Alexias

Anna Comnena

Anna Comnena. Annae Comnenae. Porphyrogenitae Alexias. Reifferscheid, August, editor. Leipzig: Teubner, 1884.

Τὰ μὲν οὖν κατὰ τὴν βασιλίδα Μαρίαν οὕτω παρὰ τῶν Κομνηνῶν ᾠκονόμητο· ὁ δέ γε αὐτοκράτωρ παιδείας ἐκ νηπίου τυχὼν ἀγαθῆς καὶ πρὸς τὰς νουθεσίας τῆς μητρὸς ἑαυτὸν ἀπευθύνων τὸν τοῦ θεοῦ φόβον ἐνστερνιςάμενος καὶ ἐγκάρδιον ἔχων ἐδάκνετο ἀνιώμενος ἐπὶ τῇ τῆς πόλεως προνομῇ, ἣν κατὰ τὴν εἐσέλευσιν αὐτοῦ πάντες πανδημεὶ ἐπεπόνθεισαν. τὸ μὲν γὰρ ἄπταιστον ἴσως καὶ εἰς ἀπόνοιαν ἄγει τὸν μηδ᾿ ὁπωστιοῦν προσκεκρουκότα τοῖς πράγμασιν· ὁ δέ [*](C) γε ἐξαμαρτών, εἴπερ ἐστὶ τῶν εὐλαβεστέρων καὶ τῶν νοῦν ἐχόντων, αὐτίκα μάλα τὸν τοῦ θεοῦ φόβον βάλλεται κατὰ ψυχὴν καὶ ὅλως κατακλονεῖται καὶ δέδοικε, καὶ μᾶλλον εἴ γε πραγμάτων μεγάλων ἐπιδραξάμενος εἴη καὶ εἰς ὑπερηφάνους ἀνέλθοι περιωπάς. δέος γὰρ αὐτὸν ὑποθράττει, μή πως ἀμαθίᾳ καὶ θράσει καὶ ὕβρει πορευόμενος τόν τε θυμόν τοῦ θεοῦ εἰς ἑαυτὸν ἐκκαλέσηται καὶ τῆς ἀρχῆς ἐκκυλισθεὶς ἀποπεσεῖται, ὧν τέως ἐγκρατὴς γέγονεν. οἷα καὶ τῷ Σαοὺλ [*](5 κιναβάρεως (s) 8 γένοιτο 11 του Μονομάχου βασιλέως οἰκοδομηθεῖσαν οἰκήμασιν 12 κατασκηνώσονσα r: κατασκηνώσασα 21 ἴσως καὶ ἥσυχον ῥίζα (σχίζαν s) τοῦ δέοντος καὶ ἀποστασίαν ποιοῦσα (ποιοῦν s) τοῦ νοῦ εἰς ἀπό¬νοιαν ἄγει 24 μάλα om 30 ἀποπεσῆται)

106
συμβεβήκει ποτέ· καὶ γὰρ ὁ θεὸς διὰ τὸ τοῦ βασιλέως ἀτάσθαλον διαρρήσσων διέρρηξε τὴν βασιλείαν αὐτοῦ. τούτοις [*](D) ἀλύων τοῖς λογισμοῖς ὁ Ἀλέξιος καὶ παθαινόμενος τὴν ψυχήν μή που καὶ θεοῦ ἄντικρυς μήνιμα γένοιτο, — τὸ γὰρ εἰς ὅλην τὴν πόλιν γεγονὸς κακὸν παρ’ ἑκάστου τῶν στρατιωτῶν, ὁπόσος τὸ τηνικαῦτα συρφετὸς ἀνὰ πᾶσαν τὴν πόλιν ἐπέρρευσεν, ἴδιον ἐλογίζετο, καὶ ὡς αὐτὸς ὢν ἐκεῖνος ὁ τὰ πάνδεινα ἐκεῖνα κακὰ ἐργασάμενος κατετιτρώσκετό τε καὶ ἐξεφλέγετο βασιλείαν καὶ κράτος καὶ ἁλουργίδα καὶ διάδημα λιθοκόλλητον καὶ ἐσθῆτα χρυσῆν τε καὶ περιμάργαρον οὐδέν, [*](P.) ὥς γε τὸ εἰκός, λογιζόμενος πρὸς τὴν τότε κατασχοῦσαν [*](V.) ἀπεριήγητον συμφορὰν τὴν βασιλίδα τῶν πόλεων· τὰ γὰρ περιστοιχίσαντα ταύτην δεινὰ κατ’ ἐκεῖνο καιροῦ οὐδεὶς ἂν καὶ θέλων διηγήσασθαι δυνήσεται· καὶ γὰρ καὶ αὐτὰ ἱερὰ καὶ τεμένη καὶ τὰ κοινὰ καὶ τὰ ἴδια ἁπανταχόθεν ὑπὸ πάντων καθηρπάζοντο, τὰ δὲ ὦτα τῶν ἁπάντων κατακεκρότητο ταῖς ῥιπτουμέναις ἁπανταχοῦ βοαῖς καὶ φωναῖς· εἶπεν ἄν τις ἰδὼν σεισμὸν εἶναι τὸ γινόμενον — ταῦτα εἰς νοῦν βαλλόμενος ὁ Ἀλέξιος ἠνιᾶτο τε τὴν ψυχὴν καὶ κατεσπαράττετο καὶ οὐκ εἶχεν ὅ τι τῷ πλήθει τῆς λύπης χρήσαιτο. ἦν γὰρ [*](B) ὁ ἀνὴρ εἰς αἴσθησιν ἐλθεῖν τοῦ κακῶς πεπραγμένου παντάπασιν ὀξύτατος. καὶ ταῦτα μὲν τὰ προγεγονότα, ἐφ’ οἷς ἡ πόλις πονήρως ἔπραξεν, ᾔδει μὲν ὡς ἑτέρων χεῖρες καὶ γνῶμαι διενηργήκασιν, ἀλλὰ συνῄδει καὶ τοῦτό γε ἀκριβέστατα, ὅτι τὰς ὑποθέσεις καὶ τὰς ἀρχὰς τοῦ πάθους αὐτὸς δέδωκεν· αὐτῷ δὲ πάλιν τῆς ἀποστάσιας αἴτιοι οἱ ἤδη ῥηθέντες δοῦλοι γεγόνασιν. ἀλλὰ καὶ ὡς ἑαυτῷ τὴν ἅπασαν προσάπτων αἰτίαν θεραπεῦσαι τὸ τραῦμα καὶ ἐπεζήτει καὶ ἤθελεν· οὕτω γὰρ ἂν καὶ μετὰ τὴν τοιαύτην θεραπείαν καὶ τὸν τουτωνὶ καθαρμὸν ἐπιχειροίη τοῖς τῆς βασιλείας πράγμασι [*](C) καὶ τὰ κατά τε τὸν στρατὸν κατά τε τοὺς πολέμους καλῶς [*](3 ἀλύων 14 δυνήσηται 16 κατακεκρότηντο F 21 post ἀνὴρ in F dimidia pars versus erasa 22 ante καὶ in F dimidia pars versus erasa 30 τουτονὶ F)
107
διιθύνοι καὶ διεξάγοι. προσέρχεται τοίνυν τῇ μητρί, ἀνακοινοῦται τὸ ἐπαινετὸν πάθος ἐκεῖνο, θεραπείας τρόπον ἀναζητεῖ καὶ ἀπαλλαγῆς τῶν ὑποκνιζόντων αὐτοῦ τὴν συνείδησιν. ἡ δὲ ἀσπάζεται τὸν υἱὸν καὶ ἀσμένως δέχεται τὰ λεχθέντα. μετακαλοῦνται τοίνυν τούτου συνδόξαντος τόν τε πατριάρχην Κοσμᾶν (οὒπω γὰρ τότε τὸν θρόνον παρῄτητο) καί λογάδας τῶν τῆς ἱερᾶς συνόδου καὶ τοῦ μοναδικοῦ συντάγματος. [*](D) πρόσεισι τούτοις ὁ βασιλεὺς ὡς ὑπόδικος, ὡς κατάκριτος, ὡς εὐτελὴς ἢ καί τις ἄλλος τῶν ὑπ᾿ ἐξουσίαν τεταγμένων καὶ τὴν ψῆφον ὅσον οὐδέπω καραδοκούντων, ἣν κατ’ ἐκείνου ψηφιεῖται τὸ δικαστήριον. ἐξαγγέλλει πάντα, μὴ προσβολήν, μὴ συγκατάθεσιν, μὴ πρᾶξιν μηδὲ αἰτίαν τῶν πεπραγμένων παραδραμών, ἀλλὰ πάντα μετὰ φόβου καὶ πίστεως ἐξαγορευσάμενος καὶ τὴν θεραπείαν ἐξ ἐκείνων θερμῶς ἐξαιτεῖ ἐπιτιμίοις ἑαυτὸν καθυποβάλλων. οἱ δὲ οὐκ αὐτὸν μόνον, ἀλλὰ καὶ τοὺς ἐκ ταὐτοῦ αἵματος προσήκοντας καὶ [*](P. 32) πρὸς τὴν ἀποστασίαν συναραμένους τοῖς αὐτοῖς ἐπιτιμίοις καθυποβάλλουσι νηστείαν καὶ χαμευνίαν καὶ τὰ τούτοις ἐφεπόμενα πρὸς τὴν τοῦ θείου ἐξιλέωσιν ἐπιτάξαντες. διξάμενοι δὲ τὰ ἐπιτίμια προθύμως ἐφύλαττον. ἀλλ’ οὐδὲ αἱ σφῶν αὐτῶν γυναῖκες ἔξω τῶν ἐπιτιμίων ἑστάναι ἠνείχοντο (πῶς γάρ, φίλανδροι οὖσαι;), αὐτόμολοι δὲ τὸν τῆς ζυγὸν ἀναδέχονται. καὶ ἦν ἰδεῖν τὰ βασίλεια τότε δακρύων καὶ πένθους ἀνάμεστα, πένθους οὐκ ἐπιψόγου οὐδ’ ἀσθένειαν [*](Β) ψυχῶν κατηγοροῦντος, ἀλλ’ ἐπαινετοῦ καὶ χαρᾶς προξένου τῆς κρείττονος καὶ μηδέποτε λυομένης. ὁ δὲ αὐτοκράτωρ, [*](69) ὁποῖος ἐκεῖνος τὴν εὐσέβειαν, πλέον τι ποιῶν ἐντὸς τῆς βασιλικῆς ἁλουργίδος σάκκον περιεβέβλητο ἐν χρῷ ψαύοντα τῆς σαρκὸς ἐπὶ τεσσαράκοντα νυχθημέροις. ἐν δὲ ταῖς νυξὶ χαμεύνης ἔκειτο ἐπὶ πέτρας μόνον ἀνέχων τὴν κεφαλὴν καὶ πενθῶν ὡς εἰκός. εἶθ’ οὕτως τῶν τῆς βασιλείας πραγμάτων ἁγναῖς ἅπτεται χερσίν.

[*](2 ἐκεῖνος F 12 προβολήν 18 καθυποβάλλουσιν 19 οἳ καὶ δεξάμενοι 20 δὲ om 27 εὐσέβειαν ἦν 30 πέτρης FA)
108

Οἰακοστρόφον δὲ μᾶλλον ἑαυτοῦ τὴν μητέρα ἱμειρόμενος εἶναι τὴν βουλὴν ὑποβρύχιον τέως εἶχε δεδιώς, μὴ τοῦ τοιούτου γνωσθέντος αὐτῇ λογισμοῦ καὶ τῶν βασιλείων ἐξέλθοι, πρὸς ὑψηλότερον βίον γινώσκων αὐτὴν ἀποβλέπουσαν. [*](C) ἐν πᾶσι μὲν οὖν τοῖς προσπίπτουσι βουλῆς αὐτῆς ἄτερ μηδὲ τὸ τυχὸν ἦν ἐνεργῶν, ἀλλὰ κοινωνὸν εἶχε τῶν βουλευμάτων ὁμοῦ καὶ συλλήπτορα καὶ κατὰ μικρὸν ὑφέρπων αὐτῇ καὶ κοινοποιούμενος τὴν τῶν πραγμάτων διοίκησιν καί που καὶ φανερῶς ἐνδεικνύμενος, ὡς ἄτερ τῆς ἐκείνης φρενὸς καὶ γνώμης ἀπολεῖται τῆς βασιλείας τὰ πράγματα. οὕτως εἶχε καὶ ξυνεδέσμει πλέον ἑαυτῷ τὴν μητέρα καὶ τοῦ κατὰ σκοπὸν ἀπεῖργε καὶ ἀπεκώλυεν. ἡ μὲν γὰρ πρὸς σταθμὸν ἀπέβλεπεν ἔσχατον καὶ μονὰς διενοεῖτο, ἐν αἷς τὸν ἐπίλοιπον [*](D) χρόνον μετ’ ἔμφρονος λογισμοῦ ἑλκύσει τοῦ βίου. καὶ ταῦτ᾿ ἐνενόει καὶ ἑαυτῇ διὰ παντὸς ἐπηύχετο τεύξασθαι. ἀλλ’ εἰ καὶ τοιαῦτα κατὰ νοῦν συνδιεσκοπεῖτο καὶ ὅλως πρὸς ὑψηλότερον ἐνητένιζε βίον, ἀλλ’ ἦν καὶ φιλόπαις, εἴπερ τις ἄλλη γυνή, καί πως ἠβούλετο συνδιενεγκεῖν μετὰ τοῦ υἱοῦ τὸ τῆς βασιλείας κλυδώνιον καὶ οὐριοδρομοῦσαν τὴν ναῦν ἢ καὶ πανταχόθεν βαλλομένην τοῖς κύμασιν ὡς ἄριστα οἰακοστροφεῖν καὶ μάλιστα τοῦ παιδὸς ἄρτι ἐπὶ τὴν πρύμναν [*](Ρ.) καθίσαντος καὶ τῶν οἰάκων ἐφαψαμένου καὶ μήπω πρῴην θαλάττῃ καὶ κύμασι καὶ ἀνέμοις ὡμιληκότος τοιούτοις. ταῦτα δὲ λέγουσα τὴν τῆς βασιλείας αἰνίττομαι πολυμερῆ καὶ πολυτάρακτον ὄχλησιν. τὸ τοίνυν μητρῷον πάθος κατεῖχεν αὐτήν, καὶ συνδιεκυβέρνα τῷ υἱῷ καὶ βασιλεῖ καὶ τὰς ἡνίας ἔστιν ὅπου καὶ μόνη παραλαβοῦσα ἀπροσπταίστως τε καὶ ἀναμαρτήτως τὸ ἅρμα τοῦ κράτους ἤλαυνεν· ἦν γὰρ καὶ φρενήρης ἄλλως καὶ βασίλειος γνώμη αὐτόχρημα καὶ θρόνων κατόρθωσις· ἀνθεῖλκε δὲ ταύτην ἐκ θατέρου καὶ ὁ πόθος [*](Β) ὁ πρὸς θεόν. ἐπεὶ δὲ κατὰ τὸν Αὔγουστον μῆνα ἐπινεμήσεως τῆς αὐτῆς ἔτι τρεχούσης ἡ τοῦ Ῥομπέρτου διαπεραίωσις [*](7 συλλήπτορα τὴν μητέρα 14 εὔφρονος 15 ἐνόει 17 ἠν γε καὶ 25 πολυτάραχον 31 κατὰ τὸν] κατὸν F)

109
τοῦτον ἐξελθεῖν κατηνάγκαζεν, εἰς φῶς ἤδη καὶ ἔργον τὸ τῆς ψυχῆς ἐννόημα ἐξάγων τὴν αὐτοκράτορα διοίκησιν τῇ μητρὶ καὶ μόνῃ ἀπεκληρώσατο καὶ διὰ χρυσοβούλλου λόγου τὰ βεβουλευμένα εἰς προῦπτον πᾶσι κατέστησεν. ἐπεὶ δὲ τὸν ἱστορίαν συγγράφοντα οὐ παχυμερῶς τὰς τῶν ἀγαθῶν ἀνδρῶν πράξεις καὶ τὰ θεσπίσματα παραπέμπειν χρή, ἀλλὰ [*](C) τὰς μὲν καταλεπτύνειν, ὡς ἐνόν, τὰ δ’ ἐκείνοις δεδογμένα ἐκτίθεσθαι, εἶμι καὶ αὐτὴ τοῦτον τὸν τρόπον τὰ τοῦ ῥηθέντος χρυσοβούλλου ἐκθησομένη τὰς τοῦ γραφέως μόνον [*](70) κομψείας περ.ιελοῦσα. ἔχει δὲ οὕτως οὐδὲν ἰσοστάσιον μη- [*](D) τρὸς συμπαθοῦς καὶ φιλόπαιδος οὔτε ταύτης ἰσχυρότερον φυλακτήριον, κἀν κίνδυνος προορᾶταί, κἀν ἄλλο τι τῶν ἀπευκταίων ἐλπίζοιτο. εἰ γὰρ βουλεύσεται αὕτη, πάγιον ἔσται τὸ βούλευμα, εἰ ἐπεύξεται, στήριγμα ἔσονται αἱ εὐχαὶ καὶ φύλακες ἀκαταγώνιστοι. τοιαύτη γοῦν καὶ τῇ βασιλείᾳ μου ἐφάνη ἐξ αὐτῆς τῆς ἀτελοῦς ἡλικίας πρακτικῶς ἡ ἡγιασμένη μήτηρ αὐτῆς καὶ δέσποινα τὰ πάντα μοι γεγονυῖα καὶ τροφὸς καὶ ἀναγωγός. καὶ γὰρ τῷ συγκλητικῷ καταλόγῳ αὐτῆς συνούσης μητρὸς πόθος προέδραμε καὶ υἱοῦ [*]((??). 84) πίστις ἀκέραια συνετηρήθη. μία ψυχὴ ἐν διῃρημένοις σώμασι διεγνώσθη καὶ χάριτι Χριστοῦ καλῶς διετηρήθη μέχρι τοῦ νῦν. οὐ τὸ ἐμὸν ἢ τὸ σόν, τὸ ψυχρὸν τοῦτο ῥῆμα, ἐρρήθη, καὶ τὸ δὴ μεῖζον, ὅτι αἱ αὐτῆς εὐχαὶ τὸν πάντα χρόνον πληθυνόμεναι εἰς τὰ ὦτα κυρίου εἰσέδυσαν καὶ εἰς τόδε τὸ ὕψος τῆς βασιλείας ἡμᾶς ἀνήγαγον. ἀλλ’ ἐπεὶ καὶ μετὰ τὸ ἐπιλαβέσθαι τῶν τῆς βασιλείας σκήπτρων οὐκ ἔφερε μὴ συμπονουμένη ἐπίσης τῇ βασιλείᾳ μου καὶ τοῦ συμφέροντος αὐτῇ ἀντεχομένη καὶ τοῦ κοινοῦ, ἑτοιμαζομένη δὲ ἤδη ἡ βασιλεία μου σὺν θεῷ πρὸς τὴν κατὰ τῶν ἐχθρῶν τῆς ̔Ρωμανίας ἐξέλευσιν διὰ φροντίδος μὲν πολλῆς ποιεῖται [*](Β) καὶ τὴν τοῦ στρατιωτικοῦ συλλογήν τε καὶ διευθέτησιν, οὐκ ἐλάχιστον δὲ ταύτῃ νενόμισται καὶ ἡ περὶ τῆς τῶν σεκρετι- [*](10 ante οὐδὲν spatium septem litterarum vacuum in F 18 ἀγωγός 20 σώμασιν ἐγνώσθη 28 αὐτὴ)
110
κῶν τε καὶ πολιτικῶν πραγμάτων διοικήσεως φροντίς. εὗρε γοῦν ἀριστοκρατίας οἷον ἀνεπιβούλευτον ὀχύρωμα, ὡς ἂν τῇ ἡγιασμένη καὶ πανεντιμοτάτῃ μητρὶ αὐτῆς ἀνατεθῇ ἡ τῶν ἁπάντων διοίκησις. διορίζεται οὖν ἡ βασιλεία μου καθαρῶς διὰ τοῦ παρόντος χρυσοβούλλου, ἵνα δι’ ἣν ἔχει πολυπειρίαν περὶ τὰ βιωτικὰ πράγματα, εἰ καὶ τέλεον τούτων καταπεφρόνηκεν, ἅπερ ἂν ἐγγράφως διορίσηται, κἀν παρὰ τοῦ προεστῶτος τῶν σεκρέτων ἀναφέρωνται ἢ τῶν ὑπ’ αὐτὸν σεκρετικῶν ἢ τῶν ἄλλων πάντων, ὧν αἱ ὑπομνήσεις ἢ αἰτήσεις [*](C) ἢ κρίσεις ἑτοιμασθήσονται ἐπὶ συμπαθείαις δημοσιακαῖς ὀφλημάτων, τὸ κῦρος ἕξουσι μόνιμον ὡς παρὰ τοῦ γαληνίου κράτους τῆς βασιλείας μου οἰκονομούμενα καὶ ἐξ αὐτοῦ τοῦ στόματος αὐτῆς τὰ γραφέντα ἀποστοματιζόμενα. οἷαι γὰρ ἂν λύσεις παρ’ αὐτῆς ἀποφανθήσονται ἢ καὶ προστάξεις ἔγγραφοι ἢ ἄγραφοι, κἀν εὔλογοι κἀν ἀνεύλογοι, σφραγῖδα φέρουσαι αὐτῆς τὴν μεταμόρφωσιν καὶ τὴν κοίμησιν, ὡς αὐτῆς τῆς βασιλείας μου λογισθήσονται. τῷ δὲ μηνὶ τοῦ κατὰ τὴν ἡμέραν διοικοῦντος τὰ σέκρετα, ἀλλὰ καὶ ἐπὶ προβολῶν [*](D) καὶ διαδοχῶν τῶν σεκρέτων καὶ τῶν θεμάτων καὶ ἐπὶ τοῖς ἀξιώμασι καὶ ὀφφικίοις καὶ δωρεαῖς ἀκινήτων βασιλικῶς [*](V.) κῶς ἡ ἁγία μήτηρ αὐτῆς ἔξει ἄδειαν ὁ δόξει ταύτῃ ποιεῖν. ἀλλὰ καὶ εἴ τινες προβληθήσονται εἰς τὰ σέκρετα ἢ καὶ εἰς θέματα καὶ διαδεχθήσονται, τιμηθήσονται δὲ καὶ ἐν μεγίστοις ἀξιώμασι καὶ μέσοις καὶ ἐλαχίστοις, ἔσονται εἰς τὸ ἑξῆς ἀμετακίνητοι καἰ ἀμετάπτωτοι. ἀλλὰ καὶ αὐξήσεις [*](Ρ.) ῥογῶν καὶ προσθήκας δόσεων καὶ συμπαθείας τῶν λεγομένων συνηθειῶν καὶ σχιδευμοὺς καὶ ἀποσχιδευμοὺς προστάξει αὕτη ἀνενδοιάστως καί, περιεκτικῶς εἰπεῖν, οὐδὲν ἀσυντελὲς λογισθήσεται, ὅπερ αὐτὴ κελεύσει ἐγγράφως τε καὶ ἀγράφως. τὰ γὰρ ῥήματα ταύτης καὶ τὰ προστάγματα ὡς τῆς βασιλείας μου λογισθήσονται καὶ οὐδὲν τούτων ἀθετηθήσεται, [*](2 οἷον ἀριστοκρατίας 4 γοῦν 9 ἁπάντων 17 τῷ] τὸ F 20 βασιλικῶν Diesterwegius 27 σχιδευσμοὺς καὶ ἀποσχιδευσμοὺς 31 ἀθετηθείσεται F)
111
[*](Β) ἀλλὰ κύρια καὶ μόνιμα ἔσονται εἰς τοὺς ἑξῆς χρόνους. καὶ οὔτε εὐθύνην οὔτε ἡντιναοῦν ἀνάκρισιν ὑποπτεύσει νῦν ἤ εἰς τὸ μετέπειτα παρ’ οὑτινοσοῦν τῶν ἁπάντων οὔτε τις τῶν ἐξυπηρετουμένων αὐτῇ ἢ αὐτὸς ὁ κατὰ τὴν ἡμέραν λογοθέτης τῶν σεκρέτων, κἂν εὔλογα κἂν παράλογα τὰ πραχθησόμενα δόξῃ. τὸ γὰρ παντελῶς ἀλογοπράγητον ἕξουσιν ἐς ἀεί, ὁποῖα ἂν καὶ εἴη τῷ παρόντι χρυσοβούλλῳ λόγῳ στηριζόμενα. ’’

Ἀλλὰ ταῦτα μὲν τὰ τοῦ χρυσοβούλλου· θαυμάσειε δ’ ἄν τις ἐν τούτοις τὸν ἐμὸν πατέρα καὶ αὐτοκράτορα τῆς εἰς τὴν μητέρα τιμῆς καὶ ὅπως αὐτῇ παρακεχωρήκει τῶν ἁπάντων, αὐτὸς τῆς βασιλικῆς ἡνίας οἷον ὑπεξιστάμενος καὶ τρόπον τινὰ ἐποχουμένη τοῦ βασιλικοῦ ἅρματος αὐτῇ παραθέων [*](C) καὶ ψιλοῦ μόνου τοῦ τῆς βασιλείας μετέχων ὀνόματος. καίτοι κατὰ τὴν ἡλικίαν τὸν μείρακα ἤδη παρήλλαττε, καθ’ ὃν μάλιστα καιρὸν ἐπιφύεται τοῖς τοιούτοις ἤθεσιν ὁ τῆς φιλαρχίας ἔρως. τοὺς μὲν γὰρ πρὸς τοὺς βαρβάρους πολέμους καὶ ὅσα τῶν ἄθλων καὶ τῶν ἀγώνων ὑπῆν αὐτὸς ἀνεζώσατο, πᾶσαν δὲ τῶν πραγμάτων διοίκησιν καὶ πολιτικὰς ἀρχὰς καὶ τοὺς περὶ τῶν εἰσφορῶν λόγους καὶ τῶν ὑπὲρ τῆς βασιλείας ἀναλωμάτων τῇ μητρὶ κατεπίστευσε. καὶ ἴσως μὲν ἄν τις ἐνταῦθα γενόμενος καταμέμψοιτο τὴν οἰκονομίαν ὡς γυναικωνίτιδι καταπιστεύσαντος τοὐμοῦ πατρὸς τὴν τῆς βασιλείας διοίκησιν · ἀλλ’ εἰ τὸ φρόνημα τῆς γυναικὸς [*](D) ἠπίστατο καὶ ὅση τις ἦν τὴν ἀρετὴν καὶ τὸν νοῦν καὶ ὅπως εἶχε δραστηριότητος, ἀφέμενος μέμψεως πρὸς θαῦμα τὴν μέμψιν μετέβαλλε. τοσαύτη γὰρ ἡ ἐμὴ μάμμη περὶ τὰ πράγματα δεξιωτάτη καὶ τάξαι καὶ καταστήσασθαι πολιτείαν εὐμήχανος, ὥστε μὴ μόνον τὴν Ῥωμαίων ἀρχὴν διοικεῖν δύνασθαι, ἀλλὰ καὶ πᾶσαν τὴν ὁπουδήποτε βασιλείαν, ὁπόσην ἥλιος ἐφορᾷ. πολύπειρος τε γὰρ ἦν καὶ πολῶν [*](86) πραγμάτων ἐγίνωσκε φύσεις, καὶ ὅπως ἔρχεται καὶ εἰς [*](1 ἀλλὰ καὶ 22 γινόμενος 25 τὴν om 27 μετέβαλε)

112
ὃ καταντήσειεν ἕκαστον ἐξηπίστατο, καὶ τίνα μὲν τίνων εἰσὶν ἀναιρετικά, τίνα δὲ μᾶλλον ἐπιρρώννυσιν ἕτερα, ὀξυτάτη τε τὸ δέον καταμαθεῖν καὶ μετὰ ἀσφαλείας καταπρᾶξαι δεινή. καὶ οὐκ ἦν μὲν τὴν γνώμην τοιαύτη, γλῶτταν δὲ εἶχεν ἀποᾀδουσαν πρὸς τὴν γνώμην· ἀλλ᾿ ἦν αὐτόχρημα ῥήτωρ πιθανωτάτη, [*](v.72) καὶ οὔτε λάλος καὶ εἰς μῆκος τοὺς λόγου ἐκτείνουσα, οὔτε ταχέως ἀπελίμπανεν αὐτῇ τὸ πνεῦμα τοῦ λόγου, ἀλλ᾿ ἐπικαίρως ἀρξαμένη εἰς τὰ καιριώτατα πάλιν κκατέληγε. καὶ ὁ μὲν βασίλειος θρόνος αὐτὴν παρηκμακυῖαν κατείληφεν, ὅτε καὶ μᾶλλον τὸ φρονοῦν ἤκμαζε καὶ ἡ σύνεσις ἐπήνθει [*](B) καὶ ἡ περὶ τὰ πράγματα ἐπιστήμη συνήκμαζεν, ἐξ ὧν οἰκονομίαι καὶ διοικήσεις τὸ κράτος ἔχουσιν. ἔχει δὲ ἡ τοιαύτη ὡς τὸ εἰκὸς ἡλικία οὐ μόνον τι λέξαι τῶν νέων σοφώτυερον, ὡς ἡ τραγῳδία φησίν, ἀλλὰ καὶ συμφορώτερον πρᾶξαι. ὁ δὲ κατόπιν χρόνος καὶ ὁπόταν ἐκείνη ταῖς νεωτέραις συνεξητάζετο γυναιξί, θαῦμα ἄντικρυς ἦν πολιὸν ἐν νεαρᾷ ἡλικίᾳ ἐπιδεικνυμένη φρόνημα. καὶ παρεῖχεν ἐξ αὐτῆς ὄψεως τῷ βουλομένῳ καταθρεῖν τὴν κἐνοῦσαν αὐτῇ ἀρετὴν ὁμοῦ καὶ ἐμβρίθειαν. ἀλλ᾿, ὅπερ ἔλεγον, ὁ ἐμπὸς πατὴρ τῆς βασιλείας ἐπιδραξάμενος τοὺς μὲν ἀγῶνας καὶ τοὺς ἱδρῶτας ἑαυτῷ[*](C) ἐκείνην δὲ δεσπότιν καταστησάμενος τὸ παρ᾿ ἐκείνης κελευόμενον καθάπερ δοῦλος ἔλεγέ τε καὶ ἔπραττεν. ἔστεργεν οὖν μενον καθάπερ δοῦλος ἔλεγέ τε καὶ ἔπραττεν. ἔστεργεν οὖν αὐτὴν ὁ βασιλεὺς ὑπερφυῶς καὶ τῶν αὐτῆς βουλευμάτων ἐξδήρτητο (τοσοῦτον ἦν φιλομήτωρ) καὶ τὴν δεξιὰν ἐδίδου τῆς ἐκεδίνης γλώττης ὑπηρέτιν καὶ τὴν ἀκοὴν τῶν ἐκείνης φωνῶν εἰς ἀκρόασιν καὶ εἰς ἅπαντα ταύτῃ ὁ βασιλεὺς συγκατένευεν ἢ ἀνένευεν, ἐφ᾿ οἷς ἄρα ἐκείνη κατανεύσειεν ἢ ἀνανεύσειε. καὶ ἦν τὸ πρᾶγμα ὅλως τοιοῦτον. ἐκεῖνος μὲν γὰρ σχῆμα βασιλείας εἶχεν, ἡ δὲ τὴν βασιλείαν αὐτήν· καὶ[*](D) ἡ μὲν ἐθεσμοθέτει, διῷκει τὸ πᾶν, ἐπρυτάνευνεν, ὁ δὲ τὰς [*](5 πιθανώτατος 7 αὐτὴ (s) 12 ὡς τὸ εἰκὸς ἡ τοιαύτη ἡ λικία 20 τοὺς ante ἱδρῶτας om 29 ἀνανεύσειεν 31 καὶ ἐπρυτάνευεν)
113
διοικήσεις ἐκείνης καὶ τὰς ἐγγράφους καὶ τὰς ἀγράφους, τὰς μὲν χειρί, τὰς δὲ φωναῖς ἐπεσφράγιζε, καὶ ὡς οὕτω γε φάναι, ὄργανον ἦν αὐτῇ βασιλείας, οὐ βασιλεύς. ἠρέσκετο γὰρ ἐφ’ ἅπασιν, οἷς ἡ μήτηρ διαγνοίη καὶ διορίσειε, καὶ οὐχ [*](P. 87) ὡς μητρὶ μόνον καταπειθέστατος ἦν, ἀλλὰ γὰρ ὡς ἐξάρχω βασιλικῆς ἐπιστήμης ταύτῃ προσεῖχε τὸν νοῦν. ᾔδει γὰρ ἀκριβῶς τὸ ταύτης ἐφ’ ἅπασιν ἐπὶ τὸ κράτιστον συγκεχωρηκὸς καὶ ὅτι διαφερόντως πάντας τοὺς κατ’ ἐκεῖνο καιροῦ γεγονότας ἀνθρώπους εἰς φρόνησιν τε καὶ σύνεσιν πραγμάτων ὑπερελαύνει.

Τοιαῦτα τὰ τῆς Ἀλεξίου βασιλείας προοίμια. οὐ γάρ τις αὐτοκράτορα τοῦτον εἰκότως τό γε νῦν ὀνομάσειε τῆς αὐτοκράτορος περιωπῆς ἅπαξ ἀποκληρωθείσης παρ’ αὐτοῦ [*](Β) τῇ μητρί. ἄλλος μὲν οὖν νόμοις ἐγκωμιαστικοῖς ὑπείκων πατρίδα τῆς θαυμασίας ἐκείνης μητρὸς ἐπαινείτω καὶ γένος πρὸς Ἀδριανοὺς ἐκείνους τοὺς Δαλασσηνοὺς ἀναφερόμενον καὶ Χάρωνας καὶ τῷ πελάγει τῶν κατ’ ἐκείνους προτερημάτων ἐπαφιέτω τὸν λόγον· ἐμοὶ δὲ ἱστορίαν ξυγγραφούσῃ οὐκ ἐκ γένους καὶ αἵματος προσήκει ταύτην χαρακτηρίζειν, ἀλλ’ ἐκ τρόπου καὶ ἀρετῆς καὶ τούτων, ὁπόσον ὁ τῆς ἱστορίας [*](V. 73) ὑποτίθεται λόγος. ἵνα γὰρ πρὸς ἐκείνην ἐπαναδραμοῦμαι [*](C) καὶ αὖθις, ἀξίωμα μὲν οὖν μέγιστον αὐτὴ οὐ γυναικῶν μόνον, ἀλλὰ καὶ ἀρρένων καθίστατο καὶ κόσμος τῆς ἀνθρωπίνης φύσεως, τὴν δὲ περὶ τὰ βασίλεια γυναικωνῖτιν παντάπασι διεφθορυῖαν, ἐξ ὅτου ὁ Μονομάχος ἐκεῖνος τὸ τῆς βασιλείας ἀνεδήσατο κράτος, καὶ εἰς ἔρωτας ἀλόγους ἀποκλίνασαν καὶ μέχρι τις βασιλείας τοὐμοῦ πατρὸς ἐπὶ τὸ βέλτιον ἀλλοιώσασα εἰς κόσμον ἐπαινούμενον μετήνεγκε. καὶ ἦν ἰδεῖν τὰ βασίλεια τηνικαῦτα τάξεως ἐπαινουμένης μετειληχότα· καὶ γὰρ ὅρους τε τῶν θείων ὕμνων ἔταξε καὶ και- [*](D) ροὺς ἀρίστου τε καὶ ἀρχαιρεσίας ἐπήξατο στάθμη καὶ κανὼν τοῖς πᾶσιν αὐτὴ γεγονυῖα, ὡς τὰ βασίλεια μᾶλλον ἱερὰ [*](1 τοὺς ἀγράφους F 5 γὰρ] καὶ 8 20 ὁπόσων)

114
φροντιστήρια εἶναι δοκεῖν. τοιαύτη τις ἦν ἡ ὑπερφυὴς ὄντως καὶ ἱερὰ ἐκείνη γυνή. σωφροσύνῃ μὲν γὰρ τοσοῦτον ὑπερῆρε καὶ τὰς πάλαι ὑμνουμένας, περὶ ὧν ὁ πολὺς λόγος, ὁπόσον ἀστέρας ἥλιος· τὸν δὲ περὶ τοὺς πένητας οἶκτον αὐτῆς καὶ τὴν δαψιλῆ πρὸς τοὺς δεομένους χεῖρα τίς παραστήσειε λόγος; κοινὸν μὲν ἦν ἡ αὐτῆς ἑστία καταγώγιον τοῖς ἐξ αἵματος πενομένοις, κοινὸν δὲ καὶ ξένοις οὐχ ἧττον. ἱερέας δὲ καὶ μοναχοὺς διαφερόντως ἐτίμα καὶ συνδειπνοῦντας [*](P. 88) εἶχε καὶ οὐδενὶ ἄτερ μοναχῶν τὴν αὐτῆς τράπεζαν θεάσασθαι ἐνῆν. ἡ δὲ ἔζωθεν ἐπιφαινομένη τοῦ ἤθους κατάστασις καὶ ἀγγέλοις αἰδέσιμος καὶ αὐτοῖς δὲ τοῖς δαίμοσι φοβερά, ἀνθρώποις δὲ μὴ ἐχέφροσιν, ἀλλὰ περὶ ἡδονὰς ἐπτοημένοις ἀνύποιστος καὶ ἐκ μόνου τοῦ βλέμματος, τοῖς δ’ αὗ γε σωφροσύνης ἐπιμελουμένοις ἱλαρὰ τε καὶ προσηνής. μέτρα γὰρ ἔγνω κατηφείας καὶ σεμνότητος, ὡς μήτε τὸ κατηφὲς ἄγριόν πως καὶ θηριῶδες δοκεῖν μήτε τὸ ἁπαλὸν κεχαλασμένον τε καὶ ἀκόλαστον, καὶ ὅρον, οἶμαι, τοῦτ’ εἶναι [*](Β) κοσμιότητος, κραθέντος τοῦ φιλανθρώπου τῷ τῆς ψυχῆς ἀναστήματι. τὸ δὲ ἦθος αὐτῇ ὑποκαθήμενον πρὸς ἐνθυμήσεις ἀεὶ καινοτέρας ἀνελιττούσῃ τὰς γνώμας, οὐ φθαρτικὰς τοῦ κοινοῦ, ὥς τινες ὑπετονθόρυζον, ἀλλὰ σωστικὰς καὶ διεφθορυῖαν ἤδη τὴν βασιλείαν εἰς ὁλοκληρίαν ἐπαναγούσας τά τε τοῦ κοινοῦ εἰς τὸ μηδὲν ἤδη ἐληλακότα ἐπανορθούσας, ὡς δύναμις. πλὴν εἰ καὶ τῇ τῶν κοινῶν διοικήσει ἐνησχολεῖτο, τῆς μοναχοῖς προσηκούσης διαγωγῆς οὐδαμῶς καταπεφρονήκει, ἀλλὰ τὸ πλεῖον μὲν τῆς νυκτὸς τοὺς ἱεροὺς ἀπεπλήρου ὕμνους προσευχῇ τε συντόνῳ καὶ [*](c) ἀγρυπνίᾳ συντετηκυῖα, περὶ δὲ τὸ ὄρθριον, ἔστι δ’ ὅτε καὶ δευτέρας ἀλεκτοροφωνίας, ταῖς τοῦ κοινοῦ προσέκειτο διοικήσεσι περί τε ἀρχαιρεσιῶν σκοποῦσα καὶ τὰς τῶν δεομένων μένων αἰτήσεις ἐπιλύουσα ὑπογραμματεύοντος αὐτῇ Γρηγοδοκεῖν [*](1 add. alia manus antiqua in F 2 καὶ ὄντως ἱερὰ 8 ξυνδειπνοῦντας 23 ἤδη om. 25 τῆς τοῖς μοναχοῖς 30 τε τῶν ἀρχαιρεσιῶν)
115
[*](V. 74) ρίου τοῦ Γενεσίου. ταῦτα εἴ τις ἠβούλετο ῥήτωρ εἰς ἐγκωμίου λόγον ἀγαγεῖν, τίνας ἂν οὐκ ἀπεκρύψατο τῶν πάλαι περιβοήτων ἐπ’ ἀρετῇ καὶ κατ’ ἀμφότερα τὰ γένη φανέντας περιφανεῖς τοῖς ἐπιχειρήμασι καὶ τοῖς ἐνθυμήμασι καὶ ταῖς [*](D) πρὸς ἄλλους συγκρίσεσιν ἐξογκῶν εἰς μέγα τὴν ἐπαινουμένην, ὥσπερ νόμος ἐστὶ τοῖς ἐγκωμιάζουσιν; ἀλλὰ τὰ τῆς ἱστορίας οὐχ οὕτως ἄδειαν δίδωσι τῷ ξυγγράφοντι. διόπερ εἰ περὶ ταύτης τῆς βασιλίδος λέγοντες τὰ μεγάλα μικροπρεπέστερον εἴπωμεν, μηδεὶς ὑπὸ μέμψιν ἀγέτω τὸν λόγον, ὅσοι τὴν ἐκείνης ἴσασιν ἀρετὴν καὶ τὸν ὄγκον τοῦ ἀξιώματος καὶ τὸ ἀγχίνουν ἐν ἅπασι καὶ τὸ ἀκροφυέστατον τοῦ φρονήματος. [*](P. 89) ἡμεῖς δὲ ὅθεν περὶ αὐτῆς λέγοντες μικρόν τι ἐξετραπόμεθα, πάλιν ἐπανακάμψωμεν. ἐκείνη τοίνυν τὴν βασιλείαν, ὡς ἔφημεν, διιθύνουσα οὐδὲ τὴν πᾶσαν ἡμέραν ταῖς κοσμικαῖς φροντίσιν ἀφώριστο, ἀλλὰ τὰς ἐκ τύπου λειτουργίας εἰς τὸ ἱερὸν τέμενος τῆς μάρτυρος Θέκλης ἀπεπλήρου, ὅπερ ὁ αὐτοκράτωρ Ἰσαάκιος ὁ Κομνηνὸς καὶ ἀνδράδελφος αὐτῆς ἐξ αἰτίας τοιαύτης ἐδείματο. ἐπεὶ γὰρ ἃς πάλαι εἶχον οἱ τῶν Δακῶν ἀρχηγέται μετὰ τῶν Ῥωμαίων σπονδὰς τηρεῖν εἰσέτι οὐκ ἤθελον, ἀλλὰ παρασπονδήσαντες διέλυσαν, τούτου δὲ [*](Β) δήλου τοῖς Σαυρομάταις γεγονότος, οἳ πρὸς τῶν πάλαι Μυσοὶ προσηγορεύοντο, οὐδὲ αὐτοὶ τοῖς ἰδίοις ὁρίοις ἐμμένοντες ἤθελον ἡσυχάζειν, νεμόμενοι πρότερον ὁπόσα ὁ Ἴστρος πρὸς τὴν τῶν Ῥωμαίων διορίζει ἡγεμονίαν, ἀλλ’ ἀθρόον ἀπαναστάντες πρὸς τὴν ἡμεδαπὴν γῆν μετῳκίσθησαν. αἰτία δὲ τῆς τούτων μετοικήσεως ἡ τῶν Γετῶν κατ’ αὐτῶν ἄσονδος ἔχθρα ὁμορούντων μὲν ἐκείνοις, τούτους δὲ λῃστευόντων. διὰ ταῦτα καιρὸν ἐπιτηροῦντες, ἐπεὶ τὸν Ἴστρον ἀποκρυσταλλωθέντα εἶδον, ὥσπερ ἠπείρῳ τούτῳ χρησάμενοι [*](C) ἐκεῖθεν πρὸς ἡμᾶς μετανίστανται ὅλον ἔθνος τοῖς ἡμετέροις ἐπιφορτισθὲν ὁρίοις καὶ δεινῶς ἐλῄζοντο τὰς παρακειμένας πόλεις καὶ χώρας. τοῦτ’ ἐνωτισθεὶς ὁ βασιλεὺς Ἰσαάκιος [*](2 λόγους 7 συγγράφοντι 8 σμικροπρεπέστερον 18 ἐκ τοιαύτης αἰτίας 24 ἀλλὰ F 28 ἀποκρυσταλωθέντα F)
116
δέον ἔκρινε τὴν Τριάδιτζαν καταλαβεῖν. ἐπεὶ τοὺς ἑῴους βαρβάρους τῶν ἐπιχειρημάτων φθάσας ἀνεῖρξε, καὶ τοῦτο δὴ ἀπραγμονέστατον αὐτῷ ἐγεγόνει τὸ τμῆμα. καὶ δὴ τὸ ὁπλιτικὸν ἅπαν συλλεξάμενος τῆς πρὸς τὰ ἐκεῖσε φερούσης ὁδοῦ ἥψατο ἀπελάσαι βουλόμενος τῶν Ῥωμαϊκῶν ὅρων αὐτούς. καταστήσας δὲ τὸ ὁπλιτικὸν ἅπαν ἐν εὐταξίᾳ στρατηγὸς κατ' αὐτῶν ἴεται. οἱ δὲ τοῦτον θεασάμενοι εὐθὺς διαιρεθέντες διαφόρου γνώμης γεγόνασιν. ὁ δὲ οὐ πάνυ [*](D) πιστεύειν αὐτοῖς ἔχων ἐπὶ τὸ καρτερώτατον καὶ δυσμαχώτερον μέρος αὐτῶν σὺν καρτερᾷ τῇ φάλαγγι ἴεται καὶ δὴ πλησιάσας αὐτοῖς ἑαυτῷ τε καὶ τῷ στρατοπέδῳ κατέπληξε. πρὸς μὲν γὰρ τὸν οἷα δὴ κεραυνοφόρον ἀντωπεῖν οὐκ ἐτόλμων, τοῦ δὲ στρατοπέδου τὸν ἀρραγῆ συνασπισμὸν βλέποντες αὐτοὶ διελύοντο. ὑποχωρήσαντες οὖν πρὸς μικρὸν πόλεμον ἐς τρίτην αὐτῷ ἐπαγγειλάμενοι τὰς σκηνὰς αὐθημερὸν ἀφέντες φυγαδείᾳ ἐχρήσαντο. ὁ δὲ καταλαβών, ἔνθα οὗτοι ηὐλίζοντο, [*](V. 7) καὶ τάς τε σκηνὰς αὐτῶν κατασκάψας καὶ τὴν εὑρημένην [*](Ρ. (??)) λείαν ἀπαγαγὼν τροπαιοφόρος ἐπάνεισι. γενομένου δὲ περὶ τοὺς τοῦ Λοβιτζοῦ πρόποδας, ῥαγδαῖος ὄμβρος αὐτὸν καταλαμβάνει καὶ νιφετὸς ἔξωρος εἰκοστὴν πρὸς τῇ τετάρτῃ τοῦ Σεπτεμβρίου ἄγοντος, ἐν ᾗ ἡ τῆς μεγαλομάρτυρος Θέκλης μνήμη τελεῖται. πλημμύρας οὖν γενομένης τῶν ποταμίων ῥευμάτων καὶ ὑπερχειλήσαντος τοῦ ὕδατος θάλασσαν ἦν ὁρᾶν ἐπὰν τὸ πεδίον ἐκεῖνο, ἐν ᾧ ἥ τε βασιλικὴ σκηνὴ καὶ τὸ ὁπλιτικὸν ἅπαν κατεσκήνου. ἐντεῦθεν τὰ πρὸς χρείαν [*](Β) ἅπαντα ἠφανίσθησαν τοῖς ποταμίοις ῥεύμασι παρασυρέντα, οἱ ἄνθρωποι δὲ καὶ τὰ κτήνη ὑπὸ τοῦ κρύους ἐπήγνυντο. ἐμυκᾶτο δὲ καὶ βροντῶν οὐρανός, ἀστραπαὶ δὲ συνεχεῖς, χρονικὴν μὴ ἔχουσαι τὸ παράπαν διάστασιν, τὸ περίγειον ἐκεῖνο ἅπαν ἐμπρῆσαι οἷον ἠπείλουν. ταῦτα ὁρῶν ὁ βασιλεὺς ἐν ἀμηχανίᾳ ἦν· ἀναστολῆς δὲ μετρίας γενομένης πλείστους τε ἀποβαλὼν ταῖς δίναις τῶν ποταμίων συσχεθέντας [*](6 ἅπαν τὸ ὁπλιτικὸν 15 εἰς 25 κἀντεῦθεν 28 ὁ οὐρανὸς)
117
ῥευμάτων ἐκεῖθεν μετὰ τῶν λογάδων ἔξεισι καὶ ὑπὸ φηγόν τινα μετ’ αὐτῶν ἀπελθὼν ἕστατο. ἤχου δὲ μεγίστου καὶ βοῆς ἀπὸ τοῦ δρυὸς οἷον ἐξερχομένου αἰσθόμενος καὶ σφο- [*](c) δροτέρων ἀνέμων τηνικαῦτα πνεόντων πτοηθείς, μὴ τῇ τούτων βίᾳ ὁ δρῦς κατενεχθῇ, τοσοῦτον διάστημα ἀποστάς, ὁπόσον ὁ δρῦς, εἰ κατενεχθείη, μὴ φθάσῃ πατάξαι αὐτόν, ἐννεὸς ἵστατο. ὁ δ’ εὐθὺς ὥσπερ ἐκ συνθήματος ῥιζόθεν ἀνασπασθεὶς εἰς γῆν ὡρᾶτο κείμενος. ὁ δὲ βασιλεὺς θαυμάζων εἱστήκει τὴν τοῦ θεοῦ περὶ αὐτὸν κηδεμονίαν· λογοποιουμένην δὲ ἀποστασίαν περὶ τὴν ἕω μαθὼν εἴσεισιν εἰς τὰ βασίλεια. καὶ τηνικαῦτα ἐπὶ τῷ ὀνόματι τῆς μεγαλομάρτυρος Θέκλης ναὸν περικαλλῆ ἐδείματο μεγαλοπρεπῶς [*](D) μὲν κατεσκευασμένον καὶ ἱκανῇ δαπάνῃ, χειρὸς δὲ τὸ ποικίλον ἔχοντα, σῶστρά τε θύσας ἐν αὐτῷ Χριστιανοῖς προσήκοντα τοὺς θείους ὕμνους διὰ παντὸς ἐν αὐτῷ ἀπεπλήρου. οὕτως τὸ ἤδη ῥηθὲν ἱερὸν τέμενος ἐπ’ ὀνόματι τῆς μεγαλομαρτυρος Θέκλης ἀνῳκοδόμητο, ἐν ᾧ τὰς ἐντεύξεις, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, ἡ βασιλὶς καὶ μήτηρ τοῦ αὐτοκράτορος Ἀλεξίου συνεχεῖς ἐπεποίητο. ἣν κἀγὼ βραχύν τινα τεθέαμαι χρόνον καὶ τεθαύμακα· καὶ ὅτι μὴ κόμπος τὰ ἤδη ῥηθέντα, ἴσασιν ἅπαντες καὶ ὁμολογήσαιεν, ἑὲ γε [*](Ρ. 91) βούλοιντο, ὁπόσοι ἄτερ πάθους τὴν ἀλήθειαν ἐκκαλύπτειν ἐθέλουσιν. εἰ μὲν γὰρ ἐγκωμιάζειν προειλόμην, ἀλλὰ μὴ ἱστορίαν ποιεῖν, ἐπὶ πλέον ἂν ἐπαφῆκα τὸν λόγον τοῖς περὶ τούτων διηγήμασι, καθάπερ φθάσασα ἐδήλωσα· νῦν δὲ ἐπανακτέον αὖθις αὐτὸν πρὸς τὸ προκείμενον.

Ἀσπαίρουσν δὲ οἷον κατανοῶν τὴν βασιλείαν ὁ βασιλεὺς Ἀλέξιος (καὶ γὰρ τὰ μὲν πρὸς ἀνίσχοντα ἥλιον Τοῦρκοι δεινῶς ἐλῄζοντο, τὰ δὲ κατὰ τὴν ἑσπέραν λίαν εἶχε κακῶς τοῦ Ῥομπέρτου πάντα κάλων κινοῦντος ἐφ’ ᾧ τὸν [*](Β) προσεληλυθότα αὐτῷ ψευδώνυμον Μιχαὴλ εἰς τὰ βασίλεια εἰσάξαι· ὅπερ ἐμοὶ σκῆψις μᾶλλον δοκεῖ καὶ φιλαρχίας ἔρως [*](6 πατάξαι] καταρράξαι 13 δὲ s: τε 14 τὰ προσήκοντα 16 οὕτω δὴ τὸ)

118
ἀναφλέγων αὐτὸν καὶ ἠρεμεῖν τὸ παράπαν μὴ συγχωρῶν· [*](V. 76) ἔνθεν τοι καὶ Πάτροκλον πρόφασιν τὸν Μιχαὴλ εὑρηκὼς τὸν τέως ὑποτυφόμενον τῆς φιλαρχίας σπινθῆρα εἰς πυρσὺν ἀνῆψε μέγαν καὶ δεινῶς κατὰ τῆς Ῥωμαίων ἀρχῆς ὡπλίζετο δρόμωνάς τε καὶ διήρεις ἑτοιμάζων καὶ τριήρεις καὶ σέρμωνας καὶ φορταγωγοὺς ἑτέρας παμπληθεῖς ναῦς ἐκ τῶν παραλίων εὐτρεπίζων χωρῶν κἀκ τῆς ἠπείρου δὲ δυ¬νάμεις πολλὰς συλλέγων ἐς τὲ προκείμενον αὐτῷ συνεπαρηγούσας) [*](C) ἐν ἀμηχανίᾳ ὁ γενναῖος ἐκεῖνος μεῖραξ γενόμενος καὶ μὴ ἔχων ὁποτέρωσε νεύσειεν, ἑκάστου τῶν πολε¬μίων πρὸς ἑαυτὸν τὴν μάχην οἷον προαρπάζοντος, ἠνιᾶτο καὶ ἤσχαλλε μήτε στρατιὰν ἀξιόμαχον τῆς τῶν Ῥωμαίων βασιλείας ἐχούσης (οὐ πλείους γὰρ τῶν τριακοσίων στρα¬τιωτῶν ἦσαν καὶ τούτων ἐκ τοῦ Χώματος, ἀναλκίδων πάντη καὶ ἀπειροπολέμων, καὶ ξενικῶν τινων εὐαριθμήτων βαρ¬βάρων τῶν ἐπὶ τοῦ δεξιοῦ εἰωθότων κραδαίνειν ὤμου τὸ ξίφος) μήτε σωρῶν χρημάτων τοῖς περὶ τὰ βασίλεια ταμιείοις [*](D) ἐναποκειμένων, δι᾿ ὧν ξυμμαχίας τινὰς ἐξ ἀλλοδαπῶν μετακαλέσοιτο. λίαν γὰρ ἀτέχνως περί τε τὰ πολεμικὰ καὶ στρατιωτικὰ διατεθέντες οἱ πρὸ αὐτοῦ βεβασιλευκότες ἐν στενῷ κομιδῇ τὰ Ῥωμαίων συνήλασαν πράγματα, ἐγὼ γοῦν καὶ στρατιωτῶν αὐτῶν καὶ πρεσβυτέρων ἀνδρῶν ἐνίων ἀκήκοα, ὡς οὐδεμία τῶν πόλεων ἀπ᾿ αἰῶνος ἐς τοσοῦτον ἀθλιότητος κατήχθη. εἶχεν οὖν τῷ αὐτοκράτορι δυσκόλως τὰ πράγματα μεριζομένῳ φροντίσι παντοδαπαῖς. ὁ δὲ γενναῖος ὢν καὶ ἄτρεστος καὶ περὶ τὰ πολεμικὰ ἔργα ἐμπειρίαν πολλὴν κεκτημένος [*](Ρ. 92) ἐβούλετο ἐκ πολλοῦ κλύδωνος εἰς ἀλύπους ἀκτὰς τὴν βασιλείαν αὖθις ἐγκαθορμίσαι τῶν ἐπανισταμένων ἐχθρῶν εἰς ἀφρὸν θεοῦ ἀρωγῇ διαλυομένων κυμάτων δίκην, ὁπηνίκα ταῖς πέτραις προσαρράξουσι. δέον οὖν ἔγνω πάντας τοὺς κατὰ τὴν ἀνατολὴν τοπάρχας ταχὺ μετακαλέσασθαι, [*](2 μοναχὸν Μιχαὴλ 4 τῆς τῶν Ῥωμαίων 8 εἰς 9 ἐν ἀμηχανίᾳ γοῦν 17 ταμείοις 21 τὰ τῶν Ῥωμαίων συνήλασαν πάντα τὰ πράγματα)
119
ὁπόσοι φρούριά τε καὶ πόλεις κατέχοντες γενναίως τοῖς Τούρκοις ἀντικαθίσταντο. εὐθὺς οὖν πρὸς ἅπαντας διαφόρους σχεδιάζει γραφάς, πρός τε τὸν Δαβατηνὸν τοποτηρητὴν τηνικαῦτα τῆς κατὰ Πόντον Ἡρακλείας καἰ Παφλαγονίας [*](Β) χρηματίζοντα καὶ τὸν Βούρτζην τοπάρχην ὄντα Καππαδοκίας καὶ Χώματος καὶ τοὺς λοιποὺς λογάδας, δηλώσας μὲν καὶ ὁπόσα αὐτῷ ξυμπεσόντα θεοῦ προνοίᾳ εἰς τὴν αὐτοκράτορος περιωπήν ἀνεβίβασεν ἐξ ὑπογύου κινδύνου παραδόξως σωθέντα, παρακελευόμενος δὲ τῶν σφετέρων χωρῶν πρόνοιαν ἱκανὴν ποιησαμένους κατασφαλίσασθαι αὐτὰς καὶ ἀποχρῶντας πρὸς τοῦτο στρατιώτας καταλιπεῖν, μετὰ δὲ τῶν ἐπιλοίπων εἰς τὴν Κωνσταντίνου παραγίνεσθαι συνεπαγομένους καὶ νεολέκτους ἀκμῆτας, ὁπόσους δύναιντο. [*](c) εἶτα δεῖν ἔγνω καὶ τὰ κατὰ τὸν Ῥομπέρτον, ὡς ἐνόν, προκατασφαλίσασθαι καὶ τοὺς προσρυομένους ἐκείνῳ ἀρχηγούς τε καὶ κομήτας ἀπεῖρξαι τοῦ ἐγχειρήματος. ἐπεὶ δ’ ὁ πρὸ τοῦ τὴν πόλιν αὐτὸν κατασχεῖν πρὸς τὸν Μονομαχάτον ἀποσταλείς, δι’ οὗ εἰς βοήθειαν αὐτὸν μετεκαλεῖτο χρήματά τε ἐπεζήτει ἀποσταλῆναι οἱ, γράμματα μόνον κομίζων ἧκεν αὐτῷ [*](77) προφάσεις δηλοῦντα, καθάπερ φθάσαντες ἱστορήσαμεν, δι’ ἃς δῆθεν ἔτι τοῦ Βοτανειάτου τῆς βασιλείας ἐγκρατοῦς ὄντος βοηθεῖν οὐκ ἠδύνατο, ταῦτα ἀναγνοὺς καὶ πτοηθείς, μὴ [*](D) μαθὼν τὴν ἀπὸ τῆς βασιλείας τοῦ Βοτανειάτου ἔκπτωσιν προσρυῇ τῷ Ῥομπέρτῳ, ἀθύμως εἶχε παντάπασι. τοιγαροῦν μετακαλεσάμενος τὸν σύγγαμβρον αὐτοῦ Γεώργιον τὸν Παλαιολόγον πρὸς τὸ Δυρράχιον ἐξαπέστειλε (πόλις Ἰλλυρικὴ) παρακαλεσάμενος πάσῃ μηχανῇ χρήσασθαι, ὥστε ἀμαχητὶ ἐκεῖθεν ἐξεῶσαι τὸν Μονομαχάτον, ἐπεὶ μὴ ἀποχρῶσαν εἶχε δύναμιν, δι’ ἧς τοῦτον ἄκοντα ἐκεῖθεν ἀπελάσει, πρὸς δὲ τὰς τοῦ Ῥομπέρτου μηχανὰς ἀντιμηχανᾶσθαι, ὡς δύναμις. παρεκελεύσατο δὲ καὶ τὰς ἐπάλξεις καινοπρεπέστερον κατασκευάσαι ἀνήλωτα τὰ πλείω τῶν ξύλων ἐάσαντα, [*](8 ὑπογυίου.. sic semper 16 ἐπεὶ δ’] ἐπειδὴ 30 ἀντιπαλαμᾶσθαι 31 δὲ om)
120
ἕν’ εἰ που διὰ κλιμάκων συμβαίη τοὺς Λατίνους ἀνελθεῖν, ἅμα τῷ τῶν ξύλων ἐπιβῆναι περιτρέπωνται ταῦτα καὶ σὺν τούτοις καταπίπτωσιν εἰς τοὔδαφος. ναὶ μὴν ἀλλὰ καὶ τοῖς ἡγεμόσι τῶν παραλίων πόλεων καὶ αὐτοῖς δὴ τοῖς νησιώταις πολλὰ διὰ γραφῶν παρηγγυᾶτο μὴ ἀναπεπτωκέναι μηδὲ καταρρᾳθυμεῖν ὅλως, ἀλλ’ ἐγρηγορέναι καὶ νήφειν διὰ παντὸς [*](Ρ. 93) περιφραττομένους καὶ τὸν Ῥομπέρτον καραδοκοῦντας, μὴ ἐξ ἐφόδου πασῶν τῶν παραλίων πόλεων ἐγκρατὴς γενόμενος καὶ αὐτῶν δὴ τῶν νήσων πράγματα ἐς ὕστερον τῇ βασιλείᾳ Ῥωμαίων παρέξει.

Ταῦτα μὲν οὖν οὕτω παρὰ τοῦ βασιλέως περὶ τὸ Ἰλλυρικὸν ῷκονόμητο, καὶ καλῶς τὰ τέως κατὰ πρόσωπον καὶ ἐν ποσὶ κείμενα τῷ Ῥομπέρτῳ κατοχυρώσας ὦπτο· ἀλλ᾿ οὐδὲ τῶν κατὰ νώτων ἐκείνῳ προσισταμένων κατερρᾳθυμηκὼς ἦν. γράμματα τοίνυν πρῶτον μὲν πρὸς τὸν ἀρχηγὸν Λογγιβαρδίας Ἑρμάνον ἐκθέμενος, εἶτα καὶ πρὸς τὸν πάπαν Ῥώμης, πρὸς δὲ καὶ πρὸς τὸν ἀρχιεπίσκοπον Καπύης ἔρβιον, πρὸς τοὺς πρίγκιπας, ἔτι γε μὴν καὶ πρὸς ἅπαντας τοὺς [*](Β) ἀρχηγοὺς τῶν Κελτικῶν χωρῶν δώροις τε μετρίοις τούτους δεξιωσάμενος καὶ ὑποσχέσεσι πολλῶν δωρεῶν καὶ ἀξιωμάτων πρὸς τὴν κατὰ τοῦ Ῥομπέρτου ἔχθραν ἡρέθιζεν· ὧν οἱ μὶν τῆς πρὸς τὸν Ῥομπέρτον φιλίας ἤδη ἀπέστησαν, οἱ δὲ ὑπισχνουντο, εἰ πλείονα λάβοιεν. ὑπὲρ πάντας δὲ τούτους τὸν ῥῆγα Ἀλαμανίας γινώσκων δυνάμενον πᾶν ὅ τι καὶ βούλοιτο κατὰ τοῦ Ῥομπέρτου καταπράξασθαι ἅπαξ καὶ δὶς γράμματα πρὸς αὐτὸν ἐκπέμψας ·καὶ διὰ μειλιχίων λόγων καὶ παντοίων ὑποσχέσεων ὑποποιησάμενος, ἐπεὶ καταπειθῆ τοῦτον ἐγνώκει καὶ τῷ αὐτοῦ ὑπεῖξαι θελήματι ὑπισχνούμενον, [*](c) μεθ' ἑτέρων αὖθις γραμμάτων τὸν Χοιροσφάκτην ἐξέπεμψε τόδ᾿ ὑπαγορευόντων τὰ κατὰ τὴν σὴν μεγαλοδύναμον ἐξουσίαν καλῶς ἔχειν καὶ προκόπτειν ἐπὶ τὸ βέλτιον εὐχῆς ἐστιν ἔργον τῇ βασιλείᾳ μου, πανευγενέστατε καὶ τῷ ὄντι Χριπασῶν [*](8 om 10 παρέξῃ 11 οὖν om 30 τάδε F 31 ἔργον ἐστὶ)

121
στιανικώτατε ἀδελφέ. καὶ πῶς γὰρ οὐκ ἐξέσται τῇ τοῦ κράτους ἡμῶν θεοσεβείᾳ ἐπεύχεσθαι σοι τὰ κρείττω τε καὶ λυσιτελέστερα τὴν ἐν σοὶ καταμαθούσῃ θεοσέβειαν; ἡ γὰρ πρὸς τὴν ἡμετέραν βασιλείαν ἀδελφικὴ σου αὕτη ῥοπὴ καὶ διάθεσις καὶ ὁ κατὰ τοῦ κακομηχάνου ἀνδρὸς συμφωνηθεὶς [*](D) ἀναδεχθῆναι σοι κάματος, ἴνα τὸν παλαμναῖον καὶ ἀλιτήριον καὶ τοῦ θεοῦ πολέμιον καὶ τῶν Χριστιανῶν ἀξίως μετέλθῃς τῆς κακοφροσύνης αὐτοῦ πολλήν σοι τὴν ἀγαθοθέλειαν τῆς ψυχῆς διαδείκνυσι, καὶ τὸ ἔργον τοῦτο φανερὰν τὴν πληροφορίαν παρίστησι τοῦ κατὰ θεόν σου φρονήματος. τὰ δὲ κατὰ τὴν ἡμετέραν βασιλείαν τἆλλα μὲν ἔχει καλῶς, οὐκ ἐν ἐλαχίστοις δὲ ἀστατεῖ καὶ ταράττεται τοῖς κατὰ τὸν Ῥομπέρτον [*](V. 78) κυμαινόμενα. ἀλλ’ εἴ τι δεῖ πιστεύειν θεῷ καὶ τοῖς ἐκείνου δικαίοις κρίμασι, ταχεῖα ἡ καταστροφὴ τοῦ ἀδικωτάτου τούτου ἀνθρώπου παρέσεται. οὐδὲ γὰρ ἀνέξεται πάντως θεὸς ῥάβδον ἁμαρτωλῶν κατὰ τῆς κληρονομίας αὐτοῦ ἐπὶ τοσοῦτον ἐπαφίεσθαι. τὰ μέντοι παρὰ τοῦ κράτους ἡμῶν συμφωνηθέντα ἀποσταλῆναι τῇ μεγαλοδυνάμῳ σου ἐξουσίᾳ, αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες τῶν νομισμάτων καὶ τὰ ἑκατὸν βλαττία, ἀπεστάλησαν νῦν διὰ [*](P. 94) τοῦ πρωτοπροέδρου Κωνσταντίνου καὶ κατεπάνω τῶν ἀξιωμάτων τὴν ἀρέσκειαν τοῦ πιστοτάτου καὶ εὐγενεστάτου σου κόμητος τοῦ Βουλχάρδου. καὶ τὸ ῥηθὲν ποσὸν τῶν ἀποσταλέντων ἀπεπληρώθη διά τε εἰργασμένου ἀργύρου καὶ Ῥωμανάτου παλαιᾶς ποιότητος. καὶ τελειουμένου τοῦ ὅρκου παρὰ τῆς εὐγενείας σου σταλήσονταί σοι καὶ αἱ ὑπόλοιποι διακόσιοι δεκαὲξ χιλιάδες τῶν νομισμάτων καὶ ἡ ῥόγα τῶν δοθέντων εἴκοσιν ἀξιωμάτων διὰ τοῦ πιστοτάτου τῇ σῇ ἐξουσίᾳ Βαγελάρδου, ὁπηνίκα εἰς Λογγιβαρδίαν κατέλθῃς. ὅπως μέντοι ὀφείλει τελεσθῆναι ὁ ὅρκος, προεδηλώθη πάντων [*](Β) τῇ εὐγενείᾳ σου, ἀπαγγελεῖ δ’ ἔτι σαφέστερον καὶ ὁ [*](5 κατὰ S: μετὰ 8 σου 11 τὰ μὲν ἄλλα οὐκ add s 13 τῷ θεῷ 17 ἐπαφίεσθαι ACs ἀφίεσθαι F 22 σου καὶ εὐγενεστάτου 24 ἀργυρίου 28 εἴκοσι)
122
πρωτοπρόεδρος Κωνσταντῖνος καὶ κατεπάνω, ὡς καὶ παρὰ τοῦ κράτους ἡμῶν ἐνταλθεὶς ἕκαστον τῶν κεφαλαίων, ἅπερ μέλλουσι ζητηθῆναι καὶ διὰ τοῦ γενησομένου παρὰ σοῦ ὅρκου βεβαιωθῆναί. ὁπηνίκα γὰρ ἡ συμφωνία ἀναμεταξὺ τῆς βασιλείας μου καὶ τῶν παρὰ τῆς εὐγενείας σου ἀποσταλέντων πρέσβεων ἐγίνετο , διεμνημονεύθησάν τινα τῶν ἀναγκαιοτέρων κεφάλαια· ὅτι δὲ περὶ τούτων μὴ ἔχειν πρόσταξιν εἶπον οἱ τῆς εὐγενείας σου ἄνθρωποι, κατὰ τοῦτο καὶ ἡ βασιλεία μου τὸν ὅρκον αὐτοῖς ἀνήρτησε. τοίνυν καὶ τελεσθήτω ὁ ὅρκος παρὰ τῆς εὐγενείας σου, ὡς ὁ πιστός σου Ἀλβέρτης ἐνωμότως τῇ βασιλείᾳ μου ἐβεβαίωσε, καὶ ὡς [*](C) τὸ ἡμέτερον κράτος κατὰ προσθήκην ἀναγκαιοτέραν αὐτοῦ ζητεῖ. ἡ δὲ βραδυτὴς τοῦ πιστοτάτου καὶ εὐγενεστάτου σου κόμητος τοῦ Βουλχάρδου γέγονε διὰ τὸ τὴν βασιλείαν μου βούλεσθαι τὸν φίλτατόν μοι ἀνεψιόν, τὸν υἱὸν τοῦ πανευτυχεστάτου σεβαστοκράτορος καὶ περιποθήτου αὐταδέλφου τῆς βασιλείας μου, θεαθῆναι παρ’ αὐτοῦ, ὡς ἂν ἐλθὼν ἀπαγγείλῃ σοι τὴν ἐν ἡλικίας ἁπαλῷ καταστήματι βεβηκυῖαν σύνεσιν τοῦ παιδός· τὰ γὰρ ἔξω καὶ σωματικὰ δευτέρου τίθεται λόγου ἡ βασιλεία μου, εἰ καὶ ἐν τούτοις πολὺ ἔχει τὸ περιούσιον. [*](D) ὡς γάρ τῇ μεγαλοπόλει ἐνδημήσας ἐθεάσατο τὸ παιδίον καὶ ὅσα εἰκὸς ὡμίλησεν, ἀπαγγελεῖ σοι ὁ πρέσβυς σου. καὶ ἐπεὶ παιδίον μὲν οὔπω ὁ θεὸς τῇ βασιλείᾳ μου ἐχαρίσατο, τόπον δέ μοι γνησίου παιδὸς ὁ φίλτατος οὗτος ἐπέχει ἀδελφιδοῦς, θεοῦ εὐδοκοῦντος οὐδέν ἐστι τὸ κωλῦον ἑνωθῆναι ἡμᾶς δι’ αἵματος συγγενικοῦ καὶ φίλα μὲν ἀλλήλοις φρονεῖν ὡς Χριστιανούς, οἰκειοῦσθαι δὲ καὶ τὰ ἀλλήλων ὡς συγγενεῖς, ἵν’ ἐντεῦθεν δι’ ἀλλήλων ἕκαστος δυναμούμενοι φοβεροὶ τοῖς ἐναντίοις ὦμεν καὶ ἀήττητοι μετὰ θεοῦ. τῇ μέντοι εὐγενείᾳ σου νῦν ἀπεστάλησαν δεξιωμάτων ἕνεκεν ἐγκόλπιον χρυσοῦν μετὰ μαργαριταρίων, θήκη διάχρυσος [*](3 παρὰ (s) 9 αὐτῆς F 15 μου 19 δεύτερα (s) 27 Χριστιανοῖς 28 ἕκαστος δι’ ἀλλήλων 29 καὶ ἀήττῃτοι om)
123
ἔχουσα ἔνδον τμήματα διαφόρων ἁγίων, ὧν ἕκαστον διὰ τοῦ ἐφ’ ἑκάστῳ αὐτῶν ἐντεθέντος χαρτίου γνωρίζεται, καυκίον σαρδονύχιον καὶ ἐμπότης κρύος, ἀστροπέλεκυν δεδεμένον μετὰ [*](95) χρυσαφίου καὶ ὀποβάλσαμον. μακρύναι ὁ θεὸς τὴν ζωήν σου, πλατῦναι τὰ τῆς ἐξουσίας σου ὅρια καὶ θείη σοι πάντας τοὺς ἀντιπίπτοντας εἰς ὀνειδισμὸν καὶ εἰς καταπάτημα. εἰρήνη εἴη τῇ ἐξουσίᾳ σου καὶ γαλήνης ἥλιος ἐπιλάμψοι πάσῃ τῇ ὑπηκόῳ σου καὶ γένοιντο σοι ἅπαντες εἰς ἀφανισμὸν οἱ [*](79) ἐχθροὶ τῆς ἄνωθεν κραταιᾶς ἰσχύος κατὰ πάντων σοι χαριζομένης τὸ ἄμαχον τοσοῦτον τὸ ἀληθινὸν αὐτοῦ ὄνομα ἀγαπῶντι καὶ κατὰ τῶν ἐχθρῶν ἐκείνου τὴν χεῖρα ὁπλίζοντι.’’

Οὕτω μὲν οὖν τὰ κατὰ τὴν ἑσπέραν οἰκονομήσας αὐτὸς πρὸς τὸ κατεπεῖγον καὶ ὑπόγυον τὸν κίνδυνον ἀπειλοῦν [*](Β) ἡτοιμάζετο ἐγκαρτερῶν ἔτι τῇ βασιλίδι τῶν πόλεων, σκοπῶν ὅπως διὰ παντοίας μεθόδου τοῖς εἰς προὖπτον ἐπτκειμένοις ἐχθροῖς ἀντικατασταίη. καὶ ἐπεί, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, τοὺς μὲν ἀθεωτάτους Τούρκους περὶ τὴν Προποντίδα ἐώρα ἐνδιατρίβοντας, τοῦ Σολυμᾶ τῆς ἑῴας ἁπάσης ἐξουσιάζοντος καὶ περὶ τὴν Νίκαιαν αὐλιζομένου (οὗ καὶ τὸ σουλτανίκιον ἦν, ὅπερ ἂν ἡμεῖς βασίλειον ὀνομάσαιμεν) καὶ προνομεῖς συνεχῶς ἀποστέλλοντος καὶ λῃζομένου ἅπαντα τά τε περὶ τὴν Βιθυνίαν διακείμενα καὶ Θυνίαν, καὶ μέχρις αὐτῆς Βοσπόρου τῆς νῦν καλουμένης Δαμάλεως ἱππηλασίας καὶ ἐπιδρομὰς ποιουμένους καὶ λείαν πολλὴν ἀφαιρουμένους [*](C) καὶ μονονοὺ ὑπεράλλεσθαι καὶ αὐτῆς ἐπιχειροῦντας τῆς θαλάσσης· οὓς οἱ Βυζάντιοι ὁρῶντες ἀφόβως πάντη ἐνδιατρίβοντας ἐν τοῖς περὶ τὰς ἀκτὰς διακειμένοις πολιχνίοις καὶ ἱεροῖς τεμένεσι μή τινος ἐκεῖθεν αὐτοὺς ἀπελαύνοντος ἔντρομοι διὰ παντὸς ὄντες διηποροῦντο ὅ τι δεῖ διαπράξασθαι· ταῦτα ὁρῶν ὁ βασιλεύς, πολλοῖς κυμαινόμενος λογισμοῖς καὶ πολλὰς λαμβάνων μεταβολὰς καὶ τροπὰς τοῦ κρατήσαντος [*](1 τμήματα ἕκαστος ἕκαστος 2 ἑκάστου 3 (corr. Ducangius) ἀστροπελέκιν FA 19 τὸ om 21 προνομὰς 26 θαλάττης)

124
γίνεται λογισμοῦ καί, ὡς ἐνόν, ἔργου εἴχετο. ἀφ᾿ ὧν οὖν ἐξ ὑπογύου συνειλοχὼς ἦν Ῥωμαίων ἀνδρῶν καί τινων τῶν ἀπὸ τοῦ Χώματος ὡρμημένων δεκάρχας προχειρισάμενος καὶ ἐν ἀκατίοις ἐνθέμενος τοὺς μὲν ψιλοὺς τόξα καὶ ἀσπίδα φέροντας [*](D) μόνον, τοὺς δὲ καὶ ἄλλως θωρήξασθαι εἰδότας κόρυσί τε καὶ ἀσπίσι καὶ δόρυσι νυξὶ περὶ τὰς ἀκτὰς καὶ τοὺς αἰγιαλοὺς ἐρχομένους λάθρᾳ ἐξάλλεσθαί τε καὶ τοῖς ἀθέοις εἰσπίπτειν ἐκέλευεν, εἴ γε κατανοοῖεν μὴ πολλαπλοῦς τῆς αὐτῶν ποσότητος ἐκείνους εἶναι, καὶ εὐθὺς παλινοστεῖν ἕκαστος ὅθεν ἐξῄει. ἀπειροπολέμους δὲ πάντη γινώσκων αὐτοὺς ἐπέσκηπτεν ἀψοφητὶ τὴν εἰρεσίαν τοῖς ἐρέταις παραγγέλλειν ποιεῖσθαι φυλαττομένους ἅμα καὶ ἀπὸ τῶν ἐν ταῖς ῥωχμαῖς τῶν πετρῶν λοχώντνων βαρβάρων. τούτοων γοῦν ἐπί τισιν ἡμέραις οὕτω τελουμένων κατ᾿ ὀλίγον τῶν περὶ τ ὴν θάλατταν χωρίων [*](P. 96) ἀνωτέρω ἐχώρουν οἱ βάρβηαροι. ὅπερ ὁ αὐτοκράτωρ μεμαθηκὼς τοῖς ἀποσταλεῖσι παρεκλεύετο καταλαβεῖν, ἅπερ ἐκεῖνοι πρῴην κατεῖχον πολίχνια καὶ οἰκοδομδήματα, καὶ εἴσω τούτων διανυκτερεύειν· περὶ δὲ τὰς ἡλιακὰς αὐγάς, ὁπηνίκα χορταγωγίας χάριν ἤ τινος ἑτέρας χρείας τοῖς ὑπεναντίοις ξυμαίνει ἐξιέναι, ἀθρόον αὐτοῖς ἐπιτίθεσθαι, καὶ εἴ τι κατ᾿ αὐτῶν δυνηθεῖεν, ἀρκεῖσθαι, τούτῳ, κἂν μικρὸν ᾖ, καὶ μὴ [*](B) πλεῖον ζητοῦντας παρακινδυνεύειν καὶ θάρσος τοῖς ἐχθροῖς ἐντεῦθεν διδόναι, ἀλλ᾿ εὐθὺς ὑποστρέφειν καὶ εἴσω τῶν φρουρίων γίνεσθαι. οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ πορρωτέρω αὖθις οἱ βάρβατοι ἐγίνοντο, ὥστε ἀποθαρρῆσαι τὸν αὐτοκράτοορα τοῖς τέως πεζοῖς καὶ ἱππάσασθαι κελεῦσαι καὶ δόρυ κινεῖν καὶ πολλοὺς διαύλους ἰππασίας κατὰ τῶν ἐνεατίων[*](V. 8) ποιεῖν οὐκέτι ἐν νυκτὶ οὐδὲ λάθρα ἐμπίπίπτουσιν, ἀλλὰ καὶ ἡμέρας ἄρτι αὐγαζούσης. κὰι οἱ τέως δεκάρχαι πεντηκοντάρχαι γεγόννασι καὶ οἹ πεζῇ καὶ νυκτὸς μετὰ δέους πολλοῦ τοῖς[*](C) ἐναντίοις μαχόμενοι ἑωθινοὶ αὐτοὶ ἐπετίθεντο καὶ ἡλίου ἐς [*](2 τῶν m 8 ἐκελευσεν 11 ἠρρεσίαν F 12 ῥοχμαῖς F ῥωωγμαῖς 14. ὀλίγων (S) 19 τινος καὶ ἐτέρας 25 ‘fortasse ἀποθαρρήσαντα῾ s 30 oï πεζοἰ οἱ)
125
μεσουράνημα φθάνοντος μετὰ θάρσους λαμπροὺς ξυνίστων πολέμους. οὕτως οὖν τοῖς μὲν εἰς τοὐπίσω προὐχώρει τὰ πράγματα, τῇ δὲ Ῥωμαίων ἀρχῇ ἀναλάμπειν κατὰ μικρὸν τὸν ὑποτυφόμενον τῆς ἐξουσίας σπινθῆρα ξυνέβαινεν. οὐ γὰρ ἀπὸ τῆς Βοσπόρου μόνον καὶ τῶν τῇ θαλάττῃ παρακειμένων χωρίων ὁ Κομνηνὸς αὐτοὺς πόρρω που μάλα ἀπήλασεν, ἀλλὰ καὶ τῶν περὶ τὴν Βιθυνίαν καὶ Θυνίαν ἅπασαν καὶ [*](D) τῶν τῆς Νικομήδους ὁρίων ἐκδιώξας τὰ περὶ εἰρήνης ἀνέπεισε τόν σουλτάνον μάλα θερμῶς ἐξαιτεῖσθαι. ὡς δὲ τὴν ἀκατάσχετον τοῦ Ῥομπέρτου ὁρμὴν ἐκ πολλῶν ἐβεβαιοῦτο καὶ ὡς ἀπειροπληθεῖς συναγηοχὼς δυνάμεις ἤδη πρὸς τὴν ἠϊόνα τῆς Λογγιβαρδίας ἐγγίζειν ἐπείγεται, ἄσμενος τὸν περὶ εἰρήνης δέχεται λόγον. εἰ γὰρ μηδὲ τὸν Ἡρακλέα πρὸς δύο μάχεσθαι ἐνῆν, ὡς ὁ παροιμιώδης αἰνίττεται λόγος, πολλῷ μᾶλλον νέον ἀρχηγὸν νεωστὶ διεφθορυίας ἤδη ἐπιδραξάμενον ἀρχῆς, κατὰ μικρὸν μὲν πρὸ πολλοῦ φθινούσης, εἰς τοὔσχατον δὲ ἤδη ἐληλακυίας, μὴ δυνάμεις, μὴ χρήματα κεκτημένον· προπέποτο γὰρ ἅπαντα ἐν μηδενὶ χρησίμῳ καταναλωθέντα. ἔνθεν [*](97) τοι καὶ τοὺς Τούρκους διὰ παντοίας μεθόδου τῆς τε Δαμάλεως καὶ τῶν περὶ αὐτὴν παραλίων τόπων ἐκδιώξας, ἅμα δὲ καὶ δώροις δεξιωσάμενος ἐξεβιάσατο εἰς εἰρηνικὰς ἀπονεῦσαι σπονδὰς καὶ ὅρον αὐτοῖς τὸν καλούμενον Δράκοντα ποταμὸν δεδωκὼς μὴ ὑπερβαίνειν ὅλως αὐτοῦ μήτε ποτὲ πρὸς τὰ ὅρια Βιθυνῶν ἐξορμᾶν ἔπεισεν.

Οὕτω μὲν οὖν τὰ περὶ τὴν ἕω κατηύναστο· καταλαβὼν δὲ τὸ Δυρράχιον ὁ Παλαιολόγος ταχυδρόμον ἀποστείλας τὰ περὶ τοῦ Μονομαχάτου ἐδήλου, ὅτιπερ τὴν ἐκείνου ἄφιξιν μεμαθηκὼς σπουδαίως πρός τε τὸν Βοδῖνον καὶ τὸν Μιχαηλᾶν [*](Β) προσεληλύθει. ἐδεδίει γὰρ διὰ τὸ μὴ ὑπακοῦσαι, ἀλλὰ κενὸν ἀποπέμψαι, ὃν πρὸ τοῦ τὴν μελετωμένην ἀποστασίαν εἰς φῶς ἀγαγεῖν ὁ βασιλεὺς Ἀλέξιος πρὸς αὐτὸν ἐπεπόμφει γραμσυνέβαινεν [*](4 6 πόρρω που] * * * ότατ F 7 τὴν 8 εἰρήνην 15 ἐπιδραξάμενον ἤδη, 20 δὲ As om F 21 ἐξεβιάζετο 27 ὅτι τὰ περὶ 31 ἀποπεπόμφει)

126
ματοκομιστὴν χρήματα δι’ αὐτοῦ αἰτούμενος, κἂν ὁ βασιλεὺς μηδὲν κατ’ αὐτοῦ ἐναντίον διενοεῖτο, εἰ μὴ τὴν τῆς ἀρχῆς παράλυσιν διὰ τὴν ἤδη ῥηθεῖσαν αἰτίαν. διαγνοὺς δὲ τὰ κατὰ τὸν Μονομαχάτον ὁ αὐτοκράτωρ χρυσόβουλλον λόγον πρὸς αὐτὸν ἐξαποστέλλει πᾶσαν ἀφροντισίαν αὐτῷ παρέχων· ὅν ἐν χερσὶν ἐκεῖνος λαβὼν παλινδρομεῖ πρὸς τὰ βασίλεια. ὁ δὲ Ῥομπέρτος εἰς Ὑδροῦντα παραγενόμενος καὶ τὴν ἅπασαν [*](C) αὐτοῦ ἐξουσίαν καὶ αὐτῆς δὴ τῆς Λογγιβαρδίας τῷ υἱῷ αὐτοῦ Ῥογέρῃ ἀναθέμενος ἐκεῖθεν ἐξελθὼν τὸν λιμένα τοῦ Βρεντησίου κατέλαβε κἀκεῖσε τὴν τοῦ Παλαιολόγου ἐς τὸ Δυρράχιον ἔλευσιν μεμαθηκώς, παραχρῆμα ἐν τοῖς μείζοσι τῶν πλοίων πύργους δειμάμενος διὰ ξύλων, διὰ βύρσης τούτους [*](V.) περιέστειλε καὶ πάντα τὰ πρὸς τειχομαχίαν ἐπιτήδεια ἐν ταῖς ναυσὶ σπουδαίως εἰσαγαγὼν εἰς τε τοὺς δρόμωνας ἵππους τε καὶ ἐνόπλους ἱππέας εἰσελάσας καὶ πάντοθεν τὰ πρὸς πόλεμον ὀξέως μάλα ἐξαρτύσας διαπερᾶν ἠπείγετο. [*](D) ἐσκόπει γάρ, ὁπηνίκα τὸ Δυρράχιον καταλάβῃ, περιζῶσαι τοῦτο διὰ τῶν ἑλεπόλεων ἀπό τε θαλάττης καὶ ἠπείρου, ἲν ἅμα μὲν καταπλήξῃ τοὺς ἐντός, ἅμα δὲ καὶ πανταχόθεν περιστοιχίσας αὐτοὺς ἐξ ἐφόδου τὴν πόλιν αἱρήσεται. θόρυβος τοίνυν ἐντεῦθεν τούς τε νησιώτας καὶ τοὺς περὶ τὴν ἠϊόνα τοῦ Δυρραχίου ταῦτα μεμαθηκότας κατέσχε πολύς. ἐπεὶ δὲ κατὰ γνώμην αὐτῷ τὰ πάντα ἤδη τετέλεσται, λύσας τὰ πρυμνήσια τούς τε δρόμωνας καὶ τὰς τριήρεις νῆας καὶ μονήρεις κατὰ τὴν τῶν ναυτικῶν ἐμπειρίαν εἰς πολέμου σχῆμα διατυπώσας σὺν εὐταξίᾳ τοῦ πλοὸς ἀπεπειρᾶτο. οὐρίου [*](P.) δὲ τυχὼν πνεύματος τὴν κατὰ τὸν Αὐλῶνα περαίαν κατέλαβε καὶ τὴν ἠϊόνα παραπλέων ἀπῆλθε μέχρι βοθρεντοῦ. κἀκεῖσε ἑνωθεὶς μετὰ τοῦ Βαϊμούντου προφθάσαντος περᾶσαι καὶ τὸν Αὐλῶνα ἐξ ἐφόδου κατασχεῖν διχῆ τὸ ἅπαν διελὼν στράτευμα τὸ μὲν αὐτὸς κατεῖχε διὰ θαλάττης τὸν ἀπόπλουν [*](7 ἱδροῦντά FCA 10 Βρεντεσίου F εἰς 14 ναυσὶν εἰσαγαγὼν σπουδαίως 16 ἐξαρτήσας (s) 23 τὰ ante πάντα om 29 του υἱοῦ αὐτοῦ Βαϊμούντου τοῦ προφθάσαντος)
127
ὡς πρὸς τὸ Δυρράχιον ἐθέλων ποιήσασθαι, τοῦ δὲ τὸν Βαϊ- [*](Β) μοῦντον ἄρχειν ἐπέτρεψε διὰ ξηρᾶς μέλλοντα πρὸς τὸ Δυρράχιον ράχιον ὁδεῦσαι. καὶ δὴ τὴν Κορυφὼ διελθὼν καὶ πρός τὸ Δυρράχιον ἀποκλίνας κατά τι ἀκρωτήριον Γλῶσσαν καλούμενον μεγίστῳ κλύδωνι αἴφνης περιπεπτώκει. νιφετὸς γὰρ πολὺς καὶ ἄνεμοι τῶν ὀρῶν κινηθέντες τὴν θάλασσαν σφοδρῶς συνετάραττον. κἀντεῦθεν ἠγείρετο τε τὰ κύματα καὶ ἐπωρύετο αἵ τε κῶπαι τῶν προσκώπων καθιέντων ἐθραύοντο τά θ’ ἱστία διαβιβρώσκοντες ἦσαν οἱ ἄνεμοι, αἱ δὲ κεραῖαι συνθλώμεναι κατὰ τοῦ καταστρώματος ἔπιπτον καὶ αὔτανδρα ἤδη [*](C) τὰ σκάφη κατεποντίζετο, κἄν θέρους ὥρα ἦν τοῦ ἡλίου τὸν καρκίνον ἤδη παρελθόντος καὶ πρὸς τὸν λέοντα ἐπειγομένου, ὁπότε καὶ τὴν τοῦ κυνὸς ἐπιτολὴν εἶναί φασιν. ἐταράττοντο οὖν ἅπαντες ἐξαπορούμενοι καὶ οὐκ εἶχον ὅ τι καὶ δράσαιεν πολεμίοις τοιούτοις ἀντικαθίστασθαι μὴ δυνάμενοι. θροῦς δὲ ἐπῆρτο πολύς, ᾤμωζον, ἐποτνιῶντο, ἐθεοκλύτουν θεὸν σωτῆρα ἐπικαλούμενοι καὶ τὴν ἤπειρον θεάσασθαι ἐπηύχοντό. ὁ δὲ κλύδων τέως οὐκ ἐνεδίδου μηνίοντος ὥσπερ τοῦ θεοῦ [*](D) πρὸς τὸ τοῦ Ῥομπέρτου ἀκάθεκτον καὶ ὑπέρογκον φρύαγμα καὶ τὸ τέλος ἐκ πρώτης ἀφετηρίας οὐκ εὐτυχὲς παραδεικνύοντος ἤδη. τὰ μὲν οὖν τῶν πλοίων σὺν αὐτοῖς πλωτῆρσι κατεποντίσθη, τὰ δὲ ταῖς ἀκταῖς προσαραχθέντα συνεθλάσθη. τῶν δὲ περιστελλουσῶν τοὺς πύργους βυρσῶν ὑπὸ τοῦ ὑετοῦ χαλαρωτέρων γεγονυιῶν οἱ τε ἧλοι τῶν οἰκείων τόπων ἐξέστησαν [*](82) καὶ τὸ ἐντεῦθεν αἱ βύρσαι βάρος εἰληφυῖαι τοὺς ξυλίνους ἐκείνους πύργους ταχὺ περιέτρεψαν καὶ καταρραγέντες τὰς ναῦς κατέδυσαν. τὸ δέ γε σκάφος, ἐν ᾦ ὁ Ῥομπέρτος ἐνῆν, ἡμίθραυστον γεγονὸς μόγις διεσώθη· ἐσώθησαν δὲ καί τινες τῶν ὁλκάδων σὺν τοῖς πλωτῆρσι παραδόξως. [*](99) πολλοὺς μὲν ἡ θάλαττα ἀποπτύσασα οὐκ ὀλίγα δὲ βαλάντια καὶ ἄλλα τινά, ἐξ ὧν τὸ ναυτικὸν τοῦ Ῥομπέρτου [*](4 κατὰ τὸ 6 θάλατταν 8 καθιέντων] καθημένων 11 κατεποντίζοντο 22 προσαρραχθέντα F 28 διεσώθησαν 30 μὲν οὖν)
128
συνεπεφέρετο, περὶ τὴν ψάμμον κατέστρωσε. τοὺς μέντοι νεκροὺς οἱ σωθέντες περιστέλλοντες ἔθαπτον κἀντεῦθεν πολλῆς τῆς ἐκ τούτων δυσωδίας ἐπίμπλαντο. οὐ γὰρ ἐνῆν αὐτοῖς τοσούτους ῥᾳδίως ἐνσοριάσαι. τῶν οὖν ἐδωδίμων πάντων ἀφανισθέντων τάχα ἂν καὶ ὑπὸ λιμοῦ διεφθάρησαν οἱ σωθέντες, εἰ μὴ τὰ λήϊα πάντα καὶ οἱ ἀγροὶ καὶ τοῖς καρποῖς ἔβριθον. συνετὰ μὲν οὖν ταῦτα ἦσαν πᾶσι τοῖς φρονοῦσιν ὀρθῶς, τὸν δὲ Ῥομπέρτον οὐδὲν τῶν γεγονότων ἐφόβει ἀκαταπτόητον ὄντα καὶ ἐς τοσοῦτον, οἶμαι, τὴν ζωὴν [*](Β) ἑαυτῷ διαρκέσαι ἐπευχόμενον, ἐφ’ ὅσον πρὸς οὓς ἐθέλει μάχεσθαι δύναιτο ἄν. ἔνθεν τοι καὶ τοῦ προκειμένου σκοποῦ τῶν γεγονότων οὐδὲν ἀπεῖρξεν αὐτόν, ἀλλὰ μετὰ τῶν σωθέντων ἦσαν γάρ τινες οἱ θεοῦ ἀμάχῳ δυνάμει τοῦ κινδύνου ῥυσθέντες) ἑβδόμην ἡμέραν εἰς τὴν Γλαβινίτζαν ἐγκαρτερήσας ἐφ’ ᾧ αὑτὸν ἀνακτήσαδθαι, διαναπαῦσαι δὲ καὶ τοὺς ἐκ του κλύδωνος τῆς θαλάττης διασωθέντας, φθάσαι δὲ καὶ τοὺς τοὺς εἰς τὸ Βρεντήσιον καταλειφθέντας καὶ μὴν καὶ τοὺς ἄλλοθεν [*](C) προσδοκωμένους διὰ στόλου καταλαβεῖν τούς τε πρὸ μικροῦ φθάσαντας διὰ τῆς ἠπείρου διαπεραιωθῆναι ἱππέας ἐνόπλους καὶ πεζοὺς καὶ τὸ ψιλὸν τῆς αὐτοῦ δυνάμεως, ἅπαντας συναγηοχὼς διά τε τῆς ξηρᾶς καὶ θαλάσσης τὸ Ἰλλυρικὸν πεδίον κατέλαβε μετὰ πασῶν τῶν αὐτοῦ δυνάμεων. συνῆν δὲ αὐτῷ καὶ ὁ ταῦτά μοι διηγούμενος Λατῖνος, ὡς ἔλεγε, πρέσβυς τοῦ ἐπισκόπου βάρεως πρὸς τὸν Ῥομπέρτον ἀποσταλείς, καὶ ὡς διεβεβαιοῦτο, σὺν τῷ Ῥομπέρτῳ τὴν τοιαύτην διέτριβε πεδιάδα. καὶ δὴ ἐντὸς τῶν ἐρειπωθέντων τειχῶν [*](D) τῆς πάλαι καλουμένης πόλεως Ἐπιδάμνου καλύβας ἐπήγνυντο ἰλαδὸν τὰς δυνάμεις κατατιθέμενοι. ἐν ᾗ βασιλεύς ποτε Ἠπειρώτης Πύρρος Ταραντίνοις ἑνωθεὶς Ῥωμαίοις ἐν ᾿Απουληϊᾳ καρτερὸν τὸν πόλεμον συνεστήσατο· καὶ έντεῦθεν πολλῆς γεγονυίας, ὡς ἅπαντας ἄρδην ξίφους παρέμπίμπλαντο [*](3 4 ἀπάντων 9 ἀκαταπτοήτως ἔχοντα εἰς 12 περισωθέντων 15 αὐτὸν 21 τῆς θαλάσσης 28 ἰλαδὸν 29 Ταραντίνοις Possinus: ταραντῖνος FC 31 ἄρδην ἅπαντας)
129
ἀνάλωμα γεγονέναι, ἄοικος πάντη καταλέλειπται. ἐν ὑστέροις δὲ χρόνοις, ὡς Ἕλληνές φασι καὶ αὐτὰ δὴ τὰ ἐν τῇ πόλει γλυπτὰ γράμματα μαρτυροῦσιν, ὑπ’ Ἀμφίονος καὶ Ζήθου [*](100) ἀνοικοδομηθεῖσα εἰς ὃ νῦν ὁρᾶται σχῆμα αὐτίκα καὶ τὴν κλῆσιν μεταμείψασα Δυρράχιον προσηγόρευται. τοσαῦτα μὲν οὖν προσιστορείσθω καὶ περὶ ταύτης τῆς πόλεως· καὶ ἡμῖν τὰ τοῦ τρίτου λόγου ἐνταυθοῖ συμπεπεράνθω, τὰ δ’ ἐφεξῆς ὁ μετὰ τοῦτον εὐθὺς ἱστορήσειεν.

[*](6 παριστορείσθω)