Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

οὐκ εἶπε ποίησον ἢ ποιήσατε, ἀλλὰ ποιήσωμεν, δεικνὺς τὸ ὁμοούσιον καὶ ὁμότιμον ἐπὶ τῆς μακαρίας ἐκείνης καὶ ἀφράστου τριάδος.

μὴ ὑπογόγγυζε, ὦ φιλόσοφε, καὶ τοὺς ὀφθαλμοὺς ἀνακίνει, ἀλλὰ ὅρα τῷ τῆς [*](1 vgl. Matth. 11, 27 — 12 Job. 1, 1 f — 25 Gen. 1, 26) [*](A1HR V1P3 M2P1P2) [*](3 θέλης V1P3 4 A A1HV1P3 τοῦ RM2P1P2 5 καὶ > H | σε V1P3 6 καὶ — 7 αὐτοῦ2 > aber συνυπάρχοντά τε ἀεὶ τῷ πατρὶ + τον τὸν μονογενῆ υἱὸν αὐτοῦ R 8 πίστει + νόει H 9 πολλάκις > 10 f ἐκ θεοῦ ἀληθινοῦ RP3 (wo aber am Rand ἐξ ἀληθινοῦ κτλ.) 13 Ἰωάννης > H 14 προυπάρχειν RV1 18 ὀφθαλμοῦ R 23 οὐδὲ] οὔτε Α1R 24 + τοῦ Α1R | καθὼς R 27 δείκνυσι ΗΡ1Ρ2Μ2 (am Rand; im Text δείκνουσι) 28 τριάδος + καὶ P3)

83
διανοίας βλέμματι τὴν τῶν ἀποστολικῶν δογμάτων ἀκρίβειαν καὶ δέχου πιστῶς μὴ ἐπὶ πλεῖον γινόμενος ἄπιστος, ἀλλὰ πιστός.

ἄκουε τοίνυν καὶ σύνες· ὁ τοῦ θεοῦ λόγος, ὁ πρὸ αἰώνων αὐτοῦ υἱός, πρὸς ὃν »ποιήσωμεν ποιήσωμεν ἄνθρωπον« καὶ τὰ ἑξῆς αὐτὸς πάλιν ἐπ ἐσχάτων τῶν ἡμερῶν βουλῇ πατρικῇ καὶ οἰκείᾳ ἄνθρωπος γέγονε, σαρκωθεὶς ἐκ παρθένου διὰ τὸν ἐκπεσόντα ἄνθρωπον Ἀδάμ,

ὁ ἀσώματος ἐν σώματι κενώσας ἑαυτόν, ὡς εἶπεν ὁ ἀπόστολος Παῦλος διὰ τὸ σῶμα, ἔλαβε νέφος ὁ θεὸς λόγος τὸ σῶμα, ἴνα μὴ καταφλέξῃ τὰς κτιστὰς φύσεις τὰς ἐν τῷ κόσμῳ· »θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε..

ἐκρατήθη σαρκί, ἵνα καὶ ἡ σὰρξ διὰ τῆς πρὸς αὐτὸν ἀτρέπτου ἑνώσεως ἐλευθερωθῇ τοῦ θανάτου, ἀόρατος ἐν ὁρατῷ, ἵνα ὑπομείνῃ τὰ ὁρώμενα, ὡς ἄνθρωπος ὑπὸ χρόνον, ἀλλ᾿ ἀληθείᾳ κατἀμφότερα θεὸς καὶ ἄνθρωπος, ἄνθρωπος καὶ θεὸς ὁ αὐτός· εἶς γὰρ ἐξ ἀμφοῖν Χριστός νοουμένης καὶ γνωριζομένης τῆς διαφορᾶς τῶν οὐσιῶν τῆς τε θεότητος αὐτοῦ καὶ τῆς σαρκός· θεὸς ἠν καὶ ἔστι, γέγονεν ἄνθρωπος δι᾿ οἰκονομίαν.

δι’ αὐτὸν προφῆται, δι᾿ αὐτὸν ἀπόστολοι, δι’ αὐτὸν μάρτυρες· προφῆται διὰ τὸν προφητευθέντα, ἀπόστολοι διὰ τὸν ἀπεσταλμένον οἰκονομικῶς, μάρτυρες διὰ τὸν πρωτομάρτυρα. ἦλθε θεὸς ἐπὶ γῆς ὁ υἱός. σαρκὶ κρύψας, ὡς βουλήθη, τὸ τῆς αὐτοῦ θεότητος μέγεθος, οὐκ ἐρημώσας τὰ ἐν οὐρανοῖς οὐδὲ γὰρ πρὸ τοῦ σαρκωθῆναι ἔρημος αὐτοῦ ὁ κόσμος).

θεὸς ἠν καὶ ἔστι, γέγονε καὶ ἄνθρωπος δι᾿ οἰκονομίαν, σαρκωθεὶς καὶ τεχθεὶς ἐκ παρθένου δι’ οἰκείαν φιλανθρωπίαν.

ἄξιον ἄξιον καὶ ἴσον υἱὸν ἐγέννησεν ὁ πατήρ, ὡς οἶδεν ὁ γεννήσας αὐτὸν θεὸς καὶ πατὴρ καὶ ὁ ἐξ αὐτοῦ γεγννημένος υἱός, ὠ φιλόσοφε.