Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

ὁ δὲ ἀφικόμενος καὶ τὸν βασιλέα θεασάμενος, διήλεγξε τῶν συκοφαντῶν τὸ ψεῦδος καὶ τὸν βασιλέα ἐπληροφόρησε.

καὶ γράμμασι βασιλικοῖς ὀχυρωθεὶς μετὰ τιμῆς ὅτι μάλιστα πλείστης τοῦ πιστοτάτου βασιλέως ἐπὶ Ἀλεξάνδρειαν πέμπεται- [*](25—32 Johannes? — 32—S. 168, 3 vgl. Thdt. I 26, 5) [*](A 2) [*](2 Ἰσίονa Vita Atb, διὰ Ἰσίωνος od. Ἐσσίωνος Socr. 7 πράγμασι Socr. 11 ἱερέως Vita Ath. Socr. 15 πρεσβύτερον Vita Ath. vgl. u. Ζ. 21] ἐπίσκοπον A 2 20 ἀναδέξεται Vita Ath. 21 Μ. ὁ πρεσβ. ἀποσταλεὶς Vita Ath. 22 ἐν > Vita 24 τε A2] δὲ Socr. καὶ . . . δὲ Vita Ath.)

168
καὶ τὴν θεόθεν αὐτῷ ἐγχ·ειρισθεῖσαν ἐκκλησίαν κατέλαβε. δηλοῖ δὲ ταῦτα καὶ τὰ τοῦ εὐσεβοῦς βασιλέως γράμματα, ἃ πρὸς τὴν Ἀλεξανδρέων ἐκκλησίαν ἐπέστειλεν, ὡν τὰ τελευταῖα ένθήσω τῇδε τῇ συγγραφῇ.

Ἀλλ’ ἐμοὶ μηδεὶς τῶν ἐντυγχανόντων τῷδε τῷ συγγράμματι διαμέμψηται ὡς τὴν ὅλην ἐπιστολὴν τῷ τῆσδε ἱστορίας λόγῳ μὴ συνάψαντι. τοὺς γὰρ περὶ τούτων πάντας συγγραφεῖς διερευνησάμενος οὐχ εὗρον ὅλην ὐπ’ αὐτῶν συγγραφεῖσαν. οὐ μὴν δὲ ἀλλὰ γὰρ καὶ ἄλλας πλείστας ὅσας ἐπιστολὰς ὡς ἐν ἐπιτόμῳ φανεράν τινα μοῖραν αὐτῶν ἐν ταῖς ὑπ’ αὐτῶν σπουδασθείσας ἱστορίαις ἐγράφοντο. ὅθεν πλεῖον πάντων ὑμῶν ὑπεραλγῶ περὶ τούτου.

ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανάγωμεν, τὸ τέλος τῆς προρρηθείσης ἐπιστολῆς τῇδε τῇ ἱστορίᾳ ἐγχαράττοντες, ὡς ὁ λόγος ἐπήγγελται. ἐγράφη δὲ οὕτως·

  • Τέλος ἐπιστολῆς τοῦ βασιλέως Κωνσταντίνου ὑπὲρ Ἀθανασίου συγγραφείσης τῇ Ἀλεξανδρέων ἐκκληίᾳ.