Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Γεγόνασι δὲ καὶ θεοσημεῖαι τὴν βασιλείαν αὐτῷ [*](Niceph. xviii 9) προφητεύουσαι. Πόρρω γὰρ τῶν νυκτῶν ἐπιθυμιῶντί γε [*](16) αὐτῷ τῶν ἀνακτόρων εἴσω τοῦ ἱεροῦ οἴκου τῆς ἁγίας καὶ πανάγνου παρθένου καὶ θεοτόκου Μαρίας, ὃς πρὸς τῶν Θεουπολιτῶν Ἰουστινιανοῦ προσηγόρευται, τὸ ἀμφὶ τὴν ἱερὰν τράπεζαν παραπέτασμα πυρίφλεκτον γέγονεν, ὡσκαὶ πρὸς ἔκπληξιν καὶ θάμβος ἐλθεῖν τὸν Μαυρίκιον καὶ δεῖσαι τὸ ὅραμα: ᾧ παρεστὼς Γρηγόριος, ὁ τῆς πόλεως ἀρχιερεύς, εἶπε θειασμοῦ τινος εἶναι τὸ χρῆμα, καὶ μέγιστα καὶ ἔξοχα μηνύειν αὐτῷ. Ἐφάνη δέ οἱ κατὰ τὴν ἑῴαν καὶ Χριστὸς ὁ θεὸς ὕπαρ ἐκδίκησιν ζητῶν, ὅπερ ἄντικρυσβασιλείαν ἐδήλου. Παρὰ τίνος γὰρ ἂν ἢ παρὰ βασιλέως καὶ οὕτως ἐς αὐτὸν εὐσεβοῦς τὰ τοιαῦτα ἐξῄτησεν; Ἀξιόλογα δὲ καὶ ἱστορίας ἄξια πυνθανομένῳ μοι περὶ τούτων, καὶ οἱ ἐς φῶς αὐτὸν προαγαγόντες διηγήσαντο. Ὁ μὲν γὰρ φύσας ἔλεγεν ἄμπελον μεγίστην ὄναρ ἰδεῖνκατὰ τὸν καιρὸν τῆς αὐτοῦ συλλήψεως ἐκ τῆς σφετέρας κοίτης ἐκφῦσαι, καὶ βότρυς παμπληθεῖς καὶ ὡραίους αὐτῆς αἰωρεῖσθαι. Ἡ δέ γε μήτηρ παῤ αὐτὴν ἔφασκε τὴν ἀπότεξιν εὐωδίαν ξένην τε καὶ παρηλλαγμένην

217
τὴν γῆν ἀναθυμιᾶσαι: πολλάκις δὲ καὶ τὴν λεγομένην Ἔμπουσαν μεταθεῖναι τὸ βρέφος ὡς τοῦτο βρώξουσαν, μὴ οἵαν δὲ γενέσθαι τοῦτο λυμήνασθαι. Καὶ Συμεώνης δὲ ἀγχοῦ Θεουπόλεως τὴν ἐπὶ κίονος στάσιν ποιούμενος, ἀνὴρ πρακτικώτατος καὶ πάσαις ταῖς ἐνθέοις ἀρεταῖς ἐπίσημος, πολλὰ ἔλεξέ τε καὶ πέπραχε τὴν βασιλείαν αὐτῷ μηνύοντα. Περὶ οὗ τὰ πρόσφορα ἡ ἑξῆς ἱστορία διαλέξεται.

Ὁ δέ γε Μαυρίκιος πρὸς τὴν βασιλείαν ἄνεισι, [*](Niceph. xviii 5 Simoc. i 1, 10 Theophan. 252) Τιβερίου πρὸς ταῖς ἐσχάταις ἀναπνοαῖς τυγχάνοντος καὶ τὴν παῖδα Αὐγοῦσταν καὶ τὴν βασιλείαν ἀντὶ φερνῆς τινος παραδόντος αὐτῷ, ὀλιγοστὸν μὲν βιώσαντος ἐν τῇ βασιλείᾳ χρόνον, ἀθάνατον δὲ μνήμην καταλελοιπότος ἐφ̓ οἷς πέπραχεν ἀγαθοῖς: οὐδὲ γὰρ λόγῳ περιληπτέον. Ἄριστον δὲ καὶ τῷ πολιτεύματι κλῆρον καταλέλοιπεν ὁ Τιβέριος τὴν Μαυρικίου ἀνάρρησιν: ὃς διένειμε καὶ τὰς ἑαυτοῦ προσηγορίας, τὸν μὲν Μαυρίκιον, Τιβέριον, τὴν δὲ Αὐγοῦσταν, Κωνσταντῖναν προσειπών. Τί δὲ καὶ αὐτοῖς πέπρακται, τῆς θείας συναιρουμένης ῥοπῆς, ἡ ἑξῆς ἱστορία δηλώσει.

Ὡς ἂν δὲ καὶ οἱ χρόνοι σὺν πάσῃ ἀκριβείᾳ ἀναγραφεῖεν, [*](Joh. Ephes. v 13) ἰστέον ὡς βεβασίλευκεν ὁ Ἰουστῖνος ὁ νέος, καθ̓ αὑτὸν μὲν ἔτη δυοκαίδεκα πρὸς μησὶ δέκα καὶ ἥμισυ, σὺν Τιβερίῳ δὲ ἔτη τρία μῆνας ἕνδεκα, τὰ δὲ πάντα ἔτη ἓξ καὶ δέκα πρὸς μησὶν ἐννέα καὶ ἥμισυ: ἐβασίλευσε δὲ καὶ Τιβέριος καθ̓ αὑτόν τε ἔτη τέσσαρα: ὡς συνάγεσθαι ἀπὸ Ῥωμύλου μέχρι τῆς ἀναρρήσεως Μαυρικίου Τιβερίου, ὥς τε τὰ προλαβόντα τά τε παρόντα δεδηλώκασιν ἔτη.

Σὺν θεῷ δὲ ἡμῖν καὶ τὰ τῆς ἐκκλησιαστικῆς ἱστορίας εὐσυνόπτως ἀπόκειται διὰ τῶν ἱστορημένων, μέχρι μὲν Κωνσταντίνου Εὐσεβίῳ τῷ Παμφίλου, ἐξ

218
ἐκείνου δὲ μέχρι Θεοδοσίου τοῦ νέου, Θεοδωρήτῳ, Σωζομενῷ τε καὶ Σωκράτει, καὶ ὦν ὁ παρὼν ἡμῖν ἐξέλεξε πόνος. Καὶ ἡ ἀρχαία δὲ καὶ ἡ θύραθεν ἱστορία καθ̓ εἱρμὸν τοῖς φιλοπόνοις διασώζεται, Μωσέως μὲν γὰρ ἄρξαντος ἱστορίας καὶ συγγραφῆς, ὡς τοῖς τὰ περὶ τούτων συναγαγοῦσισαφῶς ἀποδέδεικται, καὶ ἀπ̓ ἀρχῆς κόσμου ἀληθῶς γράψαντος ἐξ ὦν ἐντυγχάνων τῷ θεῷ μεμάθηκεν ἀνὰ τὸ Σινᾶ ὄρος, καὶ ὧν οἱ μετ̓ αὐτὸν τὴν ἡμετέραν προοδοποιοῦντες θρησκείαν διὰ τῆς θείας ἀπέθεντο γραφῆς. Πολλὴν δὲ καὶ Ἰώσηπος ἔγραψεν ἱστορίαν, χρειώδηἐς ἅπαντα τυγχάνουσαν. Ὅσα δὲ εἴτε μυθώδη εἴτε μετὰ τῶν ἀληθῶν γεγένηται, Ἑλλήνων τε καὶ τῶν ἀρχαίων βαρβάρων πρὸς ἑαυτούς τε καὶ πρὸς ἐκείνους διαγωνιζομένων, ἢ εἴ τι καὶ ἄλλο ἐξειργάσθη ἐξ ὅτου ἀνθρώπους ἱστόρησαν εἶναι, Χάρακίτε γέγραπται καὶ Ἐφόρῳ καὶ Θεοπόμπῳ καὶ ἄλλοις ἀναρίθμοις. Αἱ δὲ κατὰ Ῥωμαίους πράξεις πᾶσαν κοσμικὴν ἱστορίαν ἐν ἑαυταῖς περιλαμβάνουσαι, ἢ εἴ τι καὶ ἄλλο γέγονεν εἴτε ἐς ἑαυτοὺς διαιρουμένων εἴτε καὶ καθ̓ ἑτέρων πραττόντων, πεπόνηται Διονυσίῳ μὲν τῷ Ἁλικαρνασεῖ,ἀπὸ τῶν λεγομένων Ἀβοριγίνων τὴν ἱστορίαν ἑλκύσαντι μέχρι τοῦ Ἠπειρώτου Πύρρου: ἐξ ἐκείνου δὲ Πολυβίῳ τῷ Μεγαλοπολίτῃ, καταγαγόντι ἕως τῆς Καρχηδόνος ἁλώσεως. Ἅπερ Ἀππιανὸς εὐκρινῶς διέτεμεν, ἑκάστην πρᾶξιν εἰς ἓν ἀγείρας, εἰ καὶ κατὰ διαφόρουσγέγονε χρόνους. Καὶ τὰ μετ̓ ἐκείνους ὡσαύτως εἰργασμένα, Διοδώρῳ τε τῷ Σικελιώτῃ πεποίηται τὰ μέχρις Ἰουλίου Καίσαρος, καὶ Δίωνι τῷ Κασσίῳ γράψαντι μέχρις Ἀντωνίνου τοῦ ἐξ Ἐμεσῶν. Ἐκθεμένου δὲ τὰ τοιαῦτα καὶ Ἡρωδιανοῦ, τὰ μέχρι τῆς Μαξιμίνου τελευτῆσδηλοῦται. Νικοστράτου τε τοῦ σοφιστοῦ τοῦ ἐκ Τραπεζούντων συγγράψαντος, τὰ ἀπὸ Φιλίππου τοῦ μετὰ
219
Γορδιανὸν ἐκτίθεται ἕως Ὀδαινάθου τοῦ ἐκ Παλμυρῶν καὶ τῆς Οὐαλλεριανοῦ πρὸς Πέρσας αἰσχρᾶς ἀφίξεως. Καὶ Δεξίππῳ δὲ πλεῖστα περὶ τούτων πεπόνηται, ἀπὸ μυθικῶν ἀρξαμένῳ καὶ λήξαντι ἐς τὴν Κλαυδίου τοῦ μετὰ Γαλλιηνὸν βασιλείαν: οἷς συνανείληπται περὶ ὧν Κάρποι καὶ ἕτερα βάρβαρα ἔθνη κατὰ τὴν Ἑλλάδα καὶ Θρᾴκην καὶ Ἰωνίαν διαπολεμοῦντες ἔπραξαν. Καὶ Εὐσέβιος δὲ ἀπὸ Ὀκταβιανοῦ καὶ Τραϊανοῦ καὶ Μάρκου λαβὼν ἕως τῆς τελευτῆς Κάρου κατήντησεν. Γέγραπται δὲ περὶ τῶν χρόνων τούτων ἔνια Ἀρριανῷ τε καὶ Ἀσινίῳ Κουαδράτῳ. Περὶ δὲ τῶν ἑξῆς χρόνων Ζωσίμῳ ἱστόρηται μέχρις Ὀνωρίου καὶ Ἀρκαδίου τῶν βασιλέων: καὶ ὅσα μετ̓ αὐτοὺς συνείλεκται Πρίσκῳ τῷ ῥήτορι, καὶ ἑτέροις. Ἅπερ ἅπαντα Εὐσταθίῳ τῷ Ἐπιφανεῖ ἐπιτέτμηται πανάριστα [*](Suidas s.v.) ἐν δύο τεύχεσιν, ἑνὶ μὲν ἕως ἁλώσεως Ἰλίου, τῷ δὲ ἑτέρῳ ἕως δωδεκάτου ἔτους τῆς Ἀναστασίου βασιλείας. Καὶ Προκοπίῳ δὲ τῷ ῥήτορι πεποίηται τὰ ἐξ ἐκείνου ἕως τῶν Ἰουστινιανοῦ χρόνων. Καὶ τὰ ἐχόμενα δὲ τούτοις [*](Joh. Epiph. FHG iv 273) Ἀγαθίᾳ τῷ ῥήτορι καὶ Ἰωάννῃ ἐμῷ τε πολίτῃ καὶ συγγενεῖ καθ̓ εἱρμὸν ἱστόρηται, μέχρι τῆς Χοσρόου τοῦ νέου πρὸς Ῥωμαίους φυγῆς καὶ τῆς ἐς τὴν αὐτοῦ βασιλείαν ἀποκαταστάσεως: Μαυρικίου μηδαμῶς πρὸς τὴν πρᾶξιν ἐλινύσαντος, ὑποδεξαμένου δὲ βασιλικῶς, καὶ μάλιστα τάχιστα εἰς τὴν βασιλείαν χρήμασί τε μεγάλοις καὶ στρατεύμασι καταγαγόντος: εἰ καὶ μήπω ἔτυχον ἐκδεδωκότες. Περὶ ὧν καὶ ἡμεῖς τῆς ἄνωθεν ἐπιτρεπούσης εὐμενείας ἐν τοῖς ἐφεξῆς τὰ πρόσφορα λέξομεν. Τέλος τοῦ ε τόμου τῆς ἐκκλησιαστικῆς ἱστορίας Εὐαγρίου.