Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

»Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Μακαρίῳ ἐπισκόπῳ >Ἱεροσολύμων.

>Τοσαύτη τοῦ σωτῆρος ἡμῶν ἡ χάρις, ὡς μηδεμίαν λόγων >γίαν ἀξίαν τοῦ παρόντος οἶμαι θαύματος δοκεῖν. τὸ γὰρ >τοῦ ἁγιωτάτου ἐκείνου τάφου ὑπὸ γῆν πάλαι κρυπτόμενον τοσαύταις >ἐτῶν περιόδοις οὐ λαθεῖν δεδύνηται, ἄχρις οὑ διὰ τῆς τοῦ >ἡμῶν θεοῦ χάριτος ἡ τοῦ κοινοῦ πάντων ἡμῶν ἐχθροῦ >ἀνῃρέθη· ἧστινος τυραννίδος τοῖς ἑαυτοῦ θεράπουσιν ὁ >Χριστὸς τὴν ἐλευθερίαν παρασχὼν τὴν τοῦ ἁγιωτάτου τόπου >κατέλαμψεν, ὡς ἀληθῶς πᾶσαν ἔκπληξιν ὑπερβαίνειν.

εἰ γὰρ πάν- >τες οἱ διὰ πάσης τῆς οἰκουμένης εἶναι δοκοῦντες σοφοὶ εἰς ἓν καὶ >αὐτὸ συνελθόντες ἄξιόν τι τοῦ πράγματος τούτου ἐθέλουσιν >οὐδὲ κἂν πρὸς τὸ βραχύτατον ἁμιλληθῆναι δυνήσονται, ἐπείπερ >σοῦτον πᾶσαν ἀνθρωπίνην λογισμοῦ χωρητικὴν φύσιν ἡ τοῦ >τούτου πίστις ὑπερβαίνει, ὅσον τῶν ἀνθρωπίνων τὰ οὐράνια >τώτερα εἶναι συνέστηκε.

διὰ τοῦτο γοῦν οὑτος ἀεὶ καὶ πρῶτος >καὶ μόνος ἐστί μοι σκοπός, ἱν ὥσπερ ἑαυτὴν ὁσημέραι >θαύμασιν ἡ τῆς αὐληθείας πίστις ἐπιδείκνυσιν, οὕτως καὶ αἱ >πάντων ἡμῶν περὶ τὸν ἅγιον νόμον σωφροσύνῃ καὶ >προθυμίᾳ σπουδαιότεραι γένωνται.

ὅθεν ἐπειδὴ πᾶσι φανερὸν εἰναι >νομίζω, ἐκεῖνο μάλιστα πεπεῖσθαί σε βούλομαι, ὡς ἄρα μοι πάντων >μᾶλλον μέλει τὸν ἱερὸν ἐκεῖνον τόπον, ὃν θεοῦ προστάγματι >στης εἰδώλου πλάνης ὥσπερ τινὸς ἐπικειμένου βάρους >προσέταξα, ἅγιον μὲν ἐξ ἀρχῆς θεοῦ κρίσει γεγενημένον, [*](14 corr. Ltz.)

144
>δὲ ἀποφανθέντα, ἀφ᾿ οὑ τὴν τοῦ σωτηρίου πάθους πίστιν εἰς φῶς >προήγαγε, τοῦτον κάλλει οἰκοδομημάτων κοσμῆσαι.

>Προσήκει τοίνυν τὴν σὴν ἀγχίνοιαν οὕτως διατάξαι τε καὶ ἑκά- >στου τῶν ἀναγκαίων ποιήσασθαι πρόνοιαν, ὡς οὐ μόνον τὴν >βασιλικὴν τοῦ αὐτοῦ ἁγιωτάτου τόπου τῶν ἁπανταχοῦ βελτίονα γενέσθαι. >ἀλλὰ καὶ τὰ λοιπὰ τοιαῦτα ἀναδειχθῆναι, ὡς πάντα τὰ ἐφ᾿ ἑκάστης >πόλεως καλλιστεύοντα ὑπὸ τῆς τοῦ κτίσματος τούτου νικᾶσθαι λαμ- >πρότητος.

καὶ περὶ τῆς τῶν τοίχων ἐγέρσεώς τε καὶ καλλιεργίας >Δρακιλιανῷ τῷ ἡμετέρῳ φίλῳ τῷ διέποντι μέρη τῶν λαμπροτάτων >ἐπαρχιῶν καὶ τῷ τῆς ἐπαρχίας ἄρχοντι ἐγκεχειρίσθαι παρ ἡμῶν >φροντίδα γίνωσκε. κεκέλευσται γὰρ ὑπὸ τῆς ἐμῆς εὐσεβείας >τας τε καὶ ἐργάτας καὶ πάντα ὅσα περὶ τὴν οἰκοδομὴν >τυγχάνει, ὅ παρὰ τῆς σῆς καταμάθοιεν ἀγχινοίας, παραχρῆμα >τῆς ἐκείνων προνοίας ἀποσταλῆναι.

περὶ δὲ τῶν κιόνων ἢ τῶν >μαρμάρων, ἃ δἂν νομίσειας εἶναι χρησιμώτερά τε >συνόψεως γενομένης πρὸς ἡμᾶς γράψαι σπούδασον, ἵνa ὅσων καὶ ὁποίων χρείαν διὰ τοῦ σοῦ γράμματος ἐπιγνῶμεν, ταῦτα παντα- >χόθεν μετενεχθῆναι πρὸς τὴν τοῦ αὐτοῦ οἴκου λαμπρότητα >τὸν γὰρ τοῦ κόσμου θαυμασιώτερον τόπον κατ’ ἀξίαν >δίκαιον.

>Τὴν δὲ τῆς βασιλικῆς τοῦ αὐτοῦ οἴκου καμάραν, πότερον λακω- >ναρίαν ἢ διά τινος ἑτέρας φαιδροτάτης ἐργασίας δοκεῖ γενέσθαι, >σοῦ γνῶναι βούλομαι. εἰ γὰρ λακωναρία μέλλοι εἶναι, δυνήσεται >χρυσῷ καλλωπισθῆναι τὸ λειπόμενον. καὶ περὶ τούτων ἡ σὴ >της τοῖς προειρημένοις δικασταῖς τὸ τάχος γνωρισθῆναι ποιήσει, ὅσων >τε καὶ ἐργατῶν καὶ τεχνιτῶν καὶ ἀναλωμάτων χρεία· ἅτινα καὶ >ἐμὲ εὐθέως ἀνενεγκεῖν σπούδασον, οὐ μόνον περὶ τῶν >καὶ κιόνων, ἀλλὰ καὶ περὶ τῶν λακωναριῶν, εἴ γε τοῦτο >ἐπικρίνειας. ὁ θεός σε διαφυλάξει, ἀδελφὲ ἀγαπητέ«.

  • Περὶ τῆς εἰς τὰ Ἱεροσόλυμα ὁδοιπορίας τῆς μακαρίας Ἑλένης.