Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

εἰ μὲν γὰρ ἐνδέχεται ζητεῖν πῶς ὁ ἀγέννητος, ἐνδέχεται ζητεῖν πῶς καὶ ὁ γεγεννημένος· εἰ δὲ οὐ καταλείπει ζήτησιν ὁ ἀγέννητος πῶς ἀγέννητος, οὕτως οὐδὲ ὁ γεγεννημένος καταλείπει ζήτησιν πῶς γεγέννηται· μὴ ζήτει τὰ ἀνερεύνητα, οὐ γὰρ εὑρίσκεις, τὰ εὑρισκόμενα ζήτει, καὶ εὑρίσκεις.

ἐὰν γὰρ ζητῇς, παρὰ τίνος ἔχεις μαθεῖν; παρὰ τῆς γῆς; οὐχ ὑφίστατο. παρὰ θαλάσσης; οὐδέπω ἐκέτιστο ἡ ὑγρά. παρὰ οὐρανοῦ; οὐκ ἦν ποιηθείς. παρὰ ἡλίου καὶ σελήνης καὶ ἄστρων; οὐδέπω δεδημιούργηντο. παρὰ ἀγγέλων καὶ ἀρχαγγέλων; οὐδέπω ἦσαν, ἐπείπερ καὶ αὐτῶν ποιητὴς ὁ υἱός. ἀλλὰ παρὰ αἰώνων; πρὸ αἰώνων ὁ μονογενής.

μὴ ἐξέταζε τὰ μὴ ἀεὶ ὄντα περὶ τοῦ ἀεὶ ὄντος. ἄρρητος, #x003E; ἀγέννητος ὁ πατήρ· ἄρρητος, ἀρρήτως γεγεννημένος ἐξ αὐτοῦ ὁ υἱός.

σιώπησον περὶ τοῦ πῶς, καὶ παραχώρει τοῦτο τῷ [*](Α1ΗR V1P3 M2P1P2) [*](4 corr. Holl 5 γνήσιος + καὶ (aber wohl äglicli ügt) ügt) A1 5 f γεγεννημένος ἐξ αὐτοῦ ~ R 6 καὶ ὁ υἱὸς αὐτοῦ ~ Α1R | υἱὸς + καὶ V1 7 ἀσωμάτου] αὐτομάτου Α1R | γὰρ > R 7 f χαρακτῆρος R 8 καὶ + V1P3M2P1P2 ἡ durch Rasur getilgt Α1 | τούτῳ R 13 αὐτοῦ > R, nach Rasur Α1 | Εὐσεβίου + τοῦ Μ2Ρ1 | παμφύλου R > HP2 | εἶπον 1 ΗRP1 εἶπαν d. übr. HSS 15 διεμαρτυράμεθα + σοι R 17 ἀγέννητος — καὶ ὁ > P3 | ἐνδέχεται + καὶ ΗV1 | καὶ πῶς ~ AiR | καὶ > P2 18 — 19 ζήτησιν > V1P3 18 f οὕτως οὐδ’ ὁ γεγεννημένος πῶς καταλείπει ζήτησιν ~ 21 ὑφίσταται R 22 ἔκτιστο durch Rasur aus ἐκέκτισιο Α1 ἔκτιστο H κέκτιστο Ρ3 27 corr. G. L. )

82
γεγεννηκότι καὶ τῷ γεγεννημένῳ. ὁ γὰρ πατὴρ μόνος γινώσκει τὸν υἱὸν τίς ἐστι καὶ ὁ υἱὸς τὸν πατέρα καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι, καθά φησι αὐτοῦ τὸ εὐαγγέλιον.

εἰ δὲ μὴ θέλεις παύσασθαι τὸ πῶς, ἀλλὰ φιλονεικεῖς διερευνᾶν τὰ ἀνεξερεύνητα, καταγελῶμέν σου τὴν τόλμαν, μᾶλλον δὲ καὶ πενθοῦμέν σε, ὅτι οὐ πίστει θέλεις νοεῖν τὸν θεὸν ἀεὶ πατέρα τοῦ υἱοῦ αὐτοῦ καὶ τὸν μονογενῆ υἱὸν αὐτοῦ ἀεὶ υἱὸν αὐτοῦ, συνυπάρχοντα ἀεὶ τῷ πατρὶ καὶ οὐ μεταγενέστερον, καθὼς σὺ ἀσεβῶς φής.

ἀλλὰ νόει πίστει καὶ ὁμολόγει τέλειον ἐκ τελείου τὸν υἱόν, ὡς πολλάκις ἤκουσας, φῶς ἀΐδιον ἐκ φωτὸς ἀϊδίου, θεὸν ἀληθινὸν ἐξ ἀληθινοῦ θεοῦ καὶ πατρός, ἄκτιστον ἐξ ἀκτίστου, ἀσύνθετον ἐξ ἀσυνθέτου, ἀεὶ ὄντα πρὸς τὸν πατέρα· ἐν ἀρχῇ γὰρ ἠν ὁ λόγος, καθά φησιν Ἰωάννης ὁ εὐαγγελιστής, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος«.

τὸ ἠν, φιλόσοφε, τὸ προϋπάρχον οὐκ ἔχει, τὸ ἠν, φιλόσοφε, περιγράφει τὸ οὐκ ἠν, καθὰ προαπεδείξαμεν, καὶ τὸ θεὸς περιγράφει τὸ οὐ θεός. τοῖς γεγραμμένοις πίστευε, τὰ μὴ γεγραμμέια μὴ ἐννόει μηδὲ ζήτει.

πίστευε ὅτι πάντα αὐτὸς ἐδημιούργησεν ὁ υἱὸς τὰ γεγενημένα νεύματι πατρικῷ οὐκ ὀφθαλμῶν βλέμματι, ἀσύνθετος γὰρ ὁ θεός, ὡς προειρήκαμεν, ἀλλὰ νεύματι, ὡς αὐτὸς οἶδε μόνος, ὅπερ ἡμεῖς πίστει νοοῦντες κηρύττομεν κατὰ τὴν διδασκαλίαν τῶν ἱερῶν γραφῶν, ὅτι βουλῇ τοῦ πατρὸς καὶ ἑαυτοῦ δεδημιούργηκε πᾶσαν τὴν κτίσιν τήν τε ἐπουράνιον καὶ ἐπίγειον τήν τε ὁρωμένην καὶ νοουμένην οὐκ ὀργάνοις οὔτε μηχαναῖς οὐδὲ συτεργίᾳ τινὸς ἑτέρου, ἀλλὰ βουλήσει πατρός, καθὰ ἀρτίως εἰρήκαμεν, τοῦ εἰπόντος πρὸς αὐτὸν καὶ τὸ πνεῦμα τὸ ὅγιον »ποιήσωμεν ποιήσοιμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν‘.