Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Θυγατέρα ἔσχεν ὁ θαυμάσιος καὶ ἀοίδιμος οὗτος τοῦ θεοῦ ἄνθρωπος, πος, Εἰρήνην τοὔνομα, ἣ τῷ γέροντι προσφόρως διακονήσασα ἐν παρθενίᾳ τὸν ἀνθρώπινον βίον ὑπεξέρχεται.

ταύτης μετὰ θάνατον ἐξ ἀποδημίας τις ἀναστὰς παρακαταθήκην ἀπῄτει τὸν γέροντα, [*](9—S. 59, 2 Tgl. Eufin. X 5 p. 963 f s. a. Socr. I 12 p. 90 ff. Soz. I 11, 1—5) [*](H V1P3 M2P1P2) [*](2 τε > H 3 παραθέντας Μ2 4 ποιεῖν (vielleicht von 1. Hd. P3 5 σφόδρα äglich hinter τιμῆς ügt H ἐξορυγμένον H, ἐφνρυμὸν V1P3 | προσῆν] ἐξῆν P2 12 ποιμένειν + εἰς V1 13 προσβαλλόντων HV1P3 10 τὸν κράτιστον τῶν κριῶν ~ 19 οὺν > | θαύματα V1P3 19 f τούτου τοῦ ἁγίου ~ V1 20 δὲ > P3 22 μακάριος V1P3 | οὗτος > H 24 διεξέρχεται P3 | μετὰ] μὲν P3 25 παραθήκην V1P3)

58
ἣν τῇ αὐτοῦ θυγατρὶ τῇ παρθένῳ ἠν παραθέμενος.

ὁ δὲ μακάριος Σπυρίδων ἠγνόησε παντελῶς τὴν ὑπόθεσιν· ὡς ὡς πολὺς ἦν ἐπικείμενος αὐτῷ ὁ ἄνθρωπος, πολλὰ ἄνω καὶ κάτω τὸν οἶκον διερευνήσας ὁ γέρων καὶ μὴ εὑρὼν ἠνιᾶτο σφόδρα καὶ πρὸς τὸν ἄνδρα ἔλεγε μήτε εἰδέναι μήτε εἶναί τι ἐν τῷ οἴκῳ.

ὁ δὲ ἔμπορος ἐκβοῶν δάκρυσί τε συνεχόμενος καὶ ὀλοφυρόμενος ᾔτει τὴν παρακαταθήκην, λέγων αὐτὸν διαχειρίσεσθαι τῆς ἀπωλείας χάριν, εἰ μὴ λάβοι τὰ παρακατατεθέντα, φάσκων ἕνεκα γήρως αὐτῷ ταύτην τὴν παραμυθίαν πεφυλάχθαι παρ’ αὐτῇ τῇ παρθένῳ παραθέμενος.

ἀναγκάζεται τοίνυν ὁ γέρων ὁ ἅγιος ἐκεῖνος ἐπὶ τὸ μνῆμα τῆς θυγατρὸς ἅμα τῷ ἐμπόρω ὁρμῆσαι πρὸς πεῦσιν τοῦ πράματος· ὁ δὲ ἐλθὼν καλεῖ τὴν θυγατέρα ἐξ ὀνόματος καί φησι πρὸς αὐτήν· τέκνον μου Εἰρήνη«. ἡ δὲ ἀποκριθεῖσα ἀπὸ τοῦ τάφου λέγει πρὸς αὐτόν· »τί θέλεις, ὡ πάτερ«; ὁ δὲ γέρων πρὸς αὐτήν· »ποῦ ἀπέθου τὴν τοῦδε τοῦ ἀνθρώπου παραθήκην, ὠ θύγατερ«; κἀκείνη πρὸς αὐτὸν ἒφη· ἐν τῷδε κεῖται τῷ τόπῳ, πάτερ« σαφῶς τὸν τόπον ἐπισημάνασα τῷ πατρί.

ὁ δὲ πρὸς αὐτήν· πορεύου ἐν εἰρήνῃ, τέκνον μου Εἰρήνη«. ὁ οὖν γέρων ἐπιστρέψας οἴκοι καὶ εὑρὼν οὗπερ εἶπεν ἡ παρθένος κεῖσθαι τὴν παραθήκην, ἀπέδωκε τῷ ἀνδρί.

Πολλὰ δὲ καὶ ἄλλα τοῦ ἀνδρὸς ᾄδονται θαύματα καὶ παραδοξοποιίαι πολλαί, αἳ καὶ μέχρι δεῦρο πρὸς τῶν ἐγχωρίων δείκνυνται τοῖς ἐφισταμένοις πρὸς πληροφορίαν τῆς ἀληθοῦς ἡμῶν εἰς Χριστὸν πίστεως. τοιούτοις τοιγαροῦν μέχρι τῶν καιρῶν ἐκείνων ἁγίοις ἀνδράσιν ἡ ἐκκλησία διέπρεπεν, ἐξ ὧν πολλοὶ παρῆσαν κατὰ τὴν ἐν Νικαίᾳ σύνοδον.

ἀλλὰ μὴν καὶ Ἀθανάσιος, περὶ οὗ καὶ πρώην εἰρήκαμεν, τηνικάδε διάκονος ὤν, οὐκ ἄμοιρος τοῦ τῶν ἁγίων ἐκείνων χοροῦ εἶναι ὑπὸ πάντων ὡμολόγητο· συνῆν δὲ τῷ Ἀλεξάνδρῳ τῷ τῆς Ἀλεξανδρέων ἐκκλησίας ἐπισκόπῳ, βοηθὸς ἄριστος ὑπάρχων αὐτῷ.

ἀνεκίνουν γοῦν ὁσημέραι οἱ ἡμέτεροι ἅγιοι ἐπίσκοποι ἐπὶ πλεῖστον ὅσον χρόνον πάμπολλα περὶ τῆς πίστεως, οἰόμενοι δεῖν μηδὲν εὐχερὲς ἢ τολμηρὸν περὶ τηλικαύτης ζητήσεως διαπράττεσθαι,

συχνῶς τε τὸν Ἄρειον μετεπέμποντο καὶ πυκνῇ ἀνακρίσει τὰς προτάσεις αὐτοῦ ἀναπτύσσοντες διέλυον· πλείστη [*](HR (von Ζ. 29 νουν γοῦν an) Vips M2P1P2) [*](4 ὁ — εὑρὼν am Rand nachgetragen, aber von 1. Hd. Ρ2 7 διχειρίσασθαι Μ2Α1 διαχειρίσασθαι die übr. HSS corr. Pasquali. vifoc stutc qiioque inlaturum se esse exitium Rufin. | λάβοιε V1P3 10 τοίνυν > Ρ2 11 τοῦ — καλεῖ > 13 ἀπὸ τοῦ τάφου > P2 15 παρακαταθήκην Μ2Ρ1Ρ2 16 σαφῶς — πατρί > 19 παρακαταθήκην Μ2Ρ1Ρ2 25 καὶ + ὁ Η 27 ἐκείνου ἐκείνου V1P3 αὐτῷ > | /// νουν γοῦν setzt R | γοῦν] οῦν ΗΜ2P1P2)

59
τε ὅση σπουδὴ καὶ φροντὶς ἠν αὐτοῖς, πῶς ἐχρῆν πρὸς τὴν άνατρπὴν τῶν ἀθέσμων αὐτοῦ δογμάτων ψηφίσασθαι καὶ ανθορίσασθαι.

μετὰ πολλῆς οὖν τῆς σκέψεως καὶ τῆς πρὸς τὸν θεὸν ἱκεσίας ταῦτα διελάμβανον. διὸ καὶ σφόδρα σοφῶς καὶ λίαν ἁρμοδίως τοὺς κατὰ τῶν ἀθεμίτων δογμάτων Αρείου καὶ τῶν σὺν αὐτῶ ἐλέγχους ἀντέθηκαν, πρόρριζον ἀνασπάσαωτες τὰς κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ μιαρὰς αὐτῶν βλασφημίας καὶ ἐξαφανίσαντες.

καὶ τῷ μὲν μὲν »ούκ ἐκ τοῦ θεοῦ« λέγειν ἐκείνους τὸν αὐτοῦ ἀντέθηκαν οἱ ἡμέτεροι τὸ θεὸν ἐκ θεοῦ«, καὶ τῷ »μὴ ἀληθινὸν θεὸν« κατ’ ἐκείνους ἀντέραψαν οἱ ἡμέτεροι »θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ«, καὶ τῷ »κτίσμα« αὐτὸν λέγειν ἐκείνους ἀνθωρίσαντο οἱ ἡμέτεροι »γεννηθέντα οὐ ποιηθέντα«, τῷ »ἑτερουσίῳ« ὑπ’ ἐκείνων προβαλλομένῳ αντέθηκαν οἱ ἡμέτεροι ἐπίσκοποι τὸ »ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ πατρὶ τοῦτ ἔστι γεννηθέντα ἐκ τῆς οὐσίας τοῦ πατρός· κτίστην τε αὐτὸν καὶ δημιουργὸν ὁρατῶν τε καὶ ἀοράτων« ἐκήρυξαν κατὰ τὴν ανέκαθεν παραδοθεῖσαν τῇ ἐκκλησίᾳ αὐτοῦ ἀποστολικὴν πίστιν, γραφικαῖς μαρτυρίαις τὰς ἀποδείξεις ἐκδώσαντες, καθὼς προϊὼν ὸ λόγος άποδείξειε.

ταύτῃ τῇ ἀντιδότῳ τὰ θανάσιμα φάρμακα ἀνατρέψαντες ἄρα τρανοτέραν ἐντεῦθεν ἤδη λοιπὸν τὴν ἀποστολικὴν συμφώνως ἐγγράφονται πίστιν.

  • Περὶ τοῦ δεῖν τρεῖς ὑποστάσεις νοεῖν καὶ πιστεύειν ἀχωρίστως ἐπὶ τῆς ἀρρήτου τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος μιᾶς θεότητος.