De Libero Arbitrio

Methodius

Methodius, De Libero Arbitrio, Bonwetsch, Hinrichs, 1917

ΟΡΘΟΔ. Παρστῆσαί μοι δοκεῖς καὶ τὰ κακὰ οὐσίας ὑπάρχειν τινάς· οὐ γὰρ ἐκτὸς οὐσιῶν αὐτὰ ὅντα βλέπω. ἐπεὶ τοίνυν, ὠ οὑτος, καὶ τὰ κακὰ οὐσίας εἶναι λέγεις, ἀνάγκη τὸν τῆς οὐσίας ἐξετάζειν λόγον. δοκεῖ σοι τὴν οὐσίαν σωματικήν τινα σύστασιν εἶναι;

ΟΥΑΔ. Δοκεῖ.

ΟΡΘΟΔ. Ἡ δὲ σωματικὴ σύστασις αὐτὴ ἐφ’ ἑαυτῆς ὑπάρχει οὐ δεομένη τινὸς οὗ γενομένου τὸ εἶναι λήψεται;

ΟΥΑΔ. Οὕτως ἔχει.

ΟΡΘΟΔ. δοκεῖ δέ σοι τὰ κακὰ ἐνεργείας εἶναί τινος;

ΟΥΑΛ. Οὕτω μοι φαίνεται.

ΟΡΘΟΔ. Αἱ δὲ ἐνέργειαι τότε τὸ εἶναι λαμβάνουσιν, ὁπότ' ἂν ὸ ἐνεργῶν παρῇ;

ΟΥΔΔ. Οὕτως ἔχει.