Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

σοφίᾳ. διὸ ἐκ προσώπου αὐτῆς ἐκφωνήσας λέγει τὸ »κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ‘, συλλογισάμενος ἐν ἑαυτῷ πάλιν, ὅτι μέλλοντος τοῦ θεοῦ παράγειν ταύτας τὰς φύσεις τὰς ἐγκοσμίους προγενεστέρας τοῦ τε ἀνθρώπου καὶ τῆς σοφίας εἰς τὸ εἶναι, καὶ ὅτι δεῖ τοὺς προγενεστέρους παρεῖναι, παραγενομένων δὲ τῶν φύσεων ἱστορεῖν κατὰ τάξιν τὰς φύσεις παραγενομένας, καὶ ὅτι ὁ ἄνθρωπος καὶ ἡ σοφία ἡγεῖσθαι τῶν ἔργων ἐτάχθησαν,

ἡ οὖν τῷ ἀνθρώπῳ δοθεῖσα ὑπὸ τοῦ θεοῦ λογιστικὴ καὶ κριτικὴ σοφία, ἡ διαδοχεύσασα ἐπὶ Σολομῶντα, καθά φησιν ὁ μέγας Μωσῆς) λέγει ἐν Σολομῶντ· »κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ‘ καὶ τὰ ἑξῆς.

ἡς ἐκ προσώπου, τῆς Προγενεστέρας σὺν τῷ ἀνθρώπῳ τοῦ κόσμου, διηγούμενος τὰς ἐνεργείας τοῦ θεοῦ τὰς ἐν τῷ κόσμῳ παράγοντος τὰς φύσεις φησὶν <ὁ> αὐτός· »κύριος ἐποίησε καὶ ἀοικήτους, ἄκρα οἰκούμενα τῆς ὑπ᾿ οὐρανόν. ἡνίκα ἡτοίμασε τὸν οὐρανόν. συμπαρήμην αὐτῷ· ὅτε ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπ’ ἀνέμων, ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ’ οὐρανόν, ἐν [*](4 Joh. 17, 24 — 5. 11. 21. 24 Prov. 8, 22 ff — 19 vgl. S. 74, 18) [*](A1HR V1P3 M2P1P2) [*](1 πρωτοκτίστου] ἀΠ·ίστου (vgl. S. 83, 19 α ist Zahl]) R 2 λογιστικὴν corr. aus λογικὴν Ρ2 | ἀνέθηκεν Ρ2 3 ἐτύπωσεν H | οὗπερ] ὅπερ ΗΡ3 5 τὸ] τοῦ 2 7 τῷ > RV1 | καὶ > Ρ2 10 ἥρμ = ἥρμωσεν R 12 εἰς ἔργα αὐτοῦ > Α1ΗR 15 καὶ2 — 16 παρεῖναι > Α1R 16 δὲ] 17 ἱστορεῖ durch Rasur aus ἱστορεῖν Α1 | παραγινομένας 18 ἐτάχθησαν Α1R ἐτέθησαν V1P3 ἰσώθησαν d. übr. HSS 19 δοθεῖσα λογιστικὴ σοφία ὑπὸ τοῦ θεοῦ καὶ κριτικὴ ~ R 20 ἐν] ἐπὶ H1HR αὐτοῦ Α1Η 25 καὶ nachträglich eingefügt H (??) ἀοικήτους + καὶ Ρ3 | ἡνίκα — 26 οὐρανὸν > Ps 27 θρόνον > R τῆ Η, unleserlich am Zeilenanfang, darüber von anderer Hand γὰρ κατ’ αὐρανὸν)

77
τῷ τιθέναι τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ, καὶ ὕδατα οὐ παρελεύσονται λόγον στόματος αὐτοῦ, καὶ ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ’ αὐτῷ ἁρμόζουσα, ἐγὼ ἤμην ᾑ προσέχαιρε«.

Ταῦτα ἐκ προσώπου τῆς σοφίας, καὶ δείκνυσιν ἀσφαλῶς, ὅτι ὁ προϋπάρξας τοῦ κόσμου ἐν τῇ τοῦ θεοῦ ἐνθυμήσει, δι᾿ ὃν καὶ ὁ κόσμος εύτρεπίσθη, δηονότι καὶ τῶν τοῦ κόσμου φύσεων προϋπῆρξεν.

ἴστωρ οὐν γενόμενος τῆς παρόδου τῶν φύσεων ὑπαριθμεῖ τὴν τάξιν αὐτῶν ὁ προγενέστερος αὐτῶν, ἡ σοφία, ἣν ἐξεῦρε τῇ

συνέσει αὐτοῦ, ἣν ηὐτρέπισε τῷ ἀνθρώπῳ. τίς οὐν ὁ ταύτην τὴν σοφίαν προευτρεπίσας καὶ δεδωκὼς τῷ ἀνθρώπῳ, ἣ ὑφηγήσατο αὐτοῦ τὰς ἐνεργείας; ὅτι οὐκ ἄλλος ἀλλ’ ἢ πάντως ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον, ὁ καὶ ἐμπλήσας αὐτὴν κτηνῶν τετραπόδων, ὁ καλέσας τὸ φῶς, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ·

ὁ ἐπὶ γῆς ὀφθεὶς καὶ συναναστραφεὶς ἀνθρώποις«. τούτῳ κεκλήρωνται αἱ ἐνεργοὶ τῶν φύσεων πάροδοι· ὅτι δὲ εἰς τὸ πρόσωπον εἴρηται τῆς σοφίας οὐχὶ τοῦ υἱοῦ τοῦ θεοῦ τὸ »κύριος ἔκτισέ με«, ἀλλ᾿ ἢ τῆς λογιστικῆς σοφίας, τῆς ὑπ’ αὐτοῦ τοῦ κυρίου εὐτρεπισθείσης καὶ δοθείσης τῷ ἀνθρώπῳ, δι᾿ ὃν ὁ κόσμος ἐγένετο,

σαφέστατα διὰ πάντων δέδεικται, ὅτι εἰς τὸ πρόσωπον εἴρηται τῆς λογιστικῆς σοφίας· βεβαιοῖ δὲ τὰ προειρημένα ὁ κύριος ἐν τῷ εὐαγγελίῳ λέγων »το σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον«, προσωποποιήσας τὸν κόσμον εἰς πρόσωπον τοῦ σαββάτου ἀντὶ τοῦ· ὁ κόσμος διὰ τὸν ἄνθρωπον, ἀλλ’ οὐχ ὁ ἄνθρωπος διὸ τὸν κόσμον.

Ἑτέρα ἀντίφρασις τοῦ φιλοσόφου· ἀλλά, φησίν, ἡ σοφία ἡ [*](μδ΄) ἐν Σολομῶντι ὁ υἱὸς τοῦ θεοῦ ἐστι, τοῦτ᾿ ἔστιν ἡ σοφία τοῦ θεοῦ, ὁ »κύριος ἔκτισέ με« καὶ τὰ ἑξῆς. ἀπόκρισις τῶν ἁγίων [*](με) ἐπισκόπων πρὸς τὸν φιλόσοφον διὰ τοῦ ἐπισκόπου Εὐσεβίου τοῦ Παμφίλου·

εἰπέ, co φιλόσοφε, ἡ σοφία ἡ ἐν Σολομῶντι, ὡς φής, [*](9. 12 Baruch 3, 32 — 15 Baruch 3, 38 — 22 Mark. 2, 27 — 24 vgl. S. 74, 19) [*](Α1ΗR V1P3 M2P1P2) [*](3 ἤμην aber über vou anderer Hand ἦν Α1 | ἁρμόζουσα + καὶ R 4 παρέκαιρε V1P3 6 δι’ ὅν] διὸ Ρ3 7 εὐτρέπισε R 12 αὐτῷ R 15 τούτῳ] τοῦτο R 16 αἱ — 17 εἴρηται > Ρ3 (Balf.) 18 λογικῆς (??) τῆς2] καὶ P2 19 καὶ δοθείσης > P2 20 πάντων Α1RV1P3 τούτων übr. HSS 21 λογικῆς V1 23 προσωποποιήσας — εἰς > P3 24 ἀντὶ + δὲ 25 ἀλλ᾿ > R 29 f διὰ εὐσεβίου τοῦ παμφίλου ἐπισκόπου καισαρείας H 30 παμφύλου R | ἡ ἐν Σολομῶντι σοφία ~ R | ὡς + σὺ Μ2Ρ1Ρ2V1P3)

78
ἡ τοῦ θεοῦ ἐστι σοφία; ὁ φιλόσοφος· ναί φησιν, οὕτως ἔχει. ὁ ἐπίσκοπος· εἰπέ, ἡ σοφία τοῦ θεοῦ πρόγνωσιν ἔχει ἢ οἱ; ὁ φιλόσοφος· ναὶ ἔχει. ὁ ἐπίσκοπος· ἡ σοφία τοῦ θεοῦ ὁ υἱὸς τοῦ θεοῦ ἐστιν, ἣν φὴς ἐν Σολομῶντι; ὁ φιλόσοφος· ναί φησιν. ὁ ἐπίσκοπος· πῶς κρίνει ὁ κρίνων, κατὰ πρόγνωσιν ἢ οὔ; ὁ φιλόσοφος· ναί φησιν. ἀλλὰ πῶς; ὁ ἐπίσκοπος· ὁ οὖν κρίνων κατὰ πρόγνωσιν, κρίνει κοὶ κατὰ τὰ ἔργα ὡς προγνώστης; ὁ φιλόσοφος· ναὶ εἰπον.

ὁ ἐπίσκοπος· πῶς οὖν ἡ σοφία ἡ ἐν Σολομῶντι λέγει· »τρία ἐστὶν ἀδύνατά μοι νοῆσαι, καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω«; τὰ τρία εἰρηκυῖα ἡ ἐν Σολομῶντι σοφία ἀδυνατεῖν αὐτὴν νοῆσαι περὶ τοῦ τετάρτου εἶπε μὴ ἐπιγινώσκειν »καὶ ὁδοὺς ἀνδρὸς ἐν νεό- τητι«.

εἰ οὖν ἡ σοφία τοῦ θεοῦ ἐστιν ἡ ἐν Σολομῶντι, πῶς κρίνει τὸν κόσμον μὴ εἰδυῖα ἀνδρὸς ὁδοὺς ἐν νεότητι; καὶ πῶς τοῦτο ἀληθές, ὅτι ὁ ποιήσας τὸν ἄνθρωπον κατ’ εἰκόνα θεοῦ, τοῦτ ἔστιν ὁ υἱὸς τοῦ θεοῦ, καθώς φησι Μωσῆς ὁ προφήτης ἔτι δὲ καὶ Ἰωάννης ὁ εὐαγγελιστὴς »πάντα δι᾿ αὐτοῦ, φησίν, ἐγένετο« οὐκ ἐπίσταται ὁδοὺς ἀνδρὸς ἐν νεότητι;

»ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὁ συνιεὶς εἰς πάντα τὰ ἔργα αὐτῶν, ὁ ἐτάζων καρδίας καὶ νεφροὺς« κατὰ τὸν προφήτην τὸν εἰπόντα· »σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου· σὺ συνῆκας πάντας τοὺς διαλογισμούς μου, φησίν, ἀπὸ μακρόθεν· τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας καὶ πάσας τὰς ὁδούς μου προεῖδες«.

καὶ ἐν ἑτέρῳ πάλιν »ὁ παιδεύων ἔθνη οὐχὶ ἐλέγξει ὁ διδάσκων ἄνθρωπον γνῶσιν; κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάτατιοι«.

ὁ οὖν οὖν ἐπιστάμενος καὶ πάντα προγινώσκων οὐκ ἐπίσταται ὁδοὺς ἀνδρὸς ἐν νεότητι; καὶ πολλὰ ἔστιν εὑρεῖν ἐκ τῶν γραφῶν τὰ ἐλέγχοντα τὴν ἄνοιαν τῶν κακῶς ὑπειληφότων περὶ τοῦ ῥητοῦ τούτου.

πῶς γὰρ ὁ διδάσκων ἄνθρωπον γνῶσιν αὐτὸς [*](8 Prov. 24, 53 (30, 18) 1, 3 — 17 Psal. 32,15. 710 11 Prov. 24, 54 — 13 Rom. 3, 6 — 16 Joh, 20 Psal. 138, 2 ff — 23 Psal. 93, 10 f) [*](A1HR V1P3 M2P1P2) [*](1 ὁ2 > Μ2 3 ὁ1 > M2 4 φὴς] φωνεῖ Α1R φησιν H 6 1 10 ἡ — σοφία σοφία R | ἀδυνατεῖ Ρ2 ἀδύνατον Α1 11 εἶσιν οὐ Ρ3 | γινώσκειν RP3 14 θεοῦ] αὐτοῦ Α1R 15 ὁ1 unleserlich in Α1 | καθὰ H | καὶ > P2 16 φησίν > R 20 καθέδραν] καρδίαν Μ2Ρ1Ρ2 | μου1 > 1 > Α1R | φησίν > R 21 f μακρόθεν + σὺ συνῆκας πάντας μου R 26 γινώσκων ΗΜ2Ρ1Ρ2 27 εὑρεῖν + ἐν τῷ τῷ εὐαγγελίῳ καὶ P2)

79
οὐκ ἐ.πίσταται ὁδοὺς ἀνδρὸς ἐν νεότητι; εὖ ἴσθι οὐν, ὠ φιλόσοφε. ὅτι Σολομὼν κριτικὴν ἔλαβε σοφίαν, ἣν ἐξεῦρε τῇ συνέσει αὐτοῦ ὁ υἱὸς τοῦ θεοῦ, ἣν ηὐτρέπισε τῷ κατ΄ εἰκόνα αὐτοῦ ἀνθρώπῳ συλλογιστικήν.

ἀμέλει δὲ ἐπιβεβαιοῖ τὰ ῥηθέντα ὁ κύριος ἐν εὐαγγελίοις λέγων τὸ καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὡδε«· ἀνέτρεψε τοὺς λέγοντας αὐτὸν εἶναι τὴν ἐν Σολομῶντι σοφίαν· εἰ γὰρ τῷ ψόφῳ τῆς φωνῆς ἰσοπροσήγορός ἐστιν ὅτι σοφία, ἡ γὰρ τοῦ θεοῦ σοφία ὁ υἱὸς τοῦ θεοῦ, θεὸς προγνώστης ἐστὶ καὶ κατὰ πρόγνωσιν κρίνει καὶ κατὰ τὰ ἔργα ὡς κτίστης καὶ δημιουργὸς τῶν ἁπάντων, καθώς φησι ὁ Παῦλος τὸ σκεῦος τῆς ἐκογῆς« Ἑβραίοις γράφων.

ὡδέ πως λέγει περὶ αὐτοῦ »ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας· καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος«.

καὶ πρὸς Ῥωμαίους δὲ ὁ αὐτὸς γράφει λέγων »ὡν οἱ πατέρες καὶ ἐξ ὡν ὁ Χριστὸς τὸ κατὰ σάρκα ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν«.

δείκνυσι δὲ ὡδε, ὅτι ἡ τοῦ θεοῦ καὶ πατρὸς σοφία θεός ἐστιν ἀληθῶς ἐξ αὐτοῦ τοῦ θεοῦ, ἀΐδιος ἐξ ἀϊδίου καὶ ἀληθινὸς ἐξ ἀληθινοῦ, φύσει ὢν ἀεὶ υἱὸς τοῦ ἀεὶ ὄντος θεοῦ καὶ πατρός.