De Resurrectione

Methodius

Methodius, De Resurrectione, Bonwetsch, Hinrichs, 1917

»μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι« λέγων, σῶμα γινώσκειν τοῦτο ὅ περικείμεθα συνίστησι. καὶ πάλιν· »εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζῳοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν«. καὶ πάλιν· »ἐὰν εἴπῃ ὁ ποὺς ὅτι οὐκ εἰμὶ | χείρ, οὐκ εἰμὶκ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος«. καὶ πάλιν· »καὶ μὴ ἀσθενήσας« Ἀβραὰμ »τῇ πίστει οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον«. καὶ πάλιν· τοὺς γὰρ ἅπαντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἕνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἅ ἔπραξε«. καὶ πάλιν· »αἱ μὲν ἐπιστολαὶ βαρεῖαι καὶ ἰσχυραί, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενής«. καὶ πάλιν· »οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα«. καὶ πάλιν· »οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα«. καὶ πάλιν· αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα, καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη«.

οἱ δὲ ἀσφαλῶς οὐ νοήσαντες τούτων οὐδὲν ἐν σάλω καὶ ταραχῇ φέρεσθαι τὸν ἀπόστολον ὑπέλαβον, ὡς στάσιν αὐτοῦ τὰς διανοήσεις τῶν λόγων καὶ ἔδραν οὐκ [*](1 Dan. 3, 27 — 3 Mt. 6, 25 — 5 Rom. 6, 12 — 7 öm. 8, 11 — I Kor. 12, 15 — 11 Rom. 4, 19 — 13 H Kor. 5, 10 — 15 II Kor. 10, 10 — 16 H Kor. 12, 2 — 18 Ephes. 5, 28 — 19 I Thess. 5, 23 — 23 Tgl. Symp. 3, 2 S. 28, 18ff) [*](1 ἐν τῷ < S | ἐπὶ τῶν μαρτύρων < S 2 λέγεται — ἐφλογίσθη Z. 2f < S 3 διὰ — ὑμῖν < S 4 τί φάγητε — ἐνδύματος] »für die Kleidung des « S | πλεῖον V U 5 καὶ2 . . δὲ < S 6 λέγων — συνίστησι Ζ. 7 und 7 εἰ δὲ — ἐν ὑμῖν Z. 8 < S 8 ἐκ νεκρῶν < S 9 καὶ πάλιν — νενεκρωμένον Z. 12 < S 11 καὶ vor μὴ < V 12 οὐ < V | νεκρούμενον Pet 13 πάντας U | δεῖ < V 14 ἵνα κομίσ.] καὶ κομίσεται w. e. seh. S 14 f πρὸς ἅ ἔπρ. διὰ τ. σώμ. αὐτοῦ S 15 καὶ πάλιν — οὐκ οἶδα Ζ. 18 < S 17 ιδ V 18 ὀφείλουσιν U 149v 19 καἰ πάλιν — τηρηθείη Ζ. 22 < S 20 ἁγιάσει V | ὁλοτελῶς U 22 οἱ δὲ V 375v | ἀσφαλῶς < S 23 οὐδὲν < S 24 καὶ ὡς S | στάσιν] στασιάζειν V | τὰς διαν . . κ. ἕδραν < S 24 f οὐκ ἕχοντος S)

329
ἐχούσας, ἀλλὰ ἀναπλεούσας ἄνω καὶ κάτω καὶ ὁμιλούσας παλίμφημα, ὸτὲ μὲν τὴν σάρκα άνίστασθαι, ὁτὲ δὲ οὐκ άνίστασθαι.

Όθεν ἴνα μὴ παραλειφθῇ τῶν προταθέντων μηδὲ ἔν, ὅπως τελέως ἐκτέμωςμεν Ὕδραν, εἰς τὸ προκείμενον πάλιν ἐφεξῆς γάρ, καθάπερ ὑπεσχόμην, καὶ τὰ ἄλλα ἅ προσαποροῦσι κεφάλαια θείς, καὶ ἅ χρὴ πρὸς αὐτὰ λέγεσθαι ἀποδείξας, ἀκόλουθα παραστήσω αὐτὸν καὶ σύμφωνα εἰς τὴν περὶ τῆς ἀναστάσεως τῆς σαρκὸς πίστιν καὶ αὐτὰ εἰρηκότα.