Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Τούτων οὕτως ὑπὸ τοῦ ἁγίου πνεύματος διὰ τῶν ἁγίων ἡμῶν πατέρων τῶν ἐν ἐκείνῃ τῇ ἁγίᾳ συνόδῳ συνειλεγμένων ἐκφωνηθέντων, ἐμεγάλυνε τὸν θεὸν ἅπαν τὸ πλῆθος ἐκεῖνο τὸ εἰς τὴν ἀκρόασιν ἐκείνην συνελθόν.

ἐπηκροᾶτο δὲ καὶ αὐτὸς ὁ θεοφιλέστατος βασιλεὺς συμπαρὼν καὶ αὐτὸς τὰ πλεῖστα τῇ συνόδῳ καὶ ὑπεραγασθεὶς ἐδόξαζε τὸν θεὸν τοιούτων ἐπακούσας θείων δογμάτων· χαίρων δῆτα [*](4 vgl. Joh. 12, 24 — 5 vgl. I Pe. 3, 18 — 5 ff vgl. Joh. 2, 21 f — 9 Luk. 24, 39 — 12 ff vgl. Act. 1, 3 — 11 — 21 Matth. 28, 19. 20 A1HR V1P3 M2P1P2) [*](6 κατὰ τας στὰς V1 7 ἀνθρωπίνου γένους] ἀνθρώπου R ἀνθρωπείου γένους V1P3 8 > Μ2 11 ὑμετέρου V1P3M2P1P2 ἡμετέρου Α1ΗR 12 f τε αὐτοῖς > V1 16 συμβασιλεύοντα] συμβουλεύοντα Ρ3 19 ἐγγόνους 20 καὶ 2 > Μ2Ρ1Ρ2 24 τῶν > ΗΜ2Ρ1Ρ2 | πάντων] πατέρων R 25 > 26 τῇ > M2 30 ἐδόξασε V1 | θείων > H)

102
ἐπὶ τῇ τῶν ἡμετέρων ἐπισκόπων συμφωνίᾳ, ἠγαλλιᾶτο τῷ πνεύματι· ἔσπευδε γὰρ μηδένα μὴ μέγαν μὴ μικρὸν διαφωνπῆσαι ταύτης τῆς σωτηρίου ὁμολογίας.

μετὰ γοῦν τὴν πολλὴν ταύτην καὶ χρονίαν τῆς προσκυνητῆς σκέψεως ἐκπλήρωσιν ἔδοξε πᾶσιν ὁμοῦ τοῖς ἡμετέροις τὸ ὁμοούσιον δεῖν ὁρίσασθαι ἐπὶ τῆς ἐκκλησιαστικῆς πίστεως, ὃν τρόπον καὶ οἱ μετὰ τοὺς ἀποστόλους αγιοι ἡμῶν πατέρες ταύτην παρέδοσαν τὴν πίστιν, τοῦτ᾿ ἔστι τῆς αὐτῆς οὐσίας τῆς τοῦ πατρὸς ὁμολογεῖν τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον.

ἥντινα πίστιν πάντες οἱ ἐν τῇ Νικαέων συναθροισθέντες ἅγιοι ἐπίσκοποι ἐβεβαίωσαν, τό τε τῶν ἱερατικῶν καὶ ὁμολογητῶν ἁγίων ἀνδρῶν πλῆθος αὐτός τε ὁ πανεύφημος καὶ θεοφιλέστατος βασιλεὺς καὶ ἅπαν τὸ ἐκεῖσε τῶν πιστῶν συνεληλυθὸς πλῆθος χαίροντες ἀπεδέξαντο τὴν ὁμολογίαν τῆς πίστεως, παρεκτὸς ἑπτακαίδεκα ἐπισκόπων τὸν ἀριθμὸν περὶ ὡν καὶ ἀνωτέρω εἰρήκαμεν, οἷς ὁ Ἄρειος ἐπιτέρπεσθαι δοκῶν σὺν αὐτοῖς ἑάλω, συμφώνοις αὐτοῦ οὐσι, λεγόντων αὐτῶν σὺν αὐτῷ ἔξωθεν τὸν υἱὸν δεδημιουργῆσθαι τῷ θεῷ ἐκ μὴ ὄντων τινῶν ὑποστάσεων καὶ οὐκ ἀπ᾿ αὐτῆς τῆς τοῦ πατρὸς θεότητος γεννηθέντα.

  • Ὅπου ὑπὸ τοῦ κοινοῦ τῆς συνόδου ἐκκηρύττεται ὁ ἀσεβὴς Ἄρειος καὶ οἱ σὺν αὐτῷ.