Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Ὁ δὲ Χοσρόης ἐγκρατὴς τῶν οἰκείων βασιλείων [*](Niceph. xviii 21 Simoc. v 13) [*](11) γενόμενος, πέμπει Γρηγορίῳ σταυρὸν χρυσῷ πολλῷ καὶ λίθοις τιμίοις ἐξησκημένον, πρὸς τιμὴν τοῦ ἀθλοφόρου μάρτυρος Σεργίου: ὃν ἀνέθηκε μὲν Θεοδώρα ἡ Ἰουστινιανοῦ γαμετή, ἐληΐσατο δὲ Χοσρόης σὺν καὶ τοῖς ἄλλοις κειμηλίοις, ὡς ἤδη μοι ἀφήγηται. Πέμπει δὲ καὶ ἕτερον σταυρὸν χρυσοῦν, καὶ ἐπέγραψεν ὁ Χοσρόης τῷ σταυρῳ Ἑλλήνων γράμμασι τάδε: Τοῦτον τὸν σταυρὸν ἐγὼ Χοσρόης βασιλεὺς βασιλέων, υἱὸς Χοσρόου, ὅτε ἐκ διαβολικῆς ἐνεργείας καὶ κακουργίας τοῦ δυστυχεστάτου Βαρὰμ Γουσνὰς καὶ τῶν σὺν αὐτῷ καβαλλαρίων εἰς Ῥωμανίαν ἀπήλθομεν, καὶ διὰ τὸ ἔρχεσθαι τὸν δυστυχῆ Ζαδεσπρὰμ μετὰ στρατοῦ εἰς τὸ Νισίβιος ἐπὶ τὸ ὑποσῦραι τοὺς καβαλλαρίους τοῦ μέρους τοῦ Νισίβιος εἰς τὸ ἀντᾶραι καὶ ταράξαι ἐπέμψαμεν καὶ ἡμεῖς καβαλλαρίους μετὰ ἄρχοντος εἰς τὸ Χάρχας, καὶ διὰ τῆς τύχης τοῦ ἁγίου Σεργίου τοῦ πανσέπτου καὶ ὀνομαστοῦ, ἐπειδὴ ἠκούσαμεν δοτῆρα εἶναι αὐτὸν τῶν αἰτήσεων, ἐν τῷ πρώτῳ ἔτει τῆς βασιλείας ἡμῶν, μηνὶ Ἰαννουαρίῳ ἑβδόμῃ, ᾐτησάμεθα ὡς, ἐὰν οἱ

236
καβαλλάριοι ἡμῶν σφάξωσι τὸν Ζαδεσπρὰμ ἢ χειρώσωνται, σταυρὸν χρυσοῦν διάλιθον εἰς τὸν οἶκον αὐτοῦ πέμπομεν διὰ τὸ πάνσεπτον αὐτοῦ ὄνομα, καὶ τῇ ἐνάτῃ τοῦ Φεβρουαρίου μηνὸς τὴν κεφαλὴν τοῦ Ζαδεσπρὰμ ἤνεγκαν ἐπὶ ἡμῶν: ἐπιτυχόντες οὖν τῆς δεήσεως ἡμῶν,διὰ τὸ ἕκαστον ἀναμφίβολον εἶναι, εἰς τὸ πάνσεπτον αὐτοῦ ὄνομα τοῦτον τὸν σταυρὸν τὸν παῤ ἡμῶν γενόμενον, μετὰ τοῦ πεμφθέντος σταυροῦ παρὰ Ἰουστινιανοῦ βασιλέως Ῥωμαίων εἰς τὸν οἶκον αὐτοῦ, καὶ τῷ καιρῷ τῆς ἀμιξίας τῶν δύο πολιτειῶν ἐνεχθέντος ἐνταῦθα παρὰΧοσρόου, βασιλέως βασιλέων, υἱοῦ Καβάδου, τοῦ ἡμετέρου πατρός, καὶ εὑρεθέντος ἐν τοῖς ἡμετέροις θησαυροῖς, ἐπέμψαμεν ἐν τῷ οἴκῳ τοῦ ἁγίου πανσέπτου Σεργίου. Καὶ τούτους γνώμῃ Μαυρικίου βασιλέως Γρηγόριος λαβὼν μετὰ πολλῆς πομπῆς εἰς τὸν ἱερὸν οἶκον τοῦ[*](Niceph. xviii 22 Simoc. v 14) μάρτυρος ἀνατέθεικεν. Οὐ μετὰ πολὺ δὲ καὶ ἕτερα πέπομφε δῶρα ὁ Χοσρόης ἀνὰ τὸν αὐτὸν ἱερὸν ναόν, ἐπιγράψας ἐπὶ δίσκου ἐκ χρυσοῦ πεποιημένου ἑλληνίδι φωνῇ ταῦτα: Ἐγὼ Χοσρόης, βασιλεὺς βασιλέων, υἱὸς Χοσρόου, τὰἐν τῷδε τῷ δίσκῳ γεγραμμένα, οὐκ εἰς θέαν ἀνθρώπων, οὐδὲ ἵνα ἐκ τῶν λόγων μου τὸ μέγεθος τοῦ πανσέπτου ὀνόματος γνωσθῇ, ἀλλὰ διὰ τὴν ἀλήθειαν τῶν γεγραμμένων καὶ διὰ τὰς πολλὰς χάριτας καὶ εὐεργεσίας ἃς ἔσχον παρὰ σοῦ: εὐτυχία γάρ μοί ἐστι, ἵνα τὸ ἐμὸνὄνομα ἐμφέρεται τοῖς ἱεροῖς σου σκεύεσιν. Ἐν τῷ εἶναί με ἐν τῷ Βεραμαῒς ᾐτησάμην παρὰ σοῦ, ἅγιε, ἐλθεῖν εἰς τὴν βοήθειάν μου καὶ ἐν γαστρὶ συλλαβεῖν Σιρήν. Καὶ ἐπειδὴ ἡ Σιρὴν Χριστιανή ἐστιν κἀγὼ Ἕλλην, ὁ ἡμέτερος
237
νόμος ἄδειαν ἡμῖν οὐ παρέχει Χριστιανὴν ἔχειν γαμετήν. Διὰ γοῦν τὴν ἐμὴν πρὸς σὲ εὐγνωμοσύνην εἰς ταύτην τὸν νόμον παρεῖδον, καὶ ταύτην ἐν γυναιξὶν ἡμέραν ἐξ ἡμέρας ἐν γνησιότητι ἔσχον καὶ ἴσχω, καὶ οὕτω συνεῖδον νῦν δεηθῆναι τῆς σῆς ἀγαθότητος, ἅγιε, ἐν γαστρὶ συλλαβεῖν αὐτήν. Καὶ ᾐτησάμην καὶ συνεταξάμην ἵνα, ἐὰν ἐν γαστρὶ συλλάβῃ Σιρήν, τὸν σταυρὸν τὸν φορούμενον παῤ αὐτῆς πέμψω τῷ πανσέπτῳ σου οἴκῳ. Καὶ τούτου ἕνεκα κἀγὼ καὶ Σιρὴν τὸν σκοπὸν τοῦτον ἔχομεν ἵνα εἰς μνημόσυνον τοῦ ὀνόματός σου, ἅγιε, τοῦτον τὸν σταυρὸν κρατῶμεν. Καὶ συνείδομεν ἀντ̓ αὐτοῦ τὴν τιμὴν αὐτοῦ, μὴ συντείνουσαν περαιτέρω τῶν τετρακισχιλίων τετρακοσίων στατήρων μιλιαρισίων, πεντακισχιλίους στατῆρας ἐκπέμψαι. Καὶ ἐξ οὗ τὴν τοιαύτην ἑαυτῷ ἔσχον αἴτησιν καὶ ταῦτα διελογισάμην, ἕως οὗ ἐφθάσαμεν τὸ Ῥοσονχοσρόν, δέκα ἡμέραι πλέον οὐ διῆλθον, καὶ σύ, ἅγιε, οὐ διὰ τὸ εἶναί με ἄξιον ἀλλὰ διὰ τὴν σὴν ἀγαθότητα, ἐφάνης μοι ἐν ὁράματι τῆς νυκτός, καὶ τρίτον εἶπάς μοι ὅτι Σιρὴν ἐν γαστρὶ ἔχει. Κἀγὼ ἐν αὐτῷ τῷ ὁράματι τρίτον ἀνταπεκρίθην σοι λέγων: Καλῶς. Καὶ διὰ τὸ εἶναί σε δοτῆρα τῶν αἰτήσεων, ἐκ τῆς ἡμέρας ἐκείνης ἡ Σιρὴν τὸ εἰθισμένον ταῖς γυναιξὶν οὐκ εἶδεν. Ἐγὼ δὲ διστάξας εἰς τοῦτο, εἰ μὴ τοῖς λόγοις σου ἐπίστευσα, καὶ ὅτι ἅγιος εἶ καὶ δοτὴρ τῶν αἰτήσεων, μετὰ τὸ ταύτην τὰ γυναικεῖα μὴ ὑπομεῖναι, ἐκ τούτου ἔγνων τὴν δύναμιν τοῦ ὁράματος καὶ τὴν τῶν παρὰ σοῦ ῥηθέντων ἀλήθειαν. Παραυτὰ οὖν ἔπεμψα τὸν αὐτὸν σταυρὸν καὶ τὴν τούτου τιμὴν ἐν τῷ πανσέπτῳ σου οἴκῳ, κελεύσας ἐκ τῆς τούτου τιμῆς δίσκον ἕνα καὶ
238
ποτήριον ἓν γενέσθαι εἰς λόγον τῶν θείων μυστηρίων, ἀλλὰ μὴν καὶ σταυρὸν γενέσθαι καὶ πηχθῆναι ὀφείλοντα ἐπὶ τῆς τιμίας τραπέζης, καὶ θυμιατήριον, τὰ πάντα χρυσᾶ, καὶ ἀμφίθυρον Οὐννικὸν κεκοσμημένον χρυσίῳ: καὶ τὰ ἀπομένοντα τῆς τιμῆς μιλιαρίσια εἶναι τοῦ ἁγίου σου οἴκου, ἵνα διὰ τῆς τύχης σου, ἅγιε, εἰς πάντα, ἐξαιρέτωσδὲ εἰς τὴν αἴτησιν ταύτην ἔλθῃς εἰς τὴν βοήθειάν μου καὶ Σιρήν, καὶ ὃ διὰ τῆς σῆς πρεσβείας γέγονεν ἡμῖν τῷ ἐλέει τῆς σῆς ἀγαθότητος καὶ τῷ θελήματί μου καὶ Σιρὴν εἰς τέλειον προέλθῃ: ἵνα κἀγὼ καὶ Σιρὴν καὶ πάντες οἱ ἐντῷ κόσμῳ εἰς τὴν σὴν δύναμιν ἐλπίζωμεν, καὶ εἰς σὲ ἔτι πιστεύωμεν. Ταῦτα τὰ παρὰ Χοσρόου ἀναθήματα λέγει, οὐδὲν τῆς Βαλαὰμ προφητείας ἀπᾴδοντα, τοῦ φιλανθρώπου θεοῦ σοφῶς οἰκονομήσαντος Ἑλλήνων γλώσσας σωτήρια φθέγξασθαιῥήματα.

Τότε καὶ Νααμάνης τῶν ἐχθρῶν Σκηνητῶν [*](Niceph. xviii 23) φύλαρχος, ἐξάγιστος καὶ παμμίαρος Ἕλλην ὡς καὶ ἀνθρώπους αὐτοχειρὶ σφαγιάζειν τοῖς αὐτοῦ δαιμονίοις, τῷ ἁγίῳ προσῆλθεν βαπτίσματι, τὴν ὄντως ὕλην χρυσῆνἈφροδίτην πυρὶ τήξας καὶ πτωχοῖς διαδούς, καὶ πάντας τοὺς ἀμφ̓ αὐτὸν τῷ θεῷ προσαγαγών. Ὁ δὲ Γρηγόριος νεύμασι τῆς βασιλείας μετὰ τὸ δοῦναι τοὺς Χοσρόου σταυρούς, τὰς πανερήμους τῶν λεγομένων Λιμητῶν περινοστῶν, ἐν οἷς μάλιστα τὰ Σευήρου δόγματα κατεκράτει,τὰ ἐκκλησιαστικὰ προὐτίθει δόγματα, καὶ πολλὰ φρούρια καὶ κώμας μοναστήριά τε καὶ φυλὰς ὁλοκλήρους τῇ ἐκκλησίᾳ προσήγαγε τοῦ θεοῦ.

Ἐν τοσούτῳ δὲ Συμεώνου τοῦ ἐν ὁσίοις τὴν ἐπὶ [*](Niceph. xviii 24) θάνατον νοσήσαντος, ἐμοῦ τὰ περὶ τούτου μηνύσαντος,

239
ἐκτρέχει Γρηγόριος τοῦτον τὰ τελευταῖα κατασπασόμενος: οὐ μὴν ἔτυχεν. Ἦν δέ γε ὁ Συμεώνης πάντων τῶν κατ̓ αὐτὸν ἀνθρώπων τὴν ἀρετὴν ἐξοχώτατος, ἐξ ἁπαλῶν τῶν ὀνύχων τὸν ἐπὶ κίονος διαθλεύων βίον, ὡς καὶ τοὺς ὀδόντας αὐτοῦ διήλλαξεν ἐν τῇ στάσει τοῦ κίονος. Ἀνήχθη δὲ κατὰ τὸν κίονα ἐξ αἰτίας τοιᾶσδε. Ἔτι σμικρὰν κομιδῇ τὴν ἡλικίαν ἄγων, κουρίζων τε καὶ ἀλώμενος ἀνὰ τὰς κολώνας τοῦ ὄρους περιῄει. Καὶ περιτυχὼν πάρδῳ τῷ θηρίῳ τὴν ζώνην περὶ αὐχένα βάλλει, καὶ ἐκ ῥυτῆρος ἦγεν τῆς φύσεως ἐπιλαθόμενον, καὶ ἀνὰ τὸ οἰκεῖον ἤγαγε φροντιστήριον. Ὅπερ ἑωρακὼς ὁ τοῦτον μαθητεύων καὶ αὐτὸς ἐπὶ κίονος ἑστὼς ἐπυνθάνετο τί ἂν εἴη τοῦτο. Ὁ δὲ ἔφη αἴλουρον εἶναι, ἣν κάτταν ἡ συνήθεια λέγει. Ἐντεῦθεν τεκμηράμενος πηλίκος ἔσται τὴν ἀρετήν, ἐπὶ τοῦ κίονος ἀνήγαγεν. Ἐν τούτῳ δὲ τῷ κίονι καὶ ἐν ἑτέρῳ ἐς τὰς ἀνωτάτω τοῦ ὄρους ἀκρωρείας, ὀκτὼ καὶ ἑξήκοντα διετέθη χρόνους, πάσης χάριτος ἠξιωμένος περί τε τὴν τῶν δαιμονίων ἔλασιν, ἀκούμενός τε πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν, προορῶν τε ὡς παρόντα τὰ μέλλοντα. Ὃς καὶ Γρηγορίῳ προειρήκει αὐτὸν μὲν μὴ ὁρᾶν τὸν αὐτοῦ θάνατον, τὰ δὲ μετ̓ αὐτὸν ἀγνοεῖν. Κἀμοῦ δὲ λογισμοὺς θεωρήσας ἐπὶ τέκνων ἀποβολῇ [*](Nicephori *wita Symeonis PG 862, c. 237, 3204) καὶ διαπορουμένου τί δή ποτε Ἕλλησι πολυτέκνοις οὐ γέγονε ταῦτα, καὶ πρὸς μηδένα τὸ παράπαν ἐξαγαγόντος, γέγραφεν ἐκστῆναι τούτων ὡς οὐκ ἀρέσκοντα τῷ θεῷ. Καὶ γυναικὸς δέ τινος τῶν ὑπογραφόντων μοι, ἐπεὶ τὸ γάλα τεκούσῃ κεκώλυτο καὶ περὶ τῶν ἐσχάτων τὸ βρέφος ἐκινδύνευεν, ἐπιθεὶς τὴν χεῖρα τῇ δεξιᾷ τἀνδρός, ἐπέτρεπεν ταύτην ταῖς θηλαῖς τῆς γυναικὸς ἐπιβαλεῖν. Ὅπερ ἐπειδὴ πέπραχεν, εὐθέως ὡς ἔκ τινος πηγῆς ἥλατο τὸ γάλα, ὡς καὶ τὴν ἐσθῆτα τοῦ γυναίου ἐμπλῆσαι. Καὶ παιδαρίου δὲ παρὰ τῶν συνοδοιπόρων ἐπιλελησμένου πόρρω τῶν νυκτῶν, λέων τοῖς νώτοις ἐπιβιβάσας
240
παρὰ τὸ μανδρεῖον ἤγαγεν, καὶ Συμεώνου προστάξαντος ὑπεξελθόντες οἱ διακονούμενοι τὸ παιδίον ἤγαγον ὑπὸ τοῦ λέοντος φρουρούμενον. Πολλὰ δὲ ἕτερα καὶ κρείττονα μνήμης πέπραχεν, ἃ καὶ γλώσσης κεκομψευμένης καὶ χρόνου καὶ πραγματείας ἰδίας δεῖται, ταῖς τῶν ἀνθρώπωνᾀδόμενα γλώσσαις. Ἐκ πάσης γὰρ σχεδὸν γῆς, οὐ μόνον Ῥωμαίων ἀλλὰ καὶ βαρβάρων, παῤ αὐτὸν ἐφοίτων, καὶ τῶν αἰτουμένων ἐτύγχανον. Ὧι ἀντὶ παντὸς βρωτοῦ καὶ ποτοῦ, κλάδοι τινὲς ἐτύγχανον ἐκ θάμνου τῷ ὄρει φυομένης.

Ἐπιτελευτᾷ δὲ αὖ μετ̓ οὐ πολὺ καὶ Γρηγόριος, [*](Niceph. xviii 26) ποδαγρικῷ μὲν ἁλοὺς παθήματι ᾧ μάλιστα παρηνωχλεῖτο, φαρμακοποτήσας δὲ ἐκ τῆς καλουμένης ἑρμοδακτύλου πρός τινος τῶν Ἀσκληπιαδῶν δεδομένης. Τελευτᾷ δέ, Γρηγορίου μὲν τὴν πρεσβυτέραν Ῥώμην ἐπισκοποῦντος,ὃς μετὰ Πελάγιον γέγονε, τὴν δὲ νεωτέραν Ἰωάννου, καὶ τὴν Ἀλεξάνδρου Εὐλογίου, τῶν λελεγμένων μοι, Ἀναστασίου τε τὴν Θεουπολιτῶν, τῷ οἰκείῳ ἀποδοθέντος θρόνῳ μετὰ τρεῖς καὶ εἴκοσι χρόνους, Ἱεροσολύμων τε Ἰωάννου: οὖ μετὰ βραχὺ τελευτήσαντος οὔπω τις τοὺσαὐτόσε οἴακας ἐνεχειρίσθη. Ἐνταῦθά μοι τὰ τῆς ἱστορίας πεπαύσθω, Μαυρικίου Τιβερίου δωδέκατον ἔτος τὴν Ῥωμαίων βασιλείαν διακυβερνῶντος, τῶν ἑξῆς τοῖς βουλομένοις ἐκλέγειν τε καὶ γράφειν καταλιμπανομένων. Εἰ δέ τι παρῶπται ἢ οὐκἀκριβῶς ἀνείληπται, μηδεὶς ἡμᾶς μεμφέτω μέμψεως, ἐννοῶν ὡς πεπλανημένην ἱστορίαν συνελέξαμεν, τὴν τῶν ἀνθρώπων ὠφέλειαν πραγματευσάμενοι, δἰ οὓς καὶ τῶν τηλικούτων πόνων ἠνεσχόμεθα. Πεπόνηται δὲ ἡμῖν καὶ ἕτερον τεῦχος, ἀναφοράς, ἐπιστολάς, ψηφίσματα, λόγουστε καὶ διαλέξεις, καὶ ἕτερα ἄττα ἔχον: τῶν ἐμπεριεχομένων ἀναφορῶν ὡς ἐπίπαν ἐκ προσώπου Γρηγορίου τοῦ Θεουπόλεως συντεθειμένων. Δἰ ὧν καὶ δύο τετυχήκαμεν ἀξιωμάτων, Τιβερίου μὲν Κωνσταντίνου τῇ τοῦ κυαιστωρίου

241
περιβαλόντος, Μαυρικίου δὲ Τιβερίου δέλτους ὑπάρχων στείλαντος, ἐφ̓ ᾗ συντεθείκαμεν, ὅτε τὰ ὀνείδη τῆς βασιλείας λύσας Θεοδόσιον ἐς φῶς προήγαγε προοίμιον αὐτῷ τε καὶ τῷ πολιτεύματι πάσης εὐδαιμονίας παρασχόμενον. Εὐαγρίου σχολαστικοῦ Ἐπιφανέως καὶ ἀπὸ ἐπάρχων ἐκκλησιαστικῆς ἱστορίας τόμοι ἔξ.