Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Τούτοις τοῖς γράμμασιν οὐκ ἄλλος τις διηκόνησεν ἀλλ’ αὐτοῦ τοῦ βασιλέως ἡ μήτηρ, ἡ καλλίπαις ἐκείνη καὶ παρὰ πάντων τῶν εὐσεβῶν ᾀδομένη, ἡ τὸν μέγαν τοῦτον φωστῆρα τῇ οἰκουμένῃ τεκοῦσα [*](33 vgl. Gen. 1, 16) [*](A2) [*](9 λαμπροτάτων] λαματάτων A2 16 συνοψίσεως A2 29 διαφυλάξαι corr. aus διαφυλάξει A2)

145
καὶ τὴν τῆς εὐσεβείας αὐτῷ ἐκ παιδόθεν προσενεγκοῦσα τροφήν (οὐχ ἡττον γὰρ καὶ αὐτὴ τοῦ τοῦ παιδὸς πατρός, ἑαυτῆς δὲ ἀνδρὸς Κωνσταντίου τοῖς θείοις αὐτὸν τῆς εἰς Χριστὸν εὐσεβείας ἀνεθρέψατο νόμοις)·

αὕτη τῶν τῆς ὁδοιπορίας ἀνασχομένη πόνων καὶ τοῦ γήρως οὐ λογισαμένη τὰ πάθη — πρὸ γὰρ ὀλίγου τῆς τελευτῆς ἑαυτῆς τὴν ἀποδημίαν ταύτην ἐστείλατο. ὀγδοηκοντοῦτις γὰρ τοῦδε τοῦ βίου τὸ τέρμα κατείληφεν. Περὶ τῆς εὑρέσεως τοῦ ἁγίου σταυροῦ τοῦ Χριστοῦ.

Ἐπιθυμητῶς γοῦν ἔχουσα καὶ πυρὸς δίκην ἐκκαιομένη τῇ καρδίᾳ τῆς τῶν ἁγίων τόπων καταλήψεως ἕνεκα καὶ τῆς τε τοῦ σωτηρίου πάθους κοὶ τῆς τοῦ τιμίου ξύλου τοῦ τοῦ Χριστοῦ σταυροῦ ἀναζητήσεως φθάνει τὰ Ἱεροσόλυμα.

ἐπειδὴ δὲ τὸ χωρίον εἶδεν ἐκεῖνο, τὸ τῆς κοινῆς σωτηρίας τὰ πάθη δεξάμενον, εὐθὺς μὲν τὸν μυσαρὸν ἐκεῖνον ναὸν καταλυθῆναι εἰς ἔδαφος καὶ τὸν χοῦν ἐκεῖνον τὸν ἐναγῆ πόρρω που ἐκριφῆναι προσέταξε. δήλου δὲ τοῦ κεκρυμμένου τόπου γεγενημένου, ὤφθησαν παρὰ τὸ δεσποτικὸν μνῆμα τρεῖς κατακεχωσμένοι σταυροί.

καὶ ὅτι μὲν εἷς ἐκ τούτων ὁ τοῦ δεσπότου καὶ σωτῆρος ἡμῶν ἐτύγχανεν ὤν, οἱ δὲ ἕτεροι τῶν σὺν αὐτῷ προσηλωθέντων λῃστῶν, ἀναμφισβητήτως ἐπίστευον ἅπαντες· ἠγνόουν δὲ ὅμως τὸν τῷ δεσποτικῷ ἐκείνῳ καὶ ἁγίῳ πελάσαντα σώματι καὶ τοῦ τιμίου αἵματος τὴν λιβάδα δεξάμενον.

Ἀλλ’ ὁ σοφώτατος ἐκεῖνος καὶ θεῖος ὄντως Μακάριος, ὁ τῆς ἐκκλησίας ἔκείνης πρόεδρος, τοιῷδε πόρῳ τὴν ἀπορίαν διέλυσε. γυναικὶ περιφανεστάτῃ τῆς ἐκεῖσε πόλεως, νόσῳ κατεχομένῃ μακρᾷ καὶ ὁρώσῃ πρὸς θάνατον τὰ ξύλα προσενεχθῆναι σκοπήσας, ἔγνω τοῦ σωτηρίου σταυροῦ τὴν δύναμιν, τοιαδε προσευχῇ πρὸς τὸν θεὸν χρησάμενος·

κλίνας τὰ γόνατα πρὸς τὸ τοῦ γυναίου σκιμπόδιον, φωνῇ μεγάλῃ ἐβόησε, συνούσης αὐτῷ καὶ τῆς θεοφιλεστάτης Ἑλένης καὶ ἀνθρώπων πολλῶν· >σύ, δέσποτα θεὲ παντοκράτορ, ὁ διὰ τοῦ σου παιδὸς Ἰησοῦ Χριστοῦ τῷ τῶν ἀνθρώπων γένει τὴν σωτηρίαν ἐν τῷ τοῦ σταυροῦ ξύλῳ ἐργασάμενος, ὁ καὶ νῦν ἐπ᾿ ἐσχάτων τῶν χρόνων τῇ σῇ θεραπαινίδι ἐμπνεύσας σὺν τῷ ταύτης παιδί, σῷ δὲ θεράποντι, ἐπιζητῆσαι τὸ μακάριον ξύλον, ἐν ᾡ ὁ σωτὴρ πάν- [*](12—26 vgl. Thdt. I 18, 2—4 p. 64, 3—17 — 26—S. 146, 21 vgl. Rufiu X 7 a. E. und 8 p. 970, 7ff) [*](A2) [*](2f Κωνσταντίνου A2 6 γὰρ A2] δὲ Thdt. 15 τόπου A2] τάφου 23 nach γυναικὶ + γὰρ von späterer Hd. A2 32 von späterer Hd. θεραπαίνη A2 )

146
των ἀνθρώπων, μάλιστα πιστῶν, Χριστὸς καθηλώθη σαρκί, ἀνάδειξον ἡμῖν, κύριε, ποῖον ἐκ τούτων τῶν τριῶν ξύλων ἐστὶν ὁ σταυρὸς τοῦ Χριστοῦ, ὃς διὰ τῆς προσψαύσεως αὐτοῦ τῆς δι᾿ ἡμῶν γινομένης ἐπὶ ταύτην τὴν ἀσθενῆ καὶ ἡμιθανῆ πρὸς ὑγείαν αὐτῆς καὶ ἐξανάστασιν χειραγωγὸς γένηται ὡς δὲ ἐπαύσατο προσευξάμενος,

προσφέρει τὸ πρῶτον ξύλον καὶ ἐπιτίθησιν ἐπὶ τὴν ἀσθενῆ· ἀλλ᾿ οὐδὲν αὐτὴν ὤνησεν. εἶτα προσάγει καὶ τὸ δεύτερον· ἀλλὰ καὶ αὐτὸ ἄπρακτον ἐδείχθη. ὅτε δὲ ἐξέτεινε τὴν χεῖρα ἐπὶ τὸ τρίτον, αὖθις τῇ σκιάσει τὸ ξύλον τῇ ἀσθενεῖ προσήγγισε καὶ θαῦμα μέγιστον γέγονεν. ἄφνω γὰρ ἡ ἡμιθανὴς τοὺς ὀφθαλμοὺς διήνοιξεν· εἶτα ἐπιταθέντος αὐτῇ τοῦ τιμίου καὶ δεσποτικοῦ σταυροῦ, εὐθέως ἀνεπήδησε, καὶ στᾶσα ἐπὶ τοὺς πόδας τῷ θεῷ δόξαν ἀνέπεμπε, τοσούτῳ κρείσσων ἑαυτῆς γενομένη, καὶ πάντα τὸν οἶκον περιπορευομένη χαίρουσά τε πανοικὶ μεγαλοφώνως εὐηγγελίζετο τοῦ θείου σταυροῦ τὴν δύναμιν.