De Resurrectione

Methodius

Methodius, De Resurrectione, Bonwetsch, Hinrichs, 1917

καὶ δὴ καὶ τὸ σῶμα τούτοις ὁ ἐθέλων ἀπει- κάζειν οὐκ αἰδεσθήσεται. ὡσαύτως τγὰρ καὶ τὰ ἀπὸ τῆς τροφῆς ἀντεισαγόμενα ἀντὶ τῶν ὑπεξωσθεισῶν σαρκῶν εἰς τὸ σχῆμα τοῦ περιέχοντος εἴδους μεταβαλοῦνται· καὶ ὁπόσον μὲν ἂν κατὰ τοὺς ὀφθαλμοὺς διαχυθῇ, τοῖς ὀφθαλμοῖς ἔοικεν, ὁπόσον δὲ κατὰ τὸ πρόσωπον, τῷ προσώπῳ, ὁπόσον δὲ κατὰ τὰ ἕτερα, τούτοις. ὥστε τὸν αὐτὸν ἕκαστον φαίνεσθαι, οὐκ οὐσῶν τῶν σαρκῶν ἐν ταὐτῷ τῶν πρώτων ὑποκειμένων, ἀλλὰ τοῦ εἴδους, καθ᾿ ὃ εἰδοποιοῦνται τὰ προσγιγνόμενα.

καὶ τοίνυν εἰ μή ἐσμεν οἱ αὐτοὶ κἂν ἐπ᾿ ὀλίγας ἡμέρας τῷ σώματι, ἀλλὰ τῷ εἴδει τῷ ἐν τῷ σώματι (τοῦτο γὰρ μόνον ἕστηκεν ἀπὸ γενέσεως), πολλῷ μᾶλλον οὐδὲ τότε οἱ αὐτοὶ κατὰ τὴν αὐτὴν σάρκα ἐσόμεθα, ἀλλὰ κατὰ τὸ εἶδος τὸ καὶ νῦν ἀεὶ διασῳζόμενον ἐν ἡμῖν καὶ μένον, ὃ γὰρ ἐκεῖ τὸ δέρμα, τοῦτο τὸ εἶδος ἐνθάδε· ὅ δὲ ἐκεῖ τὸ ὕδωρ ἐπὶ τῆς εἰκόνος, τοῦτο ἐνταῦθα τὸ προσγιγνόμενον καὶ ἀπογιγνόμενον.

ὥσπερ οὖν νῦν τοῦ σώματος οὐκ ὄντος τοῦ αὐτοῦ, ὅμως ὁ χαρακτὴρ ὁ κατὰ τὴν αὐτὴν μορφὴν ὁ αὐτὸς σῴζεται, οὑτωσὶ καὶ τότε, οὐκ ὄντος τοῦ σώματος τοῦ αὐτοῦ, εἰς τὸ ἐνδοξότερον τὸ εἶδος αὐξηθὲν οὐκέτι ἐν φθαρτῷ, ἀλλ᾿ ἐν ἀπαθεῖ καὶ πνευματικῷ δειχθήσεται σώματι, ὥσπερ οἷον <τὸ> τοῦ Ἰησοῦ [*](4 vgl. De res. III, 3, 6 1f κενωθ. S 67 2 τῶν ὑδάτων las schwerl. S | εἰ μὴ ἀνάγκη ne nuždali: neimjždam S | τοιοῦτο ἀνάγκη V | αὐτὸ τὸ προστιθέμενον las schwerlich S 3 πρότερον Holl, πρῶτον S, πᾶν VU | τὸ εἶναι καὶ < S |τὸ αὐτό < S | περιθεὶς ῥεῖ U: εἰς ὁ εἰσρεῖ S 4 καὶ δὴ ΙΙΙ, 3, 6 |καὶ τὸ]τοῦτο τὸ übersetzt S 5 ἐδεσθήσεται V 6 ὑπεξωθεισῶν V: ὑπεξεωθεισῶν U 7 εἴδους: σώματος schwerl. eichtig S | μὲν οὖν ἂν V 9 κατὰ τὰ ἕτερα: »einem anderen Glied« S | τούτοις] τοσοῦτον S 10 τῶν σαρκῶν ἐν ταὐτῷ (ἐν αὐτῶ V): »dasselbe Fleish« S 10f τ. πρ. ὑποκ. < S 12 προσγινόμενα U | καὶ U 133v | εἰ μή ἐσμεν] »nicht« S | οἱ αὐτοὶ] ἐν αὐτοῖς V: τὸ αὐτὸ viell. S, doch ist wohl für. tože zu lesen tiže »dieselben« 13 τὸ εἶδος, τὸ las schwerl. S, obrazǔ wohl aus obrazom | τῷ2 < U 14 πολλῶ οὖν U | τότε < S 15 κατὰ < V | τὸ κ. V 349v | <καὶ> ἀεὶ Holl: ἀεὶ < S 16 καὶ μένον < S 17 ἐνθάδε] »schien« + S, ἐφάνη? | ἐκεῖ S 67v 17f προσγιν. κ. ἀπογιν. U 18 κ. ἀπογιγνόμενον < V | ὥσπερ οὖν] καὶ ὥσπερ S 19 ὁ1 < V 20 οὑτωσὶ Jh, so od. οὕτως S: οὕτως εἰ VU | τότε, οὐκ < U 21 ἀλλὰ U 22 ἀπαθεῖ] »unverweslichem« S | ὥσπερ οἷον: »wie« S | τὸ + Md | τοῦ: τῶ U)

253
κατὰ τὴν μεταμόρφωσιν ἦν, ὅτε εἰς τὸ ὄρος ἀνέβη μετὰ Πέτρου. καὶ τοῦ Μωυσέως καὶ τοῦ Ἠλίου τῶν ὀφθέντων αὐτῷ.

Καὶ ταῦτα μὲν οὖν μέχρι τοσούτου διεσκέφθω. οὗτος γὰρ ὡς ἐν κεφαλαίῳ τῶν Ὠριγένους δογματισμῶν ὁ νοῦς. ἐὰν δέ τις τῶν ἀμφισβητούντων προβαλλόμενος τὸ σῶμα τοῦ Χριστοῦ, διὰ τὸ »πρωτότοκον τῶν νεκρῶν« καὶ »ἀπαρχὴν« αὐτὸν εἰρῆσθαι »τῶν κεκοιμημένων«, λέγοι ὅτι Καθάπερ ἐκεῖνος ἀνέστη, καὶ τὰ πάντων ὡσαύτως ἐκείνῳ δεῖ προσδοκᾶν ἀναστήσεσθαι <σώματα>, ἵνα ὥσπερ Χριστὸς ἐγήγερται, »οὕτως καὶ ὁ θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ«, ἐγήγερται δὲ τὸ τοῦ Ἰησοῦ καὶ τὰς σάρκας ἔχον ἃς εἶχε καὶ τὰ ὀστᾶ, καθάπερ ἐπείσθη καὶ Θωμᾶς· λέξομεν, Ἀλλὰ τὸ τοῦ Χριστοῦ σῶμα οὐκ ἦν »ἐκ θελήματος ἀνδρός«, »ἡδονῆς ὕπνῳ συνελθούσης«, »ἐν ἀνομίαις συλληφθὲν καὶ κισσηθὲν ἐν ἁμαρτίαις«, ἀλλὰ ἐκ »πνεύματος ἁγίου καὶ δυνάμεως ὑψίστου« καὶ παρθένου, τὸ δὲ σὸν ὕπνος ἐστὶ καὶ ἡδονὴ καὶ ῥόπος.

καὶ διὰ τοῦτο καὶ ὁ σοφὸς Σειράχ »ἐν γὰρ τῷ ἀποθνῄσκειν ἄνθρωπον« ἀποφθέγγεται »κληρονομήσει ἑρπετὰ καὶ θηρία καὶ σκώληκας«. καὶ ἐν ὀγδοηκοστῷ ἑβδόμῳ ψαλμῷ· »μὴ τοῖς νεκροῖς ποιήσῃς θαυμάσια, ἢ ἰατροὶ ἀναστήσουσι καὶ ἐξομολογήσονταί σοι; μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ [*](1 Mt. 17, 1—3 (Mark. 9, 2—4) — 3 vgl. De res. I, 46, 3 — 6 Kol. 1, 18. Apok. Joh. 1,5 — I Kor. 15, 20 — 9 I Thess. 4, 14 — 12 Joh. 1, 13 — Weish. Sal. 7,2 — 13 Psal. 50,7 — 14 Luk. 1, 35 — 16 Sir. 10, 11 — 18 Psal. 87, 11 2 καὶ τοῦ Ἠλίου < S 3 καὶ ταῦτα — διεσκέφθω auch unten 46, 3; in S wiederholt | μὲν < S | οὖν < U | οὗτος Pet Dd Jh: οὕτως V U, »dies« S 4 ὁ νοῦς] »haben wir erwähnt« S, schwerl. las S ἐμνημονεύσαμεν für δογματ. ὁ νοῦς 5 προβ.] προβάλλεται übersetzt, aber las schwerl. S | τῶ σῶμα U 6 τῶν νεκρῶν und αὐτὸν < S | εἰρῆσθαι] εἶναι las schwerl. S 7 Καθάπερ < Sb | ἐκεῖνος] ὁ υἱὸς bietet jetzt (aber wohl sݲnݲ aus sji) S | καὶ τὰ] κατὰ V 8 ἐκεῖνο δεῖν U | σώματα + S 9 οὕτως U 134 | καὶ < V 9f διὰ τ. Ἰ.: »mit Jesus« S 10 Ἰησοῦ] σῶμα + S | τὴν σάρκα las schwerl. S (plotj wohl aus ploti) 11 ἔχον < U | ἐπ. κ. Θωμᾶς: »er sagte zu Thomas« oder »sagte Thomas« S | λέξ. S Holl: λέξωμεν VU 12f ἀνδρός — συνελθ.: σαρκὸς καὶ ἐξ ἑνώσεως (συνέρξεως?) ἀνδρός S 13 ἢ ἐν S | καὶ] ἢ S |κισσηθὲν] «geboren« S 14f vor παρθένου »reinen und heiligen« + S 16 καὶ vor ὁ σοφὸς < S | σιρὰχ V S | τὸν γὰρ ἀποθνῄσκοντα las schwerl. S (»denn sterbend«) 16f ἀποφθέγγεται < S 17 σκώληκες S 17f πζ ψαλμ. V, ὀγδοηκ. ψ. ἑβδ. U; »88. Psalm« S u. + »spricht David« 19 τις < S | τῷ < U | τά|φῳ V 350)

254
τὸ ἔλεός σου καὶ ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύη σου ἐν γῇ ἐπιλελησμένη;» καὶ ἔτερα δὲ ῥήματα τοιαῦτα τῷ βουλομένῳ συνάγειν ἐκ λραφῶν πάρεστιν, ἅ <ἐῶμεν>, ἵνα μὴ πάντων ἡμεῖς εἰς πλῆρος μνημονεύσαντες πολυπολίονα τῶν εἰρημένων αὐζήσωμεν τὸν λόγον.

ΜΕΘΟΔΙΟΥ