De Libero Arbitrio

Methodius

Methodius, De Libero Arbitrio, Bonwetsch, Hinrichs, 1917

ΟΡΘΟΔ. Οὐκ ὄντος δὲ τοῦ ἐνεργοῦντος, οὐδ’ ὅπερ ἐνεργεῖ ἐσται ποτέ;

ΟΥΑΛ. Οὐκ ἔσται.

ΟΡΘΟΔ. Οὑκοῦν εἰ ἠ οὐσία σωματική τίς ἐστι σύστασις, ἡ δὲ σωματικὴ σύστασις οὐ δεῖταί τινος ἐν ᾠ γενομένη τὸ εἶναι λήψεται, τὰ δὲ κακὰ ἐνέργειαι ὑπάρχουσί τινος, οἱ δὲ ἐνέργειαι δέονταί τινος ἐν ᾠ γενόμεναι τὸ εἶναι λαμβάνουσιν, οὐκ ἔσονται <αὐταὶ αἱ> οὐσίαι τὰ κακά.

εἰ δὲ οὐσίαι τὰ κακά, κακὸν δὲ ὁ φόνος, φόνος, ούσία ὁ φόνος· ἀλλὰ μὴν ὁ φόνος ἐνέργεια ὑπάρχει τινός, οὐκ ἔστιν ἄρα οὐσία ὁ φόνος. εἰ δὲ τὸν ἐνεργοῦντα οὐσίαν εἶναι θέλεις, σύμφημι κἀγώ. οἶον ἄνθρωπος ὁ φονεύς, καθ' ὃν μὲν λόγον ἄνθρωπός ἐστιν, ὑπάρχει οὐσία· ὁ δὲ φόνος ὃν ποιεῖ οὐκ ἔστιν οὐσία, ἀλλ' ἔργον τι τῆς [*](SE 1 Παραστ. »declarare« Md: παραστῆναι E Ι δοκεῖ Ε 1 i E 2 2 οὐδὲ γὰρ E | αὐτὰ] ταῦτα S Ι ἐπεὶ] to elmaze S, schwerl. las S καὶ ἐπεὶ 3 ἀνάγκη καὶ Ε 2, hinter κη konnte καὶ leicht ausfallen 4 σύστασίν τινα εἶναι Ε 1 6 αὕτη S 7 οὐ] μὴ Ε 10 Ι ov γεν.] ἐν ᾧ γενομένη wie Ζ. 18 S 9 πάλιν τὰ κακὰ S 12 παρῇ] »sein wird« S 14 δὲ] οὖν od. τοίνυν + S Ι ἐνεργεῖ] »die Ηandlung« S 11 v 17 ἡ οὐσία < S | ἐστί τις Ε 2i 17f αἱ δὲ σω- ματικαὶ συστάσεις S, da δεῖται — ἐνέργειαι in S fehlt Ι ἡ δὲ σωμ. σύστασις] αὕτη δὲ Ε 10 20 αὐταὶ αἱ] αἱ αὐταὶ fragend S: < E 21 εἰ δὲ μὴ (od. ἐστιν) S Ι οὐσία — τινός Z. 22 < S, dafür καὶ Ι οὑαία — μὴν ὁ φόνος < El 1 i Ι οὐκ vor ἔσται + S 22 ἔστιν] ἔσται S Ε 2 23 ὁ φόνος < S Ι ἐνεργοῦντα E, aber der Context für τὸν Ι οὐσίας E 2 Ι εἶναι] εἰπεῖν S Ι ἐγώ E 1i 24 ὁ tilgt Md, < vielleicht S Ι μὲν < Ε 2 Ι ἄνθρωπός 25 ὅν ποιεῖ φόνος Ε 10 Ι τι <Ε1)

167
οὐσίας.

λέγομεν γε τὸν ἄνθρωπον ποτὲ μὲν κακὸν διὰ τὸ φονεύειν, ποτὲ δ’ αὖ πάλιν διὰ τὸ εὐεργετεῖν ἀγαθόν. καὶ πέπλεκται ταῦτα τὰ ὀνόματα τῇ οὐσίᾳ ἐκ τῶν συμβεβηκότων αὐτῇ, ἅτινα οὐκ ἔστιν αὐτή. οὔτε γὰρ ἐστὶν φόνος ἡ οὐσία οὔτ' αὖ πάλιν ἡ] μοιχεία οὔτε τι τῶν ὁμοίων κακῶν. ἀλλ’ ὥσπερ ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικὸς λέγεται καὶ ἀπὸ τῆς ῥητορικῆς ὁ ῥήτωρ καὶ ἀπὸ τῆς ἰατρικῆς ὁ ἰατρός, τῆς οὐσίας οὔτε ἰατρικῆς οὔσης οὔτε μὴν ῥητορικῆς οὔτε γραμματικῆς. ἀλλ’ ἀπὸ τῶν συμβεβηκότων αὐτῇ τὴν προσηγορίαν λαγβανούσης, ἀφ ὧν οὔτως, ὀνομάζεσθαι δοκεῖ, οὐδ' ὁπότερον αὐτῶν οὐσα, ὁμοίως φαίνεται καὶ ἀπὸ τῶν δοκούντων εἶναι κακῶν τὴν οὐσίαν ὄνομα προσλαμβάνειν, οὐδ’ ὁπότερον οὖσαν αὐτῶν.