Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

κατεφερόμεθα μετὰ τὸν θάνατον εἰς τὸν Ἅιδην· ἀνεδέξατο καὶ τοῦτο καὶ [*](1f vgl. Weish. Sal. 7, 2 — 6 Luk. 2, 52 — 9 vgl. Mark. 1, 4 — 17 vgl. Baruch 3, 38 — 23 Rom. 5, 14) [*](Α1ΗR V1P3 M2P1P2) [*](4 πάσῃ σαρκὶ τροφήν ~ R 5 καὶ αὐτὸς γενέσθαι ~ ΗΜ2Ρ1Ρ2 6 τοῦτο > VI | καθὰ R 8 εὐλογήσῃ ἡλικίαν ~ R 9 ἔρχεται] ἦλθε R 11 corr. 12 ἐνανθρωπήσαντος + τοῦ P2 17 συνανεστραφείς Μ2 20 τέταρτον 212 τεταρτ/ R | ὑπὲρ ἡμῶν > Ρ2 22 f ἰσχύσαμεν ἁρπάσαι ~ H ἰσχύαμεν A R 23 μέχρι] ἕως Α1 25 προλλῆται V1 | αὐτῶν nachträglich, wohl von 1. Hd. eingefügt Ai 26 ἑαυτὸν bis λυτρώσασθαι am ß von späterer Hd. auf der folgenden Seite am oberen Rand . . . τρωσαι . α 27 τὰς + ἐξ ἁμαρτιῶν R 28 f καταφερόμεθα R)

101
κατῆλθεν ἑκουσίως εἰς αὐτόν· οὐ κατηνέχθη καθάπερ ἡμεῖς ἀλλὰ κατῆλθεν, οὐ γὰρ ἠν ὑποκείμενος τῷ θανάτῳ, ἀλλ᾿ ἐξουσιαστης τοῦ θανάτου καὶ μόνος κατελθὼν μετὰ πλήθοις ἀνελήλυθεν.

αὐτὸς γὰρ ἦν ὁ νοερὸς κόκκος τοῦ σίτου ὁ ὑπὲρ ἡμῶν πεσὼν εἰς τὴν γῆν καὶ ἀποθανὼν σαρκί, ὃς τῇ τῆς θεότητος αὐτοῦ δυνάμει ἀνέστησε τὸν σωματικὸν αὐτοῦ ναὸν κατὰ τὰς γραφὰς καρποφορήσαντα τὴν τοῦ παντὸς ἀνθρωπίνου γένους ἀνάστασιν, καὶ ἐμφανίσας τοῖς μαθηταῖς μετὰ τὴν τριήμερον ταφὴν καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἐπέδειξεν αὐτοῖς τὰ ἐν τῷ σταυρῷ τοῦ σώματος αὐτοῦ πάθη, εεἰπών· »ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι αὐτὸς ἐγώ εἰμι, ὁ θαυματουργῶν, ὁ καὶ τὰ ὑπὲρ τοῦ ὑμετέρου γένους ἐν τῇ σαρκί μου καταδεξάμενος πάθη«.

εἶτα ἐπὶ τεσσαράκοντα ἡνλερας συναυλιζόμενος αὐτοῖς δούς τε αὐτοῖς σωτηρίων ἐντολῶν ὑποθήκας, ἀνελήλυθεν εἰς τοὺς οὐρανοὺς βλεπόντων αὐτῶν, ἐν δεξιᾷ τε τοῦ πατρὸς κεκαθικέναι αὐτὸν οἱ ἱεροὶ ἐδίδαξαν λόγοι. ὃν καὶ ἥξειν προσδοκῶμεν ἐπὶ συντελείᾳ τοῦ αἰῶνος κρῖναι ζῶντας καὶ νεκροὺς ἀϊδίως ὡς ἀεὶ συμβασιλεύοντα τῷ πατρὶ εἰς τοὺς ἀπείρους αἰῶνας.

αὕτη ἡ τῆς ἐκκλησίας ἀποστολικὴ καὶ ἀμώμητος πίστις, ἥντινα ἄνωθεν παρ’ αὐτοῦ τοῦ κυρίου διὰ τῶν ἀποστόλων ἐκ προγόνων εἰς ἐκγόνους παραδοθεῖσαν ἡ ἐκκλησία πρεσβεύει καὶ ἄχρι καὶ νῦν καὶ εἰς ἀεὶ ταύτην κρατεῖ, εἰπόντος τοῦ κυρίου τοῖς μαθηταῖς· »πορευθέντες πορευθέντες μαθητεύσατε παντα τα ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος«.

  • Περὶ τῆς τῶν πάντων ὁμοφωνίας τῆς εἰς τὸ ὁμοούσιον.