Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Συμφράττονται οὖν κατ’ αὐτοῦ οἱ προρρηθέντες τῆς Ἀρειανικῆς ἀσεβοῦς αἱρέσεως Ὁσίωνα Εὐαίμονα Καλλίνικον, καὶ διαφόρους κατηγορίας κατὰ τοῦ θείου Ἀθανασίου δι’ αὐγῶν ἐκίνησαν. καὶ πρῶτον μέν, ὅτι Ἀθανάσιος, φησί, ὑπεισελθὼν τὴν ἐπισκοπὴν λινῆν ἐσθῆτα τελεῖν τοὺς Αἰγυπτίους τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ ἐκέλευσε· δευτέραν ἐπισυρράπτουσιν διαβολὴν τῆς προτέρας χείρονα, ὅτι Ἀθανάσιος τοῖς τοῦ βασιλέως προστάγμασι Φιλουμένῳ τινί, φησί, γλωσσόκομον ἔπεμψε πλῆρες χρυσίου πρὸς ἀντίστασιν τοῦ βασιλέως Κωνσταντίνου·

τρίτον Ἰσχύρας τις οὕτω καλούμενος πρᾶγμα ὑπέδυ πολλῶν θανάτων ἄξιον· οὐδέπω γάρ ποτε ἱερωσύνης τυχὼν τὸ τοῦ πρεσβυτέρου ὄνομα ἑαυτῷ περιθεὶς τὰ ἱερέων πράττειν ἐτόλμησεν ἐν ταῖς κώμαις τοῦ λεγεομένου Μαρεώτου. ἐν τούτῳ δὴ καὶ ὁ ἅγιος Ἀθανάσιος ὁ ἐΠίσκοπος, καταλαβὼν τὸν Μαρεώτην, τὰς ἐκεῖσε ἐκκλησίας ἐπεσκέπτετο, καὶ μαθὼν τὰ περὶ Ἰσχύραν ἀποστέλλει Μακάριον τὸν πρεσβύτερον ἐποπτεῦσαι, εἰ ἀληθῆ εἰσὶ τὰ λεγόμενα. ὅθεν φωραθεὶς ὁ Ἰσχύρας, ἀποδρὰς ἐκεῖθεν φυγῇ τε εὐτόνῳ χρησάμενος, καταλαμβάνει τὴν Νικομήδειαν καὶ Προσφεύγει τοῖς περὶ Εὐσέβιον.

οἱ δὲ μίσει τῷ πρὸς Ἀθανάσιον δέχονται μὲν αὐτὸν ὡς πρεσβύτερον, ἐπαγγέλλονται δὲ καὶ τῇ τῆς ἐπισκοπῆς ἀξίᾳ τιμῆσαι, εἴγε κατηγορίαν ἐνστήσασθαι κατὰ Ἀθανασίου ἀνέξεται. ὁ δὲ καττύει ταῦτα, ὅτι Μακάριος ὡς πρεσβύτερος Ἀθανασίου ἀποσταλείς, φησί, παρὰ Ἀθανασίου, ἔφοδον ποιήσας [ἐν] τῇ ἐκκλησίᾳ ἡμῶν ἐν τῷ Μαρεώτῃ καὶ εἰσπηδήσας εἰς τὸ θυσιαστήριον, ἀνέτρεψε μὲν τὴν τράπεζαν τὴν ἁγίαν ποτήριόν τε κατέαξε μυστικὸν καὶ τὰ ἱερὰ βιβλία κατέκαυσε.

ταῦτα καὶ τὰ τοιαῦτα τὸν βασιλέα διδάσκουσιν οἱ προρρηθέντες κατήγοροι διὰ τῶν περὶ Εὐσέβιον τὸν Νικομηδείας, εἰς ὀργὴν κινοῦντες αὐτὸν κατὰ Ἀθανασίου, καὶ ὅτι τὸ θεῖον γράμμα δεξάμενος οὐ προσήκατο καὶ Ἄρειον οὐκ ἐδέξατο τῆς σῆς εὐσεβείας τὴν πίστιν, ὡς ἀκούσαντα τὸν βασιλέα τὰ κατὰ Ἀθανασίου λεγόμενα ἐκπλαγῆναι αὐτόν, ὥστε παρευθὺς κελεῦσαι αὐτὸν ἤσκειν τάχιστα πρὸς αὐτὸν Ἀθανάσιον τὸν ἐπίσκοπον εἰς τὴν Κωνσταντινούπολιν.