Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Ἐγκαθιστῶσι δὲ μετ̓ αὐτὸν βασιλέα Χοσρόην [*](Joh. Epiph. FHG iv 272 Simoc. iv 7-11 Theophan. 265) τὸν τούτου παῖδα, καθ̓ οὗ Βάραμος ἐπιστρατεύει μετὰ τῶν ἀμφ̓ αὐτόν. Ὧιπερ ὑπαντιάζει μὲν ὁ Χοσρόης μετά

234
[*](Niceph. xviii 20) τινος οὐκ ἀξιολόγου δυνάμεως, καὶ φεύγει, τοὺς οἰκείους ὁρῶν ἐθελοκακοῦντας. Ἀφικνεῖται δὲ κατὰ τὸ Κιρκήσιον, ὥς γε αὐτὸς ἔφη, τὸν θεὸν τῶν Χριστιανῶν ἐπικαλεσάμενος ἐκεῖσε τὸν ἵππον ἀπιέναι ἔνθα ἂν πρὸς αὐτοῦ ὁδηγοῖτο. Ἀφίκετο δὲ σὺν καὶ ταῖς γυναιξὶ καὶ παισὶ νεογνοῖς δύοκαί τισι Περσῶν τῶν εὐγενῶν, οἵπερ αὐτῷ ἐθελονταὶ κατηκολούθουν: κἀκεῖθεν πρὸς βασιλέα Μαυρίκιον πρεσβεύεται. Ὁ δέ, κἀν τούτῳ πανάριστα βουλευσάμενος, καὶ τὸν ἀσταθῆ καὶ κόθορνον βίον καὶ τὰς ἀγχιστρόφους παλιρροίας τῆς τῶν ἀνθρώπων ζωῆς καὶ τούτῳ διαμετρησάμενος,δέχεται τὴν ἱκετείαν, καὶ ξένον ἀντὶ φυγάδος [*](Simoc. v 3) παῖδά τε ἀντὶ αὐτομόλου καθίστησι, δώροις βασιλικοῖς δεξιωσάμενος: οἷς ἐφιλοφρονήσατο οὐ μόνος αὐτὸς βασιλικῶς στείλας, ἀλλὰ καὶ τῆς βασιλίδος τὰ παραπλήσια περὶ τὰς ὁμοζύγους τοῦ Χοσρόου καὶ τῶν παίδων πρὸστοὺς παῖδας πραξάντων.

Πέμπει δὲ καὶ πᾶσαν βασιλικὴν δορυφορίαν καὶ [*](Niceph. xviii 20 Simoc. iv 12) πάντα τὸν Ῥωμαίων στρατὸν σὺν καὶ τῷ στρατηγῷ, ἑψόμενον αὐτῷ ὅπη καὶ βούλεται, καὶ πρὸς μείζονος τιμῆς [*](Ibid. 14 Theophan. 266) Δομετιανὸν ἐπίσκοπον Μελιτινῆς, αὐτοῦ συγγενῆ, ἄνδραφρενήρη καὶ ἀγχίνουν, λόγῳ τε καὶ ἔργῳ ἐς τὰ μάλιστα ἱκανώτατον, καὶ πρὸς τὰ μέγιστα τῶν πραγμάτων ἐξεργαστικώτατον. Πέμπει δὲ καὶ Γρηγόριον, ὃς ἐν ἅπασι κατέπληξε τὸν Χοσρόην, ὁμιλῶν, δωρούμενος, ἐπίκαιρα τοῖς πράγμασιν ἐσηγούμενος.

Παραγενόμενος δὲ μέχρι τῆς Ἱεραπολιτῶν ὁ [*](Niceph. xviii 20 Simoc. iv 14 v 11 Joh. Nikiu c. 96 p. 527) Χοσρόης, ἣ τῆς Εὐφρατησίας προκάθηται, αὖθις ἐπανῆκε, τοῦτο καὶ Μαυρικίου συνεωρακότος καὶ τὸ πλέον δόντος τῆς οἰκείας δόξης τῷ συνοίσοντι τῷ ἱκέτῃ. Δεξιοῦται δὲ καὶ χρήμασι μεγάλοις, οὐχ ἱστορηθὲν πώποτε. ΚαὶΠέρσας στρατολογήσας καὶ τὰς ἐπιδόσεις ἁπάσας οἴκοθεν ποιησάμενος, ἐκπέμπει τὸν Χοσρόην μεθ̓ ἑκατέρου στρατοῦ Ῥωμαίων τε καὶ Περσῶν κατὰ τὴν ὑπερορίαν, Μαρτυροπόλεως καὶ Σίττα παραδοθέντος αὐτῷ: ὃς καὶ πρὸς τῶν Μαρτυροπολιτῶν καταλευσθεὶς ἀνεσκολοπίσθη. Παρεδόθη

235
δὲ καὶ τὸ Δάρας ὑπεξελθόντων Περσῶν. Καὶ διὰ μιᾶς συμπλοκῆς ἑσσηθέντος τοῦ Βαράμου πρὸς Ῥωμαίων μόνων, ἀκλεῶς τε μόνου πεφευγότος, εἰς τὰ ἴδια κατήχθη βασίλεια ὁ Χοσρόης.

Τότε καὶ Γολιανδοὺχ μάρτυς ζῶσα παῤ ἡμῖν ἦν, [*](Niceph. xviii 25 Simoc. v 12 Joh. Nikiu c. 96 p.526)ἡ διὰ πολλῶν μὲν πόνων τὸ μαρτύριον διενέγκασα, τῶν μάγων Περσῶν αὐτὴν αἰκιζομένων, μεγάλων δὲ τεραστίων ἐργάτις γενομένη: ἧς τὸν βίον ἀνέγραψε Στέφανος ὁ πρότερος ἐπίσκοπος τῆς Ἱεραπολιτῶν.