Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Ὁ αὐτὸς ἱστορεῖ Ἀβασγοὺς ἐπὶ τὸ ἡμερώτερον [*](Niceph. xvii 13 Procop. ii 472) μεταστάντας ὑπὸ τοῖς αὐτοῖς χρόνοις τὰ Χριστιανῶν ἑλέσθαι δόγματα, βασιλέα τε Ἰουστινιανὸν τῶν τινα ἐκτῆς αὐλῆς εὐνούχων, Ἀβασγὸν δὲ τὸ γένος, Εὐφρατᾶν ὄνομα, πέμψαι παῤ αὐτοὺς ἀπαγορεύοντα μηδένα τὸ λοιπὸν ἐν τούτῳ τῷ ἔθνει περὶ τὴν ἀρρενωπίαν ἀποψιλοῦσθαι σιδήρῳ βιαζομένης τῆς φύσεως. Ἐξ αὐτῶν γὰρ τὰ πολλὰ οἱ τοῖς βασιλικοῖς ἐξυπηρετούμενοι κοιτῶσικαθεστήκεσαν, οὓς εὐνούχους ἡ συνήθεια καλεῖ. Ὅτε καὶ Ἰουστινιανὸς ἱερὸν τῆς θεοτόκου ἐν Ἀβασγοῖς οἰκοδομησάμενος ἱερέας αὐτοῖς κατεστήσατο. Ὅθεν ἐς τὸ ἀκριβέστατον τὰ Χριστιανῶν ἐξέμαθον δόγματα.

Ἱστόρηται τῷ αὐτῷ ἀνδρὶ ὡς οἱ τὸν Τάναϊν[*](Niceph. xvii 13 Procop. ii 474) οἰκοῦντες — Τάναϊν δὲ καλοῦσιν οἱ ἐπιχώριοι τὴν ἐκ τῆς λίμνης τῆς Μαιώτιδος ἐκβολὴν ἄχρις ἐς τὸν Εὔξεινον Πόντον — Ἰουστινιανὸν δυσωποῦσιν ἐπίσκοπον σφίσιν ἐκπέμψαι, ἐπιτελῆ τε τὴν δέησιν Ἰουστινιανὸν ἀπεργάσασθαι

171
καὶ ἱερέα αὐτοῖς ἥδιστα πέμψαι. Ἀναγράφει δὲ μάλα λογίως ὁ αὐτὸς ὑπὸ τοῖς Ἰουστινιανοῦ χρόνοις Γότθων τῶν ἀπὸ τῆς Μαιώτιδος ἐκδρομὰς κατὰ τῆς [*](Procop. ii 477) Ῥωμαίων γῆς, σεισμούς τε ἐξαισίους ἀνὰ τὴν Ἑλλάδα [*](Ibid. 594) γενέσθαι, τήν τε Βοιωτίαν καὶ Ἀχαΐαν καὶ τὰ περὶ κόλπον τὸν Κρισαῖον κατασεισθῆναι, καὶ χωρία ἀνάριθμα καὶ πόλεις ἐς ἔδαφος ἐνεχθῆναι, καὶ χάη τῆς γῆς πολλαχόσε γενέσθαι, καὶ ἐνιαχῆ μὲν αὖθις ἐς ταὐτὸν συνελθεῖν, εἶναι δὲ οὗ μεμενήκασι.

Γράφει καὶ τὴν Ναρσοῦ στρατηγίαν σταλέντος [*](Niceph. xvii 13) [*](11) πρὸς Ἰουστινιανοῦ πρὸς τὴν Ἰταλῶν χώραν, ὅπως τε τὸν Τωτίλαν κατηγωνίσατο, καὶ μετὰ τοῦτον Τεΐαν, καὶ [*](Procop. ii 623 s#3.) ὡς Ῥώμη πέμπτον ἑάλω. Φασὶ τοίνυν οἱ συγγενόμενοι τῷ Ναρσῇ, ὡς οὕτως τὸ θεῖον λιταῖς τε καὶ ἄλλαις εὐσεβείαις ἐξωσιοῦτο τὰ εἰκότα γεραίρων καὶ τὴν παρθένον καὶ θεοτόκον, ὡς ἀναφανδὸν αὐτήν οἱ διακελεύεσθαι τὸν καιρὸν ὅτε πολεμεῖν δέοι, καὶ μὴ πρότερον χειρῶν ἄρχειν πρὶν ἂν ἐκεῖθεν τὸ σύνθεμα λάβοι. Πέπρακται δὲ καὶ ἕτερα τῷ Ναρσῇ λόγου πολλοῦ ἄξια, Βουσελίνον καὶ Σινδούαλδον καταπολεμήσαντι, καὶ τὰ πολλὰ προσκτησαμένῳ μέχρις ὠκεανοῦ. Ἅπερ Ἀγαθίᾳ μὲν γέγραπται [*](Agathias ii 5 — 10) τῷ ῥήτορι, οὔπω δὲ ἐς ἡμᾶς ἀφῖκται.

Τῷ αὐτῷ Προκοπίῳ καὶ τάδε συνεγράφη: ὅτι γε [*](Niceph. xvii 14 Procop. i 155 s#3.) Χοσρόης, ἐπειδὴ ἔγνω τά τε ἐν Λιβύῃ τά τε ἐν Ἰταλίᾳ συνενεχθέντα δεξιῶς τῇ Ῥωμαίων ἐπικρατείᾳ, πρὸς φθόνον ἐξαίσιον ἤρθη: ἐπεκάλει τέ τινα τῇ Ῥωμαίων ἀρχῇ, παρεσπονδῆσθαι λέγων καὶ τὴν συγκειμένην εἰρήνην λελύσθαι. Καὶ πρῶτα μὲν Ἰουστινιανὸν πρέσβεις [*](Ibid. 169) διαπέμψασθαι πρὸς Χοσρόην, πείσοντας μὴ τὴν σφίσιν ἀπέραντον εἰρήνην παραλῦσαι μηδὲ λυμήνασθαι τοῖς συγκειμένοις, ζητηθῆναι δὲ τὰ ἀμφίλογα καί τινι φιλίῳ διατεθῆναι τρόπῳ. Τὸν δέ φησιν ἁλύοντα ὑπὸ τοῦ ἔνδοθεν κυκῶντος φθόνου μηδὲν τῶν εὐλόγων προσδέξασθαι,

172
στρατῷ δὲ μεγάλῳ τῇ Ῥωμαίων ἐπελθεῖν γῇ, τρίτον καὶ δέκατον ἔτος [ἄγοντος] Ἰουστινιανοῦ [καὶ] τὴν Ῥωμαίων ἰθύνοντος βασιλείαν. Καὶ συγγράφει ὅπως ὁ [*](Procop. i 172 — 175) Χοσρόης Σοῦρον τὴν πόλιν πρὸς ταῖς ᾐόσι τοῦ Εὐφράτου κειμένην ἐκπολιορκήσας καθεῖλεν, ἕτερα συνθέσθαι δόξας,ἕτερα δὲ πράξας ἐς αὐτούς, τὰ πάντα ἀνοσιώτατα, τοῖς συγκειμένοις οὐδὲν προσεσχηκώς, καὶ δόλῳ μᾶλλον ἢ πολέμῳ τῆς πόλεως ἐγκρατὴς γεγονώς: ὅπως τε καὶ τὴν [*](Ibid. 182,183) Βέροιαν ἐνέπρησεν: εἶτα καὶ τὴν ἐς Ἀντιόχειαν ἔφοδον, Ἐφραιμίου μὲν ἐπισκοποῦντος τὴν πόλιν, καταλελοιπότοσδὲ αὐτὴν μηδενὸς αὐτῷ τῶν κατὰ σκοπὸν προϊόντος: ὃς τὴν ἐκκλησίαν καὶ τὰ ἀμφ̓ αὐτὴν πάντα περισῶσαι λέγεται κατακοσμήσας τοῖς ἱεροῖς ἀναθήμασιν, ἵνα λύτρα ταύτῃ γένηται. [*](Ibid. 186 — 194) Ἀναγράφει δὲ καὶ περιπαθῶς ἐκτίθεται καὶ τῆσἈντιόχου πόλεως τὴν ἅλωσιν πρὸς αὐτοῦ Χοσρόου γεγενημένην, καὶ ὡς πάντα ἀπόλλυσι κτείνων τε καὶ ἐμπιπρὰς [*](Ibid. 199) Χοσρόης: ὅπως τε κατὰ τὴν γείτονα Σελεύκειαν γέγονεν, ἐν Δάφνῃ τε τῷ προαστείῳ, εἶτα καὶ κατὰ τὴν Ἀπαμέων, Θωμᾶ τὸν αὐτόσε τῆς ἐκκλησίας θρόνον διέποντος, ἀνδρὸσλόγῳ τε καὶ ἔργῳ δυνατωτάτου: ὃς καὶ συνθεάσασθαι τῷ Χοσρόῃ τὴν τῶν ἵππων ἅμιλλαν ἐν τῷ ἱπποδρομίῳ παρὰ τὸ νενομισμένον σοφῶς ὑπέστη, παντοίως Χοσρόην θεραπεύων τε καὶ ἡμερούμενος. Ὃν καὶ Χοσρόης ἤρετο εἴπερ ἤθελεν αὐτὸν ἀνὰ τὴν οἰκείαν θεάσασθαι πόλιν: ὅνφασιν ἀληθιζόμενον εἰπεῖν ὡς οὐχ ἥδιστα τὸν Χοσρόην ὁρῴη κατὰ τὴν οἰκείαν πόλιν. Ἃ καὶ θαυμάσαι φασὶ τὸν Χοσρόην, τῆς ἀληθείας τὸν ἄνδρα δικαίως ἀγάμενον.