Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Φησὶ δὲ καὶ ἕτερον ἥκιστα μὲν ἱστορηθὲν ἄχρις [*](Niceph. xvii 12) αὐτοῦ, ἀξιάγαστον δὲ καὶ παντὸς θαύματος ὑπερβολὴν [*](Procop. i 449) ἐκβαῖνον. Ἱστορεῖ δ̓ οὖν ὡς τὸ Λιβύων ἔθνος οἱ Μαυρούσιοι ἐκ τῆς Παλαιστίνων ἀναστάντες γῆς τὴνΛιβύην κατῴκησαν: εἶναι δὲ τούτους οὓς ἀναγράφει τὰ θεῖα λόγια Γεργεσαίους καὶ Ἰεβουσαίους καὶ τὰ λοιπὰ ἔθνη ὅσα πρὸς Ἰησοῦ τοῦ Ναυῆ κατεπολεμήθη. Τεκμηριοῖ δὲ τὸν λόγον ἀληθῆ παντάπασι τυγχάνειν ἔκ τινος ἐπιγράμματος, ὅπερ καὶ ἀναγνῶναι φησὶ τοῖς Φοινίκωνγράμμασι συγκείμενον: εἶναι δὲ τοῦτο ἀγχοῦ κρήνης, ἔνθα στῆλαι δύο ἐκ λίθων λευκῶν πεποίηνται, ἐν αἷς ἐγκεκόλαπται τάδε: Ἡμεῖς ἐσμεν οἱ φυγόντες ἀπὸ προσώπου Ἰησοῦ τοῦ λῃστοῦ υἱοῦ Ναυῆ. Ὧδε μὲν οὖν ἔληξε ταῦτα, αὖθις Ῥωμαίοις κατηκόουΛιβύης γινομένης, φόρους τε τοὺς ἐπετείους εἰσαγούσης ὥσπερ καὶ πρότερον. Λέγεται δὲ ἐν Λιβύῃ πεντήκοντα καὶ ἑκατὸν ἄστη Ἰουστινιανὸς ἀνασώσασθαι, τὰ μὲν τέλεον τὰ δὲ κατὰ πολὺ διαρρυέντα, καὶ πρὸς τὸ μεγαλοπρεπέστερον ἀνακαινίσαικαλλωπίσεως ὑπερβολαῖς, κοσμήμασί τε καὶ κατασκευαῖς ἰδίαις καὶ δημοσίαις, τειχῶν τε περιβόλοις, ἑτέραις τε μεγίσταις οἰκοδομίαις ἐξ ὧν αἵ τε πόλεις κοσμοῦνται τό τε θεῖον ἱλάσκεται, ἐπιρροίαις τε ὑδάτων ἔς τε χρείαν καὶ κάλλος, τῶν μὲν ἐκ προοιμίων ἐσαχθέντωνοὐκ ὄντων ταῖς πόλεσι πρότερον, τῶν δὲ αὖθις πρὸς τὴν ἀρχαίαν ἐπαναχθέντων τάξιν.

Ὅσα δὲ καὶ κατὰ τὴν Ἰταλίαν γέγονεν ἔρχομαι [*](Niceph. xvii 13)

169
λέξων, καὶ τούτων εὖ μάλα σαφῶς Προκοπίῳ τῷ ῥήτορι πεπονημένων μέχρι τῶν αὐτοῦ χρόνων. Ἐπειδὴ δὲ Θευδέριχος, [*](Procop. ii 12) ὥς μοι προαφήγηται, Ῥώμην εἷλεν Ὀδόακρον τὸν ταύτης τύραννον παντάπασι καταπολεμήσας, καὶ τῆς Ῥωμαίων ἐξηγησάμενος ἀρχῆς τὸν βίον διεμετρήσατο, Ἀμαλασοῦνθα ἡ τούτῳ συνοικήσασα τοῦ κοινοῦ παιδὸς Ἀταλαρίχου τὴν ἐπιτροπὴν μετῄει καὶ τὴν βασιλείαν διεκυβέρνα, μᾶλλον πρὸς τὸ ἀρρενωπὸν ἀποκλίνασα καὶ τῇδε τῶν πραγμάτων προνοοῦσα. Ἣ πρώτη πρὸς τὴν ἔφεσιν τοῦ Γοτθικοῦ πολέμου Ἰουστινιανὸν ἐνῆγε πέμψασα [*](Ibid. 15-25) πρὸς αὐτὸν πρέσβεις, ἐπιβουλῆς κατ̓ αὐτῆς ἐξαρτυθείσης. Καὶ Ἀταλαρίχου τοίνυν ἐξ ἀνθρώπων γενομένου ἔτι κομιδῆ μικρὰν τὴν ἡλικίαν ἄγοντος, Θευδάτος προσγενὴς Θευδερίχου τὴν τῶν ἑσπερίων πραγμάτων ἀρχὴν περιτίθεται. Ὃς ἐπειδὴ Βελισάριον Ἰουστινιανὸς ἀνὰ τὰ ἑσπέρια πέπομφε μέρη, τῆς ἀρχῆς ἐξίσταται, μᾶλλον περὶ λόγους ἐσχολακὼς καὶ πολέμων ἥκιστα πεῖραν ἔχων, Οὐιττίγιδος ἀνδρὸς πολεμικωτάτου τῶν [*](Ibid. 58) ἑσπερίων ἐξηγησαμένου δυνάμεων. Ἐκ τῶν συγκειμένων τῷ αὐτῷ Προκοπίῳ ἔστιν ἑλεῖν ὡς Βελισαρίου προσσχόντος τῇ Ἰταλῶν γῇ, Οὐίττιγις μὲν τὴν Ῥώμην καταλέλοιπε, Βελισάριος δὲ σὺν τῷ ἀμφ̓ αὐτὸν στρατῷ τῇ Ῥώμῃ προσεπέλασεν: ὃν ἥδιστα Ῥωμαῖοι [*](Ibid. 74) τὰς πύλας ἀναπετάσαντες ἐσεδέξαντο, Σιλβερίου μάλιστα τοῦ ταύτης ἀρχιερέως τοῦτο καταπραξαμένου στείλαντός τε ἐπὶ τούτῳ Φιδέλιον Ἀταλαρίχου πάρεδρον γενόμενον: ᾧτινι καὶ ἀμαχητὶ τὴν πόλιν παρέδοσαν. Καὶ γέγονεν ὑπὸ Ῥωμαίους αὖθις ἡ Ῥώμη ἑξήκοντα ἔτεσιν ὕστερον, ἐνάτῃ Ἀπελλαίου, πρὸς δὲ Ῥωμαίων προσαγορευομένου Δεκεμβρίου μηνός, ἑνδέκατον ἔτος [*](31) Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα διέποντος ἀρχήν. Ὁ αὐτὸς ἀναγράφεται Προκόπιος, ὡς τῶν Γότθων τὴν [*](Ibid. 121)
170
Ῥώμην πολιορκούντων Βελισάριος ὑποψίαν προδοσίας ἐς Σιλβέριον τὸν τῆς πόλεως ἀρχιερέα ἐσχηκώς, τοῦτον μὲν ἐς Ἑλλάδα μετοικίζει, ἀρχιερέα δὲ Βιγίλιον κατεστήσατο.

Ὑπὸ τοῖς αὐτοῖς χρόνοις, ὡς ὁ αὐτὸς Προκόπιος [*](Niceph. xvii 13 Procop. ii 203, 204) ἀναγράφει, Ἔρουλοι ποταμὸν Ἴστρον ἤδη διαβάντες ὅτετὴν Ῥωμαίων ἀρχὴν Ἀναστάσιος διεκυβέρνα, φιλοφρονηθέντες ὑπὸ Ἰουστινιανοῦ χρήμασι μεγάλοις αὐτοὺς δωρησαμένου, πασσυδὶ Χριστιανοὶ γεγόνασι καὶ τὴν δίαιταν ἐπὶ τὸ ἡμερώτερον μετέβαλον.

Εἶτα τὴν ἐπὶ τὸ Βυζάντιον ἐπανάζευξιν Βελισαρίου[*](Niceph. xvii 13 Procop. ii 280 Ibid. 363) γράφει, ὅπως τε τὸν Οὐίττιγιν ἀνήγαγε μετὰ τῶν ἐκ Ῥώμης λαφύρων, Τωτίλα τε τῆς Ῥωμαίων ἀρχῆς τὴν παράληψιν, καὶ ὅπως αὖθις ὑπὸ Γότθους ἡ Ῥώμη γέγονε, καὶ ὡς Βελισάριος δὶς τὴν Ἰταλίαν κατειληφὼς αὖθις [*](Ibid. 377) τὴν Ῥώμην ἀνεσώσατο, ὅπως τε τοῦ Μηδικοῦ πολέμου[*](Ibid. 405) συστάντος, αὖθις ἐς Βυζάντιον ὁ Βελισάριος μετάπεμπτος ὑπὸ βασιλέως γέγονεν.