Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Περὶ τοῦ μὴ δεῖν μετατίθεσθαι ἀπὸ ἑτέρας πόλεως εἰς ἑτέραν. διὰ τὸν πολὺν τάραχον καὶ στάσεις τὰς γινομένας ἔδοξε παντάπασι περιαιρεθῆναι τὴν συνήθειαν τὴν παρὰ τὸν κανόνα εὑρεθεῖσαν ἔν τισι μέρεσιν, ὥστε ἀπὸ πόλεως εἰς πόλιν μὴ μεταβαίνειν, μήτε ἐπίσκοπον μήτε πρεσβύτερον μήτε διάκονον. εἰ δὲ τις μετὰ τὸν τῆς ἁγίας συνόδου ὅρον τοιοῦτόν τι ἐπιχειρήσειεν ἢ ἐπιδῷ ἑαυτὸν πράγματι, ἀκυρωθήσεται ἐξάπαντος τὸ κατασκεύασμα καὶ ἀποκατασταθήσεται τῇ ἐκκλησίᾳ, ἧς ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος ἐχειροτονήθη.

Περὶ τῶν ἐν αἷς προεβλήθησαν ἐκκλησίαις οὐκ ἐμμενόντων. ὅσοι ῥιψοκινδύνως, μήτε τὸν φόβον τοῦ θεοῦ πρὸ ὀφθαλμῶν ἔχοντες μήτε τὸν ἐκκλησιαστικὸν κανόνα εἰδότες, ἀναχωροῦσι τῆς ἐκκλησίας, πρεσβύτεροι ἢ διάκονοι ἢ ὅλως ἐν τῷ κλήρῳ ἐξεταζόμενοι, οὐτοι οὐδαμῶς δεκτοὶ ὀφείλουσιν εἶναι ἐν ἑτέρᾳ ἐκκλησίᾳ, ἀλλὰ πᾶσαν αὐτοῖς ἀνάγκην ἐπάγεσθαι χρὴ ἀναστρέφειν εἰς τὰς ἑαυτῶν ἐπιμένοντας δὲ ἀκοινωνήτους εἶναι προσήκει. εἰ δὲ καὶ τις ὑφαρπάσαι τὸν τῷ ἑτέρῳ διαφέροντα καὶ χειροθετήσει ἐν αὐτοῦ ἐκκλησίᾳ μὴ συγκατατιθεμένου τοῦ ἐπισκόπου, οὗ ἀνακεχώρηκεν ὁ ἐν τῷ κανόνι ἐξεταζόμενος, ἄκυρος ἔστω ἡ χειροθεσία.

Περὶ κληρικῶν τοκιζόντων. ἐπειδὴ πολλοὶ ἐν τῷ κανόνι ἐξεταζόμενοι τὴν πλεονεξίαν καὶ τὴν αἰσχροκέρδειαν διώκοντες ἐπελά- [*](A1H V1P3 M2P1P2) [*](1 κοινωνίας ἐπιζητούντων μετασχεῖν M2P1P2 3 ἐξοδεύει Α1 4 καὶ2 — 5 τασχὼν > M2P1P2 so auch vulg. Text 6 οὖν > HV1P3 7 μετασχεῖν + δοκιμασίας Α1 13 ἑτέραν] πόλιν H 15 παρὰ] περὶ HP3 16 μὴ > HP2 19 πράγματι + τοιούτῳ Balf. nach vulg. Text 19f ἀποκαταστήσεται 24 εἰδότες κανόνα ~ Α1 29 τις > P3 | τὸν + ἐν P2 30 ἑαυτοῦ V1P3 | συγκαταθεμένου V1 31 ὁ > M2 32 πειδὴ (die Initiale vergessen) A1)

117
θοντο τοῦ θείου γράμματος λέγοντος· τὸ ἀργύριον αὐτου οὐκ ἔδωκεν ἐπὶ τόκω« καὶ δανείζοντες ἑκατοστὰς ἀπαιτοῦσιν, ἐδικαίωσεν ἡ ἁγία καὶ μεγάλη σύνοδος, ὡς εἴ τις εὑρεθείη μετὰ τὸν ὅρον τοῦτον τόκους λαμβάνων ἐκ μεταχειρίσεως ἢ ἄλλως μετερχόμενος τὸ πρᾶγμα, ἢ ἡμιολίας ἀπαιτῶν ἢ ἕτερόν τι ἐπινοῶν αἰσχροῦ κέρδους ἕνεκα. καθαιρεθήσεται τοῦ κλήρου καὶ ἀλλότριος τοῦ κανόνος ἔσται.

Περὶ πρεσβυτέρων λαμβανόντων παρὰ διακόνων τὴν εὐχαριστίαν. ἦλθεν εἰς τὴν ἁγίαν καὶ μεγάλην σύνοδον, ὅτι ἔν τισι ἢ πόλεσι πρεσβυτέροις τὴν εὐχαριστίαν οἱ διάκονοι διδόασιν· ὅπερ οὔτε ὁ κανὼν οὔτε ἡ συνήθεια παρέδωκε, τοὺς ἐξουσίαν μὴ ἔχοντας προσφέρειν τούτους τοῖς προσφέρουσι διδόναι τὸ σῶμα τοῦ Χριστοῦ. κἀκεῖνο δὲ ἐγνωρίσθη, ὅτι ἤδη τινὲς τῶν διακόνων καὶ πρὸ ἐπισκόπων τῆς εὐχαριστίας ἅπτονται. ταῦτα οὐν πάντα περιῃρήσθω, καὶ ἐμμενέτωσαν οἱ διάκονοι τοῖς ἰδίοις μέτροις, εἰδότες ὅτι τοῦ μὲν ἐπισκόπου ὑπηρέται εἰσί, τῶν δὲ πρεσβυτέρων ἐλάττους τυγχάνουσι. λαμβανέτωσαν δὲ κατὰ τάξιν τὴν εὐχαριστίαν μετὰ τοὺς πρεσβυτέρους ἢ τοῦ ἐπισκόπου αὐτοῖς διδόντος ἢ τοῦ πρεσβυτέρου. ἀλλὰ μήτε καθῆσθαι ἐν μέσῳ τῶν πρεσβυτέρων ἐξέστω τοῖς διακόνοις· παρὰ κανόνα γὰρ καὶ παρὰ τάξιν ἐστὶ τὸ γινόμενον. εἰ δὲ τις μὴ θέλοι πειθαρχεῖν, καὶ μετὰ τοὺς ὅρους πεπαύσθω τῆς διακονίας.

Περὶ τῶν ἐκ Παύλου τοῦ Σαμοσατέως προσελθόντλων ἢ προσιόντων τῇ καθολικῇ ἐκκλησίᾳ. περὶ τῶν Παυλιανισάντων, εἶτα προσφυγόντων τῇ καθολικῇ ἐκκλησίᾳ ὅρος ἐκτέθειται ἀναβαπτίζεσθαι αὐτοὺς ἐξάπαντος. εἰ δέ τινες ἐν τῷ παρεληλυθότι χρόνῳ ἐν τῷ κλήρῳ ἐξητάσθησαν, εἰ μὲν ἄμεμπτοι καὶ ἀνεπίληπτοι φανεῖεν, ἀναβαπτισθέντες χειροτονείσθωσαν ὑπὸ τοῦ τῆς ἐκκλησίας ἐπισκόπου· εἰ δὲ ἀνακριθέντες ἀνεπιτήδειοι εὑρίσκονται, καθαιρεῖσθαι αὐτοὺς προσήκει. ὡσαύτως δὲ καὶ περὶ τῶν διακόνων καὶ ὅλως περὶ τῶν έν τῷ αὐτῷ κανόνι ἐξεταζομένων ὁ αὐτὸς τύπος παραφυλαχθήσεται.

[*](1 Psal. 14, 6 A1H V1P3 M2P1P2)[*](5 ἡμιολίας] ὁμιλίας P2 6 ἀλλότριον P3 | ἔσται τοῦ κανόνος ~ A1 7 τὴν > M2P1P2 9 πρεσβυτέροις > V1 9f ὅπερ οὔτε A1V1P3 οὔτε δὲ ὅπερ > H 11 προφέρειν M2 | τούτοις A1H 13 πάντα δὲ ταῦτα M2 πάντα οὐν ταῦτα ~ P1P2 18 ἐξέσται Μ2P1P2 20 θέλει A1 21 f Die Überschrift im Text H 21 σαμωσατέως P2 | προελθόντων Α1 23 ἐκτίθεται H 24 αὐτοὺς > P2 | τινες — S. 120, 6 θειοτάτου > folgt aber innerhalb des folgenden nach ἀταξίας ἐμποιῆσαι (S. 122, 21 f) P1 | παρεληθότι M2P1 25 ἐξετάσθησαν HV1P3 29 ἐν > V1P3 | φυλαχθήσεται V1P3)
118

ἐμνήσθημεν δὲ καὶ τῶν διακονισσῶν τῶν ἐν αὐτοῖς, τῶν ἐν τῷ σχήματι ἐξετασθεισῶν, ἐπεὶ μήτε χειροθεσίαν τινὰ ἔχουσιν, ὡς ἐξάπαντος ἐν τοῖς λαϊκοῖς αὐτὰς ἐξετάζεσθαι.

Περὶ τῶν ἐν κυριακῇ γόνυ κλινόντων. ἐπειδὴ εἰσί τινες ἐν τῇ κυριακῇ γόνυ κλίνοντες καὶ ἐν ταῖς τῆς πεντηκοστῆς ἡμέραις, ὑπὲρ τοῦ πάντα ὁμοίως ἐν πάσῃ παροικίᾳ ὁμοφρόνως φυλάττεσθαι ἑστῶτας ἔδοξε τῇ ἁγίᾳ συνόδῳ τὰς εὐχὰς ἀποδιδόναι τῷ κυρίῳ.

Τούτους τοὺς εἴκοσι νόμους τὸ αὐτὸ ἅγιον αὐτῶν συνέδριον ἐπὶ παρουσίᾳ τοῦ θεοφιλεστάτου καὶ πανευφήμου βασιλέως Κωνσταντίνου περὶ τῆς ἐκκλησιαστικῆς πολιτείας ἐγράψαντο.

ἐβουλεύσαντο δὲ καὶ ἕτερον νόμον ἐκθέσθαι τινὲς τῶν ἐπισκόπων, ὃν ὁ ἐκώλυσε Παφνούτιος, περὶ οὗ ἀναγκαῖον ᾠήθην διηγήσασθαι μεγίστου θαύματος ἄξιον διήγημα. ἐδόκει τισὶ τῶν ἐπισκόπων νόμον νεαρὸν εἰς τὴν ἐκκλησίαν εἰσαγαγεῖν ἐν τῇ συνόδῳ <καὶ> ὡς περὶ τῶν τῆς ἐκκλησίας οὕτω καὶ τοῦτον ὁρίσαι.

  • Περὶ τοῦ μὴ δεῖν τοὺς ἱερωμένους ἕκαστον τὴν ἑαυτοῦ γαμετὴν ἐκβάλλειν.