Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Ἀναστασίου δέ, ὥς μοι λέλεκται, πρὸς τὴν ἀμείνω [*](Niceph. xvii 1 Malal. 410 Chronic. Pasch. 610 Cramer. An. Par. ii 108, 318 Joh. Nikiu c. 90, p. 501 Theophan. 165 Zonar. iii 265) μεταχωρήσαντος λῆξιν, Ἰουστῖνος, Θρᾷξ γένος, τῇ ἁλουργεῖ ἀμπεχόνῃ χρῆται, ἐνάτην ἄγοντος τοῦ Πανέμου μηνός, ὃς Ἰούλιος παρὰ Ῥωμαίων ὠνόμασται, χρηματιζούσης τῆς Ἀντιόχου ἕκτον καὶ ἑξηκοστὸν καὶ πεντακοσιοστὸν ἔτος, ὑπὸ τῶν βασιλικῶν σωματοφυλάκων ἀναρρηθεὶς ὧνπερ καὶ ἦρχεν, ἡγεμὼν τῶν ἐν τῇ αὐλῇ τάξεων καθεστώς. Περιέθετο δὲ τὴν ἀρχὴν τὴν αὐτοκράτορα πάσης ὑπέρτερον ἐλπίδος, ὅτι γε πολλοὶ καὶ ἔξοχοι καὶ πρὸς πᾶσαν εὐδαιμονίαν ἥκοντες καθειστήκεισαν [*](Procop. i 50) τῆς Ἀναστασίου συγγενείας, πᾶσάν τε δύναμιν ἐφελκόμενοι τὴν τοσαύτην αὐτοὺς ἀρχὴν περιβαλεῖν ἐξισχύουσαν.

Ἦν δέ γε καὶ Ἀμάντιος τῶν βασιλικῶν κοιτώνων [*](Cf. ibid. Hermes vi 375) προεστὼς ἐς τὰ μάλιστα δυνατός. Ὃς ἐπειδὴ μὴ θεμιτὸν ἦν ἄνδρα τῶν ἀνδρείων ἐστερημένον ἐς τὴν Ῥωμαίων παρελθεῖν ἀρχήν, ἐβούλετο Θεόκριτον πιστόν οἱ τυγχάνοντα τὸν στέφανον τῆς αὐτοκράτορος ἀρχῆς περιβαλέσθαι. Καὶ δὴ τὸν Ἰουστῖνον μετάπεμπτον ποιησάμενος χρήματά οἱ μεγάλα δίδωσι, διανεῖμαι κελεύσας τοῖς ἐς τοῦτο μάλιστα ἐπιτηδείοις οἵοις τε οὖσι τὸ ἁλουργὲς σχῆμα τῷ

154
Θεοκρίτῳ περιθεῖναι. Ὃς εἴτε τὸν δῆμον τοῖς χρήμασιν ἐξωνησάμενος, εἴτε τὴν τῶν καλουμένων ἐξκουβιτόρων εὔνοιαν, φασὶ γὰρ ἐπ̓ ἀμφότερα, τὴν ἀρχὴν περιεβάλετο. Αὐτίκα γοῦν μεθ̓ ἑτέρων τόν τε Ἀμάντιον Θεόκριτόν τε ἐξ ἀνθρώπων ἠφάνισεν.

Τὸν δέ γε Βιταλιανὸν ἐπὶ τῆς Θρᾴκης τὰς διατριβὰς [*](Niceph. xvii 1 Malal. 411, 412 Joh. Nikiu c. 90, p. 502 Theophan. 165 Zonar. iii 266) ποιούμενον, ὃς Ἀναστάσιον ἐξῶσαι τῆς βασιλείας ἐβουλήθη, πρὸς τὴν Κωνσταντίνου μετακαλεῖται πόλιν, δείσας μὲν αὐτοῦ τὴν δύναμιν καὶ τὴν ἀμφὶ τοὺς πολέμους ἐμπειρίαν τό τε παρὰ πᾶσι κλέος καὶ ἣν εἶχεν περὶ τὴνβασιλείαν ἔφεσιν. Εὐθυβόλως δὲ ἐπιστήσας ὡς οὐχ ἑτέρως αὐτοῦ περιέσεται εἰ μή τί γε φίλος εἶναι προσποιήσαιτο, καὶ τῷ δόλῳ προσωπεῖον ἀνεξέλεγκτον περιθείς, στρατηγὸν αὐτὸν ἑνὸς τῶν καλουμένων πραισέντων ἀναδείκυσιν. Ἐπὶ πλεῖον δὲ τῇ πειθοῖ χώρανδιδοὺς ἐπ̓ ἐξαπάτῃ μείζονι καὶ ἐς ὑπάτους τὸν Βιταλιανὸν ἀναβιβάζει. Οὗτος τῆς ὑπατείας ἐχόμενος, ἐπειδὴ κατὰ τὰ βασίλεια γέγονεν, ἔν τινι μεταυλίῳ θύρᾳ δολοφονηθεὶς ἐτελεύτησε, ποινὴν τῶν παῤ αὐτοῦ κατὰ τῆς Ῥωμαίων ἀρχῆς παροινηθέντων ταύτην καταβαλών. Ἀλλὰ ταῦταμὲν ὕστερον γέγονε.

Τὸν δέ γε Σευῆρον ὃς τῆς Ἀντιόχου πρόεδρος ἐκεχειροτόνητο, [*](Niceph. xvii 2) καθὰ τὰ φθάσαντα διηγήσαντο, ἐπεὶ τὴν ἐν Καλχηδόνι σύνοδον ἐφ̓ ἑκάστης ἀναθέματι περιβάλλων οὐκ ἐπαύσατο, καὶ μάλιστά γε ἐν ταῖς καλουμέναις ἐνθρονιστικαῖσσυλλαβαῖς, καὶ ταῖς τούτων ἀμοιβαίαις ἃς διεπέμψατο τοῖς ἑκασταχοῦ πατριάρχαις — ἐδέχθησαν δὲ μόνον ἀνὰ τὴν Ἀλεξάνδρου πόλιν πρὸς Ἰωάννου τοῦ μετὰ τὸν πρότερον Ἰωάννην, Διοσκόρου τε αὖ καὶ Τιμοθέου — αἳ καὶ μέχρις ἡμῶν διασώζονται, πολλαί τε ἐντεῦθεν κατὰτῆς ἐκκλησίας ἐπανέστησαν ἔριδες καὶ ὁ πιστότατος διῃρέθη λεώς, κελεύει Ἰουστῖνος τῷ πρώτῳ τῆς αὐτοῦ

155
βασιλείας ἔτει συσχεθέντα τὸν Σευῆρον ποινὰς εἰσπραχθῆναι τῆς γλώσσης διατεμνομένης, ὡς ἐνίοις διατεθρύληται, Εἰρηναίου τὴν πρᾶξιν ἐγχειρισθέντος ὃς ἐφειστήκει τῇ ἑῴᾳ τῶν ἀρχῶν ἀνὰ τὴν Ἀντιόχου. Πιστοῦται δὲ τὰ περὶ τῆς κατ̓ αὐτὸν ἐποχῆς τὸν Εἰρηναῖον ἐγχειρισθῆναι ὁ Σευῆρος πρὸς ἐνίους τῶν Ἀντιοχέων γράφων καὶ τὸν τρόπον τῆς φυγῆς διηγούμενος: ἔνθα μεγίσταις λοιδορίαις τὸν Εἰρηναῖον βάλλει ὡς πᾶσαν αὐτῷ φυλακὴν ἀκριβῆ περιθέντα μὴ διαδράναι τῆς Ἀντιόχου. Εἰσὶ δὲ οἵ φασιν ὡς Βιταλιανὸς τὴν γλῶσσαν ἐξῃτήσατο [*](Mala. 411, 415 Joh. Nikiu c. 90, p. 502 Theophan. 165 Liberat. xix) τοῦ Σευήρου, εἰσέ τι παρὰ τῷ Ἰουστίνῳ τὰ πρώτιστα δοκῶν φέρειν, διότι γε εἰς αὐτὸν ὕβριζεν ἐν τοῖς ἑαυτοῦ λόγοις ὁ Σευῆρος. Φεύγει δ̓ οὖν τὸν οἰκεῖον θρόνον ἀνὰ τὸν Γορπιαῖον μῆνα, ὃν Σεπτέμβριον ἡ Ῥωμαίων λέγει φωνή, ἕβδομον καὶ ἑξηκοστὸν καὶ πεντακοσιοστὸν ἔτος χρηματιζούσης τῆς Ἀντιόχου. Καὶ μετ̓ αὐτὸν ἐς τὸν ἑαυτοῦ θρόνον ἄνεισι Παῦλος, κελευσθεὶς τὴν ἐν Καλχηδόνι σύνοδον ἀναφανδὸν κηρύττειν. Παῦλος μὲν οὖν ἐθελούσιος ἀναχωρήσας τῆς Ἀντιόχου, τὴν [*](Conc. viii 523) πάντων στέλλεται πορείαν τὸν βίον διαμετρησάμενος. Εὐφράσιος δὲ μετ̓ αὐτὸν ἐξ Ἱεροσολύμων ἐπὶ τὸν κατ̓ αὐτὸν ἄνεισι θρόνον.