Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

ἐνορῶν τε τῶν τοιούτων ἐπισκόπων τὴν πρὸς ἀλλήλους ζυγομαχίαν, εἶπεν, ὅτι χρὴ πάντας ὁμοῦ ἐν μιᾷ ἡμέρᾳ συνελθόντας περὶ τούτων διαλαβεῖν. καὶ ἐνστάσης τῆς προθεσμίας εἰς μέσον καθίσας ὁ βασιλεὺς καὶ ἡσυχίας γενομένης τῷ καιρῷ πρεπούσης πάντων τοὺς λιβέλλους προσέταξεν ἐνεχθῆναι· καὶ δὴ δεξάμενος καὶ ἐν τῷ οἰκείῳ κόλπῳ θέμενος μήτε ἐγκύψαι τοῖς ἐμφερομένοις ἐθελήσας, λέγει·

»τοῦ θεοῦ ὑμᾶς προχειρισαμένου ἱερεῖς τε καὶ ἄρχοντας κρίνειν τε καὶ διακρίνειν τὰ πλήθη καὶ θεοὺς εἰναι ἅτε δὴ ἀνθρώπων ἁπάντων ὑπερέχοντας ὁρισαμένου κατὰ τὸ εἰρημένον· >ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες< καὶ τό· >ὁ θεὸς ἔστη ἐν συναγωγῇ θεῶν< χρὴ τῶν μὲν κοινῶν ἀλιγωρεῖν πραγμάτων, πᾶσαν δὲ τὴν σπουδὴν περὶ τὰ θεῖα ποιεῖσθαι«.

καὶ κελεύσας ἐνεχθῆναι πῦρ, ἐμπρησθῆναι τοὺς λιβέλλους προσέταξεν. ἔσπευδε γὰρ μηδένα τῶν ἔξω ἐπιγνῶναι τῶν τοιούτων ἐπισκόπων τὴν ἀνώμαλον ἐπιχείρησιν· τοσαύτη ἡ τοῦ βασιλέως πρὸς τοὺς ἱερεῖς τοῦ θεοῦ εὐλάβεια, ἣν θαυμάσειαν ἅπαντες οἱ εὖ φρονοῦντες.

Κἀκεῖνο δὲ ὁμοιότροπον τούτῳ ὑπ᾿ αὐτοῦ γεγενημένον οὑ δίκαιον ἡγοῦμαι παραδοῦναι σιγῇ. φιλαπεχθήμονες γὰρ ἄνδρες καὶ φιλολοίδοροι λαϊκοὶ ἐγράφαντο τῶν ἐπισκόπων τινὰς καὶ τῷ βασιλεῖ τὰς ἐγγράφους κατηγορίας ἐπέδοσαν καὶ ταῦτα πρὸ τῆς γεγενημένης ὁμονοίας.

ὁ δὲ καὶ ταύτας δεξάμενος, εἶτα δεσμὸν ἐπιθεὶς καὶ τῷ δακτυλίῳ σημηνάμενος, φυλαχθῆναι καὶ ταύτας ἐκέλευσεν. εἶτα τὴν σύμβασιν τῆς ὁμονίας ἐργασάμενος, ταύτας κομισθῆναι προστά- [*]( 5 f vgl. für den Ausdruck Socr. I 8, 18 p. 41 und Sozom. I 17, 3—5 — 12f Psal. 81, 6. ebd. 1 — 19—S. 56, 8 vgl. Theod. I 11, 4—6 p. 47 ) [*]( A1H V1P3 M2P1P2 2 σφραγίσας τε] σφραγίσασθαι P2 4 [καὶ] Α1 5 [δια]λαβεῖν Α1 | [καὶ ἐνστά]σης Α1 | προσθεσμίας Α1 7 [καὶ] Α1 8 θέ[μενος] Α1 | am Rand ὅρα τοῦ ἁγίου βασιλέως περὶ τὰ θεῖα εὐλάβειαν Η 10 διακρ[ίνειν] Α1 11 ὑπερέχοντας ἁπάντων ~ Α1 12 ὑ[ψίστου] Α1 13 κοι[νῶν] Α1 14 [ποι]εῖσθαι Α1 15 ἀνεχθῆναι, am Rand von späterer Hd. ἐνεχθῆναι Μ2 16 το[ιούτων] Α1 17 β[α]σιλέως Α1 18 εὐλάβειαν Ρ2 | θαυμάσειεν Α1 HP3 | ἅ[παντες] Α1 | εὖ φρονοῦντες] εὐφημοῦντες Η 19 τούτῳ + καὶ Α1 | αὐτ[οῦ] Α1 21 ἐγράψαντ[ο] Α1 22 κατ[ηγο]ρίας Α1 23 εἶτα—24 σημηνάμενος > V1 24 δακτυ[λίῳ] Α1 25 σύμβασιν unleserlich A1 | ταύτας nachträglich hinter κομισθῆναι eingeschoben H 1 προκομισθῆναι V1 προσκομισθῆνι Ρ3 25 f προσ[τάξας] Α1)

56
ξας, παρόντων ἁπάντων τῶν ἐπισκόπων πυρὶ καὶ ταύτας κατέκαυσεν, ὀμωμοκὼς μηδὲν τῶν ἐγγεγραμμένων ἀνεγνωκέναι.

οὐ γὰρ ἔφη χρῆναι τῶν ἱερίων τὰ πλημμελήματα δῆλα τοῖς πολλοῖς γίνεσθαι, ἵνα μὴ σκανδάλου πρόφασιν ἐντεῦθεν λαμβάνοντες ἀδεῶς ἁμαρτάνωσι. φασὶ δὲ αὐτὸν καὶ τοῦτο προσθεῖναι, ὡς εἰ αὐτόπτης ἐπικσκόπου ἐγεγόνει γάμον ἀλλότριον διορύττοντος, συγκαλύψαι ἂν τῇ πορφυρίδι τὸ παρανόμως γινόμενον, ὡς ἂν μὴ βλάψαι τοὺς θεωμένους τῶν δρωμένων ἡ ὄψις. τοσαύτη ἡ τοῦ βασιλέως θεοφιλὴς καὶ ἀξιάγαστος σύνεσις.

ἐπὶ πολλὰς δὲ ἡμέρας οὐ μὴν δὲ ἀλλὰ καὶ καιροὺς ἐφεξῆς συνερχόμενος τοῖς ἐπισκόποις ὁ βασιλεύς, ἅμα αὐτοῖς τὰ περὶ τῆς πίστεως διελάμβανε τάς τε διαφόρους αὐτῶν γνώμας ἀνελέγετο. ἦσαν γάρ, καθὼς πολλάκις εἰρήκαμεν, ἐν αὐτοῖς τινες τοῖς ἀθεμίτοις Ἀρείου δόγμασι συμφερόμενοι καὶ τῷ πλήθει τῶν ἁγίων ἐπισκόπων, τῶν τῆς ἀληθείας ὑπερμαχούντων, ἀντιπράττοντες. ἀλλ οἱ ἄριστοι καὶ τὰ πάντα ἱερώτατοι πατέρες ἡμῶν τῷ τῆς ἀληθείας ὅπλῳ ἠσφαλισμένοι τὴν λαμπρὰν καὶ ἀμώμητον πίστιν μετὰ παρρησίας ἐκήρυττον· μεθ᾿ ὧν ἦν καὶ ὁμολογητῶν πολὺς ἀριθμός, ἀνθισταμένων τοῖς ἐθέλουσι περιποιεῖσθαι τὰ μοχθηρὰ τοῦ Ἀρείου δόγματα.

  • Περὶ τοῦ ἁγίου Παφνουτίου.
  • Ἦν δὲ ἐν αὐτοῖς καὶ ὁ μέγας καὶ ἅγιος Παφνούτιος τὸν τῶν ὁμολογητῶν καὶ ἐπισκόπων κατακοσμῶν χορόν, ἀνὴρ Αἰγύπτιος, θεοῦ δὲ ἄνθρωπος ἐκ τῆς ὁμηγύρεως ἐκείνης, οὗ Μαξιμιανὸς ὁ βασιλεὺς τὸν δεξιὸν ἐξώρυξεν ὀφθαλμὸν καὶ τὰς λαιὰς ἐνευροκόπησεν ἀγκύλας παραδοὺς τοῖς μετάλλοις δυνέχεσθαι,

    ἐν ᾧ τοσαύτη ἦν ἡ τοῦ θεοῦ χάρις, ὥστε σημεῖα αὐτὸν ποιεῖν μηδὲν ἐλάττω τῶν πάλαι ὑπὸ τῶν [*](9—18 vgl. Rufin. X 2 am Ende, p. 961 — 20—S. 57, 7 vgl. Rufin. p. 963; s. auch Socr. I 11 p. SS. Philostorgius III 12 p. 43 Bidez. Georgios Monachos II p. 507, 15ff de Boor) [*](A1 (bis Ζ. 17 ἐκήρυττον) H V1P3 M2P1P2) [*](1 τῶν > A1P3 2 Περὶ HP3, in A1 ist nur noch ἔφ zu lesen, eine spätere Hd. fügt hinzu κε ° (?) 4f ἁμαρτάνουσι HV1P3 5 προσθῆναι V1 6 A1HM2P1 ἐγεγώνειν P2 ἐγεγόνει V1 γεγόνει P3 7 ἂν > P3 | βλάφη M2P1P2 (Thdt) 8 ἡ2] A1 9 ἡ[μέρας] A1 | δὲ2 + ἡμέρας A1H | καὶ > P3 10 συνερχόμεν[ος] A1 13 ἀρέͅ[ου]A^ 15 ἄ[ριστοι] A1 16 ἠσφαλισ[μένοι] A1 17 ἐκ[ήρυττον] A1 (eine spätere Hd. hat ergänzt ρύτ~; damit endet 17 μεθ᾿—S. 60, 12 μακαρίας > A1 18 θέλουσι M2P1P2 20 καὶ2 > M2 22 Μαξιμῖνος V1P3 23 ἐξώρυττεν V1P3)

    57
    ἀποστόλων γεγενημένων. λόχῳ γὰρ μόνῳ τοὺς δαίμονας ἐφυγάδευε καὶ εὐχῇ διαφόρους ἀσθενοῦντας ἐθεράπευε τυφλοῖς τε τὸ βλέπειν τὸν θεὸν ἐξαιτούμενος παρείχετο καὶ παρεθέντας πρὸς τὴν κατὰ φύσιν ἦγεν ἀκμὴν τὰ μέλη ἐνεργεῖν ποιῶν ὑγιῶς.

    ὃν ὁ βασιλεὺς σφόδρα διὰ τιμῆς ἦγε συνεχῶς τε ἐπὶ τὰ βασίλεια μετεπέμπετο καὶ τὸν ἐξορωρυγμένον ὀφθαλμὸν κατεφίλει· τοσαύτη προσῆν τῷ εὐσεβεῖ βασιλεῖ πρὸς τοὺς ἁγίους πίστις.

  • Περὶ τοῦ ἁγίου Σπυρίδωνος.
  • Καὶ δὴ καὶ Σπυρίδων Κύπριός τις ἀνὴρ ἐπίσημος ἐν κυρίῳ καὶ τὴν ἐκ ποιμενικὴν ποιμενικὴν πεῖραν τῇ τοῦ Χριστοῦ ποίμνῃ καθιερωμένος, προφητικῷ βίω̣ διαγινόμενος ἐγνωρίζετο, ὃς καί γε διέπων τὴν ἐπισκοπὴν τοῦ ποιμαίνειν τὰ ἴδια πρόβατα οὐκ ἐπαύετο.

    οὕτω δὲ ἦν χρηστὸς καὶ ἀνεξίκακος, ὅτι λῃστῶν ἐφόδου δόλῳ προσβαλόντων τῇ ποίμνῃ ἀοράτοις τε δεσμοῖς κρατουμένων κινηθῆναί τε μὴ δυναμένων ἕως πρωί, ἐπιστὰς ὁ μακάριος δι’ εὐχῆς ἀνεθῆναι αὐτοὺς τῆς συνοχῆς ποιεῖ· οὐ μὴν ἀλλὰ καὶ τῶν κριῶν τὸν κράτιστον άποιχομένοις δίδωσιν, εἰπών· λάβετε, »λάβετε, νεανίσκοι, πρὸς ἀπόχρησιν τοῦτον. μὴ ἄπρακτοι ἀπιόντες τῇ νυκτὶ ταύτῃ δι’ ἐμὲ τὴν αἰτίαν τῆς ἀπο- ρίας καταμέμψησθε.«

    πολλὰ μὲν οὐν καὶ ἄλλα θαυμαστὰ περὶ τοῦ ἁγίου τούτου ἀκηκόαμεν, ἓν δὲ ἐκ πολλῶν παραθήσομεν.

  • Ὅπου τὴν θυγατέρα αὐτοῦ τεθνεῶσαν ἐγείρει διὰ τὸν ἔμπορον.