Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Μαυρίκιος δέ, ἐπεὶ παρέλαβε τὴν ἀρχήν, πρῶτα μὲν [*](Niceph. xviii 8 Simoc. i 10 Theophan. 252) τὰ περὶ τὸν γάμον ἐξηρτύετο, καὶ κατὰ τοὺς βασιλικοὺσθεσμοὺς Αὐγοῦσταν, τὴν καὶ Κωνσταντῖναν, ἐσοικίζεται, τῆς τε τῶν γάμων πομπῆς μεγαλοπρεπῶς γεγενημένης δημοθοινίας τε καὶ ἀγερωχίας ἑκασταχοῦ τῆς πόλεως. Παρῆσαν δὲ τῷ γάμῳ θεοσέβειά τε καὶ βασιλεία δορυφοροῦσαί τε ἐκπρεπέστατα καὶ δωροφοροῦσαι τὰ τιμιώτατα.Ἡ μὲν γὰρ πατέρα τε καὶ μητέρα παρείχετο, σεμνῇ πολιᾷ αἰδεσίμῳ τε ῥυτίδι τὸν γάμον ἁγιάσοντας, οὐχ ἱστορηθὲν ἐς βασιλέας πώποτε, ἀδελφούς τε καλοὺς καὶ ὡραίους τὴν γαμήλιον πομπὴν σεμνύνοντας. Ἡ δέ γε ἀμπεχόνην χρυσόπαστον, ἁλουργίδι καὶ λίθοις Ἰνδῶνκεκοσμημένην, στεφάνους τε χρυσῷ πολλῷ καὶ ταῖς ἐκ λίθων ποικιλίαις τε καὶ διαυγείαις τιμαλφεστάτους, ἅπαντάς τε τοὺς ἐν ἀξιώσεσι περὶ τὴν αὐλὴν καὶ στρατείαις ἐναριθμίους, κηρούς τε γαμηλίους ἐξάπτοντας μεγαλοπρεπῶς τε ἐσταλμένους καὶ ἐξ ὧν γνωρίζοιντο, καὶ τὴννυμφαγωγὸν πανήγυριν ἀνυμνοῦντας: ὥστε τῆς πομπῆς ἐκείνης μηδὲν τῶν ἐν ἀνθρώποις σεμνοπρεπέστερον ἣ εὐδαιμονέστερον γενέσθαι πώποτε. Καὶ Δαμόφιλος μέν [*](Plut. 316 c s#3.) φησι τὰ κατὰ Ῥώμην ἀναγράφων,Πλούταρχον τὸν

223
Χαιρωνέα σαφῶς εἰπεῖν ὅτι διὰ ταύτην μόνην ἐσπείσαντο πρὸς ἀλλήλας ἀρετή τε καὶ τύχη. Ἐγὼ δὲ ἂν φαίην ὡς θεοσέβειά τε καὶ εὐδαιμονία ἐπὶ Μαυρικίῳ μόνῳ οὕτω συνηλθέτην, τῆς θεοσεβείας βιασαμένης τὸ εὔδαιμον καὶ περιτρέπεσθαι παντάπασιν οὐκ ἐνδούσης. Ἐσπούδακε δὲ λοιπὸν οὐκ ἐν τῷ σώματι μόνῳ, ἀλλὰ γὰρ καὶ ἐν τῇ ψυχῇ περιβαλέσθαι τὴν ἁλουργίδα καὶ τὸν στέφανον. Μόνος γὰρ τῶν πρώην βασιλέων ἑαυτοῦ βεβασίλευκε, καὶ αὐτοκράτωρ ὄντως γενόμενος τὴν μὲν ὀχλοκρατείαν τῶν παθῶν ἐκ τῆς οἰκείας ἐξενηλάτησε ψυχῆς, ἀριστοκρατίαν δὲ ἐν τοῖς ἑαυτοῦ λογισμοῖς καταστησάμενος, ζῶν ἀρετῆς ἄγαλμα ἑαυτὸν παρέσχετο πρὸς μίμησιν ἐκπαιδεύων τὸ ὑπήκοον. Ἅπερ οὐ πρὸς θωπείαν εἴρηταί μοι: τί γὰρ καὶ λελέξεται, ἀγνοοῦντος ἐκείνου τὰ γραφόμενα; Παραστήσει δὲ ταῦθ̓ οὕτως ἔχειν τά τε ἐκ τοῦ θεοῦ δεδωρημένα γε αὐτῷ, τά τε παντοίως συνενεχθέντα, ἅπερ ἡμῖν ὁμολογουμένως ἐς τὸν θεὸν ἀνακτέον.

Οὗτος πρὸς τοῖς ἄλλοις ἅπασι διεσπούδακε μηδενὸς [*](Niceph. xviii 10) τῶν ὑποδίκων τῇ βασιλείᾳ αἷμα παντάπασιν ἐκχέαι. Ἀμέλει τοιγαροῦν οὔτε Ἀλαμούνδαρον τῶν Σκηνητῶν Ἀράβων ἡγούμενον τό τε πολίτευμα αὐτόν τε καταπροδόντα, ὡς πρόσθε μοι δεδιήγηται, ἀνεῖλε: μόνης δὲ νήσου προσετίμησε σὺν γυναικὶ καὶ τῶν παίδων ἐνίοις, καὶ πρὸς τὴν Σικέλων ἐξοικίσαι. Νααμάνην δὲ τὸν τούτου παῖδα, μυρίων κακῶν ἐμπλήσαντα τὸ πολίτευμα, Φοινίκην τε [*](Joh. Ephes. iii 42) ἑκατέραν Παλαιστίνας τε ληϊσάμενον καὶ ἀνδραποδίσαντα διὰ τῶν ἀμφ̓ αὐτὸν βαρβάρων, ὅτε Ἀλαμούνδαρος ἥλω, πάντων αὐτοῦ θάνατον καταψηφισαμένων, ἐν ἐλευθέρᾳ φυλακῇ φρουρεῖ, μηδὲν ἐπέκεινα κακῶν: ἃ καὶ ἐφ̓ ἑτέροις ἀναρίθμοις πέπραχεν, ὡς ἕκαστα προσφόρως λελέξεται.

Πέπομφε μὲν οὖν ὁ Μαυρίκιος στρατηγὸν τῶν [*](Niceph. xviii 10 Sinoc. i 9, 12) ἑῴων ταγμάτων πρῶτα μὲν Ἰωάννην Θρᾷκα γένος, ὅς τινα μὲν πταίσας, τινὰ δὲ καὶ ἀναμαχεσάμενος, οὐδὲν ὅ τι καὶ λόγου ἄξιον πέπραχε: μετ̓ αὐτὸν δὲ Φιλιππικὸν [*](Simoc. i 13 s#3. Theophan. 253 s#3.)

224
κῆδος πρὸς αὐτὸν ἔχοντα, τὴν ἑτέραν γὰρ ταῖν ἀδελφαῖν αὐτοῦ γεγαμήκει. Ὃς καὶ κατὰ τὴν ὑπερορίαν διαβὰς πάντα τε τὰ ἐν ποσὶ ληϊσάμενος, μεγάλων λαφύρων ἐγκρατὴς γέγονεν, εἶλέ τε πολλοὺς τῶν εὐγενῶν τε καὶ εὐπατριδῶν τῆς Νισίβεως καὶ τῶν ἄλλων τῶν ἐντὸς τοῦΤίγριδος ποταμοῦ. Συνεπλάκη δὲ καὶ Πέρσαις, καὶ μάχης καρτερᾶς γενομένης πολλῶν τε καὶ ἀξιολόγων Περσῶν [*](Simoc. ii 4, 5) πεπτωκότων, καὶ ζωγρίας πολλοὺς εἶλε, καί τινα λόχον ἐκδραμόντα ἔν τινι τῶν εὐφυῶν γεωλόφων δυνάμενος ἐξελεῖν, ἐφῆκεν ἀπαθεῖς, ὑποσχομένους πείθειν τὸν σφῶνβασιλέα εἰρήνης πέρι τὴν ταχίστην ἐκπέμπειν. Καὶ ἕτερα δὲ στρατηγῶν κατεπράξατο, τῶν περιττῶν καὶ ἐς τρυφὴν ἀγόντων τὸν στρατὸν ἐλευθερώσας καὶ πρὸς τὸ κόσμιον καὶ εὐπειθὲς αὐτοὺς χαλινώσας. Ἃ τοῖς συγγράψασιν ἢ καὶ συγγράφουσι καταληπτέον, ὡς ἂν ἀκοῆς ἢ δόξησἔχοιεν ἢ καὶ ἐσχήκασιν: οἷς ὁ λόγος τῇ ἀγνοίᾳ περιολισθαίνων καὶ ἀποχωλεύων, ἢ προσπαθείᾳ θρυπτόμενος ἢ ἀντιπαθείᾳ τυφλώττων, τῶν ἀληθῶν διαμαρτάνει.

Μετ̓ αὐτὸν δὲ Πρίσκος τὴν στρατηγίδα μέτεισιν [*](Niceph. xviii 11 Simoc. iii 1 Theophan. 260) ἀρχήν, οὐκ εὐπρόσοδός τις, οὐδὲ ἄτερ τῶν ἀναγκαίωνεὐπρόσβατος, τὸ πᾶν δὲ νομίζων καταπράττεσθαι εἰ τὰ πολλὰ καθ̓ αὑτὸν εἴη, ὡς ἐντεῦθεν καὶ τῶν στρατευμάτων δέει μᾶλλον ὑπειξόντων πρὸς τὰ κελευόμενα. Ὅτε δ̓ οὖν πρὸς τὸ στρατόπεδον ἀφίκετο, ὀφρυάζων καὶ ὑπερβλέπων καὶ πρὸς τὸ κομπωδέστερον ἐξησκημένος, προὐτίθει τινὰπερί τε τῆς τῶν στρατιωτῶν ἐς τοὺς πολέμους καρτερίας, περί τε τῆς ἀκριβοῦς ἐξοπλίσεως καὶ ὧν ἐκ τοῦ δημοσίου κομίσαιντο. Οἳ καὶ πρώην περὶ τούτων πεπυσμένοι ἐς τοὐμφανὲς τὸν θυμὸν ἐξέρρηξαν, ὁμόσε χωρήσαντες ἔνθα ἦν σκηνησάμενος, ληῒζονται μὲν βαρβαρικῶς ὅσα μεγαλοπρεπῶς[*](Simoc. iii 2) αὐτῷ διεσκεύαστο καὶ τῶν κειμηλίων τὰ τιμιώτατα, μικροῦ δὲ καὶ αὐτὸν διεχρήσαντο, εἰ μή τινι τῶν παρόχων ἵππων ἐπιβὰς κατὰ τὴν Ἔδεσαν διεσώθη: ἣν [*](Ibid. iii 3) καὶ πέμψαντες ἐπολιόρκησαν τὸν Πρίσκον ἐξαιτούμενοι.

225