Alexias

Anna Comnena

Anna Comnena. Annae Comnenae. Porphyrogenitae Alexias. Reifferscheid, August, editor. Leipzig: Teubner, 1884.

‘H μὲν οὖν ἤπειρος τὸν Ῥομπέρτον εἶχεν ἤδη ἐν αὐτῇ [*](P. 10 V. 83) αὐλιζόμενον ἑπτὰ καὶ δεκάτην ἄγοντος τοῦ Ἰουνίου μηνὸς τῆς τετάρτης ἐπινεμήσεως μεθ’ ἱππέων καὶ πεζῶν δυνάμεων ἀριθμὸν ὑπερβαινουσῶν καὶ φοβερῶν ἰδεῖν ἀπό τε τοῦ σχήματος ἀπό τε τῆς στρατηγικῆς καταστάσεως· ἤδη γὰρ ἁπανταχόθεν αὖθις συνήθροιστο στράτευμα· ἐν δὲ τῇ θαλάττῃ [*](P. 10) παντοῖον εἶδος πλοίων μεθ’ ἑτέρων στρατιωτῶν ἐμπειρίαν πολλὴν τοῦ διὰ θαλάσσης πολέμου ἐχόντων τὸ ναυτικὸν αὐτοῦ διεπλῴζετο. περιστοιχισθέντες οὖν οἱ τοῦ Δυρραχίου ἐντὸς ἐξ ἑκατέρου μέρους, θαλάττης φημὶ καὶ ἠπείρου, καὶ ἀπειροπληθεῖς τὰς τοῦ Ῥομπέρτου ὁρῶντες δυνάμεις καὶ πάντα λόγον ὑπερβαινούσας μεγίστῳ δέει συνείχοντο. ὁ δέ γε Παλαιολόγος Γεώργιος γενναῖος ὢν ἀνὴρ καὶ στρατηγικὴν πᾶσαν ἐξησκημένος, μυρίους δὲ πολέμους ἀγωνισάμενος περὶ [*](Β) τὴν ἕω καὶ νικητὴς ἀναδειχθεὶς ἀκατάπληκτος ὢν τὴν πόλιν κατωχύρου τάς τε ἐπάλξεις κατασκευάζων κατὰ τὰς ὑποθημοσύνας τοῦ αὐτοκράτορος καὶ λιθοβόλοις τὰ τείχη καταπυκνῶν μηχανήμασι τούς τε ἀναπεπτωκότας τῶν στρατιωτῶν ἀνακτώμενος καὶ σκοποὺς δι’ ὅλου καταστήσας τοῦ τείχους καὶ αὐτὸς δὴ περιπολεύων διὰ πάσης νυκτὸς καὶ ἡμέρας ἐπαγρυπνεῖν τοὺς φυλάσσοντας παρεκελεύετο. τηνικαῦτα δὲ καὶ διὰ γραμμάτων τὴν τοῦ Ῥομπέρτου ἔφοδον ἐδήλου τῷ αὐτοκράτορι καὶ ὅτι τὴν πόλιν πολιορκήσων τὸ Δυρράχιον [*](C) [*](1 ἤδη om 4 φοβερὸν (s) 8 θαλάττης 14 περὶ] κατὰ)

131
παρεγένετο. οἱ δὲ ἐντὸς ὁρῶντες τὰς ἔξωθεν ἑλεπόλεις καὶ τὸν κατασκευασθέντα ὑπερμεγέθη μόσυνα ὑπερανεστηκότα καὶ αὐτῶν τῶν τοῦ Δυρραχίου τειχῶν βύρσαις τε πανταχόθεν περιπεφραγμένον καὶ τὰ λιθοβόλα μηχανήματα κατὰ κορυφὴν τούτου ἱστάμενα τήν τε πᾶσαν περιβολὴν τῶν τειχῶν ἔξωθεν τοῦ στρατοπέδου περιζωσθεῖσαν καὶ τοὺς ἁπανταχόθεν συρρέοντας συμμάχους πρὸς τὸν Ῥομπέρτον καὶ τὰς παρακειμένας πόλεις ἐξ ἐπιδρομῆς πορθουμένας καὶ τὰς καλύβας καθ’ ἑκάστην πολλαπλασιαζομένας δέει συνείχοντο [*](D) διαγινώσκοντες ἤδη τὸν σκοπὸν τοῦ δουκὸς Ῥομπέρτου, ὡς οὐκ ἐπὶ τῷ πόλεις καὶ χώρας δῃώσασθαι καὶ λείαν πολλὴν ἐκεῖθεν συγκομισάμενος αὖθις εἰς Ἀπουληΐαν ἐπαναστρέφαι, ὡς ἁπανταχοῦ διεκηρυκεύετο, τὸ Ἰλλυρικὸν πεδίον κατέλαβεν, ἀλλὰ τῆς ἀρχῆς τῆς Ῥωμαίων βασιλείας ἱμειρόμενος τὸ Δυρράχιον, ὅ φασιν, ἐκ πρώτης ἀφετηρίας πολιορ [*](P. 104) κῆσαι ἠπείγετο. κελεύει τοίνυν ὁ Παλαιολόγος ἄνωθεν πυθέσθαι, [*](V. 84) ὅτου χάριν παραγέγονεν. ὁ δέ φησιν “ὥστε τὸν τῆς βασιλείας ἐξωσθέντα Μιχαὴλ τὸν ἐμὸν κηδεστὴν εἰς τὴν ἰδίαν τιμὴν αὖθις ἀποκαταστῆσαι καὶ τὰς εἰς αὐτὸν γεγονυίας ὕβρεις ἐπεξελθεῖν καὶ τὸ ὅλον ἐκδικῆσαι αὐτόν ’’. οἱ δέ φασι πρὸς αὐτὸν ὡς “εἰ τὸν Μιχαὴλ θεασάμενοι γνωρίσομεν, προσκυνήσομεν τε εὐθὺς αὐτὸν καὶ τὴν πόλιν παραδῶμεν’’. ταῦτα ἀκούσας ὁ Ῥομπέρτος προστάσσει εὐθὺς τὸν Μιχαὴλ λαμπρῶς ἀμφιασθέντα ὑποδειχθῆναι τοῖς τῆς πόλεως οἰκήτορσιν. ἀπαγαγόντες δὲ τὸν τοιοῦτον μετὰ λαμπρᾶς προπομπῆς [*](Β) παωτοίος ὀργάνοις μουσικοῖς καὶ κυμβάλοις κατακτυπούμενον ὑποδεικνύουσιν. ἅμα δὲ τῷ τοῦτον θεάσασθαι ἄνωθεν μυρίαις ὕβρεσιν ἔπλυνον μὴ ἐπιγινώσκειν αὐτὸν ὅλως διισχυριζόμενοι. ὁ δὲ Ῥομπέρτος παρ ’ οὐδὲν ταῦτα θέμενος τοῦ προκειμένου ἔργου εἴχετο. ἐν ὅσῳ δὲ ταῦτα οἵ τε ἐντὸς καὶ ἐκτὸς πρὸς ἀλλήλους ἔλεγον, ἄφνω τῆς πόλεως ἐκπηδήσαντές τινες μετὰ τῶν Λατίνων συναιροῦσι πόλεμον καὶ μεκαλύβας [*](9 ἐκεῖθεν καθεκάστην 12 ἐκεῖθεν] ἐκ τούτων 31 καὶ] οἵ τε)
132
ρικῶς αὐτοὺς καταβλάψαντες αὖθις εἰσῆλθον εἰς τὸ Δυρράχιον. περὶ δέ γε τοῦ συνεφεπομένου μοναχοῦ τῷ Ῥομπέρτῳ διαφόρου γνώμης ἦσαν οἱ πλείους. οἱ μὲν διεκήρυττον τὸν οἰνοχόον λέγοντες εἶναι Μιχαὴλ βασιλέως τοῦ Δούκα, οἱ δὲ [*](C) αὐτὸν ἐκεῖνον διεβεβαιοῦντο τὸν αὐτοκράτορα Μιχαὴλ τ ν τοῦ βαρβάρου συμπένθερον, δι’ ὃν καὶ τὸν πολὺν ἀνείλετο πόλεμον, ὥς φασιν· ἔνιοι δὲ διενίσταντο ἀκριβῶς εἰδέναι, ὅτι σκῆψις ἦν τὸ ὅλον τοῦ Ῥομπέρτου. οὐ γὰρ αὐτόμολος εἰς αὐτὸν ἐκεῖνος ἐληλύθει, ἀλλ’ ἐπεὶ ἀπὸ ἐσχάτης πενίας καὶ τύχης ἀφανοῦς διὰ δραστηριότητα φύσεως καὶ φρονήματος ὄγκον πασῶν τῶν κατὰ τὴν Λογγιβαρδίαν πόλεων καὶ χωρῶν καὶ αὐτῆς τῆς Ἀπουληΐας ἐγκρατὴς γεγονὼς κύριον ἑαυτὸν κατέστησεν, ὡς ὁ λόγος ἄνωθεν φθάσας ἱστόρησε, μετ’ οὐ πολὺ εἰς ἔφεσιν πλειόνων ἐλθών, ὁποῖα ταῖς ἀκορέστοις ἐγγίνεσθαι [*](D) εἴωθε ψυχαῖς, τῶν κατὰ τὸ Ἰλλυρικὸν διακειμένων πόλεων δεῖν ἔγνω ἀποπειρᾶσθαι καὶ οὕτως, εἰ εὔοδα αὐτῷ τὰ πράγματα γένοιτο, τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαί. καὶ γὰρ πᾶς φιλοχρήματος, ἐπειδὰν ἀρχῆς δράξοιτο, γαγγραίνης [*](P. 1) κατ’ οὐδὲν διενήνοχεν, ἥτις, ἐπειδὰν σώματος ἐπιλάβοιτο, οὐδαμῶς ἳσταται, μέχρις ἂν τὸ ὅλον διαπορευομένη λυμήνηται.

Ὀ δὲ αὐτοκράτωρ πάντα διὰ γραμμάτων τοῦ Παλαιολόγου ἀναδιδαχθεὶς καὶ ὅτι κατὰ τὸν Ἰούνιον μῆνα διαπεράσας (ὡς ὁ λόγος φθάσας ἐδήλωσε) καὶ τοσούτῳ καὶ ναυαγίῳ κατασχεθεὶς καὶ οἵᾳ θεομηνίᾳ περιπεσὼν οὐχ ὑπεστάλη, ἀλλὰ τὸν Αὐλῶνα μετὰ τῶν σὺν αὐτῷ συνελθόντων ἐξ ἐφόδου κατέσχε καὶ ὅπως αὖθις ἁπανταχόθεν ἀπειροπληθεῖς δυνάμεις ἐς αὐτὸν συρρέουσι νιφάσιν ἐοικυῖαι χειμερίῃσι καὶ οἱ κουφότεροι τὸν ψευδώνυμον ἐπ’ ἀληθείας [*](Β) Μιχαὴλ εἶναι τὸν βασιλέα πιστεύοντες προσέρχονται τῷ Ῥομπέρτῳ, [*](V. (??)) ἐδεδίει πρὸς τὸ τῆς ὑποθέσεως ἀποβλέπων μέγεθος καὶ τὰς ὑπ’ αὐτὸν δυνάμεις μηδὲ τὸ πολλοστὸν τῶν τοῦ Ρομἐγγίγνεσθαι [*](14 19 κατ’ om)

133
πέρτου σῳζούσας κατανοῶν δέον ἔκρινεν ἐκ τῆς ἑῴας Τούρκους μετακαλέσασθαι καὶ τηνικαῦτα περὶ τούτου δηλοῖ τῷ σουλτάνῳ. ἀλλὰ καὶ τοὺς Βενετίκους προσκαλεῖται δι’ ὑποσχέσεων καὶ δώρων ἀφ’ (ἀφ' ὦν, ὥς φασι, καὶ χρῶμα ἐν ταῖς ἱππικαῖς ἁμίλλαις Ῥωμαίοις ἐξεύρηται) τὰ μὲν ἐπαγγειλάμενος, τὰ δὲ καὶ προτείνων ἤδη, εἰ μόνον θελήσαιεν [*](C) τὸ ναυτικὸν ἁπάσης τῆς χώρας αὐτῶν ἐξοπλίσαι καὶ τάχιον εἰς τὸ Δυρράχιον καταλαβεῖν, ἐφ’ ᾧ τοῦτο μὲν φυλάξαι, μετὰ δὲ τοῦ στόλου τοῦ Ῥομπέρτου καρτερὸν συστήσασθαι καὶ εἰ κατὰ τὰ διαμηνυθέντα αὐτοῖς ποιήσαιεν, εἴτε θεοῦ ἐπαρήγοντος τὴν νικῶσαν σχοῖεν, εἴτε (ὁποῖα εἴωθεν) ἡττηθεῖεν, ἐκεῖνα αὐτὰ λήψονται κατὰ τὰ ὑπεσχημένα, ὥσπερ εἰ κατὰ κράτος ἐνίκησαν. ἀλλὰ καὶ ὁπόσα τῶν θελημάτων αὐτῶν μὴ ἐπισφαλῆ τῇ τῶν Ῥωμαίων ἀρχὴ εἶεν, ἀποπληρωθήσονται διὰ χρυσοβούλλων λόγων ἐμπεδωθέντα. οἱ δὲ τούτων ἀκούσαντες πάντα ὅσαπερ ἤθελον αὖθις [*](D) διὰ πρέσβεων ἐξαιτησάμενοι τὰς ὑποσχέσεις βεβαίας λαμβάνουσι. τηνικαῦτα τοίνυν στόλον εὐτρεπίσαντες διὰ παντοίου εἴδους πλοίων τὸν πρὸς Δυρράχιον ἀπόπλουν ἐποιοῦντο σὺν εὐταξίᾳ πολλῇ καὶ πελάγους κελεύθους διανηξάμενοι κατέλαβον ἔλαβον τὸ ἐπ’ ὀνόματι τῆς ὐπεραμώμου θεοτόκου πάλαι ἀνοικοδομηθὲν τέμενος εἰς τόπον Παλλία καλούμενον ἀπέχοντα τῆς παρεμβολῆς τοῦ Ῥομπέρτου ἔξωθεν τοῦ Δνρραχίου κειμένης ὠσεὶ σταδίους ὀκτωκαίδεκα. θεασάμενοι δὲ τὸ ναυτικὸν [*](106) τοῦ Ῥομπέρτου ἐκεῖθεν τῆς πόλεως Δυρραχίου παντοίῳ εἴδει πολεμικῶν ὀργάνων περιπεφραγμένον ἀπεδειλίασαν πρὸς τὸν πόλεμον. μεμαθηκὼς δὲ τὴν τούτων ἔλευσιν ὁ Ῥομπέρτος πέμπει τὸν υἱὸν αὐτοῦ Βαϊμοῦντον πρὸς αὐτοὺς μετὰ στόλου μηνύων εὐφημῆσαί τὸν βασιλέα Μιχαὴλ καὶ αὐτὸν τὸν Ῥομπέρτον. οἱ δὲ ἐς νέωτα τὴν εὐφημίαν ἀνήρτων. ἑσπέρας δὲ καταλαβούσης, ἐπεὶ οὐκ ἐνῆν αὐτοῖς ταῖς ἀκταῖς προσπελάσαι, νηνεμίας οὔσης συναρτήσαντες τὰ μείζονα τῶν [*](1 τοὺς Τούρκους 20 πελάγους S: πολλοὺς 30 εἰς)
134
πλοίων καλωδίοις τε δεσμήσαντες καὶ τὸν λεγόμενον πελαγολιμένα συναρτίσαντες πύργους τε ξυλίνους ἐν τοῖς ἱστοῖς αὐτῶν οἰκοδομήσαντες διὰ καλῳδίων ἀνήγαγον ἐν αὐτοῖς [*](B) τὰ ἑκάστῳ αὐτῶν συνεφεπόμενα μικρὰ ἀκάτια. ἐντὸς δὲ τῶν τοιούτων ἄνδρας ἐνόπλους εἰσαγαγόντες ξύλα τε παχύτατα εἰς μέρη διατεμόντες οὐκ εἰς πλεῖον πήχεος ἑνὸς σιδηρέους ἥλους ὀξεῖς ἐμπήξαντες ἐν αὐτοῖς τὴν τοῦ Φραυγικοῦ στόλου ἐξεδέχοντο ἔλευσιν. ἡμέρας δὲ ἤδη αὐγαζούσης καταλαμβάνει ὁ Βαϊμοῦντος τὴν εὐφημίαν ἐξαιτούμενος. τῶν δὲ εἰς τὸν πώγωνα αὐτοῦ ἐφυβρισάντων τοῦτο ὁ Βαϊμοῦντος μὴ ἐνεγκὼν αὐτὸς πρῶτος κατ᾿ αὐτῶν ἐξορμήσας [*](V. (??)) τοῖς μεγίστοις τῶν αὐτῶν πλοίων προσεπέλασεν, εἶτα καὶ ὁ [*](C) λοιπὸς στόλος. καρτεροῦ δὲ πολέμου συρραγέντος, ἐπεὶ ὁ Βαϊμοῦντος καρτερώτερον αὐτοῖς ἀπεμάχετο, ‘ὲν τῶν εἰρημένων ξύλων ἄνωθεν ῥίψαντες εὐθὺς διέτρησαν τὴν ναῦν, ἐν ᾗ ὁ Βαϊμοῦντος ἐτύγχανεν ὤν. ὡς δὲ ἀναρροιβδήσαντος τοῦ ὕδατος καταποντίζεσθαι ἔμελλον, οἱ μὲν ἐξερχόμενοι τῆς νεώς, ἐξ οὗπερ ἔφευγον, εἰς τοῦτ᾿ αὐτὸ ἐνέπιπτον καὶ ἐβυθίζοντο, οἱ δὲ μετὰ τῶν Βενετίκων μαχόμενοι ἀνῃρέθησαν· ἐκεῖνος δὲ εἰς κίνδυνον ἤδη ἐληλακὼς εἰς ‘ὲν τῶν αὐτοῦ πλοίων εἰσπηδήσας εἴσεισιν. ἐπὶ πλέον δὲ θαρρήσαντες οἱ Βενέτικοι καὶ τὴν κατ᾿ αὐτῶν μάχην θαρραλεώτερον συνάψαντες [*](D) καὶ τελείως κατατροπωσάμενοι τούτους ἐδίωξαν ἄχρι τῆς τοῦ Ῥομπέρτου σκηνῆς. ἅμα δὲ τῷ τῇ χέρσῳ πελάσαι εἰσπηδήσαντες ἄλλον πόλεμον μετὰ τοῦ Ῥομπέρτου συνάπτουσι. τούτους θεασάμενος ὁ Παλαιολόγος ἐξελθὼν καὶ αὐτὸς ἀπὸ τοῦ κάστρου Δυρραχίου μαχόμενος ἦν μετ᾿ αὐτῶν. κερτεροῦ γοῦν γεγονότος πολέμου καὶ μέχρι τῆς τοῦ Ρομπέρτου παρεμβολῆς φθάσαντος ἐκεῖθεν ταύτης πολλοὶ εδιώχθησαν, πολλοὶ δὲ καὶ παρανάλωμα ξιφῶν γεγόνασιν. οἱ δὲ Βενέτικοι λείαν πολλὴν ἀφελόμενοι εἰς τὰ ἴδια πλοῖα [*](2 συναπαρτίσαντες 3 ἱστοῖς Wilkenus: ἱστίοις 6 πήχεως 14 ἐπεμάχετο (s) 17 ἔμελλεν 18 ἔφυγον τοῦτο F A 28 τοῦ om)
135
[*](P. 107) παλινοστήσαντες εἰσῄεσαν, ὁ δὲ Παλαιολόγος εἰς τὸ κάστρον αὖθις εἴσεισιν. ἡμέρας γοῦν τινας οἱ Βενέτικοι διαναπαυσάμενοι ἀποστέλλουσι πρὸς τὸν βασιλέα πρέσβεις διαμηνύοντες τὰ γεγονότα. ὁ δὲ φιλοφρονησάμενος αὐτούς, ὡς εἰκός, καὶ μυρίων εὐεργεσιῶν ἀξιώσας ἀπέλυσεν ἀποστείλας μετ’ αὐτῶν χρήματα ἱκανὰ πρός τε τὸν δοῦκα Βενετίας καὶ τοὺς ὑπ᾿ αὐτὸν ἄρχοντας.

Ὁ δὲ Ῥομπέρτος μαχιμώτατος ὢν δεῖν ἔγνω μὴ ἀφίστασθαι τοῦ πολέμου, ἀλλὰ καρτερῶς μάχεσθαι. χειμῶνος δὲ ὄντος οὐκ ἐνῆν αὐτῷ τὰ πλοῖα εἰς τὴν θάλασσαν [*](Β) καθελκύσαι· ἀπεῖργε δὲ καὶ τοὺς ἀπὸ Λογγιβαρδίας ἐρχομένους καὶ τοὺς τὰ πρὸς χρείαν αὐτῷ ἐκεῖθεν κομίζοντας ὅ τε Ῥωμαϊκὸς καὶ ὁ τῶν Βενετίκων στόλος τὸν ἀναμεταξὺ πορθμὸν ἐπιμελῶς τηροῦντες. ὡς δὲ τὸ ἔαρ ἤδη παρῆν καὶ ὁ θαλάττιος κλύδων ἐπέπαυτο, πρῶτον μὲν οἱ Βενέτικοι λύσαντες τὰ πρυμνήσια κατὰ τοῦ Ῥομπέρτου ἐξώρμησαν ἐχομένως δὲ τούτοις ὁ Μαύριξ μετὰ τοῦ Ῥωμαϊκοῦ ἀπέπλευσε στόλου. καὶ συναίρεται πόλεμος ἐντεῦθεν βαρύτατος καὶ οἱ τοῦ Ῥομπέρτου τὰ νῶτα διδόασιν. εἶτα δεῖν ἔγνω ὁ Ῥομπέρτος ἅπαντα τὸν αὐτοῦ στόλον ἑλκύσαι εἰς τὴν χέρσον. οἱ δὲ νησιῶται [*](C) καὶ τὰ παρὰ θάλατταν τῆς ἠπείρου πολίχνια καὶ ὁπόσοι ἄλλοι φόρους παρεῖχον τῷ Ῥομπέρτῳ, τεθαρρηκότες διὰ τὰ συμπεσόντα αὐτῷ οὐχ ἑτοίμως τὰ ἐπιτεθέντα βάρη ἐδίδουν τὴν αὐτοῦ κατὰ θάλατταν μαθόντες ἧτταν. δεῖν οὖν ἔγνω πλείονι περιεργίᾳ πολέμου χρήσασθαι καὶ διά τε θαλάττης καὶ ἠπείρου αὖθις μάχεσθαι. ἐπεὶ δὲ οὐκ ἐνῆν τὰ κατὰ γνώμην εἰς ἔργον προάγειν, δεδιὼς τὸ ναυάγιον ἀνέμων μεγάλων τηνικαῦτα πνεόντων ἐγκαρτερήσας ἐπὶ δυσὶ μησὶ περὶ τὸν λιμένα τῆς Ἱεριχὼ ηὐτρεπίζετο βουλόμενος ἀπό τε [*](D) τῆς θαλάττης καὶ ἠπείρου μάχεσθαι καὶ τὰ τῆς μάχης ἐξήρἐνὸν [*](30) [*](v. 87) τυεν. ὁ δὲ στόλος ὅ τε Βενέτικος καὶ ὁ Ῥωμαϊκὸς τὸν πορθμὸν ἐτήρει, καὶ ὁπηνίκα μικρὸν ἡ θάλασσα [*](10 ἦν (S) 25 θαλάσσης 26 αὖθις om 29 περὶ] πρὸς 30 τῆς ἤπειρον)

136
τοῖς βουλομένοις πλεῖν νῶτα ὑπεῖχε, τοὺς ἐκεῖθεν πρὸς τὸν Ῥομπέρτον ἐπιχειροῦντας διαπερᾶν ἀπεῖργεν. ὡς δὲ οὐδ’ ἀπὸ τῆς ἠπείρου ῥᾳδίως ἐνῆν τὰ πρὸς χρείαν κομίζεσθαι περὶ τὸν Γλυκὺν ποταμὸν αὐλιζομένοις αὐτοῖς τῶν ἐκ τοῦ Δυρραχίου ἀπειργόντων τοὺς χορταγωγίας χάριν ἢ συγκομιδῆς ἑτέρας ἐξιόντας τῆς τοῦ Ῥομπέρτου ταφρείας, λιμώττειν [*](P. 108) ἐντεῦθεν τούτοις συνέβαινεν· ἀλλὰ καὶ τὸ ἄηθες τοῦ τόπου μεγάλως αὐτοὺς ἐλυμαίνετο. διὰ παραδρομῆς τοίνυν μηνῶν τριῶν, ὡς λέγεται, φθορὰ γέγονεν ἀνδρῶν εἰς χιλιάδας δέκα συμποσουμένων. ἡ δὲ νόσος αὕτη καὶ τὰς μετὰ τοῦ Ῥομπέρτου ἱππικὰς δυνάμεις καταλαβοῦσα πολλοὺς διέφθειρεν. ἀπὸ μὲν γὰρ τῶν ἱππέων κόμητες καὶ λογάδες ἀλκιμώτατοι ἄνδρες μέχρι τῶν πεντακοσίων νόσον καὶ λιμοῦ παρανάλωμα γεγόνασι, τῆς δὲ χθαμαλωτέρας τύχης ἱππεῖς ἀναρίθμητοι. τῶν δὲ πλοίων αὐτοῦ εἰς τὸν Γλυκὺν ἐνορμισθέντων ποταμόν, ὡς εἴρηται, τούτου ὀλιγωθέντος διὰ τὴν ἀνυδρίαν ἤδη [*](B) μετὰ τὸν χειμῶνα καὶ τὸ ἐπιγεγονὸς ἔαρ τοῦ θέρους θερμότερον ἐπιβάλλοντος καὶ μηδ’ ὁπόσον ταῖς χαράδραις εἴωθε καταρρεῖν ὕδωρ ἔχοντος ἐν ἀμηχανίᾳ ἦν μὴ δυνάμενος αὖθις αὐτὰ εἰς τὴν θάλασσαν ἑλκύσαι. ἀλλ’ οἷα μηχανικώτατος ὢν καὶ βαθύνους ἀνὴρ πασσάλους ἑκατέρωθεν ἐκέλευε πήγνυσθαι τοῦ ποταμοῦ, συνδεδέσθαι δὲ τούτους διὰ λύγων πυκνῶν, εἶτα δένδρα παμμεγέθη κόπτοντας ῥιζόθεν ὄπισθεν αὐτῶν καταστρωννύειν ψάμμον ἐπιπάττοντας ἄνωθεν, ὡς εἰς ἕνα τὸ ὕδωρ συλλείβεσθαι τόπον ὥσπερ εἰς διώρυχα μίαν τὴν ἐκ τῶν πασσάλων γεγονυῖαν συναθροιζόμενον. καὶ κατὰ μικρὸν ἀναλιμνάζον τὸ ὕδωρ τὴν κρηπῖδα [*](C) πᾶσαν ἐπλήρου τοῦ ποταμοῦ καὶ εἰς βάθος ἀξιόλογον ἤρχετο, ἕως τὰς ναῦς ἀνεκούφισε καὶ τὰς τέως ἐρηρεισμένας νῆας τῇ γῇ ἀνέσχε τε καὶ ἀκρόπλους ἐποίησε. καὶ τὸ ἀπὸ τοῦδε εὐπλοίας ἐπιδραξάμενα τὰ πλοῖα εὐκόλως πρὸς τὴν θάλασσαν εἱλκύσθησαν.

[*](23 δένδρη)
137

Μεμαθηκὼς δὲ τὰ κατὰ τὸν Ῥομπέρτον ὁ αὐτοκράτωρ παραχρῆμα διὰ γραφῆς τῷ Πακουριανῷ τὴν αὐτοῦ ἀκάθεκτον ὁρμὴν παρίστησι καὶ ὅπως τὸν Αὐλῶνα κατέλαβε, [*](D) μὴ πεφροντικὼς ὅλως τῶν ξυμπεσόντων αὐτῷ δεινῶν κατ’ ἤπειρον τε καὶ θάλατταν μήτε τῆς ἥττης ἐκείνης, ἣν ἐκ πρώτης, ὅ φασιν, ἀφετηρίας ἐπεπόνθει, καὶ ὡς χρὴ μὴ μέλλειν, ἀλλὰ θᾶττον τὰς δυνάμεις ἐπισυναγαγόντα ἑνωθῆναί οἱ. ταῦτα μὲν οὖν πρὸς τὸν Πακουριανόν· αὐτὸς δὲ παραυτίκα τῆς Κωνσταντίνου ἔξεισιν εἰς μῆνα Αὔγουστον τῆς τετάρτης [*](P. 109) ἐπινεμήσεως τὸν Ἰσαάκιον εἰς τὴν μεγαλόπολιν καταλιπών, ἐφ’ ᾧ τὰ κατὰ τὴν πόλιν ἑδράζεσθαι, καὶ εἴ πού τινες λόγοι ἀπᾴδοντες ἐξ ἐχθρῶν ἐξακούοιντο, ὁποῖα εἴωθεν, αὐτὸν διασκεδάζειν τε καὶ φρουρεῖν τὰ βασίλεια καὶ τὴν πόλιν, [*](V. 88) ἅμα καὶ τὸ τῶν γυναικῶν φιλοπενθὲς ἀνακτώμενον. τὸ δέ γε εἰς τὴν μητέρα ἧκον οὐδεμιᾶς, ὡς οἶμαι, βοηθείας ἐδεῖτο ῥωμαλεωτάτης καθισταμένης ἐκείνης καὶ ἄλλως μεταχειρίσασθαι τὰ πράγματα δεξιωτάτης. τοιγαροῦν τὸ γράμμα ὁ Πακουριανὸς ἀνελίξας τηνικαῦτα ὑποστράτηγον προχειρίζεται Νικόλαον τὸν Βρανᾶν, ἄνδρα γενναῖον καὶ πολλὴν [*](Β) περὶ τὰ πολεμικὰ ἐμπειρίαν ἔχοντα. ὁ δὲ μετὰ τοῦ ὁπλιτικοῦ παντὸς καὶ τῶν τῆς μείζονος τύχης τῆς Ὀρεστιάδος σπουδαίως ἔξεισιν ἑνωθῆναι τῷ βασιλεῖ ἐπειγόμενος. ἐφθακὼς δὲ καὶ ὁ αὐτοκράτωρ εὐθὺς εἰς πολέμου σχῆμα τὸ ὁπλιτικὸν ἅπαν κατέστησεν ἡγεμόνας τῶν λογάδων ἐπιστήσας ἄνδρας γενναιοτάτους, παρακελευσάμενος οὕτω τῆς ὁδοιπορίας ἔχεσθαι, οὗπερ ὁ τόπος αὐτοῖς τοῦτο δίδωσιν, ἵνα τὸ σχῆμα τῆς παρατάξεως διαγνόντες καὶ τὸν ἴδιον ἕκαστος γνωρίσας τόπον ἐν τῷ καιρῷ τῆς μάχης ἀσύγχυτοι μένωσι καὶ μὴ ῥᾳδίως μεταφέροιντο καὶ ὡς ἔτυχεν. ἐξῆρχε μὲν οὖν τοῦ τῶν ἐξκουβιτῶν [*](C) τάγματος Κωνσταντῖνος ὁ Ὦπος, τῶν Μακεδόνων ὁ [*](4 συμπεσόντων 9 ἔξεισι τῆς Κωνσταντίνου 16 ῥωμαλαιοτάτης (s) μεταχειρίζεσθαι 17 τὰ om F 19 ἐμπειρίαν ἔχοντα περὶ τὰ πολεμικὰ 29 ἐξκουβιτῶν Ducangius: ἐξουβιτῶν libri)

138
Ἀντίοχος, τῶν Θετταλῶν δὲ Ἀλέξανδρος ὁ Καβάσιλας, ὁ δέ γε Τατίκιος καὶ μέγας τῷ τότε πριμικήριος τῶν περὶ τὴν Ἀχριδὼ οἰκούντων Τούρκων ἡγεμόνευε, γενναιότατος ὢν καὶ ἀκατάπληκτος ἐν μάχαις, οὐκ ἐλευθέρας μὲν ὢν τύχης ἐκ προγόνων· καὶ γὰρ ὁ πατὴρ αὐτοῦ Σαρακηνὸς ὢν ἐκ προνομῆς περιῆλθε τῷ πρὸς πατρὸς ἐμῷ πάππῳ Ἰωάννῃ τῷ Κομνηνῷ τῶν δέ γε Μανιχαίων πρὸς τοῖς ὀκτακοσίοις εἰς δισχιλίους ποσουμένων ἡγεμόνες ἦσαν ὁ Ξαντᾶς καὶ ὁ Κουλέων, τῆς αὐτῆς αἱρέσεως καὶ οὗτοι· ἄνδρες ἅπαντες οὗτοι μαχιμώτατοι καὶ αἵματος ἀπογεύσασθαι τῶν ἐχθρῶν καιροῦ καλοῦντος ἑτοιμότατοι καὶ πρός γε ἔτι καὶ ἰταμοὶ καὶ ἀναίσχυντοι· [*](D) τῶν δέ γε οἰκειοτέρων αὐτῷ βεστιαρίτας ἡ καλεῖ) καὶ τῶν Φραγγικῶν ταγμάτων ὁ Πανουκωμίτης | καὶ Κωνσταντῖνος ὁ Οὐμπερτόπουλος ἐκ γένους τὴν ἐπωνυμίαν λαχών. οὕτως οὖν τὰ τάγματα καταστήσας παν στρατὶ κατὰ τοῦ Ῥομπέρτου ἐξώρμησε. συναντήσας δέ τινι ἐκεῖθεν ἐρχομένῳ περὶ τῶν κατὰ τὸ Δυρράχιον πυθόμενος σαφέστερον μεμαθήκει, ὅτι ὁ Ῥομπέρτος κινήσας πάντα τὰ [*](P. 1) πρὸς τειχομαχίαν ἐπιτήδεια ὄργανα τοῖς τείχεσι προσεπέλασεν. ὁ δὲ Παλαιολόγος Γεώργιος διὰ πάσης νυκτὸς καὶ ἡμέρας πρὸς τὰς ἔξωθεν ἑλεπόλεις καὶ τὰ μηχανήματα ἀντικαθιστάμενος καὶ ἀπαγορεύσας ἤδη τὰς πύλας ἀναπετάσας καὶ ἐξελθὼν μετ’ αὐτῶν καρτερὸν συνεστήσατο πόλεμον. καὶ καιρίως ἐν διαφόροις τοῦ σώματος τόποις ἐπλήγη καὶ μᾶλλον περὶ τὸν κρόταφον βέλους διελθόντος· ὃ βιαζόμενος ἐξελεῖν καὶ μὴ δυνηθεὶς μετακαλεσάμενος τινα τῶν ἐμπείρων περιεῖλε τὰ ἄκρα, τόν τε στύρακα φημι καὶ οὗ τὸ βέλος πτερύσσεται, τὸ δ’ ἐπίλοιπον μέρος τῷ τόπῳ τῆς [*](Β) πληγῆς ἐναπέμεινε. δεσμήσας δὲ τὴν κεφαλήν, ὡς ὁ καιρὸς ἐνεδίδου, αὖθις ἐς μέσους τοὺς ἐναντίους ἑαυτὸν ὠθήσας μαχόμενος μέχρι δείλης ἑσπέρας ἀκλόνητος ἵστατο. ταῦτα ἀκηκοὼς ὁ βασιλεὺς καὶ διαγνοὺς ἀρωγῆς ταχείας τοῦτον δεῖπριμμικήριος [*](2 F 4 μὲν] δὲ 8 17 ἐξερχομένῳ 18 ἐμεμαθήκει 22 καὶ τὰς 23 αὐτὸν αὐτοῦ S))
139
σθαι ἐπέτεινε τὴν ὁδοιπορίαν. καταλαβὼν δὲ τὴν Θεσσαλονίκην διὰ πολλῶν τὰ κατὰ τὸν Ῥομπέρτον ἐπὶ πλέον ἐβεβαιοῦτο. [*](P. 89) καὶ γὰρ ἕτοιμος ὢν ὁ Ῥομπέρτος καὶ γενναίους μὲν παρετοιμάσας στρατιώτας, πολλὴν δὲ καὶ ὕλην κατὰ τὴν πεδιάδα συναθροίσας τοῦ Δυρραχίου τὴν παρεμβολὴν κατέθετο [*](C) ἔθετο ὡσεὶ τόξου βολὴν τῶν τειχῶν τούτου ἀπέχουσαν· πολλὰς μέντοι τῶν ὑπ’ αὐτὸν δυνάμεις καὶ περὶ τὰ ὄρη καὶ τὰ τέμπη καὶ τοὺς βουνοὺς κατέθετο. ἀλλὰ καὶ τὴν τοῦ Παλαιολόγου ἐπιμέλειαν ἐκ πολλῶν κατεμάνθανεν. ἤδη γὰρ ὁ Παλαιολόγος ἐμπρῆσαι διανοούμενος τὸν ἑτοιμασθέντα παρὰ τοῦ Ῥομπέρτου μόσυνα καὶ τοῖς τείχεσιν ἐπιθεὶς νάφθαν καὶ πίσσαν καὶ ξηρῶν ξύλων σχίδακας καὶ λιθοβόλα ὄργανα τὴν τοῦ πολέμου συμβολὴν ἐκαραδόκει. προσδόκιμον δὲ τὸν Ῥομπέρτον ἔχων ἐς νέωτα ὃν προφθάσας ἡτοίμασεν ἐντὸς ξύλινον πύργον κατευθὺ τοῦ ἔξωθεν ἐρχομένου πύργου καταστήσας [*](D) δι᾿ ὅλης νυκτὸς δοκιμασίαν ἐπεποίητο τοῦ ἄνωθεν τούτου δοκοῦ, ὃν προβάλλεσθαι ἔμελλον κατὰ τῶν θυρέτρων τοῦ μόσυνος τοῦ ἔξωθεν ἐνηνεγμένου, εἰ ῥᾷστά τε κινοῖτο καὶ ἀντιπρόσωπος ἀντιπίπτων ταῖς θύραις οὐκ εὐκόλως ἀνοίγνυσθαι ξυγχωρήσειε. διαγνοὺς δὲ ὡς εὐπετῶς τὸ ξύλον ὠθεῖται καὶ εὐστοχήκει τοῦ πράγματος, ἀπεθάρρησεν ἤδη πρὸς τὸν ἐλπιζόμενον πόλεμον. τῇ μετ’ αὐτὴν δὲ σιδηροφορῆσαι κελεύσαντος τοῦ Ῥομπέρτου ἅπαντας καὶ ἐντὸς τοῦ [*](V. 111) πύργου πεζούς τε καὶ ἱππεῖς ὁπλοφόρους ὡσεὶ πεντακοσίους εἰσαγαγόντος, ἐπεὶ τῷ τείχει τοῦτον προσπελάσαντες ἤδη τὴν ἄνωθεν οὖσαν θύραν ἀναπεταννύειν ἠπείγοντο ὡς γεφύρᾳ ταύτῃ χρησόμενοι πρὸς τὴν τοῦ κάστρου εἰσέλευσιν, ὁ Παλαιολόγος τὸ παμμέγεθες ξύλον τηνικαῦτα ὠθήσας δι’ ὧν φθάσας προκατεσκεύασε μηχανῶν καὶ ἀνδρῶν πολλῶν καὶ γενναίων ἄπρακτον τὴν τοῦ Ῥομπέρτου μηχανὴν ἐποίησε τοῦ δοκοῦ τὸ παράπαν μὴ συγχωροῦντος ἀνεῳχθῆναι τὴν [*](Β) θύραν. εἶτα βάλλων τοὺς ἄνωθεν τοῦ πύργου ἱσταμένους [*](2 ἐπὶ πλέον τὰ κατὰ τὸν Ῥομπέρτον 9 κατεμάνθανε 11 του om 20 ξυγχωρήσειεν 26 ἀναπετανύειν F)
140
Κελτοὺς συνεχῶς οὐκ ἀνίει· οἱ δὲ τὰς βολὰς μὴ φέροντες ἐκρύπτοντο. κελεύει τοίνυν ἐμπρησθῆναι τὸν πύργον. καὶ οὔπω πᾶν εἴρητο ἔπος, καὶ εὐθὺς ἔργον ἡ τοῦ πύργου πυρκαϊὰ ἐγένετο. καὶ οἱ μὲν ἄνωθεν ἐκρημνίζοντο, οἱ δὲ κάτωθεν ἀνοίξαντες τὴν περιπέζιον τοῦ πύργου θύραν ἔφευγον. τούτους δὲ φεύγοντας ὁρῶν ὁ Παλαιολόγος τηνικαῦτα γενναίους ἄνδρας ὁπλοφόρους ἐξάγει διὰ τῆς πυλίδος τοῦ κάστρου καὶ ἑτέρους μετὰ ἀξινῶν, ὡς ἂν δι’ αὐτῶν ὁ πύργος ἀφανισθῇ. καὶ οὐδὲ τούτου ἠστόχει, ἀλλὰ τοῦ πύργου τὰ μὲν [*](C) ἄωνθεν, ἐμπρήσας, τὰ δὲ κάτωθεν διά τινων λαξευτηρίων ὀργάνων ποδοκοπήσας τελείως ἠφάνισεν.

Ἐπεὶ δέ, ὡς ὁ ταῦτα διηγησάμενος ἔλεγεν, ὁ Ῥομπέρτος αὖθις ἕτερον κατασκευάζειν μόσυνα ἠπείγετο παρύμοιον τῷ προκατασκευασθέντι καὶ ἑλεπόλεις κατὰ τοῦ Δυρραχίου ἡτοίμαζε, διαγνοὺς ὁ βασιλεὺς ἀρωγῆς τοὺς ἐν τῳ Δυρραχίῳ ταχείας δεῖσθαι καταστήσας τὰς ἰδίας δυνάμεις τῆς πρὸς τὸ Δυρράχιον ὁδοῦ εἴχετο. καταλαβὼν οὖν ἐκεῖσε [*](V.) καὶ τάφρον ποιήσας καὶ τὰ στρατεύματα καταθεὶς εἰς τὸν [*](D) λεγόμενον Χαρζάνην ποταμὸν εὐθὺς διά τινων ἀποστείλας ἠρώτα τὸν Ῥομπέρτον, ὅτου χάριν παρεγένετο καὶ τίς αὐτῷ ὁ σκοπός. ἐκεῖθεν δὲ ἀπάρας ἔρχεται εἰς τὸ ἐπ’ ὀνόματι τοῦ ἐν ἱεράρχαις μεγίστου Νικολάου ἱδρυμένον τέμενος τέσσαρας σταδίους τοῦ Δυρραχίου ἀπέχον καὶ τὴν τοῦ τόπου διεσκοπεῖτο θέσιν, ὥστε τὸν ἐπικαιρότατον τόπον, ὅπη χρὴ τὰς φάλαγγας ἐν καιρῷ μάχης καταστήσασθαι, προκαταλαβεῖν. πεντεκαιδεκάτη δ’ ἦν τηνικαῦτα τοῦ Ὀκτωβρίου μηνός. αὐχὴν δὲ ἦν ἀπὸ Δαλματίας διήκων πρὸς θάλασσαν ἀποτελευτῶν εἰς ἀκρωτήριόν τι, ὅπερ οἷον Χερσόνησός ἐστιν, ἐν ᾧ καὶ τὸ [*](P.) ἤδη ῥηθὲν ᾠκοδόμηται τέμενος. ἠρέμα δὲ τὸ τοῦ αὐχένος πρανὲς συμβάλλον τῇ πεδιάδι πρὸς τὸ Δυρράχιον ἀπονενευκὸς ἐξ εὐωνύμου μὲν τὴν θάλασσαν, δεξιόθεν δὲ ὅρος ὐψηὁ [*](8 ξύλινος πύργος 9 ἠστοχήκει 12 ὡς om ὡς ὁ 22 ἱδρυμένον As om FC 24 ὅποι 28 χερρόνησος)

141
λὸν καὶ ὑπερκείμενον ἔχει. ἐκεῖσε γοῦν τὸ ὁπλιτικὸν συναγαγὼν καὶ τὸν χάρακα πηξάμενος τηνικαῦτα καὶ τὸν Παλαιολόγον μετεκαλεῖτο Γεώργιον. ὁ δὲ πεῖραν σχὼν τῶν τοιούτων ἐκ μακροῦ μὴ συμφέρον τοῦτο λογιζόμενος ἀνένευε τὴν ἐξέλενσιν αὐτὸ τοῦτο πρὸς τὸν βασιλέα δηλώσας. [*](Β) ὡς δ’ αὖθις ὁ βασιλεὺς ἐπιμελέστερον τοῦτον μετεκαλεῖτο, φησὶν ἐμοὶ λίαν ὀλέθριον δοκεῖ πολιορκουμένου τοῦ κάστρου ἐξελθεῖν, καὶ εἰ μὴ τὸν δακτύλιον τῆς χειρὸς τῆς σῆς βασιλείας θεάσομαι, οὐκ ἑξελεύσομα”. ἀποσταλέντα δὲ τοῦτον θεασάμενος τηνικαῦτα φοιτᾷ πρὸς τὸν βασιλέα μετὰ πολεμικῶν νηῶν. ὁ δὲ βασιλεὺς τοῦτον ἰδὼν τὰ κατὰ τὸν ‘Ρομπέρτον αὐτοῦ ἐπυνθάνετο. τούτου δὲ πάντα αὐτῷ διασαφήσαντος ἠρώτα, εἰ χρὴ τὸν μετ’ αὐτοῦ ἀποθαρρῆσαι πόλεμον. ὁ δὲ πρὸς τοῦτον ἀνένευε τέως. ἀλλὰ καί τινες τῶν περὶ [*](c) τὰ πολεμικὰ πεῖραν ἐκ μακροῦ χρόνου ἐσχηκότων ἐπιμελῶς τοῦτον ἐκώλυον συμβουλευόμενοι καρτερῆσαι καὶ ἀκροβολισμῶν σπεῦσαι στενοχωρῆσαι τὸν Ῥομπἐρτον μὴ συγχωρουμένων τῶν ὑπ’ αὐτὸν χορταγωγίας χάριν ἢ προνομῆς τῆς ἰδίας παρεμβολῆς ἐξιέναι, τοῦτο δὲ καὶ τῷ Βοδίνῳ καὶ τοῖς Δαλμάταις καὶ τοῖς λοιποῖς ἀρχηγοῖς τῶν παρακειμένων χωρῶν παρακελεύσασθαι ποιεῖν , διαβεβαιον́μενοι , ὡς τοῦτον τὸν τρόπον ῥᾳδίως ὁ Ῥομπέρτος ἡττηθήσεται. οἱ δὲ πλείονες νεωτέρων τοῦ στρατοῦ τὸν πόλεμον προὐτρέποντο [*](D) καὶ πάντων μᾶλλον Κωνστάντιος ὁ πορφυρογέννητος καὶ Νικηφόρος ὁ Συναδηνὸς καὶ ὁ τῶν Βαράγγων ἡγεμὼν Ναμπίτης καὶ αὐτοὶ οἱ τοῦ προβεβασιλευκότος Ῥωμανοῦ τοῦ Διογένους υἱεῖς, ὅ τε Λέων καὶ ὁ Νικηφόρος. ἅμα δὲ καὶ [*](P. 113) οἱ πρὸς τὸν Ῥομπέρτον ἀποσταλέντες ἐπανεληλυθότες τὰ [*](P. 91) ἐκείνου πρὸς τὸν βασιλέα ἀπεστομάτιζον ὡς ἐγὼ μέν” φησι κατὰ τῆς σῆς βασιλείας οὐδαμῶς ἐξελήλυθα, ἀλλ’ ἑκδικήσων σῶν μᾶλλον τὴν γενομένην εἰς τὸν ἐμὸν συμπένθερον ἀδικίαν. εἰ δὲ σὺ τὴν μετ’ ἐμοῦ θέλεις εἰρήνην, ἀσπάζομαι [*](11 κατὰ man al in ras F 12 αὐτῶ F 16 καὶ om (s) 24 Κωνσταντῖνος s 29 φησιν οὐδαμῶς κατὰ τῆς σῆς βασιλείας)
142
τοῦτο κἀγώ, μόνον εἰ καὶ αὐτὸς τὰ μετὰ τῶν ἐμῶν δηλω¬θέντα σοι πρέσβεων προθυμηθῇς ἀποπληρῶσαι.” ἐπεὶ δὲ ἀδύνατα παντάπασιν ἐπεξήτει καὶ ἐπιβλαβῆ τῇ Ῥωμαίων ἀρχῇ ὑπισχνούμενος ἅμα, εί τεύξεται τῶν παρ᾿ αὐτοῦ ζητουμένων, καὶ αὐτὴν τὴν Λογγιβαρδίαν ὡς ἀπὸ τοῦ βασιλέως λογίσασθαι καὶ βοηθεῖν, ὁπηνίκα χρεία ἐστί· τὰ δὲ σκήψις [*](Β) ἦν, ἵνα δόξῃ, δι᾿ ὧν μὲν αἰτεῖται, αὐτὸς τὴν εἰρήνην θέλειν, ἀδύνατα δὲ λέγων καὶ μὴ τυγχάνων τῆς μάχης ἀνθέξεται, εἶτα τὴν τῆς μάχης αἰτίαν τῷ βασιλεῖ Ῥωμαίων προστρίψειεν. ἀτέλεστα γοῦν αἰτησάμενος καὶ μὴ τυχὼν πάντας τοὺς κόμητας συγκαλεσάμενός φησι πρὸς αὐτούς „οἴδατε τὴν παρὰ τοῦ βασιλέως Νικηφόρου τοῦ Βοτανειάτου γεγονυῖαν ἀδικίαν εἰς τὸν ἐμὸν συμπένθερον καὶ τὴν ἀτιμίαν, ἣν ἡ ἐμὴ θυγάτηρ Ἑλένη ἐπεπόνθει τῆς βασιλείας σὺν αὐτῷ ἐξεωθεῖσα. τοῦτο δὲ μὴ φέροντες εἰς ἐκδίκησιν τούτων κατὰ τοῦ Βοτανειάτου τῆς χώρας ἡμῶν [*](C) ἐξεληλύθειμεν· ἐκείνου δὲ τῆς ἀρχῆς παραλυθέντος νῦν πρὸς βασιλέα ἔχομεν νέον καὶ στρατιώτη ν γενναῖον ὑπὲρ τὸν χρόνον αὐτοῦ πεῖραν τῆς στρατιωτικῆς ἐπιστήμης ἐσχηκότα, καὶ οὐ χρὴ ὡς ἔτυχε τὸν μετ᾿ αύτοῦ ἀναδέξασθαι πόλεμον. ὅπου γὰρ πολυαρχία, ἐκεῖ καὶ σύγχυσις τῆς διαφόρου γνώμης τῶν πολλῶν ταώτην εἰσαγούσης. λοιπὸν χρὴ ἑνός τινος ἡμῶν τοὺς λοιποὺς ἐπακούειν κἀκεῖνον μὲν τὴν ἐξ ἁπάντων βουλὴν ἐπιζητεῖν καὶ μὴ τοῖς οἰκείοις λογισμοῖς ἀπεριμερίμνως χρᾶσθαι καὶ ὡς ἔτυχε, τοὺς δέ γε λοιποὺς τὸ δοκοῦν αὐτοῖς μετ᾿ εὐθύτητος λέγειν πρὸς αὐτὸν ἑπομένους ἅμα τῇ τοῦ προκριθέντος [*](D) βουλῇ, καὶ ἰδοὺ ἐγὼ εἷς ἐξ ἁπάντων ἕτοιμος ὢν ὑπείκειν, ᾧ ἂν πάντες προκρίνητε”. πάντες οὖν τὴν βου¬λὴν ταύτην ἐπαινέσαντες καὶ καλῶς λέγειν τὸν Ῥομπέρτον φάμενοι τηνικαῦτα αὐτῷ τῶν πρωτείων παρακεχωρήκασιν [*](6 ἐστίν 10 προστρίψειεν· διὰ τοῦτο οὐδὲ πρὸς συμβι¬βάσεις ἤθελον ἀπονενσαι. verba διὰ τοῦτο... ἀπονεῦσαι a FG absunt: perperam ex A addita sunt ἀτελέστατα As 11 συγκαλεσάμενος πάντας τοὺς κόμητάς As 15 ἐξεωθεῖσα F C ἐξωσθεῖσα As)
143
ἅπαντες εἰς τοῦτο ὁμογνωμονήσαντες. ὁ δὲ ἀκκιζόμενος οἷον [*](114) ἀνεβάλλετο τέως τὴν ἐγχείρησιν· οἱ δὲ μᾶλλον ἐπέκειντο τοῦτο αὐτὸ αἰτοῦντες. ὑπείξας οὖν τῷ φαινομένῳ ταῖς αὐτῶν παρακλήσεσι, κἂν τοῦτο ὠδίνων ἐκ μακροῦ, λόγους ἐκ λόγων περιέπλεκε καὶ αἰτίας αἰτίαις συνείρων εὐφυῶς, εἰς ὅπερ ἱμείρετο, ἄκων ἐδόκει τοῖς μὴ εἰς νοῦν βάπτουσιν ἔρχεσθαι. λοιπόν φησι πρὸς αὐτούς ἀκούσατε τῆς ἐμῆς βουλῆς, κόμητες καὶ τὸ λοιπὸν τοῦ στρατοῦ. ἐπεὶ τὰς σφῶν πατρίδας καταλελοιπότες ἐνταυθοῖ παρεγενόμεθα, καὶ ἡ [*](92) προκειμένη μάχη πρὸς ἀνδρικώτερον βασιλέα ἐστὶ καὶ ἄρτι [*](Β) μὲν τοὺς τῆς βασιλείας οἴακας ἀναδεξάμενον, πολλοὺς δὲ πολέμους ἐπὶ τῶν πρὸ αὐτοῦ βεβασιλευκότων νενικηκότα καὶ μεγίστους ἀποστάτας δορυαλώτους αὐτοῖς προσενηνοχότα, ὁλοψύχως χρὴ τῆς μάχης ἀνθέξασθαι. καὶ εἰ τὴν νικῶσαν ἡμῖν ἐπιψηφιεῖται θεός, οὐκέτι χρημάτων ἐν χρείᾳ ἐσόμεθα. χρὴ τοιγαροῦν τὰς μὲν σκευὰς ἁπάσας ἐμπρῆαι, τὰς δὲ ὁλκάδας διατρήσαντας κατὰ τοῦ πελάγους ἀφεῖναι καὶ οὕτω τὴν μετ’ αὐτοῦ ἀναδέξασθαι μάχην ὡς τηνικαῦτα γεννηθέντας καὶ τεθνηξομένους”. ἐπὶ τούτοις κατένευσαν ἅπαντες.

Ἀλλὰ τοιαῦτα μὲν τὰ τοῦ Ῥομπέρτου διανοήματά τε καὶ βουλεύματα· ἄλλα δ’ αὖ τὰ τοῦ αὐτοκράτορος ποικιλώτερά [*](c) τε καὶ ὀξύτερα. συνεῖχον δ’ ὅμως οἱ δημαγωγοὶ ἄμφω τὰ στρατεύματα στρατηγίας καὶ δημαγωγίας πέρι βουλευόμενοι, ὅπως μετ’ ἐπιστήμης δημαγωγήσαιεν καὶ στρατεύσοιντο. καὶ ὁ μὲν αὐτοκράτωρ αἴφνης νυκτὸς ἐξ ἑκατέρου μέρους ἐπεισπεσεῖν τῇ τοῦ Ῥομπέρτου παρεμβολῇ σκεπτόμενος τὸ μὲν ἐθνικὸν ἅπαν στράτευμα ἀπὸ τοῦ ὄπισθεν μέρους ἐπέτρεψε προσβαλεῖν διὰ τῶν ἁλυκῶν διελθόντας καὶ πλείονα τὴν ὁδοιπορίαν ἀναδέξασθαι αὐτοὺς διὰ τὸ ἀνύποπτον οὐκ ἀπηνήνατο· αὐτὸς δὲ ἀπὸ τῶν ἔμπροσθεν, ὁπηνίκα γνοίη ἐφθακότας τοὺς ἀποσταλέντας, ἠβούλετο προσἀκιζόμενος [*](1 FC 3 αὐτὸ] αὐτὸν 4 τούτῳ (s) 10 ἀνδρικώτατον ἐστὶν 14 ἀνθέξεσθαι 21 δ’ αὖ τὰ] ταὐτὰ (s) 26 ἐπιπεσεῖν)

144
βαλεῖν τῷ Ῥομπέρτῳ. ὃς κενὰς τὰς σκηνὰς καταλιπὼν καἲ νυκτὸς διὰ τῆς γεφύρας διεληλυθώς ( ὀγδόη δ’ ἦν πρὸς τῇ [*](D) δεκάτῃ τοῦ παριππεύοντος μηνὸς Ὀκτωβρίου ἐπινεμήσεως πέμπτης) τὸ παρὰ τὴν θάλατταν ἐπ’ ὀνόματι τοῦ μάρτυρος Θεοδώρου πάλαι ἀνοικοδομηθὲν τέμενος κατέλαβε μετὰ παντὸς τοῦ στρατεύματος. δι’ ὅλης νυκτὸς τὸ θεῖον ἐξευμενιζόμενοι τῶν ἀχράντων καὶ θείων μυστηρίων μετελάμβανον. εἶτα τὰς ἰδίας καταστήσας φάλαγγας τὴν μέσην εἶχε τοῦ συντάγματος χώραν, τὸ δέ γε πρὸς θάλατταν κέρας τῷ Ἀμικέτῃ ἐπέτρεψε (κόμης δέ οὗτος τῶν ἐπιφανῶν, γενναῖος [*](P.) καὶ χεῖρα καὶ γνώμην), θάτερον δὲ τῷ υἱῷ αὐτοῦ Βαϊμούντῳ, τὴν ἐπίκλησιν Σανίσκῳ. τούτων ὁ αὐτοκράτωρ αἰσθόμενος, δεινὸς ὢν τὸ συνοῖσον ἐν ὀξείᾳ εὑρηκέναι ῥοπῇ, μεθαρμοσάμενος ἑαυτὸν πρὸς τὸ ξυμπεσόν αὐτοῦ που κατὰ τὸ πρανὲς παρὰ τὴν θάλασσαν τὰς παρατάξεις κατέστησε καὶ διελὼν τὰ στρατεύματα τοὺς μὲν ἐπὶ τὰς σκηνὰς τοῦ Ῥομπέρτου ἀπερχομένους βαρβάρους τῆς ὁρμῆς οὐκ ἀνέκοψε, τοὺς δὲ ἐπὶ τῶν ὤμων τὰ ἑτερόκοπα φέροντας ξίφη παρακατασχὼν [*](B) μετὰ τοῦ σφῶν ἀρχηγοῦ τοῦ Ναμπίτου ἀποβάντας τῶν ἵππων ἔμπροσθεν ἐκ μικροῦ διαστήματος προπορεύεσθαι στοιχηδὸν ἐπέτρεψε· τοῦτο δὲ γένος ἀσπιδηφόρον ξύμπαντες. τὸ δὲ λοιπὸν τοῦ στρατεύματος εἰς φάλαγγας διελὼν αὐτὸς μὲν τὸ μεσαίτατον εἶχε τῆς παρατάξεως, δεξιόθεν δὲ καὶ ἐξ εὐωνύμου φαλαγγάρχας τὸν Καίσαρα Νικηφόρον τὸν Μελισσηνὸν λισσηνὸν ἐπέστησε καὶ τὸν καλούμενον Πακουριανὸν καὶ μέγαν δομέστικον. τὸ δὲ μεσαίτατον αὐτοῦ τε καὶ τῶν πεζῇ βαδιζόντων βαρβάρων ἱκανοὺς εἶχε στρατιώτας τῆς τοξείας εἰδήμονας, οὓς κατὰ τοῦ Ῥομπέρτου προεκπέμπειν ἠβούλετο [*](C) ἐπιτρέψας τῷ Ναμπίτῃ, ὁπηνίκα βούλοιντο πρὸς τοὺς Κελτοὺς ἐξιππάσασθαι καὶ αὖθις ὑποστρέφειν, χώραν αὐτοῖς ἐξ ἐφόδου διδόναι ἐφ’ ἑκάτερα σχιζομένους , εἶτ’ αὖθις συνεχίζεσθαι καὶ συνησπικότας πορεύεσθαι. οὕτω γοῦν τὸ ἅπαν [*](V.) διατυπώσας στράτευμα αὐτὸς μὲν κατὰ μέτωπον ἵετο τῶν [*](10 ἐπέτρεψε κόμητι 14 συμπεσὸν 21 ἀσπιδοφόρον 31 εἶτα)
145
Κελτικῶν στρατευμάτων τὴν ᾐόνα παραθέων· οἱ δὲ ἀποσταλέωτες βάρβαροι τὰς ἁλυκὰς διεληλυθότες, ἐπεὶ καὶ οἱ ἐντὸς τοῦ Δυρραχίου τὰς πύλας ἀνεπέτασαν τοῦτο αὐτοῖς τοῦ αὐτοκράτορος ἐπισκήψαντος, ἐν ταὐτῷ ταῖς Κελτικαῖς [*](D) σκηναῖς προσέβαλον. κατ’ ἀλλήλων δὲ τῶν δημαγωγῶν ἐρχομένων ἀποσπάδας ἀποστέλλων ὁ Ῥομπέρτος ἱππασίας ἐκέλευε ποιεῖσθαι, εἴ που ἐκεῖθεν ὑποσῦραί τινας δυνηθεῖεν τοῦ Ῥωμαϊκοῦ στρατεύματος. ἀλλ’ οὐδ’ ὁ βασιλεὺς πρὸς τοῦτο ἀνεπεπτώκει· ἔπεμπε δὲ μᾶλλον καὶ συχνοὺς τοὺς ἀντικαταστησομένους αὐτοῖς πελταστάς. ἀκροβολισμοῖς οὖν μετρίοις ἀμφοτέρων κατ’ ἀλλήλων χρησαμένων, ἐπεὶ καὶ ὁ Ῥομπέρτος ἠρέμα τούτοις εἵπετο καὶ τὸ μεταίχμιον ἤδη ἀπεστενοῦτο διάστημα, τῆς φάλαγγος τοῦ Ἀμικέτου προεκδραμόντες πεζοὶ καὶ ἱππεῖς περὶ τὸ ἄκρον τῆς παρατάξεως τῆς [*](116) τοῦ Ναμπίτου προσέβαλον. γενναιότερον δ’ αὐτῶν ἀντικαταστάντων καταστάντων παλίνορσοι γεγόνασιν, ἐπεὶ οὐ πάντες λογάδες ἦσαν, καὶ τῇ θαλάσσῃ ἑαυτοὺς ἐπιρρίψαντες ἄχρι τοῦ τραχήλου ταῖς νηυσὶ τοῦ Ῥωμαϊκοῦ καὶ Βενετικικοῦ στόλου πελάζοντες ἐκεῖθεν ᾐτοῦντο τὴν σωτηρίαν καὶ παρ’ ἐκείνων οὐ προσεδέχοντο. ἡ δέ γε Γαΐτα, ὡς λόγος τίς φησιν, ἡ τοῦ Ῥομπέρτου σύνευνος αὐτῷ συστρατευομένη, Παλλὰς ἄλλη κἂν μὴ Ἀθήνη , θεασαμένη τοὺς φεύγοντας δριμὺ τούτοις ἐνατενίσασα κατ’ αὐτῶν μεγίστην ἀφεῖσα φωνὴν μονονοὺ τὸ Ὁμηρικὸν ἐκεῖνο ἔπος τῇ ἰδίᾳ διαλέκτῳ λέγειν [*](Β) ἐῴκει “μέχρι πόσου φεύξεσθε; στῆτε, ἀνέρες ἔστε“. ὡς δὲ ἔτι φεύγοντας τούτους ἑώρα, δόρυ μακρὸν ἐναγκαλισαμένη ὅλους ῥυτῆρας ἐνδοῦσα κατὰ τῶν φευγόντων ἴεται. τοῦτο θεασάμενοι καὶ ἑαυτῶν γεγονότες αὖθις πρὸς μάχην ἑαυτοὺς ἀνεκαλέσαντο. ἐπειδὴ δὲ οἱ πελεκυφόροι καὶ αὐτὸς ὁ τούτων ἀρχηγὸς ὁ Ναμπίτης δι’ ἀπειρίαν καὶ θερμότητα ὀξύτερον βεβαδικότες ἱκανὸν τῆς Ῥωμαϊκὴς παρατάξεως ἀπέστησαν [*](5 προσέβαλλον 7 ὑποσῦραι] ὑποσ manu 2 in ras E 10 ἀντικαταστησαμένους 15 προσέβαλλον 18 Βενετικοῦ 23 ἀφιεῖσα 24 ἐκεῖνο om 29 ἐπεὶ δὲ πελεκοφόροι FA)
146
σπεύδοντες ξυμβαλεῖν ἐν ἴσῳ θυμῷ τοῖς Κελτοῖς (καὶ γὰρ οὐχ ἧττον ἐκείνων περὶ τὰς μάχας καὶ οὗτοι ἐκθυμότεροί εἰσι καὶ τῶν Κελτῶν ἐν τούτῳ τῷ μέρει μὴ ἀποδέοντες), κεκοπιακότας τούτους ἤδη καὶ ἀσθμαίνοντας ὁ Ῥομπέρτος θεασάμενος καὶ τοῦτο ἀπό τε τῆς ὀξείας κινήσεως τοῦ τε διαστήματος βεβαιωθεὶς καὶ τοῦ ἄχθους τῶν ὅπλων τινὰς [*](C) τῶν πεζῶν ἐπέσκηιψε κατ᾿ αὐτῶν εἰσπηδῆσαι. οἱ δὲ προκεκμηκότες ἤδη μαλακώτεροι τῶν Κελτῶν ἐφαίνοντο. πίπτει γοῦν τηνικαῦτα τὸ βάρβαρον ἅπαν, καὶ ὁπόσοι τούτων ἐσώθησαν, περὶ τὸ τέμενος τοῦ ἀρχιστρατήγου Μιχαὴλ προσπεφευγότες οἱ μὲν καὶ ὁπόσοις ἐξεχώρει τὸ τέμενος ἐντός, εἰσῄεσαν, οἱ δὲ ἄνωθεν τοῦ τεμένους ἀνελθόντες εἱστήκεσαν τὴν σωτηρίαν, ὡς ᾤοντο, ἐκεῖθεν πραγματευσόμενοι. οί δὲ Λατῖνοι πῦρ κατ᾿ αυτῶν ἀφέντες σὺν τῷ τεμένει πάντας κατέκαυσαν. τὸ δέ γε λοιπὸν τῆς Ῥωμαϊκῆς φάλαγγος καρτερῶς πρὸς αὐτοὺς ἀπεμάχοντο. ὁ δε Ῥομπέρτος καθάπερ [*](D) τις πτερωτὸς ἱππότης σὺν ταῖς λοιπαῖς δυνάμεσι κατὰ τῆς Ῥωμαϊκῆς φάλαγγος ἐλᾷ καὶ ὠθεῖται ταύτην καὶ εἰς μέρη πολλὰ διασπᾷ. ἐντεῦθεν οἱ μὲν τῶν ἀντικειμένων ἐν αὐτω τῷ πολέμῳ μαχόμενοι πίπτουσιν, οἱ δὲ φυγῇ τὴν ἑαυτῶν ἐπραγματεύσαντο σοπηρίαν. ὁ δὲ βασιλεὺς Ἀλέξιος καθάπερ [*](V. 9) τις πύργος ἀκλόνητος ἔμενε, κἂν πολλοὺς τῶν μετ᾿ αὐτοῦ ἀποβεβλήκει ἀνδρῶν καὶ γένει καὶ πείρᾳ στρατιωτικῇ δια¬φερόντων. πέπτωκε γὰρ τηνικαῦτα ὁ Κωνστάντιος υἱὸς μὲν τοῦ προβεβασιλευκότος Κωνσταντίνου τοῦ Δούκα, οὐκ ἰδιωτεύοντος[*](P.1) αὐτοῦ ἔτι ἀποτεχθείς, ἀλλ᾿ ἐν πορφύρᾳ καὶ γεννηθεὶς καὶ τραφεὶς καὶ ταινίας τῷ τότε καιρῷ βασιλικῆς παρὰ τοῦ πατρὸς ἀξιωθείς· καὶ ὁ Νικηφόρος μὲν τὴν κλῆσιν, Συναδηνὸς δὲ τὴν ἐπίκλησιν καλούμενος, ἀνὴρ γενναῖος καὶ ὡραιότατος καὶ σφαδάζων πάντων ὑπερτερῆσαι κατὰ τὴν [*](1 συμβαλεῖν 3 εἰαι 7 τῶν τούτον πεζῶν 9 τὸ τηνικαῦτα 11 ὁπόσους 13 πραγματευςάμενοι 18 ἐλᾷ κατὰ τῆς Ῥωμαϊκῆς φάλαγγος 21 δέ γε 24 πεπτώκει τὸ τηνικαῦτα Κωνσταντῖνος hie et mox Wilkenus)
147
ἡμέραν ἐκείνην μαχόμενος · μεθ’ οὗ ὁ ἤδη ῥηθείς Κωνστάντιος περὶ κήδους ἐπὶ τῇ ἰδίᾳ ἀδελφῇ πολλάκις ὡμίλει· ναὶ μὴν καὶ ὁ τοῦ Παλαιολόγου πατὴρ Νικηφόρος καὶ ἕτεροι τῶν ἐπιφανῶν· πλήττεται γὰρ καὶ ὁ Ζαχαρίας καιρίαν κατὰ τοῦ στέρνου καὶ τὴν ψυχὴν ἅμα τῇ πληγῇ ἐπαφίησι καὶ ὁ [*](Β) Ἀσπιέτης καὶ πολλοὶ τῶν λογάδων. τῆς δὲ μάχης μὴ διαλυομένης, ἐπεὶ τὸν βασιλέα ἑώρων ἔτι ἀνθιστάμενον, ἀποκριθέντες τινὲς τῶν Λατίνων τρεῖς, ἀφ’ ὧν εἶς ὁ ἤδη ῥηθεὶς Ἀμικἐτης ἦν, ὁ δὲ Πέτρος τοῦ Ἀλίφα, ὡς αὐτὸς ἐκεῖνος ἔλεγεν, ὁ δὲ τρίτος κατ’ οὐδὲν τούτων ἐλάττων, ὅλους ῥυτῆρας ἐνδόντες τοῖς ἵπποις δόρατα μακρὰ ἐναγκαλισάμενοι κατ’ αὐτοῦ ἴενται. καὶ ὁ μὲν Ἀμικέτης διημαρτήκει τοῦ βασιλέως μικρὸν παρεκκλίναντος τοῦ ἵππου· τοῦ δ’ ἄλλου τὸ δόρυ διὰ τοῦ ξίφους ὁ βασιλεὺς ἀπωσάμενος καὶ τονώσας τὴν χεῖρα παίει τοῦτον κατὰ τὴν κλεῖδα καὶ τὴν χεῖρα τοῦ λοιποῦ ἀποτέμνει σώματος. ὁ δέ γε τρίτος πλήττει τοῦτον [*](C) εὐθὺς κατὰ τὸ μέτωπον, ὁ δὲ φρενήρης τε ὢν καὶ ἑδραῖος τὸν νοῦν μηδὲν ὅλως συγχυθείς, γοργότητι γνώμης ἐν ἀσκέπτῳ χρόνῳ τὸ δέον συνείς, ὕπτιον ἅμα τῇ πληγῇ ἑαυτὸν ὡς ἐπ’ οὐρὰν τοῦ ἵππου ἔθετο. καὶ εὐθὺς τὸν χρῶτα τοῦ σώματος μικρὸν παραξέσασα ἡ τοῦ ξίφους ἀκμὴ περὶ τὴν ἀκωκὴν παραποδισθεῖσα τῆς κόρυθος καὶ τόν συνέχοντα ταύτην ὑπὸ τὴν γένυν ἱμάντα διασπάσασα ὦσε ταύτην εἰς γῆν. τηνικαῦτα δὲ ὁ μὲν Κελτὸς ἐκεῖνος παραθέει, ὃν ᾤετο κατακρημνίσαι τοῦ ἵππου, ὁ δ’ εὐθὺς ὀρθωθεὶς ἐπὶ τῆς ἐφε- [*](D) σrρίδος ἑδραῖος ἐκάθητο μηδὲν τῶν ὅπλων ἀποβαλών. ἀλλὰ καὶ γυμνὸν τὸ ξίφος κατέχων τῇ δεξιᾷ, τῷ δὲ λύθρῳ τοῦ ἰδίου πεφοινιγμένος αἵματος καὶ τὴν κεφαλὴν ἀπερικάλυπτον ἔχων καὶ τὴν πυρσὴν καὶ ἡλιῶσαν κόμην περιπλανωμένην ταῖς ὄψεσι καὶ διοχλοῦσαν αὐτόν· ὁ γὰρ ἵππος ταραττόμενος καὶ ἀποπτύων τοὺς χαλινοὺς καὶ φριμάσσων ἀτακτότερον ἐμπίπτειν τῷ προσώπῳ τοὺς βοστρύχους παρεσκεύαζεν· ἀλλὰ [*](6 ἀσπέτης F 7 ἀντικαθιστάμενον 9 ὁ δὲ ἕτερος Πέτρος ὁ τοῦ)
148
Καὶ ὣς ἑαυτὸν ἀνακαλεςάμενος, ὡς ἐνῆν, τοῖς ἐναντίοις ἀντικαθίστατο. ἐπεὶ δὲ καὶ τοὺς Τούρκους φεύγοντας ἑώρα καὶ αὐτὸν τὸν Βοδῖνον ἀπολέμητον ὑποχωροῦντα· ὥπλιστο γὰρ καὶ οὗτος καὶ εἰς πολέμου τύπον τὸ αὐτοῦ διατυπώσας στράτευμα κατὰ ταυτηνὶ τὴν ἡμέραν ἵστατο ὡς ἐπαρήξων Τάχα τῷ αὐτοκράτορι κατὰ τὰς πρὸς αὐτὸν γεγενημένας συνθήκας· [*](p 11) ἐκαραδόκει δέ, ὡς ἔοικεν, ἵνα, εἰ μὲν τὴν ῥοπὴν τῆς νίκης τῷ αὐτοκράτορι δοθεῖσαν γνοίη, ἐπιτεθείη καὶ αὐτὸς τοῖς Κελτοῖς, εἰ δὲ τοὐναντίον, ἀτρεμήσῃ τε καὶ ὀπισθόπους γένηται· ταῦτα διαλογιζόμενος, ὡς ἐξ ὧν ἐπεπράχει Δῆλον, καὶ τὴν νικῶσαν ἀπάρτι τοὺς Κελτοὺς ἐγνωκὼς [*](V 9) ἔχοντας ἄγευστος πολέμου τὸ παράπαν οἴκαδε ἐπαναδεδραμήκει· ὁ δὲ αὐτοκράτωρ ταῦτα θεαςάμενος καὶ ὡς μηδένα τὸν αὐτῷ ἐπαμύνοντα βλέπων τὰ μετάφρενα καὶ αὐτὸς [*](B) τηνικαῦτα δίδωσι τοῖς ἐναντίοις. Καὶ οὕτως ἐδίωκον οἱ Λατῖνοι Τὸ Ῥωμαϊκὸν στράτευμα.

Ὁ δὲ Ῥομπέρτος καταλαβὼν τὸ τέμενος τοῦ ἁγίου Νικολάου, ὅπου καὶ ἡ βασιλικὴ σκηνὴ καὶ ἅπασα ἡ σκευὴ Τοῦ Ῥωμαϊκοῦ στρατεύματος, ὁπόσους εὐσθενεῖς εἶχε, τὸν βασιλέα διώκειν ἐκπέπομφεν αὐτοῦ που αὐτὸς ἐγκαρτερῶν Φανταζόμενος τὴν τοῦ αὐτοκράτορος κατάσχεσιν. Τοιῦτοι Γὰρ λογισμοὶ τούτου τὸ ὑπέρογκον ἐξέκαιον φρόνημα. Οἱ δὲ Εὐψύχως μάλα τοῦτον ἐδίωκον μέχρι τόπου τινὸς παρὰ τῶν ἐγχωρίων καλουμένου Κακὴ Πλευρά. ἥδε τούτου θέσις· ποταμὸς [*](C) ῥέων κάτωθεν ὁ Χαρζάνης καλούμενος, ἔνθεν δὲ ὑπερκειμένη πέτρα ὑψηλή. ἀναμεταξὺ δὲ τούτων φθάνουσιν αὐτὸν οἱ διώκοντες, οἳ καὶ παίουσιν αὐτὸν κατὰ τὴν ἀριστερὰν πλευρὰ διὰ τῶν δοράτων (ἐννέα δὲ ξύμπαντες) καὶ ἐπὶ θάτερα κλίνουσι. Τάχα δ᾿ ἂν καὶ ἐπεπτώκει, εἰ μὴ τὸ ξίφος, ὃ τῇ δεξιᾷ κατεῖχε χειρί, ἔφθασεν ἐναπερεισθῆναι τῇ Γῇ. Ναὶ μὴν καὶ ἡ τοῦ μύωπος ἀκμὴ τοῦ ἀριστεροῦ ποδὸς ἐνδακοῦσα τὸ ἄκρον τῆς ἐφεστρίδος, ὃ ὑπόστρωμα λέγουσιν, [*](13 ὡς om 24 ἥδε s: ἡ δὲ 28 δὲ ἦσαν 29 τὰ Θάτερα)

149
ἀκλινέστερον τὸν ἱππότην ἐποίει. καὶ αὐτὸς δὲ τῇ λαιᾷ τῆς [*](D) χαίτης τοῦ ἵππου δραξάμενος ἀνεῖχεν ἑαυτόν. βοηθεῖται μέντοι ἐκ θείας τινός δυνάμεως σωτηρίαν παρ’ ἐχθρῶν αὐτῷ κομιζούσης παραδόξως. ἀναφύει γὰρ δεξιόθεν ἄλλους Κελτοὺς τὰ δόρατα πρὸς ἐκεῖνον ὀρθώσαντας· οἳ καὶ τὰ ἄκρα τῶν δοράτων κατὰ τὴν δεξιὰν πλευρὰν ἐμβαλόντες ὤρθωσάν τε ἀθρόον τὸν στρατιώτην καὶ εἰς τὸ μέσον κατέστησαν. [*](P. 119) καὶ ἦν ἰδεῖν θαῦμα παράδοξον. οἱ μὲν γὰρ ἐξ εὐωνύμων ἠπείγοντο, οἱ δὲ ἐκ τῶν δεξιῶν τὰ δόρατα τῇ πλευρᾷ πήξαντες ὥσπερ τοῖς πρῴην ἐναντιούμενοι καὶ ἀντερείδοντες δόρασι δόρατα ἐπ’ ὀρθοῦ σχήματος τὸν βασιλέα ἐποίησαν. ἑδράσαντος δὲ ἑαυτὸν γενναιότερον καὶ συσφίγξαντος περιβάδην τὸν ἵππον ὁμοῦ καὶ τὴν ἐφεστρίδα τηνικαῦτα γίνεταί τι τῆς γενναιότητος ἐκείνου τεκμήριον. ὁ γὰρ ἵππος ἄλλως μὲν καὶ θερμότατος ὢν καὶ ὑγροσκελής, ἄλλως δὲ καὶ [*](Β) ἀθλητικώτατος καὶ πολεμικός ἔφθη γὰρ ὅπου τοῦτον ἀναλαβέσθαι τοῦ Βρυεννίου μετὰ τῆς ἐρυθροβαφοῦς ἐφεστρίδος, ὁπότε τοῦτον εἷλεν ἐν τῷ καιρῷ τῆς μάχης βασιλεύοντος ἔτι Νικηφόρου τοῦ Βοτανειάτου), τὸ δὲ ὅλον εἰπεῖν, ὑπὸ θείας προνοίας ἐμπνευσθεὶς πάλλεταί τε εὐθὺς καὶ διαέριος γίνεται καὶ ἐπ’ ἄκρου τῆς εἰρημένης πέτρας ἐφίσταται ὥσπερ ὑπόπτερος κουφισθεὶς καί, τοῦτο δὴ τὸ τῶν μύθων, Πηγάσου πτερὰ λαβών · Σγουρίτζην τουτονὶ τὸν ἵππον ὁ Βρυέννιος [*](C) ὠνόμαζε. τὰ δὲ τῶν βαρβάρων δόρατα ὥσπερ κενεμβατήσαντα τὰ μὲν καὶ τῶν χειρῶν τούτων ἐξέπεσον, τὰ δὲ διαπεπαρμένα τοῖς μέρεσι τοῦ ἐσθήματος τοῦ βασιλέως ἐναπομείναντα μετεωρισθέντα τῷ ἵππῳ συνηκολούθησαν. ὁ δ’ [*]( V. 96) εὐθὺς ἀποκόπτει τὰ ἐπαγόμενα δόρατα. καὶ οὔτε τεθορύβητο τὴν ψυχὴν ἐν τοσούτοις δεινοῖς καταστὰς οὔτε συνεθολώθη τοὺς λογισμούς, ἀλλὰ ταχὺ τοῦ συνοίσοντος γενέται καὶ τὸ παράδοξον ἐκ μέσου ἑαυτὸν ποιεῖται. οἱ δέ γε Κελτοὶ κεχηνότες εἱστήκεσαν τὸ γεγονὸς ἐκπληττόμενοι· καὶ γὰρ ἦν [*](2 δραξάμενος τ. ἱ. 12 συσφίξαντος F 22 τοῦ μύθου Πεγάσου 24 ὠνόμαζεν 27 δὲ 28 τεθορύβηται 31 αὐτῶν)
150
ἐκπλήξεως ἄξιον· θεασάμενοι δὲ τοῦτον ἐφ’ ἑτέραν τραπέντα καὶ αὖθις ἐδίωκον. ὁ δὲ ἐπὶ πολὺ νῶτα τοῖς μεταδιώκουσι στρατιώταις διδοὺς στρέψας τὸν χαλινὸν καὶ συναντήσας ἑνὶ τῶν διωκόντων διελαύνει τὸ δόρυ τοῖς στέρνοις· ὁ δὲ [*](D) τηνικαῦτα εἰς γῆν ὕπτιος ἔκειτο. ὁ δὲ βασιλεὺς αὖθις τὰς ἡνίας στρέψας εἴχετο τῆς προτέρας ὁδοῦ. συναντᾷ τοίνυν ἀπὸ τῶν ἔμπροσθεν διωκόντων τὰς Ῥωαϊκὰς δυνάμεις Κελτοῖς οὐκ ὀλίγοις· οἱ δὲ πόρρωθεν τοῦτον θεασάμενοι συνησπικότες ἔστησαν τούς τε ἵππους ἀναψῦξαι βουλόμενοι, ἅμα δὲ καὶ ζωγρῆσαι τοῦτον ἐθέλοντες κἀντεῦθεν ὥσπερ τι λάφυρον τῷ Ῥομπέρτῳ κομίσαι. ὁ δὲ ἅμα μὲν τοὺς ὄπισθεν φεύγων διώκοντας καὶ τοὺς ἔμπροσθεν θεασάμενος ἀπεγνώκει τὰς σῳζούσας ἐλπίδας. συλλεξάμενος δὲ ἑαυτόν, ἐπεὶ [*](P. 12(??)) τῶν ἄλλων μέσον τινὰ ἐθεάσατο ἀπό τε τοῦ σώματος καὶ τῆς τῶν ὅπλων ἀποπαλλομένης αἴγλης τὸν Ῥομπέρτον εἶναι νομίσας καταστήσας τὸν ἵππον κατ’ αὐτοῦ φέρεται· κἀκεῖνος δ’ ἐκεῖθεν πρὸς αὐτὸν τὸ δόρυ εὐθύνας. καὶ μέντοι γε καὶ συνελάσαντες ἄμφω κατὰ τὸ μεσαίχμιον κατ᾿ ἀλλήλων ἵενται. πρότερος δὲ ὁ αὐτοκράτωρ διιθύνας τὴν χεῖρα παίει τοῦτον διὰ τοῦ δόρατος· τὸ δὲ αὐτόθεν διὰ τῶν μαζῶν εἰς τὰ μετάφρενα διεκβάλλεται. καὶ τὸν μὲν βάρβαρον αὐτίκα εἶχε γῆ· εὐθὺς δὲ τοῦτον ἀφῆκε καὶ ἡ ψυχὴ τῆς τρώσεως καιρίας [*](B) γεγενημένης. καὶ τοῦ λοιποῦ ὁ βασιλεὺς διασχισθείσης τῆς φάλαγγος διὰ μέσων αὐτῶν ἐξιππάσατο ἄδειαν ἑαυτῷ ἐφευράμενος τὴν σφαγὴν τοῦ βαρβάρου τούτου. οἱ δ’ εὐθὺς τὸν τρωθέντα εἰς γῆν ἐρριμμένον θεασάμενοι περιχυθέντες τῷ κειμένῳ περὶ αὐτὸν διεπονοῦντο. καὶ οἱ ὄπισθεν δὲ τὸν βασιλέα διώκοντες τούτους θεασάμενοι ἀποβάντες τῶν ἵππων καὶ γνωρίσαντες τὸν ἄνδρα ἐκόπτοντο ὀλολύζοντες. ἀλλ’ ὁ Ῥομπἐρτος μὲν οὐκ ἦν, ἕτερος δὲ τῶν ἐπιφανῶν καὶ ὁ τούτου δεύτερος. τούτων δὲ ἀσχολουμένων ὁ βασιλεὺς ἐπὶ τὰ πρόσω τὴν πορείαν ἐπεποίητο.

[*](18 μεταίχμιον 21 εἶχεν ἡ γῆ 22 γὰρ F 27 τῷ om F)
151
[*](C)

Ἀλλ᾿ ἔγωγε μεταξὺ τῶν λόγων ἐπελαθόμην τὸ μὲν διὰ τὴν φύσιν τῆς ἱστορίας, τὸ δὲ καὶ διὰ τὴν τῶν πραγμάτων ὑπερβολήν, ὅτι πατρὸς κατορθώματα γράφοιμι. μηδὲ γὰρ βουλομένη τὴν ἱστορίαν ὕποπτον θεῖναι πολλάκις παρατρέχω τὰ τοῦ πατρὸς μήτε αὐξάνουσα μήτε πάθος περιτιθεῖσα. εἴθε γὰρ ἐλευθέρα ἦν τοῦ πάθους τούτου τοῦ πατρικοῦ καὶ ἀπόλυτος, ἳνα καθάπερ ὕλης ἀμφιλαφοῦς δραξαμένη τὴν σοβάδα γλῶσσαν ἐνεδειξάμην, ὁπόσην ἔχοι περὶ τὰ [*](D) καλὰ τὴν οἰκείωσιν. ἐπηλυγάζει δέ μου τὸ πρόθυμον ἡ φυσικὴ [*](P. 97) στοργή, μή πως δόξαιμι τοῖς πολλοῖς ὑπὸ προθυμίας τοῦ λέγειν περὶ τῶν κατ’ ἐμαυτὴν τερατολογίας παρέχειν ὑπόληψιν. καὶ γὰρ ἂν πολλαχοῦ τῶν κατορθωμάτων τῶν πατρικῶν μεμνημένη καὶ τὴν ψυχὴν αὐτὴν ἀπεστάλαξα ξυγγράφουσά [*](V. 121) τε καὶ διηγουμένη, ἐν ὁπόσοις κακοῖς περιπέπτωκε, καὶ οὐδ’ ἄνευ μονῳδίας καὶ θρήνου τὸν τόπον παρῆλθον. ἀλλ’ ἕνα μὴ ῥητορεία κομψή τις ᾖ κατὰ τὸ μέρος ἐκεῖνο τῆς ἱστορίας, ὥσπερ τις ἀπαθὴς ἀδάμας καὶ λίθος παρατρέχω τὰς τοῦ πατρὸς ξυμφορᾶς, ἅσπερ ἔδει κἀμὲ καθάπερ ἐκεῖνον τὸν Ὁμηρικὸν νεανίσκον εἰς ὅρκον προφέρειν οὐδὲ γάρ εἰμι χείρων ἐκείνου τοῦ λέγοντος “ οὐ μὰ Ζῆν᾿, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμεῖο”) πρὸς τὸ εἶναι καὶ λέγεσθαι φιλοπάτωρ. ἀλλὰ τὸ μὲν πάθος τὸ πατρικὸν ἐμοὶ μόνῃ καταλελείφθω [*](Β) καὶ θαυμάζειν καὶ ὀλοφύρεσθαι, τὰ δὲ τῆς ἱστορίας ἐχέσθω. μετὰ ταῦτα οἱ μὲν Κελτοὶ τῆς πρὸς τὸν Ῥομπέρτον φερούσης εἴχοντο. ὁ δὲ κενοὺς τούτους θεασάμενος πυθόμενός τε τὰ τούτοις συμπεσόντα πάντας μὲν μεγάλως κατῃτιᾶτο, ἕνα δὲ τούτων ἔκκριτον καὶ μαστίζειν ἠπείλει ἄνανδρόν τε ἀποκαλῶν καὶ ἀπειροπόλεμον· καὶ ὅτι μὴ καὶ αὐτὸς ἐπὶ τῆς πέτρας μετὰ τοῦ ἵππου ἀνέθορέ καὶ τὸν βασιλέα Ἀλέξιον ἢ κρούσας ἀνεῖλεν ἢ δραξάμενος ζῶντα ἤγαγε, τὰ πάνδεινα [*](C) πάσχειν ᾤετο. ἦν γὰρ ὁ Ῥομπέρτος οὗτος τἆλλα μὲν εὐψυπλάτος [*](5 8 ἔχει 12 τῶν τῶν πατρικῶν F τῶν prius man rec del) 18 πατρός μου ἃπερ 20 Οd. 20, 339) [*](24 ὁδοῦ φερούσης 27 τὸν τούτων F)

152
Χότάτός τε καὶ φιλοκινδυνότατος, πικρίας δὲ ὅλος ἄνθρωπος Καὶ ἐν ῥισὶν ἐπικαθήμενον ἔχων τὸν χόλον καὶ τὴν καρδίαν Μεστὴν θυμοῦ καὶ ὀργῆς ἔμπλεων καὶ οὕτως ἔχων περὶ τοὺς Πολεμίους, ὡς ἢ τὸν ἀντικαθιστάμενον διαπεῖραι τῷ δόρατι ἢ ἑαυτὸν διαχρήσασθαι παρὰ τὸν Μοιραῖόν φησι κλωστῆρα ἀπαλλαττόμενος. ὁ μέντοι στρατιώτης ἐκεῖνος, ὃν ὑπ᾿ αἰτίασιν ὁ Ῥομπέρτος εἶχε, τό τε ἀνεπίβατον καὶ ὀξὺ τῆς πέτρας μάλα σαφῶς διηγεῖτο, καὶ ὅτι εἰς τὸ μετεωρότατον ὁ τόπος ἐπῆρτο καὶ ὡς ὀξεῖα ἡ πέτρα ἦν καὶ ἀκροσφαλὴς καὶ ὡς οὐδένα οὐ πεζόν, οὐχ ἱππότην ἐπιβῆναι ταύτης δυνατὸν ἄνευ θείας Τινὸς μηχανῆς, μὴ ὅτι γέ τινα πολεμούμενον καὶ μαχόμενον, ἀλλ᾿ οὐδ᾿ ἄνευ πολέμου τινὸς εἶναι δυνατὸν ἀποπειρᾶσθαι [*](D) τῆς πέτρας. “εἰ δ᾿ ἐμοί” φησι “καὶ διαπιστοίης, ἐπιχειρήσας ἢ αὐτὸς σὺ ἢ ἄλλος τις ἱπποτῶν ὁ θαρραλεώτατος, τῶν ἀμηχάνων αἰσθήσεται. Εἰ δ᾿ οὖν, ἀλλ᾿ εἴ τις ἀναφανεῖται Τῆς πέτρας περιγενόμενος, μὴ ὅτι γε ἄπτερος, ἀλλὰ καὶ ὑπόπτερος ὤν, ἕτοιμος αὐτὸς πᾶν εἴ τι δεινὸν ὑποστῆναι καὶ ἀνανδρίαν κατακριθῆναι.” Ταῦτα εἰπὼν μετὰ θαύματος καὶ ἐκπλήξεως ὁ βάρβαρος τὸν ἐπίχολον Ῥομπέρτον κατέστειλέ [*](P. 12) τε καὶ εἰς θαῦμα ἐκίνησεν ἀφέμενον τοῦ ὀργίζεσθαι. ὁ δὲ Βασιλεὺς τοὺς ἑλιγμοὺς τῶν παρακειμένων ὀρῶν καὶ πᾶσαν Τὴν δύσβατον ἀτραπὸν ἐν δυσὶ νυχθημέροις διεξελθὼν καταλαμβάνει Τὴν Ἀχρίδα. ἐν δὲ τῷ μεταξὺ τὸν Χαρζάνην Διελθὼν καὶ μικρὸν περὶ τὴν καλουμένην Βαβαγορὰν ἐγκαρτερήσας (τέμπος δ᾿ αὕτη δύσβατόν ἐστι) μήθ᾿ ὑπὸ τῆς ἥττης μήθ᾿ ὑπὸ τῶν ἄλλων τοῦ μόθου κακῶν τὸν νοῦν συγχυθείς μήθ᾿ ὑπὸ τῆς κατὰ τὸ μέτωπον τοῦ τραύματος ὀδύνης ὑποχαλάσας, κἂν τὰ ἐντὸς ὑπὸ τῆς λύπης τῶν ἐν [*](B) τῇ μάχῃ πεπτωκότων καὶ μᾶλλον τῶν γενναίως ἀγωνισαμένων [*](V 98) ἀνδρῶν ἐξεφλέγετο· ἀλλ᾿ ὅμως τῆς πόλεως ὅλος ἦν Δυρραχίου Καὶ ταύτης ἐμέμνητο ἀχθόμενος ὅτι ἄτερ ἡγεμόνος κατα- [*](6 αἰτίαν 7 ἦγε 9 ἡ πέτρα ὀξεῖα 13 δέ μοι 14 τις ἄλλος τῶν ἱπποτῶν 15 ἀναφανῆται F 17 πᾶν ὅ τι 25 αὐτὴ (S) 30 ὅλος τῆς πόλεως)
153
λέλειπτο τοῦ Παλαιολόγου διὰ τὴν ὀξεῖαν συμβολὴν τοῦ πολέμου μὴ δυνηθέντος ἐπαναστρέψαι. καὶ ὡς ἐνὸν τοὺς κατ’ αὐτὴν ἠσφαλίσατο καὶ τὴν τῆς ἀκροπόλεως φρουρὰν τοῖς ἐκκρίτοις Βενετίκοις τῶν ἐκεῖσε ἀποίκων ἀνέθετο, τὴν δέ γε ἐπίλοιπον πᾶσαν πόλιν τῷ ἐξ Ἀρβάνων ὁρμωμένῳ Κομισκόρτῃ τὰ συνοίσοντα διὰ γραμμάτων ὑποθέμενος.