Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

μάνθανε δὲ καὶ νῦν, ὠ φιλόσοφε — εἰ καὶ τολμηρὸν ποιοῦμεν, ἀλλὰ ἵλεως ἡμῖν ἡ θεία μεγαλειότης· ὑπὲρ ὑπὲρ γὰρ τῆς σῆς καὶ τῶν λοιπῶν σωτηρίας ὁ πόνος ἡμῖν διανύεται — μάνθανε τοίνυν ἐκ τῶν αἰσθητῶν περὶ τῶν νοητῶν καὶ ἐκ τῶν κατὰ νοῦν περὶ τῶν ὑπὲρ νοῦν καὶ ἐκ τῶν λεγομένων περὶ τῶνὑπὲρ λόγον,

εἰ καὶ ἀσύγκριτα πάντα τά τε ὁρώμενα τά τε νοούμενα τῶν τε »ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων« κτισμάτων των πρὸς τὴν ἄκτιστον ἐκείνην καὶ ἀκατάληπτον καὶ ἀθάνατον τοῦ θεοῦ οὐσίαν· πλὴν τὸ ἐμπεσὸν ὑπόδειγμα οὐ μέτριον πρὸς ὠφέλειαν τοῖς πιστῶς δεχομένοις, ἀλλ᾿ ἱκανὴν εἰκόνα παρέχον τῆς εὐσεβείας τοῖς εὐσεβῶς ἐθέλουσι νοεῖν λέξωμεν.

τὸ αἰσθητὸν τοῦτο πῦρ φύσις μία ὂν ἤτοι οὐσία τριάς ἐστι κατὰ ταὐτό, πῦρ ἀπαύγασμα φῶς. καὶ οὐδὲν τούτων προϋπάρχον τοῦ θατέρου εὑρίσκεται, ἀλλ᾿ ἔστιν ἀχωρίστως ἀλλήλων τὰ τρία, τὸ πῦρ, τὸ ἐξ αὐτοῦ ἀπαύγασμα καὶ τὸ φῶς.

διαχώρισον τοίννυ, εἰ δύνῃ, ὠ φιλόσοφε τὰ τρία καὶ δεῖξον ἡμῖν θάτερον τοῦ θατέρου προϋπάρχον· ἢ τοῦ ἀπαυγάσματος τὸ πῦρ καθ’ ἑαυτὸ προϋπάρχον καὶ μεταγενέστερον μετὰ χρόνους τινὰς τοῦ πυρὸς τὸ ἀπαύγασμα, ἢ μεταγενέστερον πάλιν ἢ εταχρόνιον τοῦ πυρὸς καὶ τοῦ ἀπαυγάσματος τὸ φῶς ἢ προχρόνιον.

δεῖξον ἡμῖν, εἰ δύνῃ, διαχωρίσας ἀπ’ ἀλλήλων τὰ τρία καὶ μὴ οὐχὶ ὡσαύτω ὂν πῦρ ἀπαύγασμα φῶς, μιᾶς οὔσης τῆς τοῦ πυρὸς φύσεως.

ταῦτα κατὰ νοῦν λαβὼν τὰ αἰσθητὰ καὶ κτιστά, εἰ καὶ ἀσύγκριτα, ὡς ἀρτίως εἰρήκαμεν, πρὸς τὴν ἀίδιον καὶ ἄκτιστον τοῦ Μοῦ οὐσίαν, πλὴν [*](2 vgl. S. 64, 17. 65, 22 — 14 Phil. 2, 10) [*](Α1ΗR V1P3 M2P1P2) [*](2 ἀσύνετος Pi 4 οὐκ > P2 | ἐν > HP2 5 τρισὶν Hein. 6 8 δὲ > R | ὦ > H 13 ἀσύγκριτα + τὰ Α1RP2 14 15 ἀθάνατον] ἀθέατον R 17 ἀσεβείας Ρ3 19 κατ’ αὐτὸ Α1R | ἀπαύγασμα + καὶ Η 20 τοῦ > RM2P1P2 21 ἀλλήλων > Μ2Ρ1Ρ2 | καὶ > Α1R οὖν R 23 τοῦ1 > Μ2Ρ1Ρ2 | ἢ — 24 προυπάρχον > Α1R 24 f > M2P1P2 25 τοῦ] τὸ Μ2 29 καὶ καὶ + τὰ Α1R 29 f ἄρτι R ἄστεκτον A1RP3)

93
δέχου ἐκ τούτων ἀφορμὰς σωτηρίους καὶ πτερώσας τῇ πίστει τὸ τῆς διανοίας σου ὄμμα ἀνάβηθι ἐπὶ τὴν ὑψηλὴν τοῦ θεοῦ ἐπίγνωσιν·

καὶ ἀπαντήσει σοι, ὥς γε εὐχόμεθα καὶ πιστεύομεν, ἐναστράπτουσά σοι ἡ χάρις ἡ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, δεικνύουσά σοι μίαν θεότητα, πῦρ οὖσαν ἀθάνατον καὶ ἀπαύγασμα καὶ φῶς, ἁπλῆν καὶ ἀσύνθετον ἀχώριστον ἀδιαίρετον ἀπερινόητον καὶ ἀνέκφραστον, τριάδα ἀληθῶς ὁμοούσιον τὴν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.

Ὅπου πιστεύει ὁ φιλόσοφος εἰς τὴν ἁγίαν τριάδα. ταῦτα [*](ξβ΄) ἀκούσας ὁ φιλόσοφος καὶ ὡς ἐν ἐκστάσει γενόμενος ἀπηνεώθη ἐπὶ πλεῖστον ὅσον καὶ »οἱ διαλογισμοὶ αὐτοῦ συνετάρασσον αὐτὸν« φόβος τε πολὺς ἐπέπεσεν ἐπ’ αὐτόν· εἶτα εἰς ἑαυτὸν ἐλθὼν ἀνεκραύγασε μέγα, εἰπών·

δόξα σοι, ὁ θεὸς ὁ ἐμπνεύσας τούτοις τοῖς ἁγίοις σου τὸ ὑπὲρ πάντα νοῦν μυστήριον τῆς ἀχράντου καὶ ἀχωρίστου καὶ ἀκτίστου θεότητος· ἀλλὰ δέομαί σου, Χριστέ, ὡς παναγάθου πατρὸς πανάγαθος υἱός, πάρες ἅπερ εἰς σὲ ὑπαχθεὶς ταῖς ἀσεβέσι παρὰ τοῦ Αρείου ζόξαις ἥμαρτον, καὶ μὴ εἰσπραχθήσομαι δίκας παρὰ σοὶ τῷ δικαίῳ κριτῇ ὑπὲρ τῶν ἀσεβῶν ῥημάτων ἐκείνων, ὧν κατὰ σοῦ ἀπέφηνα ὁ τάλας.

οὐαὶ Ἀρείῳ καὶ τῇ συμμορίᾳ αὐτοῦ τῇ ἀσεβεῖ, βλασφημήσασιν εἰς τὸν υἱὸν τοῦ θεοῦ λέγουσιν] ἦν ποτε ὅτε οὐκ ἦν καὶ ὅτι κτίσμα καὶ ποίημα καὶ ἐξ ἑτέρας οὐσίας οὐσίας υἱὸς τοῦ θεοῦ καὶ τὸ πνεῦμα τὸ ἅγιον καὶ μὴ τῆς αὐτῆς οὐσίας ἡς ὁ πατὴρ εἰρηκόσι τὸν υἱὸν τοῦ θεοῦ καὶ τὸ πνεῦμα τὸ .

ἀναθεματίζω νῦν καὶ πάντοτε Ἄρειον καὶ τὰς ἀσεβεῖς αὐτοῦ δόξας καὶ τοὺς τὰ αὐτοῦ φρονοῦντας πάντας καὶ τοὺς βλασημοῦντας κατά τε τοῦ πατρὸς κατά τε τοῦ υἱοῦ καὶ κατὰ τοῦ ἁγίου πνεύματος· ὁ γὰρ τὸν υἱὸν μὴ ἔχων οὐδὲ τὸν πατέρα ἔχει· ι· καὶ ὁ εἰς τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον βλασφημήσας εἰς τὸν πατέρα ἐβλασφήμησε.

καθικετεύω τὴν ὑμετέραν ἱερὰν γερουσίαν, βοηθήσατέ μοι διὰ τῶν ὑπὲρ ἐμοῦ πρὸς τὸν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ ἱκεσιῶν ὑμῶν ὑμῶν ἀκολουθοῦντι μάλιστα τοῖς δι’ ὑμῶν ὑπὸ τοῦ ἁγίου πνεύματος ἐκτεθεῖσι καὶ ὁρι- [*](11 Dan. 5, 6 (Th.) — 15 f vgl. S. 17, 27 — 26 vgl. I Joh. 2, 23) [*](A1HR V1P2 M3P1P2) [*](3 σοι > M2P2 | γε] AI 4 ἡ2 > Μ2Ρ1Ρ2 6 ἁπλοῦν ΗΜ2Ρ1Ρ2 9 ört die ählung auf in M2 13 σου > H 16 ἅπερ] a ἅ | ταῖς] τοῖς 18 ἐκείνων ῥημάτων ~ Α1R 18 f ἀπέφηκα (aber a. Rand ἀπέφηνα) M2 19 τῇ ἀσεβεῖ αὐτοῦ συμμορίᾳ Α1R 21 ὁ υἱὸς — 22 οὐσίας] καὶ οὐχ R 24 πάντοτε + τὸν H | αὐτοῦ ~ Ρ2 24 f τὰ αὐτὰ Α1Μ2Ρ1Ρ2 26 καὶ κατὰ] κατά τε 29 ἱερὰν > Μ2Ρ1Ρ2 | βοηθήσατέ μοι > R 31 f διοριζομένοις A1R)

94
ζομένοις, κοὶ ὁμολογῶ ταῦτα ἀληθῆ εἶναι καὶ βέβαια.

τοῦτο γὰρ πιστεύω εἶναι ὅπερ ὁ ἱεροφάντης εἶπε Παῦλος »τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, ὃ νῦν ἀπεκαλύφθη, καθὼς εἴρηται τοῖς ἁγίοις αὐτοῦ ἀποστόλοις καὶ προφήταις‘ καὶ ὑμῖν, ἐν πνεύματι ἀεὶ ὄντα καὶ συνυπάρχοντα καὶ συνδιαμένοντα τῷ θεῷ καὶ πατρὶ τὸν υἱὸν αὐτοῦ καὶ τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον.

Προσθέντες οἱ ἅγιοι πατέρες εἶπον πρὸς τὸν φιλόσοφον [*](ξγ΄) περὶ πηγῆς καὶ ποταμοῦ καὶ ὕδατος διὰ τοῦ ἐπισκόπου Λεοντίου·