Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Ἔγραφον οὖν περὶ τοῦ μὴ δεῖν τοὺς ἱερωμένους, εἴτε ἐπίσκοποι εἴτε πρεσβύτεροι εἴτε διάκονοι εἴτε ὑποδιάκονοι εἴτε τις τοῦ ἱερατικοῦ καταλόγου, συγκαθεύδειν ταῖς γαμεταῖς, ὃς ἔτι λαϊκοὶ ὄντες ἠγάγοντο.

τούτων οὕτω διατυπουμένων, ἀναστὰς ἐν μέσῳ τοῦ ὄχλου τῶν ἐπισκόπων ὁ θεῖος Παφνούτιος μεγάλῃ τῇ φωνῇ ἐβόησε λέγων· »μὴ βαρύνετε τὸν ζυγὸν τῶν ἱερωμένων, τίμιος γάρ, φησίν, ὁ γάμος ἐν πᾶσι καὶ ἡ κοίτη ἀμίαντος, μὴ τῇ ὑπερβολῇ τῆς ἀκριβείας τὴν ἐκκλησίαν μᾶλλον προσβλάψητε«, οὐ γάρ φησι πάντας δύνασθαι φέρειν τῆς ἀπαθείας τὴν ἄσκησιν.

»οὐδείς, ὡς οἶμαι, φυλαχθήσεται ἐν τῇ σωφροσύνῃ τῆς ἑκάστου γαμετῆς τοῦ ἀνδρὸς στερουμένου. σωφροσύνην δὲ καλὴν καὶ τῆς νομίμου γαμετῆς ἑκάστου τὴν συνέλευσιν λέγω· μὴ μὴν ἀποζεύγνυσθαι ταύτην, ἣν ὁ θεὸς [*](13 —119, 6 Tgl. Socr. I 11 p. 88ff Sozom. I 23, 3f — 22 Hebr. 13 25 vgl. Matth. 19, 12 — 28 vgl. Matth. 19, 6 A1H V1P3 M2P1P2) [*](1 διακονισῶν M2P1 | ἐν2 + αὐτῶ M2P1P2 2 ἐξετασθεισῶν (fol. 34v) ἐπεὶ, aber am Kopf d. Seite die Überschrift von Kan. 20, die dann nicht wieder folgt H (vgl. 115, 24) 4 ἐν + τῇ P3 6 τούτου HSS 8 συνέδριον αὐτῶν ~ P2 10 ἐγράψατο HM2P1P2 | ἐβουλεύσατο Μ2 11 τινὲς > V1P3 13 τινὶ M2 14 corr. Ltz. 15 ὁρίσαι V1P3 ὡρίσθαι Α1 ὁρίσασθαι HM2P1P2 16 ἕκαστος P2 18 πρεσβύτεροι εἴτε διάκονοι εἴτε > Ρ3 22 βαρύνετε + λέγων M2P1P2 23 ἐν πᾶσι > M2P1P2 25 ὡς > H 27 übers. ῾wenn ihr der Mann geraubt ist’ στερουμένης M2P1P2 | σωφροσύνη H | καλὴν] καλὸν H καλεῖν P2 καλὴν von junger Hd. corr. in καλεῖν P3 28 τὴν > M2P1P2 | μὴ] οὐ A1)

119
καὶ ἣν ἅπαξ ἀναγνώστης ἢ ψάλτης ἢ λαϊκὸς ὢν ἠγάγετο«.

κοὶ ταῦτα ἔλεγεν ὁ Παφνούτιος ἄπειρος ὢν γάμου διὰ τὸ νηπιόθεν ἀσκητηρίοις ἀναστρέφεσθαι αὐτόν. διὸ πεισθεὶς ὁ πᾶς τῶν ἐπισκόπων σύλογος τῇ τοῦ ἀνδρὸς συμβουλίᾳ ἀπεσίγησε περὶ τοῦ ζητήματος τούτου, τῇ γνώμῃ καταλείψαντες τῶν βουλομένων κατὰ συμφωνίαν ἀπέχεσθαι τῆς ἰδίας γαμετῆς.

Ταῦτα ἐπράχθησαν ἐπὶ τῆς ἁγίας καὶ μεγάλης καὶ οἰκουμενικῆς συνόδου τῆς ἐν Νικαίᾳ τῆς Βιθυνίας συναθροισθείσης. Εὐσέβιος δὲ κοὶ Θεόγνιος καὶ οἱ σὺν αὐτοῖς Ἀρειανοὶ οὐκ ἐνεγκόντες τὴν τῆς ἀληθοῦς πίστεως κρατυνθεῖσαν βεβαίωσιν ἔτι μὴν καὶ τὸν Ἄρειον ἀναθεματίσαι μὴ ἀνασχόμενοι, φωραθέντες καὶ αὐτις ἐπὶ τούτῳ ἐξορίᾳ ὑπέπεσον ψήφῃ τοῦ θεοφιλεστάτου βασιλέως καὶ κρίσει τῆς ἁγίας τῶν ἐπισκόπων συνόδου, ἄλλων ἀντ᾿ αὐτῶν ἐν ταῖς αὐτῶν παροικίαις καταστάντων ψήφῳ τῆς αὐτῆς συνόδου καὶ τοῦ τῆς ἑκάστου παροικίας κλήρου καὶ λαοῦ.

καὶ Ἀμφίων μὲν τὴν τῆς Νικομηδέων ἐκκλησίας ἡγεμονίαν παρέλαβε, Χρῆστος δὲ τὴν αὐτῆς Νικαίας καὶ ἄλλοι τὰς τῶν ὁμοφρόνων αὐτῷ. ἀλλὰ καὶ πάλιν ταῖς ἐξ ἔθους χρησάμενοι μηχαναῖς Εὐσέβιος καὶ Θεόγνιος καὶ τὴν βασιλέως φιλανθρωπίαν ἐφόδιον ἐξ ἀπάτης εὑρόντες, ἀναπαλαῖσαι πάλιν καὶ τὴν προτέραν δυναστείαν ἀπολαβεῖν ἐπειρῶντο.

καὶ τὰ μὲν τούτων κάκιστα μηχανήματα πάμπολλα ὄντα καὶ πάσης ἀσεβείας ἔμπλεα τυγχάνοντα πρὸς τὴν Θεοδωρήτου καὶ τῶν λοιπῶν συγγραψάντων ἐκκλησιαστικὴν ἱστορίαν ἱστορίαν τοὺς βουλομένους καταμαθεῖν παραπέμψοιμι, βαδιῶ δὲ ἐγὼ ἐντεῦθεν τῷ λόγῳ ἐπὶ τὰ ἑξῆς, περὶ ὡν ἡ τῶν ἐπισκόπων ἐπέστειλε σύνοδος τοῖς ἀπολειφθεῖσιν ἐπισκόποις καὶ ταῖς ἑαυτῶν παροικίαις, οὐ μὴν δὲ ἀλλὰ καὶ ὁ νικηφόρος καὶ πιστότατος βασιλεὺς εἰς σύστασιν τῆς τε ἐκτεθείσης ἁγιωτάτης πίστεως καὶ τῆς ἁγίας ἑορτῆς τοῦ πάσχα, εἰς ἔλεγχον δὲ τῶν τῆς ἀσεβείας προστατῶν.

ἐπὶ τούτοις γὰρ πᾶσι μεγαλοφυῶς συγκροτηθείσης τῆς συνόδου καὶ θεοπρεπῶς ἐκφωνηθείσης τῆς πίστεως τό τε κατὰ τὴν [*](15—20 vgl. Thdt. I 20, 11 p. 69. Sozom. I 21, 5 A1H V1P3 M2P1P2) [*](2 ὁ + μέγας V1P3 | ἄπειροι Μ2 3 ἀνατρέφεσθαι V1P3 | πεισθεὶς] προσθεὶς M2P1P2 4 συμβουλῇ H 8 ἀθροισθείσης V1P3 9 Θέογνις H 12 ἐπέπεσον P2 | ψήφῳ — βασιλέως > A1 | θεοφιλεστάτου + καὶ φιλοχρίστου 2 16 ἐκκλησίαν Η | ἡγεμονίαν > H | αὐτῆς Α1 τῆς d. übr. HSS αὐτῷ HV1P3 αὐτῶν d. übr. HSS 18 Θέογνις HP3 19 ἀναπαλέσαι (so) Ρ1 + δὲ M2 20 ἀναλαβεῖν M2P1P2 21 πάμπολα HM2P1P2 24 ἐγὼ nach λόγῳ 1 τὰ] τὸ Α1 25 ἀπέστειλε V1P3 26 ἑαυτῶν] αὐτῶν M2P1P2 αὐτῷ H 28 ἔλεγ- χον] ἔλεγον M2 28f πρωτοστατῶν V1P3)

120
ἐκκλησιαστικὴν εὐταξίαν τυπώσαντες ἅπαντα οἱ ἅγιοι πατέρες δηλῶσαι πάντα τὰ ὡρισμένα διὰ γραμμάτων πάσαις ταῖς ὑπὸ τὸν οὐρανὸν ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις ἐσπούδασαν, συνάψαντες καὶ τὰ κατὰ Μελίτιον.

  • Περὶ τοῦ ἀνοσίου Μελιτίου.