διὰ τῆς ἐντολῆς ὁ διάβολος κατεργάσασθαι ἐν ἐμοὶ τὴν ἐπιθυμίαν, παρορμήσας με καὶ προσ- καλεσάμενος ἐντέχνως εἴς ὄρεξιν καταπεσεῖν τῶν κεκωλυμένων.

χωρὶς γὰρ νόμου ἡ ἁμαρτία νεκρά‘« οἶον, οὐ δοθείσης γὰρ οὐδὲ οὔσης οὐδέπω τῆς ἐντολῆς ἄπρακτος ἦν ἡ ἁμαρτία· »ἐγὼ δὲ ἔζων« ἀμέμπτως πρὸ τῆς ἐντολῆς, οὐκ ἔχων διορισμὸν καὶ διαταγήν, καθ ἥν ἔδει πολιτεύεσθαι, ἦς καὶ διολισθήσας ἁμαρτήσομαι.

»ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον, καὶ ηὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν αὕτη εἰς θάνατον«, ὅτι μετὰ τὸ νομοθετῆσαι τὸν θεὸν καὶ διαστείλασθαί μοι ἅ ποιητέον καὶ μὴ ποιητέον, κατειργάσατο ἐν ἐμοὶ τὴν ἐπιθυμίαν ὁ διάβολος.