Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Ὑπὸ τοῖς αὐτοῖς Ἰουστίνου χρόνοις ἐμπρησμοί τε [*](Niceph. xvii 3 Malal 417, 419 Joh. Nikiu c. 90, p. 504 Theophan. 172 Procop. i 215 Georg. Mon. 525 Cramer. An. Par. ii 109) συχνοὶ καὶ δεινοὶ καὶ δεινοὶ κατὰ τὴν Ἀντιόχου γεγόνασιν, ὥσπερ ἡγούμενοι τῶν γενομένων ἐν αὐτῇ φοβερωτάτων κλόνων καὶ προοίμιον τοῖς παθήμασι παρεχόμενοι. Μετὰ γὰρ βραχύν τινα καιρόν, ἐν τῷ ἑβδόμῳ ἔτει τῆς αὐτοῦ βασιλείας, μηνὶ δεκάτῳ, ἀνὰ τὸν Ἀρτεμίσιον μῆνα ἤτοι Μάϊον, ἐνάτῃ καὶ εἰκοστῇ αὐτοῦ ἡμέρᾳ, κατ̓ αὐτὸ τῆς μεσημβρίας τὸ σταθερώτατον τῆς ἕκτης ἡμέρας τῆς καλουμένης ἑβδομάδος, βρασμὸς καὶ σεισμὸς ἐπελθόντες

156
τῇ πόλει μικροῦ πᾶσαν ἀνατρέψαντες κατήγαγον: οἷς καὶ πῦρ εἵπετο ὥσπερ τὴν συμφορὰν μετ̓ αὐτῶν διανειμάμενον. Ἃ γὰρ ἐκεῖνοι οὐ κατέβαλον, τὸ πῦρ ἀμφινεμόμενον ἐξηνθράκωσέ τε καὶ ἀπετέφρωσε. Καὶ ὅσα μὲν τῆς πόλεως πέπονθεν ὅσοι τε τοῦ πυρὸς καὶ τῶνσεισμῶν ἔργον γεγόνασιν ὡς τὸ εἰκὸς ὑπέθετο, ὁποῖά τε παράδοξα καὶ λόγου κρείττω συμβέβηκε, περιπαθῶς ἀφήγηται Ἰωάννῃ τῷ ῥήτορι, ὧδε τῆς ἱστορίας καταλήξαντι. Τελευτᾷ δ̓ οὖν ἐγκαταληφθεὶς τοῖς πτώμασι καὶ ὁ Εὐφράσιος, ἄλλη τῆς πόλεως συμφορά, ἵνα μὴ τῶνἐπιτηδείων ὁ προνοῶν ᾖ.

Ἀλλ̓ ἡ τῶν ἀνθρώπων σώτειρα τοῦ θεοῦ κηδεμονία, [*](Niceph. xvii 3) ἡ πρὸ τῆς πληγῆς τὰ φάρμακα πλάττουσα καὶ φιλανθρωπίᾳ τὸ ξίφος τῆς ὀργῆς θήγουσα, ἡ παῤ αὐτὴν [*](Malal. 423) τὴν ἀπόγνωσιν τὴν οἰκείαν ἀνοιγνῦσα συμπάθειαν, Ἐφραίμιονδιανέστησε τῆς ἑῴας ἀρχῆς τὰς ἡνίας διέποντα πᾶσαν ἀναζώσασθαι φροντίδα μηδὲν τῶν ἐπιτηδείων ἐπιλιπεῖν τὴν πόλιν. Ὃν κἀντεῦθεν ἀγασάμενοι Ἀντιοχέων παῖδες εἰς ἱερέα ψηφίζονται: καὶ τὸν ἀποστολικὸν λαγχάνει θρόνον ὥσπερ μισθὸν καὶ γέρα τῆς τοσαύτης[*](Malal. 442, 443 Cramer. An. Par. ii 320 Theophan. 177) προνοίας τοῦτον κληρωσάμενος. Πέπονθε καὶ αὖθις ὑπὸ σεισμῶν μετὰ μῆνας τριάκοντα. Τότε καὶ Θεοῦ πόλις ἡ Ἀντιόχου προσηγορεύθη πόλις, καὶ ἄλλης προνοίας πρὸς τοῦ βασιλέως τυχοῦσα.

Ἀλλ̓ ἐπεὶ τῶν εἰρημένων ἐμνήσθημεν παθημάτων, [*](Niceph. xvii 4) φέρε καὶ ἕτερα ἄττα τῶν ἀξιολόγων τῷ παρόντι προσθῶμεν [*](26) πόνῳ, ἅπερ εἰς ἡμᾶς ἐκ τῶν ἱστορησάντων ἐνηνέκται. Ζωσιμᾶς ἀνήρ, γένος Φοῖνιξ, τῆς λεγομένης παραλίας, κώμην Σίνδην πατρίδα κληρωσάμενος διέχουσαν τῆς τῶν Τυρίων οὔτι σταδίους εἴκοσι, τὸν μονήρη διαθλεύων βίον,οὕτως ταῖς τε ἀφέξεσι καὶ μεθέξεσι τῶν τροφῶν καὶ ταῖς ἄλλαις ἀρεταῖς τοῦ βίου τὸν θεὸν εἰσοικισάμενος ὡς μὴ μόνον διορᾶν τὰ μέλλοντα, ἀλλὰ καὶ πάσης ἀπαθείας

157
χάριν λαβεῖν, συνῆν τῶν τινι ἐπισήμων ἀνὰ τὴν Καίσαρος πόλιν, ἣ μιᾶς τῶν Παλαιστινῶν ἡγεῖται: ἦν δὲ ἄρα οὗτος Ἀρκεσίλαος, ἀνὴρ εὐπατρίδης τε καὶ λόγιμος, εὖ τε ἀξιωμάτων καὶ τῶν λοιπῶν τῶν κοσμούντων ἀνδρὸς βίον ἥκων. Οὗτος ὁ Ζωσιμᾶς ἐν τῷ ἀκαρεῖ τῆς Ἀντιόχου πτώσεως ἀθρόον ἐπιστυγνάσας ὀλοφυρόμενός τε καὶ μύχιον ἀνοιμώξας, δάκρυά τε τοσαῦτα σπείσας ὡς καὶ τὴν γῆν ἐπιβρέξαι, θυμιατήριον ἐξῃτήσατο, καὶ πάντα τὸν χῶρον ἐν ᾧ καθειστήκεισαν ἐπιθυμιάσας ἐπὶ γῆς ἑαυτὸν ῥίπτει, προσευχαῖς τε καὶ λιταῖς τὸν θεὸν ἱλεούμενος. Εἶτα πυνθανομένου τοῦ Ἀρκεσιλάου τί ἄρα τὸ οὕτω διαταράξαν εἴη, διαρρήδην εἶπε τὴν ἠχὴν τῆς Ἀντιόχου πτώσεως αὐτίκα τὰ ὦτά οἱ περιβομβῆσαι. Ὥστε τὸν Ἀρκεσίλαον καὶ τοὺς παρατετυχηκότας ἐκπεπληγμένους ἀναγράψαι τὴν ὥραν, εὑρεῖν τε ἐς ὕστερον οὕτως ὡς ὁ Ζωσιμᾶς ἀπεφήνατο. Διὰ τούτου πολλαί τε καὶ ἕτεραι θεοσημεῖαι γεγόνασιν, ὧν τὸ πλῆθος παρείς, ἐπεὶ καὶ κρείττονος εἰπεῖν ἀριθμοῦ τυγχάνουσιν οὖσαι, ἔνια λέξω. Συνήκμαζε τῷ Ζωσιμᾷ ἀνήρ, Ἰωάννης τοὔνομα, ταῖς ἀρεταῖς παραπλήσιος, ἐν Χουζιβᾷ τῇ μάνδρᾳ — κεῖται δὲ πρὸς τῇ ἐσχατιᾷ τῆς χαράδρας ἀνὰ τὸ ἀρκτῷον μέρος τῆς λεωφόρου τῆς φερούσης τοὺς διαπορευομένους ἐξ Ἱεροσολύμων ἐπὶ τὴν Ἱεριχουντίων πόλιν — τὸν μονήρη τε καὶ ἄϋλον διαπαλαίσας βίον, ἐπισκοπήσας δὲ τὴν εἰρημένην μοι Καίσαρος πόλιν. Οὗτος ὁ Ἰωάννης ὁ Χουζιβίτης, ἐπεὶ τὴν Ἀρκεσιλάου τοῦ λελεγμένου μοι γυναῖκα ἠκηκόει θάτερον τοῖν ὀφθαλμοῖν ὑπὸ κερκίδος ἐκκοπέντα, δρομαίως ᾔει πρὸς αὐτὴν τὸ πάθος ἐπισκεψόμενος. Ὡς δ̓ οὖν ἐθεάσατο τήν τε κόρην ἐκπεσοῦσαν τέλεόν τε τὸν ὀφθαλμὸν διαρρυέντα, σπόγγον ἐπιτάττει τῶν τινι παρεφομαρτούντων ἰατρῶν ἐνεγκεῖν, εἰσαγαγεῖν
158
τε τὸ διαρρυὲν ὡς ἂν δύναιτο, καὶ τὸν σπόγγον περιθέντα τελαμῶσιν ἀναδῆσαι, οὔτι παρόντος Ἀρκεσιλάου. Ἔτυχε γὰρ τῷ Ζωσιμᾷ παρὼν ἐν τῷ κατ̓ αὐτὸν φροντιστηρίῳ, ὅπερ ἐπὶ τῆς Σινδηνῶν ἔκειτο κώμης, διεστώσης τῆς Καίσαρος σταδίους μάλιστα πεντακοσίους. Δρομαῖοιτοίνυν παρὰ τὸν Ἀρκεσίλαον ἐκτρέχουσίν οἱ ταῦτα διαγγέλλοντες. Καθῆστο δὲ πρὸς Ζωσιμᾷ ὁ Ἀρκεσίλαος τὰς διαλέξεις ποιούμενος: ὅπερ ἐπειδὴ διέγνω, διωλύγιον ἀνεκώκυε, καὶ τὰς τρίχας ἐκτίλλων καὶ διασπῶν εἰς οὐρανὸν ἀνέπεμπε. Τοῦ δὲ Ζωσιμᾶ πυνθανομένουτὴν αἰτίαν, τὸ συμβὰν ὁ Ἀρκεσίλαος ἔλεγε ταῖς οἰμωγαῖς καὶ τοῖς δάκρυσι συχνὰ διακοπτόμενος. Ἀφεὶς οὖν τοῦτον ὁ Ζωσιμᾶς αὐτὸς καθ̓ ἑαυτὸν εἴς τι δωμάτιον ἐστρέχει ἔνθα τῷ θεῷ, ὡς θεμιτὸν τοῖς τοιούτοις, ἐνετύγχανεν. Μετὰ δ̓ αὖ τινα καιρὸν προσελθὼν ἔχαιρέν τεκαὶ σεμνὰ μειδιῶν πρὸς Ἀρκεσίλαον ἔλεγε τὴν χεῖρα καταψήχων: Ἄπιθι χαίρων, ἄπιθι: ἡ χάρις τῷ Χουζιβίτῃ δέδοται. Ἰάθη σου τὸ γύναιον, ἄμφω τὼ ὀφθαλμὼ ἔχει, οὐδὲν ἰσχυσάσης τῆς συμφορᾶς ἀφελέσθαι, οὕτω τοῦ Χουζιβίτου βουληθέντος. Ὅπερ καὶ γέγονεν ἀμφοῖντοῖν δικαίοιν κατὰ ταὐτὸ θαυματουργησάντοιν. Τούτῳ τῷ Ζωσιμᾷ καί ποτε ἐπὶ τὴν Καίσαρος ἰόντι ὀνάριόν τε παρασυρομένῳ ἐν ᾧ τῶν τινά οἱ ἐπιτηδείων ἐπεβέβλητο, λέων ἔπεισι καὶ τὸν ὄνον ἁρπάσας ἀπῄει. Ὁ δὲ Ζωσιμᾶς ἀνὰ τὴν ὕλην εἵπετο μέχρις ὅτου διακορὴσὁ λέων ἐκ τῆς θοίνης τοῦ ζῴου γέγονε: πρὸς ὃν ἐπιγελάσας ὁ Ζωσιμᾶς φησιν: Ἀλλὰ γάρ, ὦ ἑταῖρε, τὰ τῆς πορείας ἐμοὶ διακέκοπται πάχητί τε ὄντι πόρρω τε τῆς ἡλικίας ἀφιγμένῳ, καὶ μὴ δυναμένῳ νωτοφορεῖν τὰ ἐπὶ τοῦ ζῴου σεσαγμένα. Ἀχθοφορεῖν οὖν ἀνάγκη σεπαρὰ τὸν θεσμὸν τῆς φύσεως, εἴπερ ἐθέλεις τῶν ἐντεῦθεν τὸν Ζωσιμᾶν ἀπαλλάττεσθαι καὶ θηρίον αὖθις εἶναι. Ὁ
159
δὲ τοῦ θυμοῦ καθάπαξ ἐπιλελησμένος ὑπέσαινε καὶ τῷ Ζωσιμᾷ προσέτρεχε πράως εὐθύς, καὶ διὰ τοῦ σχήματος ἐβόα τὸ πειθήνιον. Ὧι περιθεὶς ὁ Ζωσιμᾶς τοῦ ὄνου τὸ φορτίον μέχρι τῶν πυλῶν τῆς Καίσαρος ἤγαγε, δεικνὺς τοῦ θεοῦ τὴν δύναμιν καὶ ὡς ἅπαντα τοῖς ἀνθρώποις δοῦλά τε καὶ πειθήνια, ὅταν αὐτῷ ζῶμεν καὶ τὴν δεδομένην ἡμῖν χάριν οὐ παραχαράττομεν. Ἀλλ̓ ἵνα μὴ τοῖς πλείοσι τὴν ἱστορίαν παραμηκύνωμεν, ἐπάνειμι ὅθεν τὴν ἐκβολὴν ἐποιησάμην.

Εἰσέτι Ἰουστίνου τὴν αὐτοκράτορα διϊθύνοντος [*](Niceph. xvii 3 Malal. 417 Theophan. 168, 171)ἀρχήν, τὸ νῦν μὲν Δυρράχιον, Ἐπίδαμνος δὲ πάλαι, πέπονθεν ὑπὸ κλόνου τῆς γῆς, ὡσαύτως δὲ καὶ Κόρινθος ἐπὶ τῆς Ἑλλάδος κειμένη, εἶτα καὶ Ἀνάζαρβος τὸ τέταρτον αὐτῆς πάθος, ἣ τοῦ δευτέρου τῶν Κιλίκων ἡγεῖται ἔθνους: ἃς ὁ Ἰουστῖνος πολλοῖς ἀνεκτίσατο χρήμασι. Κατὰ τοὺς αὐτοὺς χρόνους καὶ ἡ Ἔδεσσα πόλις τῆς Ὀσροηνῶν μεγίστη τε καὶ εὐδαίμων τοῖς τοῦ παραρρέοντος Σκίρτου χειμάρρου ὕδασι κατεποντώθη, ὥστε καὶ τὰ πολλὰ τῶν οἰκοδομιῶν παρασυρῆναι καὶ πλῆθος ἀναρίθμητον ἀπολέσθαι, οὓς τὸ ὕδωρ λαβὸν ᾤχετο. Μετεκλήθησαν τοίνυν ὑπὸ τοῦ αὐτοῦ Ἰουστίνου ἡ Ἔδεσσα καὶ Ἀνάζαρβος, καὶ τούτων ἑκατέρα τῇ αὐτοῦ προσηγορίᾳ κατεκοσμήθησαν.