Alexias

Anna Comnena

Anna Comnena. Annae Comnenae Alexiadis, Volume 1. (Corpus Scriptorum Historiae Byzantinae, Volume 38). Schopen, Ludwig; Niebuhur, B.G., editors. Bonn: Weber, 1839.

Ὅθεν μὲν οὖν ὁ αὐτοκράτωρ Ἀλέξιος ὥρμητο καὶ ἐξ V. 39 οἵου γένους, τὸν βουλόμενον εἰδέναι εἰς τὰς τοὐμοῦ Καίσα-

[*](ΑΑΕΞΙΑΑΟC B G. 1. μὲν om. CG.)
83

ρος συγγραφὰς παραπέμπομεν· ἀλλὰ δὴ καὶ τὰ περὶ τοῦ βασιλέως Νικηφόρου τοῦ Βοτανειάτου ἐκεῖθεν ἑλκύσεται. Μανουὴλ μὶν οὖν τὸν πρωτότοκον ἀδελφὸν Ἰσαακίου καὶ Ἀλεξίου καὶ τῶν λοιπῶν τῶν ἐξ Ἰωάννου τοῦ Κομνηνοῦ καὶ πρὸς πατρὸς ἐμοῦ πάππου καταγομένων, στρατηγὸν αὐτοκράτορα ἡ Ἀσία εἶχεν ἅπασα, τοῦ προβεβασιλευκότος Ῥωμανοῦτοῦ Διογενοῦς τοῦτον προχειρισαμένου, αὖθις δὲ καὶ τὸν [*](Β) Ἰσαάκιον δοῦκα ἡ Ἀντιόχου ἐκληρώσατο, πολλοὺς πολέμους νᾶι μάχας ἀγωνισαμένους, πολλὰ δὲ καὶ τρόπαια κατὰ τῶν ἀντικειμένων στήσαντας. καἰ μετ’ αὐτοὺς οὑμὸς πατὴρ Ἀλέξιος στρατηγὸς αὐτοκράτωρ προὐβέβλητο κατατοῦ Οὐρσελίου παρὰ τοῦ τότε βασιλεύοντος Μιχαὴλ τοῦ Δούκα ἀποσταλείς. ὡς δὲ καὶ ὁ βασιλεὺς ὁ Νικηφόρος περιδέξιον τοῦτον περὶ τὰ πολεμικὰ ἐθεάσατο, ἀκηκοὼς δὲ καὶ ὅπως περὶ τὴν ἕω συνὼν τἀδελφῷ Ἰσαακίῳ ὑπὲρ τὸν αὐτοῦ χρόνον ἐν διαφόροις ἀγῶσιν ἐμπέπτωκεν ἀριστεὺς ἀναφανεὶς καὶ ὅπως τὸν Οὐρσέλιον κατετροπώσατο διαφερόντως ἠγάπα καὶ τοῦ [*](C) Ἰσαακίου οὐκ ἔλαττον. καὶ ἐνστερνιζόμενος ἄμφω τἀδελφὼ ἱλαρόν ἐνητένιζεν, ἔστιν οὑ καὶ αὐτῆς τῆς τραπέζης ἀξιῶν. ἀνέφλεγε τοῦτο τὸν κατ’ αὐτῶν φθόνον καὶ μᾶλλον τῶν εἰρημένων δύο βαρβάρων Σθλαβογενῶν, τοῦ τε Βορίλου φημὶ

[*](2. ἐκεῖθεν: ἐκείνου C. 3. οὖν om. C. 4. τῶν prius add. GA. Ἰωάννη Α. 5. κατηγμένων Α et ’n margine CPG. 6. πᾶσα εἶχε AG. 8. δοῦκαν G. 9. ἀγωνισάμενον CG, ἀγωνισαμένου Α. πολλὰ καὶ P. 10. στήσαντα CG. 15, τῷ ἀδελφῷ Α. του αὐτοῦ χρόνου Α. 19. τῆς αὐτῆς τρ. P. 20. αὐτὸν A. 21. Βορίλα G.)
84

καὶ τοῦ Γερμανοῦ. ὁρῶντες γὰρ τὶν τοῦ βασιλέως ἐς αὐτους εὐμένειαν καὶ ὅτι καθ᾿ ὥραν ταῖς τοῦ φθόνου τοξείαις βαλλόμενοι ἄτρωτοι διαμένουσιν, ἐξετήκοντο. τὸν γὰρ Ἀλέξιον, κἀν οὔπω τὸν ἴουλον ἐπανθοῦντα εἰχεν, ἐν πᾶσιν εὐδοκιμοῦντα ὁρῶν ὁ βασιλεύς, στρατηγὸν αὐτοκράτορα τῆς ἑσπέ- ρας ἀναδείκνυσι, τῷ τῶν προέδρων τετιμηκὼς ἀξιώματι. ὅσα μὲν οὖν καὶ κατὰ τὴν ἑσπέραν οὗτος ἀνέστησε τρόπαια, καὶ ὁπόσους ἀποστάτας καταγωνισάμενος ζωγρίας ἦγε τῷ βασιλεῖ, ἀρκούντως προλέλεκται. ἀλλὰ ταῦτα τοῖς φθονοῦσιν οὐκ ἤρεσκεν, ἐξέκαε δὲ μᾶλλον αὐτῶν ἀναφλέγοντα τὸν φθόνον. οἱ καὶ πολλὰ μὲν ὑπετονθόρυζον βυσσοδομοῦντες κατ’ αὐτῶν‘ πολλὰ δὲ καὶ κρύφια λέγοντες τῷ βασιλεῖ, τινα δὲ καὶ εἰς [*](P. 44) τοὐμφανές, ἄλλα δὲ καὶ δι᾿ ἑτέρων, μεθοδείαις τισὶ χρώμενοι, ἐκποδὼν τούτους γενέσθαι παντοίως ἐσπούδαζον. ἀπορίᾳ γοῦν συνεχόμενοι οἱ Κομνηνοί, δέον ἐλογίσαντο τοὺς περὶ τὴν γυναικωνῖτιν ὑποποιήσασθαι καὶ δι’ αὐτῶν τὴν τῆς βασιλίδος ἐπὶ πλέον εὐμένειαν ἐπισπάσασθαι. ἐπαγωγοὶ γὰρ οἱ ἄνδρες καὶ λιθίνην καταμαλάξαι ψυχὴν δυνάμενοι καὶ παντοίοις ἐπιχειρήμασι. τοῦτο ἤδη κατώρθου ὁ Ἰσαάκιος, [*](V. 40) πάλαι πρὸς αὐτῆς ἔπι τῇ ἰδίᾳ ἐξαδέλφῃ εἰς κῆδος προσληφθείς, ὁ γενναιότατος ὢν ἐν λόγοις καὶ πράξεσι καὶ τὰ πλεῖστα τοὐμῷ πατρὶ ἐμφερής. ἀλλ’ ἔπει τὰ περὶ αὐτὸν καλῶς

[*](7. καὶ prius om. G. 8. ζωγρίαν Α. 9. φθονοῦσιν: δούλοις Α. 11. αὐτοῦ C, αὐτὸν Α. 13. καὶ om. AF. 17. εὐμένειαν ἐπὶ πλέον G, 20. αὐτὸν CG. ἀδελφῇ Α. 22. τὠμῷ? περὶ: πρὸς Α.)
85

προκεχώρηκε, πολλὰ φροντίζων ἠν περὶ τἀδελφοῦ, καί ὅσον [*](Β) ἐκεῖνος τούτῳ εἰς τὴν τοῦ κήδους τότε συνῄρετο ὑπόθεσιν, τοσοῦτον οὗτος ἐσπουδάκει μηδ᾿ αὐτὸν τῆς βασιλίδος πορρωτέρω καθεστάναι. Ὀρέστην μὲν οὖν καὶ Πυλάδην φίλους ὄντας τοσοῦτον τὸν πρὸς ἀλλήλους πόθον ἔχειν φασιν, ὡς ὲν καιρῷ μάχης ἀμελεῖν μὶν ἑκάτερον τῶν καθ’ ἑαυτοῦ πολεμίων, ἀμύνειν δὲ τοὺς ἐπιφερομένους θατέρῳ, καὶ προαρπάζειν ἅτερον τὰς πρὸς θάτερον ἐρχομένας τῶν ὀϊστῶν βολάς, τὰ στέρνα ὑπέχοντας. τοιοῦτον καὶ ἐπὶ τούτοις ἦν συνορᾶν. ἄμφω γὰρ τἀδελφὼ καὶ τοὺς κινδύνους προαρπάζειν ἐβούλοντο, [*](C) καὶ τὰς ἀριστείας καἰ τὰς τιμὰς καὶ ἁπλῶς τἀγαθὸν θατέρου ἴδιον ἅτερος ἐλογίζετο, καὶ αὖ τοὐναντίον. τοσοῦτον τὸν πόθον πρὸς ἀλλήλους εἶχον. τὰ μὶν οὑν κατὰ τὸν Ἰσαάκιον οὕτως ἐκ θείας ᾠκονόμητο προνοίας οὐ πολὺ τὸ ἐν μέσω, καὶ οἱ περὶ τὴν γυναικωνῖτιν ταῖς τοῦ Ἰσαακίου ὑποθημοσύναις παραπείθουσι τὴν βασιλίδα υἱοθετήσασθαι τὸν Ἀλέξιον. πείθεται τούτοις, κἀπειδὴ περὶ τὰ βασίλεια κάτα τινα κυρίαν ἡμέραν κίκι ἄμφω γεγόνατον, ἡ βασιλὶς υἱοθετεῖ τὸν Ἀλέξιον κατὰ τὸν παρακολουθήσαντα πέρι τῶν τοιούτων πάλαι τύπον. ἀνέσφηλε γοῦν τοῦ λοιποῦ τῆς πολλῆς [*](D) φροντίδος ὁ μέγας τῶν ἑσπερίων στρατευμάτων δομέστικος. κἄκτοτε θαμὰ τοῖς βασιλείοις ἄμφω φοιτῶντες καὶ τὴν τοῖς

[*](1.1. δελφοῦ AF, τοῦ ἀδελφοῦ PG. 8. πρὸς τὰς εἰς θάτερον CG. 9. ὑπέχοντα Α. 10. ἀδελφὼ Α. ἠβούλοντο Α. 11. τε καὶ τιμὰς Α. 12. θατέρους P. 16. πείθουσι Α.)
86

βασιλεῦσι προσήκουσαν ἀποπληροῦντες προσκύνησιν κω μικρὸνἐγκαρτεροῦντες, τῇ βασιλίδι προσήρχοντο. ταῦτα ἐπὶ πλέον τὸν κατ’ αὐτῶν φθόνον ἐξέκαε. τοῦτο δὲ διὰ πολλῶν οἱ Κομνηνοὶ βεβαιούμενοι, δείσαντες, ἵνα μὴ ἀμφότεροι ταῶ πάγαις αὐτῶν ἁλόντες οὐδένα τὸν ἐπαρήγοντα ἔχωσι, τρόπον ἐζήτουν, δι’ οὗ τὸ ἀσφαλὲς θεοῦ συλλαμβανομένου ἑαυτοῖς περιποιήσαιντο. πολλοὺς οὖν λογισμοὺς συνάμα τῇ μητρὶ [*](P. 45) ἀνελίζαντες καἰ πολλὰ πολλάκις διασκεψάμενοι, μίαν εὗρον κατὰ ἄνθρωπον σωτηρίας ἐλπίδα. ἡ δὲ ἦν τῇ βασιλίδι προσελθεῖν, ὁπηνίκα αἰτίαν τινὰ εὐπρόσωπον πρὸς τοῦτο σχοῖεν, καὶ τὸ ἀπόρρητον ἐξειπεῖν. εἶχον δὲ ὅμως ὑποβρύχιον τὴν βουλὴν καὶ οὐδενὶ τὸ παράπαν τὸ σκοπούμενον ἐξεκάλυπτον. προσεῖχον δὲ καθάπερ οἱ θαλάττιοι, μὴ τὸ θήραμα προσοβήσωσιν. ἀποδρᾶναι μὶν γὰρ ἐμελέτων, ἐπεφόβηντο δὲ ἄρα τοῦτο πρὸς τὴν βασιλίδα εἰπεῖν, μὴ πως ἐκείνη φθάσῃ τὰ κατ’ αὐτοὺς παραδηλῶσαι τῷ βασιλεῖ, καὶ ἀμφοτέρων κηδομένη [*](Β) καὶ τοῦ βασιλέως καὶ τῶν ἀνδρῶν. τούτου τοίνυν κατεγνωκότες τοῦ σκέμματος, ἄλλοσε τρέπουσι τὴν βουλήν. δεινοὶ γὰρ τοῖς παραπεπτωκόσι καιροῖς ἀποχρήσασθαι.

Ἐπεῖ γὰρ ὁ βασιλεὺς τεκνογονεῖν διὰ τὸ γῆρας οὐκ ἐπεφύκει, δεδιὼς δὲ καὶ τὸ ἄφυκτον τῆς τοῦ θανάτου τομῆς, περὶ τοῦ διαδεξομένου διεσκοπεῖτο. ἦν δὲ τηνικαῦτα Συναδηνός τις

[*](1. ἀναπληροῦντες G. 3. κατ’ om. G. 4. ἵνα om. A. 5. οὐδὲ τὸν PA. 14. μὲν om. GA. 15. τῷ βὰς. παραδηλ. τὰ κατ’ αὐτοὺς P. 16. δηλῶσαι Α. 19. περιπεπτωκόσι Α. 21. τε καὶ G. 23. διαδεξομένου C, διαδεξαμένου PGA.)
87

ἐξ ἀνατολῶν ὁρμώμενος, ἐκ γένους λαμπροῦ, τό εἰδος ὡραῖος, τὴν φρένα βαθύς, ῥωμαλέος τὴν χεῖρα, τὴν ἡλικίαν εἰς μειράκιον παραγγέλλων καί ἄλλως δὲ προσήκων αὐτῷ κατὰ γένος· τῶν ἄλλων μᾶλλον ἐσκέπτετο διάδοχον αὐτὸν τῆς βα- [*](C) σιλείας καταλιπεῖν, καθάπερ τινὰ πάτριον κλῆρον τὸ κράτος αὐτῷ διδούς, κακῶς βουλευόμενος. ἐξὸν γὰρ αὐτῷ τὸ ἀσφαλὲς [*](V. 41) μέχρι μέχρι τέλους περιποιήσασθαι, ἅμα δὲ καὶ δίκαιόν τι σκοπεῖν τὴν αὐτοκράτορος ἐξουσίαν τῷ τῆς βασιλίδος υἱῷ Κωνσταντίνῳ καταλιπεῖν καὶ ὡς οἷόν τινα κλῆρον πρὸς πάππου καὶ πατρὸς αὐτῷ διαφέρουσαν, καὶ τὴν βασιλίδα μᾶλλον διὰ. τοῦτο ἐπ’ αὐτῷ θαρρεῖν καὶ τὸ εὔνουν ἐπαύξειν, λέληθεν ἑαυτὸν ὁ γηραλέος ἄδικά τε κὼ ἀξύμφορα διασκοπούμενος καὶ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς τεκταίνων κακά. τούτων ὑποψιθυριζομένων ᾔσθετο ἡ βασιλὶς καὶ περίλυπος ἠν, τὸν [*](D) τοῦ παιδὸς κίνδυνον ὑφορωμένη. κὼ ἦν ἀθυμοῦσα μέν, οὐδενὶ δὲ τὴν λύπην ἐξορχουμένη. τοῦτο τοὺς Κομνηνοὺς οὐ διέλαθεν. εὐκαιρίαν οὖν, ἣν ἐζήτουν, εὑρηκότες, τῇ βασιλέδι προσελθεῖν ἐβουλεύσαντο. τῆς δὲ πρὸς αὐτὴν ὁμιλίας τὴν καταρχὴν ἡ μήτηρ τῷ Ἰσαακίῳ ἐπέτρεψε συμπαρόντος αὐτῷ τἀδελφοῦ Ἀλεξίου. τῶν δὲ προσελθόντων τῇ βασιλίδι ὁ Ἰσαάκιός φησι πρὸς αὐτήν “οὐχ ὡς χθὲς καὶ πρότριτα ὁρῶμέν σε, δέσποινα, ἔχουσαν, ἀλλ’ ὡς ὑπὸ λογισμῶν ἀνεκ-

[*](2. ἐϛ Α. μᾶλλον τοῦτον ἐσκ. διαδ. αὑτοῦ Α. 11. ἐπ᾿ αὐτῷ δι’ αὐτὸ τοῦτο Α. ἐπάξειν C. 13. κατὰ οιυ.P. 17. οὖν ἀνακαλύπτουσα ἐξήτουν καὶ εὑρηκότες G, οὖν ἐζήτουν καὶ εὑρηκότες Α. ἀνακαλύπτουσαν P ia uiaryiiic. 22. ὠ δέσποινα Α.)
88

φόρων δακνομένην καὶ σκεπτομένην, ὡς μὴ θαρρεῖν ἔχου- [*](P. 46) σαν, πρὸς ὃν ἄν ἐκκαλύψειας τὸ ἀπόρρητον." ἡ δὲ τέ μὲν ἐμφαίνειν οὐκ ἤθελε, βύθιον δέ τι στενάξασα “οὐ χρή" φησι “τοὺς ἀλλοτρίαν οἰκοῦντας ἐπερωτᾷν· αὐτὸ γὰρ τοῦτο εἰς λύπην αὐτοῖς ἀξιόχρεων. ἐμὲ δέ, φεῦ, οἶα ἐξ οἵων διεδέξατο καὶ ὁποῖά μοι, ὡς ἔοικε μετ’ οὐ πολὺ ταμιεύεται!" οἱ δὲ ἀποστάντες πλείω μὲν ῥήματα οὑ προσέθεντο· ἐς γῆν δὲ τοὺς ὀφθαλμούς ἐπερείσαντες καὶ περιστείλαντες ἄμφω τὼ χεῖρε, σύννους πρὸς μικρὸν εἱστήκεσαν, εἶτα τὴν συνήθη προσκύνησιν ποιησάμενοι, οἴκαδε ἀπῄεσαν ἀγωνιῶντες. τῇ δ’ ὑστεραίᾳ πάλιν προσερησόμενοι ἥκουσιν. ἱλαρώτερον δὲ ἢ [*](Β) πρώην ἀτενίζουσαν τούτοις ὁρῶντες, προσίασιν ἄμφω καί φασιν “σὺ μὲν δεσπότις, ἡμεῖς δὲ δοῦλοι εὐνούστατοι, πᾶι ὁτιοῦν ἑτοίμως ἔχοντες ὑπὲρ τῆς σῆς βασιλείας παθεῖν. καὶ μή σε λογισμός τις διαταραττέτω, εἰς διψυχίαν ὅλως εἰσάγων." ἐκ τούτων οὑν τῶν λόγων τὰ πιστὰ δεδωκότες τῇ βασιλίδι καὶ ἀπαλλάξαντες ἑαυτοὺς ὑποψίας ἁπάσης, τὸ ἀπόρρητον ἤδη συνίεσαν. ὀξεῖς δὲ ὄντες καὶ ἀγχίνοι καὶ δεινοὶ θηρᾶσαι ἀνθρώπων ἐξ ὀλίγων ῥημάτων βαθέως ἐγκειμένην γνώμην καὶ τέως ἀπόρρητον, καὶ αὐτίκα μάλα προσετίθεντό τε τῇ βασι- [*](C) σιλίδι καὶ ἐκ πολλῶν εὔνους αὐτοὺς φανερῶς κατεστήσαντο καὶ πᾶν εἰς ὅπερ ἂν αὐτοὺς προσκαλοῖτο, ἐκθύμως ἐπαμύνειν

[*](2. ἂν ἐκκαλύψειας C, ἀνακαλύψειας P, ἀνακαλύψαι G. 3. ἐκφαίνειν Α. 9. σύνους PG, recle CA. 10. δὲ G. 13. εὐγνώμονες Α et in inargine GP. 18. lege συνίεσαν, ὀξεῖς τε ὄντες, punclo post ἀπόρρητον posito. 20. τε τῇ Α, τότε δὴ P, τοτὲ τῇ G. 21. κατεστήσαντο G, καταστήσαντες PA.)
89

κατεπηγγείλαντο. συγχαίρειν τε χαιρούσῃ καὶ λυπουμένῃ συνανιᾶοθαι, τοῦτο δὴ τὸ ἀποστολικόν, μάλα προθύμως συνέθεντο. καὶ ὡς αὐθιγενεῖς ἠξίουν τούτους λογίζεσθαι καὶ συνήθεις κἀκεῖθεν ὁρμωμένους ὅθεν καὶ αὐτή, τοσοῦτον ἐπειτόντες, ὡς εἰ τι παρὰ τῶν φθονούντων αὐτῇ τε τῇ δεσποίνῃ καὶ τῷ αὐτοκράτορι κατ’ αὐτῶν εἰσηγηθείη, τοῦτο αὐτοὺς μὴ διαλανθάνοι τὸ παραυτίκα, ἵνα μὴ λάθωσι ταῖς πάγαις τῶν ἐχθρῶν ἐμπεσούμενοι. τοῦτό τε ἠξίουν καὶ θαρρεῖν ἐκέλευον, ὡς σὺν θεῷ γε φάναι τὴν δυνατὴν μετὰ προθυμίας [*](D) εἰσενεγκεῖν βοήθειαν, ὡς ἑαυτῶν γε ἕνεκα μὴ ἐκπεπτωκέναι [*](V. 42) τῆς βασιλείας τὸν ταύτης υἱὸν Κωνσταντῖνον. καὶ δὴ καὶ δι᾿ ὅρκων ἐμπεδοῦν ἤθελον τὰ συνδόξαντα· οὐδὲ γὰρ ἐνῆν διατρίβειν διὰ τοὺς ἐποφθαλμιῶντας. τῆς τε πολλῆς ἀνεκουφίσθησαν λύπης οἱ ἄνδρες καὶ ἐξανέφερον. καἰ τὸ ἀπὸ τοῦδε ἱλαρωτέρου προσώπου τῷ βασιλεῖ διελέγοντο, ὁποδαποὶ ἐκεῖνοι καὶ μᾶλλον ἅτερος τούτων Ἀλέξιος συσκιάσαι ἀπόρρητον ἔννοιαν καὶ βυσσοδομευομένην ἐπιβουλὴν τοῖς φαινομένοις [*](P. 47) προσχήμασιν. ἐπεὶ δὲ ὁ φθόνος μᾶλλον εἰς πυρσὸν ἀνήπτετο μέγιστον, καὶ οὐδὲν τοῦ λοιποῦ τῶν πρὸς τὸν βασιλέα και᾿ αὐτῶν λεγομένων αὐτοὺς διελάνθανε κατὰ τὰ πρώην συνδόξαντα, ἐγίνωσκον δὲ καὶ τοὺς διὸ παραδυναστεύοντας δούλους βουλευομένους ἐκποδὼν τούτους ποιήσασθαι, οὐκέτι

[*](1. κατεπηγγείλατο C χαιρούσῃ Α συγχαιρούσῃ PG. 3. τούτοις G. 0. εἰσηγήσαιτο P, alleruiii G. 8. ἐκέλευεν ἑ G. 15. ὁποδαπὲς οἱ ἐκεῖνοι p. ὁποδαποὶ C, ὁποδαπὸς ἐκεῖνος G, ποδαποὶ έκεῖνοι A. 17. βυσσοδομεύειν Α. 18. μᾶλλον om. Α. 21. ἐγίνωσκε GC 22. βουλομένους Α.)
90

κατὰ τὸ σύνηθες ὁμοῦ τοῖς βασιλείοις ἐφοίτων ἀλλ’ ἑτερήμερος ἠν ἑκάτερος. τὸ δὲ σκέμμα σοφόν τε καὶ Παλαμήδειον, ἵν εἰ γένοιτο τὸν ἕτερον τούτων κατασχεθῆναι δάι τὰς λαθραίας ἐπιβουλὰς τῶν παραδυναστευόντων ἐκείνων Σκυθῶν, [*](B) ἅτερος ἀποδράσειε, καὶ μὴ ἅμα καὶ ἄμφω ταῖς πάγαις τῶν βαρβάρων ἐμπεσοῦνται. ἀλλὰ τὸ μὲν σκέμμα τοιοῦτον ην. ου μὴν κάτα τὴν ὑποψίαν ἐκείνων απηντηκει τουτοις πράγματα. ἔφθασαν γὰρ κρείττους γενέσθαι τῶν ἐπιβουλευόντων ἀνδρῶν, ὡς ἔνθεν ὁ λόγος ἀφορμηθεὶς διὰ πάσης σαφηνείας δηλώσειε.

Τῇς πόλεως τοίνυν Κυζίκου κατασχεθείσης παρὰ τῶν Τούρκων, πυθόμενος τὴν τῆς πόλεως ἅλωσιν ὁ αὐτοκράτωρ, τὸν Κομνηνὸν αὐτίκα μετεκαλεῖτο Ἀλέξιον. ἔτυχε γὰρ κατὰ τὴν ἡμέραν ἐκείνην ὁ Ἰσαάκιος ἐληλυθώς. ὡς δὲ εἰσερχόμενον τοῦτον παρὰ τὴν συνθήκην ὁ ἀδελφὸς Ἰσαάκιος ἐθεάσατο, προσελθὼν ἠρώτα ὅτου χάριν παρεγένετο. ὁ δ’ εὐθὺς τὴν αἰτίαν εἰρήκει, “ὅτι μέ" φησιν “ὁ αὐτοκράτωρ προσεκα- [*](C) λέσατο." εἰσελθόντων οὖν ἀμφοῖν καὶ τὴν συνήθη προσκύνησιν ποιησαμένων, ἐπεὶ ἀρίστου καιρὸς ἤδη παρῆν παρῆν, προσμεῖναι μικρὸν παρακελευσάμενος, προστάττει κοινῆς αὐτῷ τραπέζης μετειληχέναι. καὶ δὴ διαιρεθέντες ὁ μὲν περὶ τὸ δεξιὸν καθῆστο τῆς τραπέζης, ὁ δὲ πέρι τὸ εὐώνυμον, ἀντικρὺ ἀλλήλων. μετ’ ὀλίγον δὲ τοῖς περιεστῶσιν ἐνατενίσαντες, μετὰ

[*](1. τὸ om. A. 2. ἦν: an ἤει? 3. ἵνα p. 9. ἀφορμισθεὶς A. 16. ὁ δὲ. P. 17. παρεκαλέσατο G. 18. ἄμφω A. 20. κοινῆς αὐτῷ: τούτους κοινῆς A, 21. δεξιὸν μέρος τῆς τραπέζης P, δεξ. καθῆστο τραπέζης G, recte CA.)
91

ακυθρωπότητος ψιθυρίζοντας ἑώρων. δείσαντες οὖν μή τι κατ᾿ αὐτῶν μελετῶσιν οἱ δοῦλοι καὶ ὑπόγυιος αὐτοῖς ὁ κίνδυνος εἴη, λαθριδίοις βλέμμασιν ἀλλήλοις ἐνητένιζον, μὴ ἔχοντες ὅ τι καὶ δράσαιεν. ἐπεὶ δὲ πρὸ πολλοῦ τοὺς περὶ τὸν βασιλέα ἅπαντας μειλιχίοις λόγοις, προπομπαῖς τε καὶ [*](D) παντοίαις δεξιώσεσιν ἐσφετερίζοντο, καὶ αὐτὸν τὸν ὀψοποιὸν δεξιωσάμενοι ἱλαρὸν αἰτοῖς προσβλέπειν ἀνέπεισαν, τούτῳ προσελθών τις τῶν θεραπόντων Ἰσαακίου τοῦ Κομνηνοῦ φησίν “ἀπάγγειλον τῷ κυρίῳ μου τὴν τῆς Κυζίκου ἅλωσιν. γράμμα γὰρ ἐκεῖθεν ἥκει τοῦτο μηνύον." ὁ δ᾿ εὐθὺς ἅμα τε ὄψα τῇ τραπέζῃ παρετίθει ἅπερ παρὰ τοῦ ὑπηρέτου ἀνεδιδάχθη, ἀνεδίδασκε τὸν Ἰσαάκιον ἠρεμαίᾳ φωνῇ. ὁ δὲ μικρὸν ὑποκινήσας τὰ χείλη ἐσήμανε τἀδελφῷ τὸ λεχθέν. ὀξὺς δὲ ὢν περὶ τὸ νοεῖν καὶ πυρὸς θερμότερος ὁ Ἀλέξιος, αὐτίκα ἥρπασε τὸ λεγόμενον. ἀνέπνευσαν οὖν καὶ ἄμφω τῆς κατασχούσης αὐτοὺς ἐννοίας. καὶ γεγονότες ἑαυτῶν ἐσκοποῦντο, [*](P. 48) ἵν᾿ εἴ πού τις αὐτοὺς ἔροιτο περὶ τούτου, ἑτοίμως ἀποκριθήσωνται, εἰ δὲ καὶ ὁ βασιλεὺς αὐτοὺς εἰς βουλὴν ἀγάγοι, προσηκόντως αὐτῷ βουλεύσοιντο. τοιαῦτα τούτων λογιζομένων, ὁ βασιλεὺς ἀπιδὼν πρὸς, τοὺς ἄνδρας, ὡς δὴ ἀγνοοῦντας [*](V. 43) αὐτοὺς τὰ κατὰ τὴν Κύζικον τὴν ἅλωσιν ἀυτῆς ἔλεγεν. οἱ δὲ καὶ γὰρ ἦσαν ἕτοιμοι ψυχὴν θεραπεῦσαι κυμαι-

[*](5. μειλιχίους λόγους G. 6. ἀξιώσεσιν et mox ἀξιωσάμενοι G. 9. ἅλωσιν: κατάσχεσιν A. 12. τῇ φωνῇ G. 15. προήρπασε P. ἀνένευσαν CGA. καὶ oin. G. 18. αὐτοὺς om. G. 21. αὐτοῖς ἔλεγεν Α. 22. ἔτυμοι G.)
92

νομένην βασιλέως ἔπι πορθήσεσι πόλεων) ἀνήγειραν τε τὸ πεπτωκὸς τοῦ αὐτοκράτορος φρόνημα καὶ πρὸς ἐλπίδας ἀγα- [*](Β) θὰς ἀνεθέρμηναν, ῥᾳδίως τὴν πόλιν ἐπανασωθῆναι κατεγγυώμενοι. “μόνον" φησι “τὸ σὸν κράτος ἐχέτω καλῶς· οἱ δέ γε πολιορκῆται τῆς πόλεως ἑπταπλάστον εἰς τὸν κόλπον αὐτῶν ἀπολήψονται ὦν εἰργάσαντο." τότε μὲν οὖν ἠγάσω τούτους ὁ βασιλεύς, καὶ τῆς εὐωχίας ἀπολύσας τὸ ἑξῆς τῆς ἡμέρας ἀπεριμερίμνως ἔσχε. τὸ ἀΠὸ τοῦδε τοίνυν ἐπιμελὲς ἔσχον οἱ Κομνηνοὶ τοῖς βασιλείοις προσιέναι καὶ τοὺς περ τὸν βασιλέα ἔτι μᾶλλον ἐναγκαλίζεσθαι, χαἰ αὐτοὺς μὶν μὴ διδόναι λαβὴν τὸ παράπαν τοῖ; κατ’ αὐτῶν μελετῶσι, μηδ’ ἡντιναοῦν πρόφασιν ἀπεχθείας αὐτοῖς ὑπανοίγειν· πάντας [*](C) δὲ ἀναπείθειν στέργειν αὐτοὺς καὶ τὰ ὑπὲρ αὐτῶν φρονεῖν τε καὶ λέγειν. προσεμηχανῶντο δὲ πλέον ὑποποιεῖσθαι καὶ τὴν βασιλίδα Μαρίαν καὶ οὔλους αὐτοὺς ἐκείνην καὶ βλέπειν καὶ ἀναπνεῖν. ὁ μὲν γὰρ Ἰσαάκιος καὶ τὸ κῆδος τὸ ἐπὶ τῇ ἐξαδέλφῃ αὐτῆς προβαλλόμενος, τὴν παρρησίαν ξυνέτεινεν· ὁ δὲ ἐμὸς πατὴρ οὐχ ἧττον μὲν καὶ διὰ τὴν ἐξ ἀγχιστείας συγγένειαν, πλέον δὲ τὴν υἱοθεσίαν λαμπρὰν ὑπόθεσιν τῶν πρὸς τὴν βασιλίδα εἰσόδων ποιούμενος, παντάπασιν ἀνέμφαντος ἦν καὶ τὸν φθόνον τῶν πονηρευομένων αὐτῷ συνεσκίαζεν. οὐδὲ γὰρ ἐλάνθανεν αὐτὸν τὸ βαρύμηνι τῶν βαρβάρων ἐκεί- [*](D) νων δούλων καὶ τὸ τοῦ βασιλέως κουφότατον. καὶ εἰκότως

[*](1. ἐνήγειραν CG. 3. ἐνεθέρμηναν G. ὁ. φασὶ coni. Hoeschel. 6. ἀπολείψονται G. 11. κατ’ om. P. 14. τε om. A. ποοσεποιῶντο P. δέ τι πλέον Α. καὶ om. G.)
93

κπεσεῖν τῆς ἐκείνης εὐνοίας ἐφρόντιζον, ἵνα μὴ ἐντεῦθεν τοῖς ἐχθροῖς παρανάλωμα γένοιντο. τὰ γάρ τοι κουφότατα ἤθη εὐμετάφορά πως καὶ Εὐρίπου δίκην ὡς ἐν παλιρροίᾳ περιπλαζόμενα.

Ταῦτα ὁρῶντες οἱ δοῦλοι καὶ ὅπως οὐ κατὰ σκοπὸν αὐτοῖς τὸ πρᾶγμα προίει, οὐδὲ ἡ τῶν τοιούτων ἀνδρῶν πώλεια εὐχερής ἐστιν αὐτοῖς, τῆς τοῦ αὐτοκράτορος ἐς ὐτοὺς εὐμενείας ὁσημέραι αὐξανούσης, πολλὰ μὲν εἰπόντες, τολλὰ δὲ καὶ ἀπειπόντες, ἐφ’ ἑτέραν ἀτραπὸν ἐτράπησαν. τις δὲ αὕτη; ἵνα ὲν μιᾷ νυκτὶ μετακαλεσάμενοι τούτους βουλῆς ἄτερ τοῦ κρατοῦντος, ἐκποδὼν τοὺς ἄνδρας ποιήσονται, τοὺς αὐτῶν ὀφθαλμοὺς ἐξορύξαντες, ψευδῆ αἰτίαν ἀναπλασάμενοι. [*](P. 49) τοῦτο τοὺς Κομνηνοὺς οὐ διέλαθε. καὶ ἔπει πολλὰ γνωσιμαχήσαντες ὑπόγυιον τὸν κίνδυνον ἔγνωσαν, μίαν σωτηρίας ἐλπίδα τὴν ἀποστασίαν ἐδόκουν, πρὸς ταύτην κατ’ ἀνάγκην πολλὴν συνωθούμενοι. τί γὰρ δεῖ περιμένειν τὸν ἐπενεγκόντα μύδρον τοῖς ὄμμασι καὶ τὸν ἐν αὐτοῖς ἥλιον ἀποσβέσοντα; ὑποβρύχιον οὖν έν ταῖς ψυχαῖς τὴν γνώμην ταύτην εἶχον. ἐπεὶ δὲ μετ᾿ οὐ πολὺ προσετέτακτο ὁ Άλέξιός τινα μερίδα τῆς στρατιᾶς εἰσαγαγεῖν μέλλουσαν ἐξοπλίζεσθαι κατὰ τῶν πορθησάντων τὴν πόλιν Κυζίκου Ἀγαρηνῶν, ἔτυχε γὰρ τηνικαῦτα δομέστικος ὤν τῆς ἑσπέρας,) ἀφορμῆς εὐλόγου δραξάμενος, [*](Β) τοὺς εὔνως πρὸς αὐτὸν ἔχοντας τῶν τοῦ στρατοῦ

[*](7. αὐτοῖς om. A. 11. ποιήσωνται G. 12. ἐναπλασάμενοι G. 21. Κυζίκου om. C. μέγας δομέστικος Α. ὢν: ἐν P.)
94

ἡγεμόνων μετὰ τῶν ὑπ’ αὐτοὺς διὰ γραμμάτων μετεκαλέσατο. καὶ δὴ κινηθέντες ἅπαντες πρὸς τὴν μεγαλόπολιν ἠπείγοντο. ἐν τοσούτῳ δὲ εἰσελθώντις ἐξ ὑποθήκης θατέρου τῶν δούλων, τοῦ λεγομένου Βορίλου, ἤρετο τὸν βασιλέα, ἑ κατὰ γνώμην αὐτοῦ τὰς δυνάμεις ἁπάσας ὁ μέγας δομέστι- [*](V. 44) κος εἰς τὴν βασιλεύουσαν πόλιν εἰσάγει. ὁ δ’ εὐθὺς μετακαλεσάμενος τοῦτον ἠρώτα, εἰ ἀληθές ἐστι τὸ λεγόμενον. καὶ ὃς αὐτίκα τοῦτο μὶν οὐκ ἠρνεῖτο, ὅτι στρατιά τις εἰσάγεται τῇ ἐκείνου κελεύσει, πρὸς δὲ τὸ πᾶσαν ἁπανταχόθεν ἔντα θοῖ συναθροίζεσθαι, πιθανῶς παρεκρούετο. “ὁ γάρ τοι στρατός" φησιν “διεσπαρμένος ὢν ἁπανταχόθεν, ἄλλος ἄλλοθεν ἥκει λαβὼν τὸ ἐνδόσιμον· καὶ οἱ τούτους ὁρῶντες ἐκ διαφόρων μερῶν τῆς τῶν Ῥωμαίων ἡγεμονίας ἀθρόους ἀφικνουμένους, νομίζουσιν ὡς ἀπὸ συνθήματος πάντα τὸν στρατὸν ἐνταυθοῖ συναθροίζεσθαι, τῇ θέᾳ καὶ μόνη ἐξαπατώμενοι." καὶ τοῦ Βορίλου πολλὰ πρὸς τούτους τοὺς λόγους ἀνθυπενεγκόντος, ἰσχυρώτερος καὶ οὕτως ἦν ὁ Ἀλέξιος καὶ ὅλαις ἐκράτει ψήφοις. ὁ δὲ Γερμανὸς ἁπλούστερος ὢν οὐ πάνυ τοῦ Ἀλε- [*](D) ξίου κατέτρεχεν. ἐπεὶ δὲ οὐδὲ τὰ εἰσηγηθέντα ταῦτα κὰτ τοῦ δομεστίκου τὴν τοῦ βασιλέως ἐξετάραξε ψυχήν, καιροῦ λαβόμενοι καὶ ἀδείας, ἑσπέρα δὲ ἦν,) τὴν κατὰ τῶν Κομνηνῶν ἐνέδραν ἐξήρτυον. ἔστι μὶν γὰρ ἄλλως φύσει τὸ δοῦλον τοῖς δεσπόταις πολέμιον, ὅταν δὲ τῶν δεσποτῶν ἀστο-

[*](4. βουρίλα P. 6. βασιλεύουσαν om. A. ὁ δὲ G. 9. ἐνταυθοῖ: αὐτῇ A. 15. καὶ τοῦ: καίτοι τοῦ P. 16. ἀντεπενεγκόντος P. 18. δὲ om. G. 19. κατὰ τοῦ δομεστίκου om. CGA.)
95

χήσῃ, ἔξουσίας δραξάμενον κατὰ τῶν ὁμοδούλων ἀνύποιστον γίνεται. τοιούτου γοῦν ἐπειράθη καὶ ἤθους καὶ φρονήματος τῶν εἰρημένων δούλων ὁ Κομνηνὸς Ἀλέξιος. ἐντεῦθεν οἱ ἤδη ῥηθέντες οὑχ ὑπὲρ τοῦ αὐτοκράτορος κατὰ τῶν Κομνηνῶν ἐμήνιον. ἀλλ’ ἐβασιλεία μὲν ὁ Βορῖλος, ὥς τινες ἔφασαν, ὁ δέ γε Γερμανὸς κοινωνὸς ὤν αὐτῷ τοῦ σκέμματος ἐπιμελῶς σὺν αὐτῷ ἐνέδραν ἔξήρτυε. καὶ πρὸς ἀλλήλους τὰ βουλεύόμενα διελέγοντο καὶ ὕπως ἂν αὐτοῖς κατὰ νοῦν νοῦβν ἀποβαίῃ [*](p, 50) τὸ πρᾶγμα· καὶ εἰς τοὐμψανὲς ἤδη ἔξέφερον τὸ τὸ ὑπ᾿ οτέως λαλούμενον. ἠκροᾶτό τις τῶν λεγομένων Ἀλανὸς τὸ γένος, μάγιστρος τὴν ἀξίαν, ἐκ πολλοῦ προσωκειωμένος τῷ βασιλεῖ κἀν τοῖς οἰκείοις διατελῶν. τηνικαῦτα γοῦν ἐξελθὼν μέσης ἤδη φυλακῆς τῆς νυκτὸς ἐκτρέχει πρὸς τοὺς Κομνηνούς, ἀπαγγελῶν ἅπαντα τῷ μεγάλῳ δομεστίκῳ. τινὲς τινὲς δέ φασι, μηδὲ τὴν βασιλίδα τὴν πρὸς τοὺς Κομινηνοὺς τοῦ μαγίστρου ἄφιξιν παντάπασιν ἠγνοηκέναι. ὁ δὲ εἰσάγει τοῦτον τῇ μητρὶ καὶ τἀδελφῷ. ἐνωτισθέντες δὲ τὴν ἀπευκταίαν [*](Β) ἐκείνην ἀγγελίαν, δέον ἐλογίσαντο τὸ τέως κρυπτόμενον εἰς τοὐμφανὲς ἀγαγεῖν καὶ ·ξὺν θεῷ τὴν σφῶν σωτηρίαν περι- ποιήσασθαι. ἐπεὶ δὲ μετὰ τὴν ἐπιοῦσαν ἐμεμαθήκει τὸ στράτευμα καταλαβεῖν τὴν Τζουρουλόν, πολίχνιον δὲ τοῦτο περί

[*](2. ἤθους τε καὶ P, alterum G. 5. ἐμηνίων Α. βορίλας CG, βόριλος Α. 6. ὢν om. G. 10. τέως : κατὰ τῶν Κομνημῶν add. Α. 12. ἐξελθὼν om. CGA. 14. ἀπαγγέλλων Ρ, ἀπαγγελῶν C, καὶ τὸ σκέμμα ὑποδηλοῖ Α. 21. Τζουρου- λῶν G.)
96

που τὴν Θρᾴκην κείμενον,) ὁ δομέστικος περὶ πρώτην φυλακὴν τῆς νυκτὸς φοιτᾷ πρὸς τὸν Πακουριανόν· ἀνὴρ δὲ οὗτος μικρὸς ἦν δέμας κατὰ τὸν ποιητήν, πλὴν ἀλλὰ μαχητής, γένεους λαμπροῦ ἔξ Ἀρμενίων ὁρμώμενος· καὶ ἀνακοινοῦται γένους λαμπροῦ ἔξ Ἀρμενίων ὁριμώμενος· καὶ ἀνακοινοῦται τούτῳ τὰ πάντα, τὴν μῆνιν τῶν δούλων, τὸν φθόνον, [*](C) τὴν ἐκ πολλοῦ κατ᾿ αὐτῶν μελέτην καὶ τὴν ἔξ ὑπογυίου μελετωμένην τῶν ὀφθαλμῶν ἐκκοπὴν αὐτῶν, καὶ ὡς οὐ χρὴ ὡς ἀνδράποδα παθεῖν, ἀλλὰ δράσαντάς τι γενναῖον ἀπολέσθαι, εἰ καὶ τούτου δεήσειε· καὶ τοῦτο γὰρ ἴδιον μεγαλοψυχίας ἔλεγεν. ὁ δὲ ἅπαντα διακηκοὼς καὶ συνειδὼς ὡς οὐ χρὴ μέλλειν ἐν τοῖς τοιούτοις, ἀλλὰ ταχέως γενναιοτέρου ἔξέλθῃς τῶν ἐνταυθοῖ, συνέψομαί σοι κἀγὼ προθύμως ἐπαγωνιςόμενος. εἰ δὲ ἐς νέωτα φυλάξεις τὸ βουλευόμενον, ἀλλ᾿ ἐμέ γ᾿ ἴσθι αὐτὸν ἐμὲ προσελθόντα τῷ βασιλεῖ, παρυτίκα καὶ σοῦ [*](D) καὶ τῶν σὺν σοὶ κατειπεῖν, μηδὲ μικρὸν ἀναβαλλόμενον." ὁ δὲ “ἐπεί σε τῆς ἐμῆς κηδόμενον ὁρῶ σωτηρίας, θεοῦ δὲ τοῦτο πάντως ἔργον, οἰκ ἀποστήσομαί σου τῆς βουλῆς, πλὴν ἀλλὰ χρὴ δι᾿ ὅρκου τὸ ἀσφαλὲς ἐκάτερον ἔχειν." ἔνθεν τοι καὶ πίστει πρὸς ἀλλῄλους δι᾿ ὅρκων ἐποιηςάτην, ὡς ἄρα, εἰ εἰς τὸν βαςίλειον θρόνον αὐτὸν ἀγάγῃ θεός, ἐκεῖνον εἰς τὴν τοῦ δομεστίκου ἀξίαν ἀναγάγῃ, ἣν νῦν αὐτὸς ἐν τῷ τέως κατεῖχεν. [*](3. μὲν ἔην τὸ δέμας Α. 6. ὐπογύου C ubique. μεμελετωμένην G. 9. γὰρ om. G. 10. συνειδὼς Α, συνειδὼν PG. 13. ἐπαγωνιςάμενος Α. 15. ἐμὲ om. A. 20. ἐπιστωςάτην Α.) [*](bus Thraciae oppidum est, perventuras didicisset, prima vigilia Pacurianum convenit. vir is erat exigua quidem, ut poeta ait, corporis mole, sed manu fortis et illustri genere ex Armenia ortus; cui enarrat Omnia, iram atque invidiam servorum et quae dudum in se machinati essent: nune excaecationis periculum instare. ceterum non serviliter pati, sed fortiter agendo, si ita necesse fuerit, mori oportere; hoc esse magnorum animorum proprium. quibus Pacurianus cognitis, cum non cuntandum in einusmodi rebus, sed acriter audendum esse probe intelligeret, “si cras mane, inquit, hinc profecturus es, et ego sequar teque defendam; sin autem in posterum rem differs, me ipsum scias imperatorem aidturum, protenus tua tuorumque consilia indicatum.” cui Alexius “quoniam salute, respondit, meam cordi tibi esse video, quod non dubito dei erga me benevolentiae tribuere, obsequar consilio tuo; prius tamen firmari utrimque fidem oportet iureiurando.” ita fide data et accepta, spondent, si regium solium deus Alexio dedisset, in illum magni dumestici digni-)

97
ἐξελθὼν οὖν ἐκεῖθεν ὁ Κομνηνὸς Ἀλέξιος καὶ τοῦ Πακου- [*](ν. 45) ριανοῦ ἀπαλλαγείς, πρὸς ἕτερον ἄνδρα καὶ αὐτὸν Ἀρειμάνιον τὸν Οὐμπερτόπουλον ἄπεισι καὶ τούτῳ τὸν ἴδιον ἀπαγγέλλει σκοπὸν καὶ τὴν αἰτῶν παρίστησι, καθ’ ᾖν διαδρᾶναι βουλόμενος εἰς συμμαχίαν καὶ αὐτὸν προσκαλεῖται. ὁ δ᾿ εὐθὺς κατενενεύκει· “κἀμὲ δ᾿ " ἔφη “ πάντως ἕξεις εὐψύχως σου κὼ μάλα προκινδυνεύοντα. προσέκειντο κἒ καὶ τῷ Ἀλεξίῳ μᾶλλον οἱ εἰρημένοι ἄνδρες τα τε ἄλλα, καὶ διότι ἀνδρείᾳ καὶ συνέσει τῶν ἄλλων διέιοφερε· φιλοδωρότατόν τε ὄντα καὶ τὴν χεῖρα, εἴπερ τις ἄλλος, περὶ τὰς δόσεις εὐκίνητον λίαν ὑπερηγάπων, καίτοι μὴ πάνυ τι πλούτῳ περιρρεόμενον. οὐ γὰρ ἦν τῶν ἁρπαζόντων [*](p. 51) ἐν πρὸς τὸ πλουτεῖν διακεχηνότων. τὸ γὰρ ἐλευθέριον οὐκ ἐν πλήθει παροχὴς χρημάτων κρίνεσθαι εἴωθεν, ἀλλὰ γνώμῃ ταλαντεύεσθαι πέρυκεν. ἔστι γὰρ τὸν ὀλίγα κεκτημένον καὶ πρὸς λόγον τῶν ἐνόντων καταβαλόνταλ ἐλευθέριον εἶναι, τὸν δέ γε πλοῦτον πολὺν ἔχοντα καὶ τῇ γῇ κατορύττοντα ἢ μὴ κατὰ λόγον τοῦτον τῷ δεομένῳ παρέχοντα ἄλλον Κροῖσον ἢ χρυσομανῆ Μίδαν, κίμβικά τε καὶ γλίσχρον καὶ ἓνα τῶν διαπριόντων τὸ κύμινον εἰπὼν ἄν τις οὐ διαμάρτοι τοῦ δέοντος. πάσαις τοίνυν ἀρεταῖς κεκοσμημένον τὸν Ἀλέξιον οἱ ἤδη ῥηθέντες ἄνδρες ἀνέκαθεν καὶ πάλαι γινώσκοντες, τὴν

[*](B)[*](2. ῥηθέντες PG, alterum A. 6. δὲ G. 8. δὲ τῷ μᾶλλον Λλεξίῳ P, δὲ μᾶλλον καἰ τῷ ᾿Α. G, δὲ καὶ τῷ Ἁ. μᾶλλον. C. 12. τι : γε P. 15. πέφυκεν om. A. 18. καιὰ : πρὸς c. τῷ δεομένῳ add. C. 20. διαμάρτῃ A. 22. τὴν ἀνάῤῥησιν τούτου ἐπηύκοντο A.)
98

ἀνάρρησιν αὐτοῦ καἰ ἠγάπων καὶ ἐπηύχοντο. ὁ δὲ Ἀλέξιος καἰ ἐξ αὐτοῦ αἰτήσας ὅρκον καὶ λαβών, δρομαῖος ἄπεισιν οἴκαδε καὶ πάντα ἀνακοινοῦται τοῖς οἰκείοις αὐτοῦ. νὺξ δ῾ ἥν ἡ τῆς τυροφάγου κυριακῆς, καθ’ ἣν οὑμὸς πατὴρ ταῦτα ἐσκέπτετο. τὴν δὲ μετ’ αὐτὺν ὄρθρου βαθέος μετὰ τῶν ἀμφ᾿ αὐτὸν ἐξεληλύθει τῆς πόλεως ἔνθεν τοι καὶ τὸ πλᾶθος ἀποδεξάμενον τῆς ὁρμῆς τὸν Ἀλέξιον καὶ τῆς ἀγχινοίας, ἐξ ἔξ τῶν πραγμάτων ᾀσμάτιον αὐτῷ ἀνεπλέξαντο, ἐξ ἰδιώτικος μὲν συγεκέιμενον γλώττης, αὐτὴν δὲ τὴν τοῦ πράγματος ἐπίνοιαν ἐμμελέστατα ἀνακρουόμενον καὶ παρεμφαῖνον τὴν τε προαίσθησιν τῆς κατ’ ἐκείνου ἐπιβουλῆς καὶ τὰ παρ’ αὐτοῦ μεμηκανημένα. τὸ δὲ ᾀσμάτιον αὐταῖς λέξεσιν εἶχεν οὕτως “τὸ σάββατον τῆς τυρινῆς, χαρεῖς Ἀλέξιε ἐνόνσές τὸ καὶ τὴν δευτέραν τὸ πρωὶ εἶπα καλῶς γεράκιν μου.’ εἶχε δὲ ὧδέ πως ἐννοίας τὸ διαφημιζόμενον ἐκεῖνο ᾀσμάτιον· ἄρα κατὰ μὲν τὸ τυρώνυμον σάββατον ὑπέρευγέ σοι τῆς ἀγχιοίας, κινοίας, Ἀλέξιε! τὴν δὲ μετὰ τὴν κυριακὴν δευτέραν ἠῶ ραν καθάπερ τις ὑψιπέτης ἱέραξ ἀφίπτασο τῶν ἐπιβουλευόυτων βαρβάρων.

Ἐπεὶ δὲ ἡ μήτηρ Κομνηνῶν ἡ Δαλασσηνὴ Ἄννα γαμβρὸν ἔφθασεν εἰσποιήσασθαι ἐπὶ τῇ θυγατρὶ Μανουὴλ

[*](1. ὁ δὲ Ἀλέξιος: ὅρκον οὑν καὶ ἀπὸ τοῦ οὐμπερτοπούλου λαβὼν Α. 2. δρομαίως Α. 3. οἰκείοις add. Α. δ’ add. A. 5. βαθέος: ταχέως C. 6. αὐτῶν Cocrrexi. 8. τῶν om. P. ἀνεπλέξαντο G. 9. μὲν: δὲ C. γλώττης om. C. αὐτὴν δὲ — ἀνακρουόμενον add. A. 10. κατεμφαῖνον CGA. 15. ὡς om. A. 16. τυρώνιον C, τυρώμενον G. 17. ἡμέραν om. P. 18. ἀφίπτασο Α, ἀφίπτατο PG. 21. τῇ add. C.)
99

τοῦ πρωτοτόκου τῶν υἱῶν αὐτῆς τὸν τοῦ Βοτανειάτου ἔγγονον, [*](D) vov, πτοηθεῖσα μὴ ὁ παιδαγωγὸς αὐτοῦ γνοὺς τὴν ἐπιβουλὴν προσαγγείλῃ τῷ βασιλεῖ, βουλὴν ἀρίστην βουλεύεται. καὶ δὴ προσκυνήσεως χάριν τῶν τοῦ θεοῦ ἁγίων ἐκκλησιῶν ἀθροισθῆναι κελεύει πάντας ἑσπέρας. ἦν γὰρ αὐτῆ̣ σύνηθες εἰς τὰ ἱερὰ τεμένη φοιτᾶν. γίνεται τοῦτο. καὶ δὴ πάντες, ὡς ἔθος, παρῆσαν, ἐξῆγόν τε τοὺς ἵππους τῶν ἱπποστάθμων, ἐπιμελῶς στρωννύειν σχηματιζόμενοι τὰς γυναιξὶ πρεπούσας ἐφεστρίδας. ὁ δέ γε τοῦ Βοτανειάτου ἔγγονος σὺν παιδαγωγῷ ὕπνωττον· ἀπομεμέριστο γάρ τι τούτοις οἴκημα ἴδιον. περὶ πρώτην δὲ φυλακὴν τοὺς πυλεῶνας κλείσαντες οἱ Κομνηνοὶ μέλλοντες ἤδη ἐξοπλίζεσθαι καὶ τῆς βασιλευούσης πόλεως ἀφίπτασθαι, τῇ μητρὶ παρέσχον τὰς κλεῖς, ἔκλεισάν τε ἀψοφητὶ καἰ τὰς θύρας τοῦ δώματος, ἐν ᾧ ὁ ἐπ’ ἐγγόνῃ γαμ- [*](V. 46) βρὸς αὐτῆς ὁ Βοτανειάτης ἀφύπνωττεν, οὐ μέντοι ἀκριβῶς κατασφαλισάμενοι ὡς ἐφαρμόσαι ταύτας ἀλλήλαις, ἵνα μὴ [*](p. 52) ψόφος τις γεγονὼς διυπνίσῃ αὐτόν. τούτων οὕτω γινομένων, τὸ πλεῖστον παρῳχήκει τῆς νυκτός. πρὸ ἀλεκτοροφωνίας οὖν πρώτης τοὺς πυλεῶνας ἀνοίξατες, τήν τε μητέρα καἰ τὰς ἀδελφὰς καὶ τὰς σφῶν γυναῖκας καὶ τὰ παιδία συμπαραλαβόντες μέχρι τοῦ Κωνσταντινιανοῦ φόρου ὁμοῦ πεζῇ συναπῄεσαν. κἀκεῖθεν συνταξάμενοι ταύταις, ἐκεῖνοι μὶν πρὸς

[*](1. τὸν: τῶν P. ἔκγονον CG. 2. αὐτῆς CG. 10. ὕπνῳ βαρούμενος PG, alterum P in inargine. 11. πυλῶνας C. 12. ὁπλίζεσθαι P. 14. ἐν ᾠ ἦν ὁ G. ἐκγόνη G. 21. Κωνσιαντίνου Α. πεζοὶ C.)
100

τὰ ἐν Βλαχέρναις βασίλεια μάλα ὀξέως ἐξέδραμον· αὗται δὲ πρὸς τὸν τῆς μεγάλης Σοφίας νεὼν σὺν σπουδῇ ἔθεον. ὁ [*](B) δὲ τοῦ Βοτανειάτου παιδαγωγὸς διυπνισθεὶς καὶ γνοὺς τὸ γενόμενον, ἐξῄει πρὸς αὐτούς, δᾷδα ταῖν χεροῖν ἔχων, φθάνει τε κατὰ τάχος αὐτούς, τοῦ τῶν ἁγίων τεσσαράκοντα μένους ἐγγὺς μήπω κατειληφότας. θεασαμένη δὲ τοῦτον εὐθὺς ἡ Δαλασσηνὴ καὶ μήτηρ τῶν ἀριστέων ἐκείνων παίδων φὴ τί κατεῖπον ἡμῶν τινές, ὡς ἐπυθόμην, τῷ βασιλεῖ. ἄπειμι γοῦν εἰς τὰς ἁγίας ἐκκλησίας, τῇ αὐτῶν χρωμένη, καθὼς ἁ δυναίμην, ἐπαρωγῇ· κἀκεῖθεν αὐγαζούσης ἡμέρας ἀπελεύσομαι πρὸς τὰ βασίλεια. ἄπιθι τοίνυν αὐτός, ἵν᾿ ὁπηνίκα οἱ πυλωροὶ ἀνοίξωσι, πέρι τῆς ἡμῶν αὐτοῖς ἀπαγγείλῃς ἐλεύσεως." ὁ δ’ εὐθὺς πρὸς τὸ κελευσθὲν ἠπείγετο. αἱ δὲ φθάνουσι πρὸς [*](C) τὸ τοῦ ἱεράρχου Νικολάου τέμενος, ὁ προσφύγιον μέχρι τῆς δεῦρο εἰώθασιν ὀνομάζειν, ἀγχοῦ τῆς μεγάλης ἐκκλησίας καὶ πρώην ἐνιδρυμένον πάλαι ἐπὶ σωτηρίᾳ τῶν ἐπ’ ἐγκλήμασιν ἁλισκομένων, ὡς μέρος τυγχάνον τοῦ μεγάλου τεμένους καὶ ἐπίτηδες, οἰμαι, κατασκευασθὲν τοῖς ἀρχαίοις, ἵνα πᾶς ὁ ἐπ ἐγκλήματι ἁλοὺς καὶ φθάσας εἴσω τούτου γενέσθαι, τῆς ἐκ τῶν νόμων τηνικαῦτα ἐλευθερῶται ποινῆς. οἱ γὰρ πάλαι βασιλεῖς τε καὶ Καίσαρες πολλῆς προμηθείας ἠξίουν τὸ ὑπήκοον. ὁ δέ γε ἐν τῷ τοιούτῳ τεμένει προσμένων ταχέως αὐταῖς οὐ· ἀπεζύγου τὰς θύρας, ἀλλ’ ἐπυνθάνετο, τινες καὶ ὅθεν εἶεν.

[*](1. βασίλεια: παλάτια CG. παρέδραμον G. 2. σὺν: ἐν CG 10. ἐπαγωγῇ G. 13. εὐθύ G. 18. ἀρχείοις coni. Ducangiu)
101

εἶς δέ τις τῶν σὺν αὐταῖς “γυναῖκές" φησιν “ἐξ ἀνατολῶν. [*](D) τὰ δὲ πρὸς χρείαν ἅπαντα δαπανήσασαι, ἐπισπεύδουσι τὴν προσκύνησιν, οἴκαδε ἐθέλουσαι ἐπανελθεῖν." ὁ δ᾿ εὐθὺς ἀποζυγώσας ζυγώσας τὰς θύρας παραχωρεῖ αὐταῖς τῆς εἰσόδους. τῇ δ᾿ ἐπαύριον ἐκκλησιάσας ὁ αὐτοκράτωρ τὴν σύγκλητον, ἐπειδὴ τὰ κατὰ τοὺς ἄνδρας ἐμεμαθήκει, τὰ εἰκότα πρὸς τούτους ἐδημηγόρησεν, καταδρομὴν τοῦ δομεστίκου ποιούμενος. ἐκπέμπει δὲ τηνικαῦτα πρὸς τὰς γυναῖκας τόν τε καλούμενον Στραβορωμανὸν καί τινα Εὐφημιανὸν τὴν κλῆσιν, μετακαλούμενος αὐτὰς εἰς τὰ βασίλεια. ἡ δὲ Δαλασσηνὴ πρὸς αὐτούς “εἴπατέ" φησι “πρὸς πρὸς τὸν αὐτοκράτορα· οἱ παῖδες οἱ ἐμοὶ δοῦλοι εἰσι πιστοὶ τῆς σῆς βασιλείας, καὶ προθύμως ἔξυπηρετοῦντες αὐτῇ ἐν πὰσιν, οὐκ ἐφείσαντο οὔτε ψυχῶν [*](p. 53) οὔτε σωμάτων, ἀεὶ προκινδυνεύοντες ἐκθύμως ὑπὲρ τοῦ σοῦ κράτους. ὁ δὲ κατ’ αὐτῶν φθόνος μὴ φέρων τὴν εἰς αὐτοὺς εὔνοιάν τε καὶ κηδεμονίαν τῆς σῆς βασιλείας, μέγαν τὸν κίνδυνον κατ’ ἀυτῶν καθ᾿ ὥραν ἔξήρτυεν· ὡς δὲ καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐξορύττειν ἐμελέτησαν, τοῦτο αἰσθόμενοι καὶ μὴ φέροντες τὸν τοιοῦτον ἄδικον κίνδυνον, οὐχ ὡς ἀποστάται ἔξῆλθον τῆς πόλεως, ἀλλ’ ὡς δοῦλοι πιστοί, ἅμα μὲν τὸν ὑπόγυιον ἀποδιδράσκοντες κίνδυνον, ἅμα δὲ τὰ κατ’ αὐτῶν μελετώμενα τὸ κράτος σου ἀναδιδάξοντες καὶ τὴν ἀπὸ τῆς σῆς βασιλείας

[*](2. δὲ om. A. 3. ἐπανελθεῖν θέλουσαι Α. 4 ταύταις A. δὲ A. 6. μεμαθήκει Α. 7. πέμπει δὲ πρὸς Α. κίνδυνον ἄδικον ὄντα Α. 20. τῆς πόλεως οὐχ ὡς ἀποστ. ἐξῆλθον Λ. 21. ἅμα δὲ καὶ τὰ Α 22. ἀναδιδάξαντες PA, alterum CG. καὶ τὸν — ἐξαιτησάμενοι ἔλεον Α.)
102
[*](V. 47)

ἔξαιτησόμενοι βοήθειαν." οἱ δὲ ἐπέκειντο σφόδρα μετακα- [*](Β) λούμενοι ταύτην· ἀγανακτήσασα δὲ ἡ γυνή φησι αὐτούς “παραχωρήσατέ μοι εἰς τὴν τοῦ θεοῦ ἐκκλησίαν εἰσελθεῖν προσκυνῆσαι. ἄτοπον γάρ ἐστιν εἰς τοὺς πυλεῶνας αὐτῆς φθάσασαν, μὴ εἰσελθεῖν καὶ μεσίτιδι τῇ παναχράτῳ δεσποίνῃ καὶ θεομήτορι χρήσασθαι εἰς τε τὸν θεὸν καὶ τὴν τοῦ βασιλέως ψυχήν." τὴν εὔλογον οὖν αἴτησιν τῆς γυνὰ αἰδεσθέντες οἱ πρέσβεις, παραχωροῦσιν αὐτῇ τῆς εἰσόδου. ἡ δὲ βραδεῖ ποδὶ στείχουσα ὡς οἶον ἀπὸ τῆς λύπης καὶ τοῦ γήρως κεκμηκυῖα, μᾶλλον δὲ καὶ τὸν κεκμηκότα ὑποκρινομένη, περί τε αὐτά που τὰ εἰσόδια τοῦ ἱεροῦ βήματος πελάσασα καὶ γονυκλισίας δύο ποιησαμένη, περὶ τὴν τρίτην καθεσθεῖσα χαμαί, ἀπρὶξ τῶν ἁγίων εἴχετο θυρῶν, ἐπιβοω- [*](C) μένη ὡς “εἰ μὴ τὰς χεῖρας ἀποτμηθείην, οὐκ ἂν τοῦ ὶεροῦ τεμένους ἐξέλθοιμι, εἰ μὴ τὸν τοῦ βασιλέως ὡσπερ ἐχέγγυον τῆς σωτηρίας δεξαίμην σταυρόν." ἐκβαλὼν δὲ Στραβορωμανὸς ὅνπερ ἐπεφέρετο σταυρὸν ἐγκόλπιον ἐδίδου. ἡ δὲ “οὐκ ἀφ’ ὑμῶν τὴν πληροφορίαν αἰτῶ, ἀλλ’ ἐξ αὐτοῦ τοῦ βασιλέως ἐπιζητῶ τὴν εἰρημένην βοήθειαν. καὶ οὐδ’ ἁπλῶς ἐν μικρῷ μεγέθει τὸν διδόμενον ἂν σταυρὸν δεξαίμην, ἀλλ᾿ ἀξιόλογον τὸ μέγεθος ἔχοντα." τοῦτο δὲ ἐπεζήτει, ἕνα καταφανὲς πρὸς ἐκείνην τὸ ὅρκιον γένοιτο· ἐν μικρῷ γὰρ σταυρίῳ τῆς ὑποσχέσεως γενομένης, τάχα ἂν τοὺς πολλοὺς τὰ

[*](10. κεκμηυῖα G. 14. ἀποτμηθείην C, ἀποτμηθείη PG. 18. ἡμῶν Α.)
103

ἐμπεδούμενα διελάνθανον.) “ἐκείνου τοίνυν τὴν κρίσιν καὶ τὸν ἔλεον ἀνακαλοῦμαι. ἄπιτε, ἀπαγγείλατε αὐτῇ." ἡ δὲ [*](D) ἐπὶ τῷ Ἰσαακίῳ νύμφη αὐτῆς προέφθασε γὰρ εἰς τὸν ναὸν εἰσλθεῖν ἅμα τῷ τὰς πύλας ἀνεῶχθῆναι διὰ τὸν ὄρθριον ὕμνον) τὴν ἐπικαλύπτουσαν ὀθόνην τὸ πρόσωπον περιελοῦσά φησι πρὸς αὐτούς “αὕτη μέν, εἰ βούλεται, ἀπερχέσθω· ἡμεῖς δὲ πληροφορίας ἄτερ τοῦ ἱεροῦ οὐκ ἔξερχόμεθα, κἂν θανεῖν ἡμᾶς πρόκειται." ἰδόντες οὖν τὸ ἐνστατικὸν τῶν γυναικῶν καὶ ὕπως ἀναισχυντότερον αὐτοῖς ἢ πρότερον προσεφέροντο, καὶ πτοηθέντες μὴ θόρυβος γένηται, ἀπελθόντες ἀπήγγειλαν πάντα τῷ [*](p. 54) βασιλεῖ. ὁ δὲ αὐτοῖς ἀγαθὸς ὤν, ἐπικαμφθεὶς καὶ τῆς γυναικὸς λέγοις, ἀποστέλλει τὸν ἐπιζητούμενον σταυρὸν πρὸς αὐτήν, πᾶσαν ἀφροντησίαν αὐτῇ διδούς. καἰ οὕτω τῆς τοῦ νοῦ ἁγίας ἐκκλησίας ἐξελθοῦσαν περιορισθῆναι παρακελεύει υετά τε τῶν θυγατέρων καὶ τῶν νυμφῶν αὐτῆς εἰς τὴν ἀγχοῦ τῆς Σιδηρᾶς διακειμένην γυναικείαν μονὴν τῶν Πετρίων. μετάκλητον δὲ ποιεῖται καἰ τὴν συμπενθέραν αὐτῆς τὴν τοῦ καίασρος Ἰωάννου νύμφην πρωτοβεστιαρία δὲ ἦν αὕτη τὸ ἄξίωμα) ἀπὸ τοῦ ἐν Βλαχέρναις τεμένους, ὃ ἐπ᾿ ὀνόματι τῆς δεσπότιδος ἡμῶν θεομήτορος ᾠκοδόμητο, καὶ εἰς τὴν ῥηθεῖσαν μονὴν τῶν Πετρίων καὶ αὐτὴν εἷναι παρακελεύεται. καὶ [*](Β) ιροστάττει τούς τε πιθῶνας καὶ σιτῶνας αὐτῶν καὶ πάντα τὰ ταμεῖα τηρεῖσθαι ἀμειαγωγητα. χαθ· ἑκάστην οὖν

[*](2. ἄπιθε P. 3. προέφθασε C, ἔφθασε PG. 6. βούλεται C, βούλοιτο PGA. 8. ἐντατικὸν C. 13. ἀφροντισίαν CA. 14. περιορισθεῖσαν C et in margine G. 15. θυγατρῶν G. πρωτοβεστιαρέα C semper.)
104

πρωίαν ἄμφω τοῖς φυλάττουσι προσερχόμεναι ἐπυνθάνοντο, εἴ τι ἀπὸ τῶν παίδων αὐτῶν μεμαθήκεσαν. οἱ δὲ ἁπλοϊκώτερον αὐταῖς προσφερόμενοι, ἀπήγγελλον ἅπαν τὸ ἀκουσυέν. ἡ δὲ πρωτοβεστιαρία ἐλευθέρα καὶ χεῖρα καὶ γνώμην οὐσα, βουλομένη τε τοὺς φυλάσσοντας σφετερίασαθαι ἐπέταττεν αὐτοῖς ἀναλαμβάνεσθαι ἀπὸ τῶν βρωσίμαν εἰς ἰδίαν χρῆσιν ὁπόσα καὶ βούλοιντο• ἐφεῖτο γὰρ αὐτοῖς ἀπαρεμποδίστως εἰσάγεσθαι τὰ πρὸς χρείαν. ἐντεῦθεν προ- C θυμότεροι πρὸς τὰς ἀπαγγελίας οἱ φύλακες ἐγεγόνεισαν, κἄκτοτε ἔκφορα πάντα ποιούντων ἐκείνων, οὐδὲν οὐδὲν αὐτὰς λάνθανε.

Τὰ μὲν οὖν κατὰ τὰς γυναῖκας τοιαῦτα. οἱ δέ γε Κομνηνοὶ φθάσαντες τὴν περὶ τὸ βραχιόνιον τῶν Βλαχερνῶν ἱσταμένην πύλην καὶ τὰς κλεῖς κατεάξαντες, ἀδεῶς ἔξεληλύθεισαν εἰς τοὺς βασιλικοὺς ἱπποστάθμους. καὶ τοὺς μὲν τῶν V. 48 ἵππων αὐτοῦ που καταλιμπάνουσι, πρότερον τοὺς ὄπισθεν πόδας ἀπ᾿ αὐτῶν τῶν μηρῶν τῷ ξίφει ἀποτεμόντες, τοὺς δ᾿ ἀναλαβόμενοι ὅσοι τούτοις ἔδοξαν χρησιμώτεροι, ἐκεῖθεν ταχέως τὸ ἀγχοῦ που τῆς μεγαλοπόλεως μοναστήριον, ὃ Κοσμίδιον ἐπωνόμασται, καταλαμβάνουσι. καὶ γὰρ, ἴνα μεταξύ πως ἐπιδιηγησαίμην καὶ σαφέστερον ἡμῖν ὁ λόγος προΐῃ, τὴν εἰρημένην ἄνωθεν πρωτοβεστιαρίας, πρινὴ τὸν βασιλέα ταύτην μετακαλέσασθαι, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, ἴθι κα-

[*](2. μεμαθηκέτωσαν CG, 3. ἀπήγγειλον G. 5. φυλάττοντας G, 6. ἐνέταττεν G. βροσίμων PG, recte C. 13. Κομνηνοὶ: ἀποστάται Α. Βλαχερνῶν: βρόκων P in margine. 17. δὲ Α. 19. πω G. 23. καταλαβόντες: καταλαβὼν τὰ G.)
105

ταλαβόντες, ταύτῃ τε συνετάττοντο ἐπὶ τῷ ἐξελαύνειν ἐκεῖθεν καὶ Γεώργιον τὸν Παλαιολόγον ἀνέπειθον μεθ’ ἑαυτῶν συλλαβεῖν λαβεῖν κω συναπαίρειν αὐτοῖς κατηνάγκαζον. οὔπω γὰρ ἦσαν ἔκφορα τὰ κατ᾿ αὐτοὺς θέμενοι πρὸς τὸν ἄνδρα δι’ ὑποψίαν εὐπρόσωπον. ἦν γὰρ ὁ πατὴρ τοῦ Γεωργίου τουτουὶ· τῷ βυσιλεῖ εὐνούστατος ἐς τὰ μάλιστα, καὶ τῆς τοιαύτης Βοῦλίς πρὸς τοῦτον ἀπογύμνωσις οὐκ ἀκίνδυνος. τὰ μὲν οὖν πρῶτα ὁ Παλαιολόγος πρὸς τούτους οὐκ εἶχεν εὐαγώγως, πολλά τε ἀντιτεινόμενος καὶ προσονειδίζων τὸ εἰς ἐκεῖνον τούτων βούλημα καὶ ὅτι ὕστερον, τοῦτο δὴ τὸ πεπαροιμιασμένον, νοῦν οἴσαντες καὶ τοῦτον ἀνακαλοῦνται. ἐπεὶ δὲ καὶ ἡ πρωτοβεστιαρία ἡ τοῦ Παλαιολόγου πενθερὰ βαρεῖα ἐνέκειτο τούτῳ συνεξελθεῖν καὶ ἀπειλοῦσα αὐτῷ τὰ δεινότατα, μαλακώτερος γίνεται. φροντίζει δὲ τὸ ἐντεῦθεν πέρι τῶν γυναικῶν, τῆς [*](P. 55) τε αὐτοῦ γαμετῆς Ἄννης καὶ Μαρίας τῆς πενθερᾶς αὐτοῦ, τὰ πρῶτα τοῦ γένους ἐκ τῶν Βουλγάρων ἐχούσης κάλλους δὲ τοσοῦτον ἐπισυρομένης καὶ εὐαρμοστίας μελῶν κὼ μερῶν, ὥστε μηδεμίαν φανῆναι κατ’ ἐκεῖνο καιροῦ τὴν ταίτης ὡραιοτέραν. οὐκ ἄνευ οὖν φροντίδος ἦσαν τὰ κατ’ αὐτὴν τῷ παλαιοόγῳ καὶ Ἀλεξίῳ. ταύτῃ τοι καὶ γνώμης ἔσχον οἱ ἀμφὶ τὸν Ἀλέξιον, ἐκεῖθεν ἀνελόμενοι ταύτας οἱ μὲν εῖς τι φρούριον ἀπαγαγεῖν, ὁ δὲ Παλαιολόγος εἰς τὸ έν Βλαχέρναις τέμενος

[*](2. συλλαβεῖν om. P. 3. αὐτοὺς P. 8. οὐχ P. 12. τοῦτο G. 14. τῆς ἑαυτοῦ P. 17. εὐαρμοστίαν G. 18. τὴν om. G. 20. γνώμην C.)
106
[*](B)

τῆς θεομήτορος. καἰ κρατεῖ ἡ τοῦ Γεωργίου γνώμη. εὐθὺς οὖν ἀπελθόντες μετ’ αὐτῶν παρέθεντο ταύτας τῇ πανάγνῳ μητρὶ τοῦ τὰ πάντα συνέχοντος λόγου. αὐτοὶ δὲ παλινοστήσαντες ὅθεν ἐξῄεσαν, ἐσκόπουν ὁ τι δὴ καὶ ποιήσαιεν. ὁ δὲ Παλαιοόγος “ὑμᾶς μέν" φησιν “ἀπέρχεσθαι χρή· ἐγὼ δὲ τάχιον ὑμᾶς καταλήψομαι, τὰ προσόντα μοι χρήματα συνεπιφερόμενος." ἔτυχε γὰρ πᾶσαν τὴν ἐν κινητοῖς αὐτοῦ θεωρουμένην περιουσίαν ἔχων ἐγκειμένην ἐκεῖσε. μὴ μελήσαντες γοῦν εὐθὺς τῆς προκειμένης ὁδοιπορίας εἴχοντο· ἐκεῖνος [*](C) δὲ τοῖς τῶν μοναχῶν ὑποζυγίοις ἐπεισάξας τὰ ἑαυτοῦ, ὄπισθεν αὐτῶν ἤλαυνε. καὶ φθάσας σὺν τούτοις εἰς Τζουρουλόν, κώμη δὲ καὶ αὕτη Θρᾳκικὴ διασώζεται,) κἀκεῖσε τυχαίως τῷ ἐξ ἐπιταγῆς τοῦ δομεστίκου καταλαβόντι στρατεύματι ἡνώθησαν ἅπαντες. δέον οὖν κρίναντες περὶ τῶν συμπεσόντων αὐτοῖς δηλῶσαι τῷ Δούκα Ἰωάννη τῷ καίσαρι ἔνα ἰδίοις κτήμασι τῶν Μωροβούνδου αὐλιζομένῳ, ἀπεστάλκασι τὸν τὴν πρᾶξιν ἐκείνων μηνύσοντα. φθάσας δὲ ὁ τὴν ἀγγελίανἐκείνην κομίζων περὶ δείλην ἑῴαν, ἔξω τῶν οὐδῶν τῆς αὐλίδος εἱστήκει τὸν Καίσαρα ἀναζητῶν. ἰδὼν δὲ τοῦτον ὁ ἔγγονος αὐτοῦ Ἰωάννης, νέος ἔτι ὢν καὶ μήπω μειράκιον καὶ διὰ τοῦτο ἀδιασπάστως συνὼν τῷ Καίσαρι, δρομαῖος εἴσεισι καὶ

[*](3. τὰ add. C. 6. καταλείψομαι G. 8. lege μελλήσαντες 13. ἐπιταγκος G. καταλαβόντι C, καταλαμβάνοντες Α καταλαμβάνοντι PG. 14. ἡνώθεσαν G. κρίνοντες A. 16. τῶν: an τοῖς? Μοροβούνδου G, Μοροβίσδου coni. Wilken. Hist. Comn. p 84. vid. annotat. ἐπεστάλκασι Α. 17. πρᾶξιν : ἀποστασίαν Α. ἐκείνων CG, ἐκείνῳ PA.l μηνύσοντα Α, μηνύσαντα PG. 21. δρομαίως C.)
107

καθεύδοντα τοῦτον διυπνίσας, ἀπαγγέλλει τὸ παρὰ τῶν Κομνηνῶν γινόμενον. ὁ δ’ εὐθὺς πληγεὶς τῇ ἀκοῇ ῥαπίξει τὸν υἱὸν κατὰ κόρρης, καὶ μὴ τοιαῦτα ληρεῖν ἐπειπών, ἀπώσατο. κἀκεῖνος μετὰ μικρὸν πάλιν εἰσελθών, τὴν αὐτὴν αὐτὴν ομίζει, προσθέμενος καὶ τὸν ἀπὸ τῶν Κομνηνῶν πρὸς αὐτὸν ἀποτοξευόμενον λόγον. εἶχε δὲ ὁ λόγος μεταξύ που καί τι ἀστειότατον, τὴν τοιαύτην πρᾶξιν αὐτοῦ συναινιττόμενον· ὡς “ἡμεῖς μέν φησιν “ὅψον μὰλα μάλα καλὸν ηὐτρεπίσαμεν καὶ καρυκείας [*](V. 49) ρυκείας οὐκ ἄτερ· σὺ δὲ ἀλλ’ εἰ βούλει τῆς εὐωχίας μεταλαβεῖν, τὴν ταχίστην ἥκειν τῆς πανδαισίας μεταληψόμενος. ἀνακαθίσας οὖν καὶ ἔπι τοῦ δεξιοῦ ἀγκῶνος ἐαυτὸν ἐπερείσας, εἰσαγαγεῖν τὸν εἰσαγαγεῖν ἐλθόντα κελεύει. τοῦ δὲ πάντα τὰ κατὰ τοὺς Κομνηνοὺς διηγησαμένου, “φεῦ μοι" ὁ Καῖσαρ ἑώων, εὐθὺς ἐπιβάλλει τὰς χεῖρας ταῖς ἄψεσιν· ἔπι μικρὸν δὲ καὶ τῆς ὑπήνης περιδρα·ξάμενος, οἶον ὲν τοσούτῳ [*](P. 56) λογισμοὺς πολλοὺς ἀνελίττων, εἰς ἳν τοῦτο ἤρεισεν ἐαυτόν, συνακολουθῆσαι κἀκεῖνον τῷ τούτων θελήματι. εὐθὺς οὖν μετακαλεσάμενος τοὺς ἱπποκόμους καἰ τοῦ ἵππου ἐπιβάς, τῆς πρὸς τοὺς Κομνηνοὺς φερούσης ἥψατο. καὶ Βυζαντίῳ δέ τινι καθ’ ὁδὸν ἐντυχὼν χρυσοῦ βαλάντιον ἱκανὸν ἐπιφερο

[*](3. υἱωνὸν P in marginc. 6. ὁ λόγος : ἡ ἀγγελία A. 7. ἀστειότερον A. τοιαύτην πρᾶξιν : τυραννίδα P in margine et A. 9. μεταλαβεῖν CG, μεταλαχεῖν PA. 10. ἥκειν A. ἦψεσιν PG. πανδοσίας G. μεταληψάμενος G. 14. ταῖς ὄψεσιν om. CG. 15. καὶ om. G. 17. συναποστατῆσαι τουτοις κᾴκεῖνος προέθετο Α. 19. φερούσης πορείας Α. καὶ om. Α. ao. βαλάντια ἱκανὰ Α.)
108

μένω καὶ πρὸς τὴν μεγαλόπολιν ἀπιόντι , ἤρετο αὐτόν, τοῦτο δὴ τὸ Ὁμηρικόν, “τίς τις πόθεν εἰς ἀνδρῶν;·’ καὶ ἐπειδὴ παρ’ αὐτοῦ ἐμάνθανεν, ὅτι τε πολὺν χρυσὸν ἐπιφέρεται ἀπό τινων εἰσπράξεων καὶ ὅτι πρὸς τὸν κοιτῶνα τοῦτον διακομίζει, βιάζεται τοῦτον συγκαταλῦσαι αὐτῷ , ὑπισχνούμενος ὡς ἅμα [*](B) ἡμέρᾳ οὗπερ ἂν βούλοιτο , βαδιεῖται τοῦ δὲ ἐνισταμένου καὶ βαρέως φέροντος τοῦτο , ὁ Καῖσαρ σφοδρότερον ἐπετίθετο καὶ ἔπεισε λέγων , ὁποῖος ἐκεῖνος ἐπιτρόχαλος ὲν λόγοις καὶ δεινὸς ἐν νοήμασι, πειθώ τε ἐν γλώττῃ φέρων , ἧπερ Αἰσχίνης ἄλλος ἄλλος ἡ Δημοσθένης. συμπαραλαβὼν οὖν τὸν τοιοῦτον, καταλύει έν τινι δωματίῳ καὶ παντοίως φλοφρονησάμενος τραπέζης τε ἀξιώσας διαναπαύσας διαναπαύσας καλῶς παρακατέσκε τὸν ἄνδρα. κατὰ τὸ περίορθρον δὲ ἤδη, ὅτε καὶ ὁ ἥλιος τὸν ἀνατολικὸν ὁρίζοντα καταλαμβάνειν ἐπείγεται , ὁ μὲν Βυζάντιος τιος ἐπιθέμενος τὰς ἐφεστρίδας τοῖς ἵπποις εὐθὺ βυζαντίδος [*](C) ἐλαύνειν ἡπείγετον τοῦτον δὲ ὁ Καῖσαρ θεασάμενος “ἔα" φησι “καὶ συμπορεύου μεθ’ ἡμῶν.’’ ὁ δὲ μηθ’ ὅπου πορεύεται γινώσκων, παντάπασι δὲ καὶ τὴν αἰτίαν δι’ ἣν τῆς τοιαύτης φιλοφροσύνης ἠξίωται ἀγνοῶν, πάλιν δυσανασχετῶν ἦν καὶ ὑπόπτως εἶχε πρὸς τὸν Καίσαρα καὶ τὰς φιλοφροσύνας τοῦ καίσαρος. ὁ δὲ ἐπέκειτο ἕλκων αὐτόν· ὡς ὁ οὐχ ὑπήκουε, μεταβαλὼν τραχυτέροις πρὸς τοῦτον ἐκέχρητο ῥήμασιν, εἰ μὴ τὸ προσταττόμενον ποιήσειε. μὴ ὑπακούοντος δέ, προσ-

[*](4 εὐπράξεων G. 5. αὐτὸν τούτῳ συγκαταλῦσαι A. 10 τὸν τοιοῦτον : αὐτὸν A. 16. τοῦτο? 22. μεταλαβὼν G. 23. παραταττόμενον PG, alterum CA et PG in margine.)
109

τάττει τὰ μὲν προσόντα αὐτῷ ἅπαντα τοῖς ἰδίοις ἑνωθῆναι ὑποζυγίοις κὼ τὴν προκειμένην πορεύεσθαι, ἐκείνῳ δὲ ἄδειαν δίδωσιν ὅπη βούλοιτο ἀπιέναι. ὁ δὲ τὴν μὲν εἰς τὰ βασίλεια [*](D) εἴσοδον παντελῶς ἀπαγορεύσας, ἅτε δεδιὼς μὴ καὶ ἔμφρουρος γένηται διὰ τὸ κεναῖς χερσὶν τοῖς ἀμφὶ τὸν βασιλικὸν κοιτῶνα ὀφθῆναι , παλινδρομῆσαι δὲ μὴ θέλων διὰ τὴν τοῖς πράγμασιν ἐπεισπεσοῦσαν ἀκαταστασίαν καἰ σύγχυσιν ἐκ τῆς ἀνακυψάσης ἤδη τῶν Κομνηνῶν ἐπιχειρήσεως , καὶ μὴ βουλόμενος συνείπετο τῷ καίσαρι. γίνεται δέ τι κατὰ συντυχίαν τοιοῦτον. ἀπερχόμενος ὁ καῖσαρ περιέτυχε Τούρκοις ἄρτι διαπερῶσι τὸν Εὐρον καλούμενον ποταμόν. ἀνασειράσας οὖν τὸν χαλινόν, ἐπυνθάνετο ὅθεν καί ὅποι πορεύονται , ἅμα δὲ καἰ ὑπισχνεῖτο χρήματά τε πολλὰ δώσειν καἰ παντοίας θεραπείας ἀξιῶσαι , εἰ πρὸς τὸν Κομνηνὸν σὺν αὐτῷ φοιτήσουσι. συντίθενται οὖν τηνικαῦτα . καὶ ὅς ὅρκον ἐκ τῶν ἡγεμόνων αὐτῶν ἀπαιτεῖ, ἐμπεδῶσαι τὰς συνθήκας διὰ τούτου βουλόμενος. οἱ δ’ εὐθὺς κατὰ τὸ εἰθισμένον αὐτοῖς τὸν· ὅρκον ἐπλήρουν, συμμαχῆσαι τῷ Κομνηνῷ μάλα προθύμως διαβεβαιούμενοι. ἄπεισι τοίνυν συμπαραλαβὼν καὶ τοὺς Τούρκους πρὸς τοὺς Κομνηνούς. οἱ δὲ πόρρω τοῦτον θεασάμενοι καὶ τὴν καινὴν ἄγραν ὑπεραγασάμενοι καὶ μάλιστα τούτων [*](P. 57) οὑμὸς πατὴρ Ἀλέξιος, οὐκ εἰχον ἡδονῆς ὅ τι καὶ δράσαιεν. σαιεν. προυπαντήσας δὲ καὶ περιπλακεὶς τὸν καίσαρα κατηδὲ

[*](2. om. G. 4. ἔμφρουρος G, ἐμφρούριος P. 6. δὲ πάλαι μὴ P, πάλαι om. G. an δὲ πάλιν ? 11. ποταμὸν om. CG. 12 καὶ om. A. ὅπη G. ἅμα A, ἀλλὰ PG. 14. φοιτήσωσι Α. 15 συντίθεται GA. ὅρκων P. 16. τούτου Α, τοῦτο PG.)
110

σπάζετο. τί τὸ ἐντεῦθεν, τῆς πρὸς τὴν βασιλεύουσαν ἀπαγούσης ἥψαντο, τοῦ Καίσαρος τοῦτο ὑποθεμένου καὶ ἐπίσπω δόντος. ἅπαντες οὖν οἱ κατὰ τὰς κωμοπόλεις αὐτόμολοι προσερχόμενοι ἐφήμιζον τοῦτον βασιλέα , πλὴν τῶν κατὰ ἡ Ὀρεστιάδα. ἐκεῖνοι γὰρ ἐγκοτοῦντες πάλαι αὐτῷ διὰ τὴν τοῦ Βρυεννίου κατάσχεσιν, τῷ μέρει τοῦ Βοταναειάτου προσέ [*](V. 50) κεῖντο. καταλαβόντες οὖν τὸν Ἀθύραν κἀκεῖσε διαναπαυσάμενοι, [*](Β) τὴν μετ’ αὐτὴν ἐκεῖθεν ἀπάραντες, τὰ Σχιζὰ κατέλαβον κώμη δὲ καὶ τοῦτο Θρᾳκική ,) κεῖθι τὸν χάρακα πηξάμενοι.

Μετέωροι δὲ ἦσαν ἅπαντες καραδοκοῦντες τὸ μέλλον καὶ τὸν ἐλπιζόμενον ἀναρρηθῆναι βασιλέα ἐπιποθοῦντες ἰδεῖν. οἱ πλείους δὲ Ἀλεξίῳ τὸ κράτος ἐπηύχοντο ἀλλ’ οὐδ’ ὢ περὶ τὸν Ἰσαάκιον ἀναπεπτώκεσαν, ὡς ἐνόν, ἅπαντας μεταχεειριζόμενοι. στάσις δὲ ἦν ἀσύμβατος κατὰ τὸ φαινόμενον, τῶν μὲν τοῦτον , τῶν δ’ ἐκεῖνον οἰακοστρόφον τῆς βασιλικὴ περιωπῆς ἱμειρομένων γενέσθαι. παρῆσαν δὲ τότε καὶ οἱ ἑ ἀγχιστείας τῷ Ἀλεξίῳ προσήκοντες, ὁ ἄνωθεν μνημονευθεὶς καῖσαρ Ἰωάννης ὁ Δούκας, ἀνὴρ καὶ βουλεύσασθαι ἱκανὸς καὶ καταπράξασθαι περιδέξιος, ὃν κἀγὼ κἀγὼ ὀλίγον φθάσασα τεθέαμαι τεθέαμαι, καὶ Μιχαὴλ καὶ Ἰωάννης οἱ τούτου ἔγγονοι , ναὶ μὴν καὶ ὁ τούτων ἐπ’ ἀδελφῇ γαμβρὸς Γεώργιος ὁ Παλαιο-

[*](2. ἐπισπεύσαντος Α. 4. τοῦτον : τὸν Ἀλέξιον Α. 6. Βοανιάτου GA. 7. δ’ ἱκανὰ παυσάμενοι G. 8. αὐτῇ Α. ΙΙ. δ’ G. πάντες G. 12. ἰδεῖν oin. CG. 14. ἄπαντες G. 17. ἡμειρομένων P. P. 22. καὶ om. G.)
111

λῷος , συμπαρόντες αὐτοῖς καὶ ἀγωνιῶντες καὶ τὰς ἀπάντων πρὸς τὸ αὐτοῖς βουλητὸν διαστρέφοντες γνώμας, καἰ πάντα καλων, ὅ φασι, κινοῦντες καὶ πᾶσαν εὐφυῦς εὐφυῶς τεχναζόμενοι, ὥστε τὸν Ἀλέξιον ἀναρρηθῆναι τοιγαροῦν καὶ τὰς ἁπάντων πρὸς τὸ αὐτοῖς βουλητὸν μετέφερον γνώμας. ἔνθεν θεν τοι καἰ τοὺς τῷ Ἰσαακίῳ προσανέχοντας κατὰ βραχὺ ἐλαττοῦσθαι συνέβαινεν. ὅπου γὰρ Ἰωάννης ὁ καῖσαρ ἦν, οὐδεὶς τῶν ἁπάντων ἀντέχειν ἠδύνατο. ἦν γὰρ ἀπαράμιλλος [*](D) ὦτος κάτα τε φρονήματος ἄγκον καἰ σώματος μέγεθος καὶ μορφὴν τυράννῳ προσήκουσαν. τι μὲν οὐκ ἔπραττον οἱ Δοῦκαι; τί δὲ οὐκ ἔλεγον; τι δὲ οὐχ ὑπισχνοῦντο ἀγαθὸν ἔσεσθαι σθαι τοῖς τοῖς τε λογάσι καὶ τῷ κοινῷ τοῦ στρατοῦ, εἰ ἐπὶ τὴν βασίλειον περιωπὴν Ἀλέξιος ἀναβαίνῃ ; φάσκοντες ὡς “μεγίσταις σταὶς ὑμᾶς δωρεαῖς καἰ τιμαῖς ἀνταμείψεται, ὡς ἐκάστῳ προσήκει καὶ οὐχ ὡς ἔτυχε, καθάπερ οἱ ἀμαθεῖς καὶ ἄπειροι τῶν ἡγεμόνων, διὰ τὸ καὶ στρατοπεδάρχης ὑμῶν χρόνον ἤδη πολὺν χρηματίσαι καὶ μέγας τῆς ἐσπέρας δομέστικος, καὶ κοινῶν νῶν ἁλῶν ὑμῖν μετασχεῖν, ὲν λόχοις τε καὶ τοῖς κατὰ συστάδην πολέμοις γενναίως ὑμῖν συναγωνιζόμενος, μὴ σαρκῶν, μὴ μεολῶν, μηδὲ τῆς ψυχῆς αὐτῆς ὑπὲρ τῆς ὑμῶν φειδόμενος σωτηρίας όρη τε τε καὶ· πεδιάδας μεθ’ ὑμῶν πολλάκις διελθών, τὰς ἐκ τῶν μόθων κακοπαθείας ἐπιστάμενος. καὶ ἀκριβῶς ἅπαντας ὁμοῦ καὶ καθ’ ἕνω γινώσκων, Ἀρηΐριλός τε ὤν καἰ

[*](18 λόχοις P in niaryine , λόγοις PG. 19. ἡμῖν G. 20 φεισάμενος P. 21. ἐλθών P. γ’. μόχθων CG. καὶ κακοπαθείας κακοπαθείας G.)
112

τοὺς γενναίους τῶν στρατιωτῶν ἐξόχως ποθῶν." ἀλλὰ ταῦτα μὲν οἱ Δοῦκαι· ὁ δέ γε Ἀλέξιος πολλῆς τιμῆς ἠξίου τὸν Ἰσαάκιον, ἐν πᾶσιν αὐτὸν προτιμώμενος, εἴτε διὰ τὸ φίλτρον [*](B) τῆς ἀδελφότητος ἥ καὶ μᾶλλον , ὅ καὶ λεκτέον, ἐπειδὴ ἡ μὲν στρατιὰ ξύμπασα πρὸς τοῦτον ξυνέρρει καὶ τὴν αὐτοῦ βασιλείαν κατέσπευδε , πρὸς δὲ τὸν Ἰσαάκιον οὐδ’ ὁπωστιοῦν ἐπεστρέφετο, ἔχων ἐκεῖθεν τὸ κράτος καὶ τὴν ἰσχὺν καὶ κατ ἐλπίδας αὐτῷ τὸ πρᾶγμα γινόμενον ὁρῶν, παρεμυθεῖτο τὸν ἀδελφὸν τῇπρὸς πρὸς τὴν βασιλείαν ὑποποιήσει , πρᾶγμα οὐδὲν ἐκ τούτων πάσχων ἀβούλητον , εἰ αὐτὸς μὲν παρὰ τῆς στρα τιᾶς ἁπάσης εἰς τοὺς ὑπερηφάνους ἄξονας ἀναρπάζοιτο, ὁ δὲ λόγοις ὑποσαίνοι τὸν ἀδελφὸν καὶ πρόσχημα ποιοῖτο τὴν τοῦ κράτους δῆθεν ἐκχώρησιν. τοῦ καιροῦ γοῦν οὕτω τριβομένου, [*](C) συνείλεκτο τὸ ὁπλιτικὸν ἅπαν περὶ τὴν σκηνήν, μετέωροι ὄντες καὶ τὴν ἰδίαν ἕκαστος ἐπιθυμίαν εὐχόμενος τε, [*](V. 51) λεσθῆναι. ἀναστὰς δὲ ὁ Ἰσαάκιος καἰ λαβὼν τὸ φοινικοβαφὲς πέδιλον ὑποδιδύσκειν τὸν ἀδελφὸν ἐπειρᾶτο· ὡς δὲ ἐκεῖνος πολλάκις ἀνένευεν, “ἔα" φησίν, “ὁ θεὸς διὰ σοῦ τὸ γένος ἡμῶν ἀνακαλέσασθαι βούλεται. ἀναμνήσας καὶ ὧν ὁ φανεὶς ποτε περί που τὰ Καρπιανοῦ λεγόμενα ἐκ τῶν βασιλείων σιλείων οἴκαδε ἀπερχομένων ἀμφοτέρων τῶν ἀδελφῶν, πρὸ αὐτὸν ἀπεφοίβασεν. ἐκεῖσε γὰρ γενομένοις ἀνήρ τις τούτοις

[*](2. γε om. G. 3. to om. G. 10. τούτου G. ὑποσαίνει C. 17. δ’ Α. 20. Καρπιανοῦ CG, Καρπιανῶν P, καρπιανὰ A. vid. annotat. 21. ἀμφοτέρων om. Α. au. γενόμενος G.)
113

ὑπηντηκώς, εἴτε τῶν κρειττόνων τις ὢν ἥ ἄλλως ἄνθρωπος, τῶν μελλόντων, ὡς ἀληθῶς εἰπεῖν, διορατικώτατος · ἐδόκει δ’ οὐν ὶερεὺς τὸ φαινόμενον, ἀπὸ γυμνῆς τῆς κεφαλῆς προσ [*](D) ερχόμενος, πολιὸς τὴν τρίχα, τὸ γένειον λάσιος· ἐπιλαμβάνεται τῆς κνὴμης τοῦ Ἀλεξίου καὶ πρὸς ἑαυτὸν πεζὸς ὤν ἱππότην ἐφελκυσάμενος, πρὸς τὸ οὐς τὸ οὐς τοῦτο δὴ τὸ τῆς Δαυιτικῆς ἀνεφθέγξατο γύρας “ἔντεεινε καὶ κατευοδοῦ καὶ βασίλευε ἔνεεκεν ἀληθείας καὶ πρᾳότητος καὶ δικαιοσύνης," καὶ προσεῖπε τῷ λόγῳ “αὐτόκρατορ Ἀλέξιε." ταῦτα εἰπὼν καὶ οἶον προμαντευσάμενος ἀφανὴς ᾤχετο. οὐδὲ γὰρ ἦν τῷ Ἀλεξίῳ ἁλώσιμος, ἁλώσιμος καίτοι πανταχόσε περιπαπταίνοντι , εἰ που καὶ τοῦτον θεάσαιτο , καἰ δὴ καἰ ὅλους λύσαντι χαλινοὺς καὶ τοῦτον μεταδιώκοντι, εἰ που καταλάβοιτο, ἵνα τις τε εἴη καὶ ὁπόθεν ἀκριβέστερον μάθοι. ἀλλ’ ὅμως ἀφανέστατον ἢν τὸ θεαθέν. θεαθέν. δὲ ὑποστρέψαντα ὁ ἀδελφὸς Ἰσαάκιος πολλά τε περὶ τοῦ φανέντος ἐξεπυνθάνετο καὶ τὸ ἀπόρρητον ἤξὶου παραγυμνοῦν· ὡς δὲ ἐνέκειτο ἀπαιτῶν ὁ Ἰσαάκιος, ὁ Ἀλέξιος τὸ ἐντεῦθεν τὰ πρῶτα μὲν ἀναβαλλομένῳ ἐῴκει , μετὰ ταῦτα δὲ καὶ τὸ λαληθὲν μυστικῶς πρὸς αὐτὸν ἔξωρχεῖτο. [*](P. 59) yetTO. αὐτὸς μὲν τοῖς ἔξωθεν λόγοις καὶ πρὸς τὸν ἀδελφὸν πλάσμα τὸ λεχθὲν ἐπεξηγούμενος καὶ φενάκην εἶναι ἐφθέγγετο, κατὰ κατὰ νοῦν δὲ ἔλκων τὸν φανέντα ἐκείνῳ ἱεροπρεπῆ ἄν-

[*](1. ἀπηντηκὼς P. ἄλλος A. 7. ἔντειναι C. 9. αὐτόκρατορ C, αὐτοκρὰτωρ PGA. Ἀλέξιος Α. 12. δὴ οm. C. καὶ tertium om. G. 13. εἴπω G. ante καταλάβοιτο add. καὶ P. 17. ἠξίουν GP, recle C. 21. εἶναι ἐφθέγγετο add. A. καὶ ἐκεῖνον minus recte coni. Hoeschel.)
114

δρᾶ εἰς εἰς τὸν τῆς βροντῆς υἱὸν θεόλογον παρείκαζεν. ἐπεὶ δὲ τὰ τοῦ γέροντος προμαντεύματα καἰ ἅπερ εἶπεν ἐκεῖνος έν λόγοις λόγοις, ὁ Ἰσαάκιος ἐν τοῖς πράγμασιν ἐθεᾶτο, ἐνίστατό τε ἀνδρικώτερον αὐτὸν βιαζόμενος καὶ τὸ ἐρυθροβαφὲς ἐνδιδύσκει ὑπόδημα, καὶ μᾶλλον ὁρῶν τοῦ ὁπλιτικοῦ παντὸς τὴν διάπυρον ἐπιθυμίαν πρὸς τὸν Ἀλέξιον. καὶ τὸ ἐντεῦθεν ἐξῆρκον [*](Β) οἱ Δοῦκαι τῆς εὐφημίας , τά τε ἄλλα τὸν ἄνδρα καὶ οὖτοι ἀποδεχόμενοι καὶ διότι ἡ τούτων προσγενὴς Εἰρήνη καὶ μήτηρ ἐμὴ κατὰ νόμους συνῆπτο τῷ ἐμῷ πατρί. σύναμα δὲ τοὺτοις καὶ οἱ ἐκ τοῦ αἵματος συμφυεὶς αὐτῶν ἀναβλαστήσαντες τὸ αὐτὸ προθύμως ἐποίουν. τὸ δέ γε λοιπὸν τοῦ στρατοῦ διαδεξάμενον τὴν εὐφημίαν, σχεδὸν εἰς αὐτὸν τὸν οὐρανὸν ἀνέπεμπον τὰς φωνάς. καὶ ἦν ἰδεῖν καινόν τι τηνικᾶτα συμβαῖνον, συμβαῖνον, τοὺς πρότερον διῃρημένους τὰς γνώμας καὶ θάνατον ἐλέσθαι μᾶλλον ἡ τῆς σφῶν ἐπιθυμίας ἀποτυχεῖν χεῖν βουλομένους, ὁμογνώμονας ἐν μιᾷ καιροῦ ῥοπῇ γεγονότας, καὶ τοσοῦτον, ὡς μηδ’ εἴ ποτε στάσις μεταξὺ τούτων ὅλως ἦν ἐπιγινώσκεσθαι.

[*](C)

Ἐν ὅσῳ ταῦτα ἐτελεῖτο, φήμη τις περὶ τοῦ ελισσηνῦ διέτρεχε, φθάσαι τοῦτον μηνύουσα περὶ τὴν Δάμαλιν μεθ’ ἱκανῆς στρατιᾶς, εὐφημεῖσθαι τε ὡς βασιλέα ἤδη καὶ ἁλουργὰ ἠμφιεσμένον· οἱ δὲ τῷ λεγομένῳ πιστεύειν τέως

[*](1. παρείκαζεν οm. C. ἐπὶ P. προφοιβάσματα Α. εἷπεν om. A. 3. ὁ : καὶ Α. ἐθεάσατο G. 6. τὸ ἐντεῦθεν γοὺν Α. 8. καὶ om. C. 9. τῷ ἐμῷ πατρί : αὐτῷ Α. 12. εἰς A, ἐφ’ GP, ἐς P in margine. τὸν om. A. 13 om. G. 22. ἁλουργὸν GA.)
115

οὐχ εἶχον. τὰ δὲ κὰτ αὐτοὺς κὰκεῖνος μαθὼν πρέοβεις ταχὺ πρὸς αὐτοὺς ἐξαπέστειλεν. οἱ καὶ καταλαβόντες ἥδη τὰς πρὸς αὐτοὺς γραφὰς ἐνεχείριζον, οὑτωσί πως διεξιούσας. “ ὁ θεός με μέχρι Δαμάλεως μετὰ τῆς ἐπὲ στρατιᾶς ἀσινῆ διεσώσατο. μεμάθηκα δὲ καὶ τὰ ὑμῖν ξυμπεσόντα καὶ ὡς τῆς κακονοίας τῶν δούλων ἐκείνων καὶ τῶν δεινῶν καθ ὑμῶν ἐπιχειρημάτων θεοῦ προμηθείᾳ ῥυσθέντες, τῆς ἐαυτῶν πεφροντίκατε σωτηρίας. ἐπεὶ δὲ κἀγὼ τῇ μὲν σχέσει θεοῦ [*](D) ωεύσει ἐξ ἔξ ἀγχιστείας προσῳκείωμαι προσῳκείωμαι, τῇ δὲ γνώμῃ καὶ πρὸς ὑμᾶς ἀρρήκτῳ διαθέσει οὐδενὸς τῶν καθ’ αἷμα προσηκόντων ὑμῖν ἀποδέω, ὡς ὁ τὰ πάντα κρίνων οἶδε θεός δέον ἡμᾶς κοινῶς σκοπήσαντας περιποιήσασθαι ἑαυτοῖς τὸ [*](v. 52) ἀσφαλές τε καὶ ἀκατάσειστον , ὅπως μὴ παντὶ ἀνέμῳ περιφερώμεθα, ἀλλὰ καλῶς τὰ τῆς βασιλείας ἰθύνοντες, ἐπ’ ἀσφαλοῦς βαίνωμεν τῆς κρηπῖδος. τοῦτο δὲ πάντως ἡμῖν ἐσεῖται, εἰ θεοῦ νεύσει τῆς πόλεως πὰρ ἡμῶν ἑαλωκυίας, ὑμεῖς μὲν τὸ τῆς διεξάγοιτε πράγματα, πράγματα ἐμοὶ δὲ τὰ τῆς ἑῴας ἀποκληρωθῆναι ἐκχωρήσετε στεφηφοροῦντι καὶ ἁλουργὰ περιβεβλημένῳ καὶ ἀναγορευομένῳ, ὡς ἔθος τοῖ, βασιλεῦσίν ἐστιν σὺν τῷ ἀναρρηθέντι ἐξ ὑμῶν, ὥστε κοινὴν τὴν ἡμῶν εὐφημίαν γίνεσθαι , κἂν καἄν τόποι τόποι τὰ πρά-

[*](P. 60)[*](2. καὶ δὲ G. ἤδη οm. A. 3. πως Α, πω C, που PG. post διεξιούσας C atld. περὶ τῶν τοῦ Μελισσηνοῦ πρεσβέων eundem titulum G in margine habet. 4. ἐπ’ ἐμὲ P. 8. τῇ μετασχέσει Α. 10. ἡμᾶς A. ἀῤῥήτῳ G. αἷμα Α , αἴματος PG. II. ὁ πάντα IHi, recle CA. 13 μεταφερώμεθα C. 16. ὑμῶν C. 18. ἐώας Α, Ἀσίας PG. ἐκχωρήσετε Α, ἐκχωρὴσητε C, ἐκχωρήσοιτε PG. 21. ἡμῶν om. Α. τὰ οm. C)
116

γματα ἡμῖν ἀπομεμέρισται, τήν τε γνώμην μίαν καὶ τὴν αὐτὴν εἶναι. καὶ οὕτως ἡμῶν ἐχόντων , ἀστασίαστα δι’ ἀμφοῖν φοῖν διεξάγοιτο ἂν τὰ τῆς βασιλείας." ταῦτα οἱ πρέσβεις ἀπαγγείλαντες , ἀπόκρισιν μὲν αὐτοτελῆ τηνικαῦτα οὐκ ἐδέξαντο. τῇ δὲ μετ’ αὐτὴν μετακαλεσάμενοι τούτους, διὰ πολλῶν τὸ ἀδύνατον τῶν παρὰ τοῦ Μελισσηνοῦ μηνυθέντων ἐδείκνυον· τὰ δέ γε δοκοῦντα τούτοις ἐς νέωτα γνωρίσαι αὐτοῖς ἐπηγγέλλοντο διὰ Γεωργίου τοῦ καλούμενον Μαγγάνη, ᾧ καὶ τὴν αὐτῶν θεραπείαν ἀνέθεντο τούτων οὕτω γινομένων, [*](Β) οὐδὲ τῆς πολιορκίας κατερρᾳθύμουν παντάπασιν, ἀλλὰ δι’ ἀκροβολισμῶν , ὡς ἐνόν, τῶν τειχῶν ἀπεπειρῶντο τῆς πόλεως. τῇ δὲ μετ’ αὐτὴν μετακαλεσάμενοι τούτους, τὰ αὐτοῖς εἷπον δοκοῦντα. τὰ δὲ ἦν τιμηθῆναι τὸν Μελισσηνὸν τῷ τοῦ καίσαρος ἄξιώματι καὶ ταινίαις ἀξιωθῆναι καὶ εὐφημίαις καὶ τῶν ἄλλων, ὅσα τῷ τοιούτῳ προσήκει ἀξιώματι, δοθῆναι δέ οἱ καὶ τὴν Θετταλοῦ μεγίστην πόλιν , ἐν ᾖ καὶ ὁ ἐπ' ὁνόματι τοῦ μεγάλου μάρτυρος Δημητρίου ναὸς περικαλλὴς ᾠκοδόμηται, ὅπου καὶ τὸ μύρον ἐκ τῆς ἐκείνου τιμίας σοροῦ βλύζον ἀεὶ μεγίστας ἰάσεις τοῖς μετὰ πίστεως προσιοῦσι παρέχει. [*](C) οἱ δὲ δυσκεραίνοντες ἔπι τούτοις, ἐπεὶ ἐφ’ οἶς μὴ ἔλεγον οὐκ εἰσηκούοντο , ἑώρων δὲ πολλὴν τὴν κατὰ τῆς πόὑμῖν

[*](1. A. a. καὶ add. G. 3. ἐξάγοιτο CG. 4. ἀπόκρισιν μὲν τηνικαῦτα οὐκ Α. 7. ἐκ νέωτα PG, reite CA. 8. Μαγγάνη C ubique, Μαγκάνη PGA. 13. μετακαλεσάμενος CG. τούτους om. G, τοὺς πρέσβεις Α. 14. lege καἰ ταινίας ἀξιωθῆναι καὶ εὐφημίας. 18 τιμίας acld. C et in margine P. ao. μὴ : lege μὲν.)
117

λεως τούτων παρασκευὴν καὶ παμπληθῆ τὴν ὑπ’ αὐτόν στρατιὰν οὖσαν καὶ τὸν καιρὸν ἤδη αὐτοῖς ἀποστενούμενον δεδιότες διότες μὴ τῆς πόλεως ἁλούσης τεθαρρηκότες οἱ Κομνηνοί, ὢν ἅπερ νῦν ὑπισχνῦνται θελήσωσι περατῶσαι , διὰ χρυσοβούλλου σοβούλλου λῴου ταῦτα γίνεσθαι δι’ ἐρυθρῶν βεβαιωθέντος γραμμάτων ᾐτοῦντο. κατανεύει πρὸς τοῦτο Ἀλέξιος ὁ ἀρτιφανὴς βασιλεύς. βασιλεύς. καὶ μετακαλεσάμενος εὐθὺς Γεώργιον τὸν Μαγγάνην, ὅς καὶ ὑπογραφεὺς αὐτῷ ἐχρημάτιζεν, ἀνατίθεται ται τούτῳ τὴν τοῦ χρυσοβλύλλου γραφήν. ὁ δὲ ἐπὶ τρισὶν [*](D) ἡμέραις ὑπερετίθετο, ἄλλοτε ἄλλας αἰτίας συνείρων, ποτὲ μὶν λέγων , ὡς ἄρα κατάκοπος γεγονὼς κατὰ τὴν ἡμέραν ὅλην , τῆς νυκτὸς μὴ δύνασθαι γραφὴν ξυντελέσας , ἄλλοτε δ’ ὅτι τὰ γεγραμμένα νυκτὸς σπινθὴρ ἐμπεσὼν ἀπετέφρωσε. τοιαῦτα καἰ ἀλλ’ ἄττα ὁ Μαγγάης προφασιζόμενος καὶ οἷον μαγγανευόμενος ἄλλοτε ἄλλως ὑπερετίθετο. ἀπάραντες δ’ ἐκεῖθεν οἱ Κομνηνοί, καταλαμβάνουσι ταχὺ τὰς λεγομένας Ἀρετᾶς. τόπος δὲ οὗτος ἀγχοῦ τῆς πόλεως διακείμενος, ὑπερκείμενος μὲν τῆς πεδιάδος καἰ τοῖς κάτωθεν ἱσταμένοις καὶ πρὸς τοῦτον ὁρῶσιν εἰς λοφιὰν ἀνατεινόμενος, καὶ τὴν ἐτέραν μὲν πλευρὰν πρὸς θάλατταν ἀπονεύων, κατὰ δὲ τὴν ἐτέραν πρὸς τὸ Βυζάντιον, ταῖς δέ γε λοιπαῖς δυσὶ πρὸς ἄρκτον καὶ

[*](1. ὁπ’ αὐτὸν C, ἐπ’ αὐτῶν PG. 4. χρυσοβούλλων λόγων — βεβαιωθέντων CG. 6. ἀρτιφανεὶς PG, ἀρτιφανὴς Λ 9. χρυσοβουλίου Α. δ’ ἐπὶ Α. 14. ἄλλα τε codices, correxi. 17. δ’ οὖτος A. 18. ἐνισταμένοις G.)
118

δύσιν, παντὶ ἀνέμῳ καταπνεόμενος, διειδὲς δὲ ὕδωρκαί πότιμον ἔχων ῥέον ἀεί φυτῶν δὲ καὶ δένδρων παντάπασιν [*](P. 61) ἀμοιρῶν· εἶπες ἂν ὑπό τινων δρυτόμων ἐκπεφαλακρῶσθαι τὸν λόφον. διὰ γοῦν τὸ τοῦ τόπου ἐπιτερπὲς καὶ εὔκρατον καὶ Ῥωμανὸς ὁ Διογενὴς ὁ αὐτοκράτωρ ῥᾳστώνης μικρᾶς [*](V. 53) χάριν οἰκήματα λαμπρὰ καὶ ἀποχρῶντα βασιλεῦσιν ἀνήγειρεν. ἐκεῖσε ἐκεῖσε τοίνυν γενόμενοι, πέμποντες ἀπεπειρῶντο τοῦ τείχους, οὐ δι’ ελεπόλεων ἢ μηχανῶν ἢ πετροβόλων τῶν ὀργάνων, ἐπεὶ μηδ’ ὁ καιρὸς ἐδίδου , ἀλλὰ διὰ πελταστῶν καὶ ἑκηβόλων καὶ δορυφόρων καὶ καταφράκτων ἀνδρῶν.

Ὁ δέ γε Βοτανειάτης τὴν τῶν Κομνηνῶν τοιαύτην ἐπιχείρησιν ὁρῶν πολυπληθῆ τε καὶ ἐκ παντοίων συνειλεγμένην ἀνδρῶν ἀνδρῶν καὶ πρὸς ταῖς πύλαις τῆς πόλεως ἐπειγομένην [*](Β) ἤδη ἐγγίσαι, τὸν δέ Μελισσηνὸν Νικηφόρον περὶ τὴν Δάμαλιν μαλιν φράσαντα οὐχ ἥττω τούτων δύναμιν ἔχοντα καὶ τῆς βασιλείας ὡσαύτως ἀντιποιούμενον, μὴ ἔχων ὅ τι καὶ δράσειε, μηδ’ ἀντιπαλαμᾶσθαι δυνάμενος πρὸς ἄμφω τὰ μέρη, ὑπὸ τοῦ γήρως ὑπόψυχρος τε ὢν καὶ μᾶλλον περιδεὴς, κἂν ὲν νεότητι ἀνδρικώτατος ἢν , τοσοῦτον μόνον τότε ανεπνει, ὁπόσον αὐτὸν ἡ τοῦ τείχους περιβολὴ διεζώννυε, καὶ ἀπενενεύκει μᾶλλον μᾶλλον πρὸς τὸ τῆς βασιλείας ἐκστῆναι. ἔνθεν τοι καὶ ἔκπληξις κατεῖχε καὶ θόρυβος ἅπαντας , καὶ ἁλώσιμα

[*](3. ὑπέρ G. 4. τοῦ om. G. 6. ἀνέγειρεν P. 10. καὶ ter tium om. G. 1 1. γε om. Λ Κομν. ἀποστασίαν ὁρῶν Λ 13. ἐπαγομένην CG, ἐγγίζουσαν Α. 19, τότε μόνον P. ἀνέπνει πωει em. Diesterwegius, codices ἀπέπνει. 20. αὐτῷ Α.)

ad Β

119

πάντα ἐδόκει γενήσεσθαι πάντοθεν. ὡς δὲ δυσχερὴς ἡ τῆς πόλεως ἅλωσις τοῖς Κομνηνοῖς κατεφαίνετο, (αἱ δὲ ἐκ διαφόρων ξενικῶν τε καὶ ἐγχωρίων συνελέγοντο· ὅπου δὲ [*](C) πληθὺς διάφορος, ἐκεῖ καὶ τὸ τῆς γνώμης διάφορον κατα- φαίνεται,) ὁ τὸ νέον ἐνδεδυκὼς πέδιλον Ἀλέξιος τὸ δυσάλωτον τῇς πόλεως καὶ τὸ τῶν στρατιωτῶν παλίμβολον ὑποτοπάζων, εἰς ἑτέραν ἐτράπετο γνώμην, ἴνα θωπείαις τισὶ καὶ ὑποσχέσεσιν ὑποποιησάμενός τινας τῶν φυλαττόντων τὰ τείχη καὶ κλέψας αὐτῶν τὴν γνώμην, οὕτως αἱρήσῃ τὴν πό- λιν. ταῦτα δι’ ὅλης τῆς νυκτὸς μελετήσας, εἰς τὴν σκηνὴν τοῦ καίσαρος ἅμα πρωῒ παραγίνεται, ἀπαγγέλλων τὰ σκοπηθέντα καὶ ἀξιῶν ἅμα συνέψασθαί οἱ καὶ κατασκοπῆσαι τὰ τείχη καὶ τὰς ἐπάλξεις ἀναθεωρῆσαι καὶ τοὺς φυλάσσοντας [*](D) ἦσαν γὰρ ἐκ διαφόρων) καὶ διαγνῶναι, ὅπως δυνατόν έστιν ἁλῶναι τὴν πόλιν. ὁ δὲ βαρέως τοὐπίταγμα ἔφερεν, ἄτε τὸ μοναχικὸν οὔπω πρώην περιβεβλημένος ἀμφίον, καὶ σύνεις ὅτι καταγελῷτο ἂν ὑπὸ τῶν περὶ τὸ τεῖχος ἱσταμένων καὶ τἀς ἐπάλξεις, εἰκότως τὸν πλησιασμὸν τῶν τειχῶν ἀνε- δύετο. ὅπερ κω πέπονθεν. ὡς γὰρ βιασθεὶς τῷ Ἀλεξίῳ συνηκολούθηκεν, εὐθὺς αὐτὸν ἀπὸ τῶν τειχῶν ἑωρακότες τὸν [*](P.62) ἀββᾶν μετά τινος προσθήκης ὑβριστικῆς διετώθαζον. ὁ δὲ

[*](2. δὲ : an γὰρ? 5. ἐνδεδυμένος G, ἐμβεβηκὼς A. 10. ταῦτα δὲ ὅλης P, δι’ G, καἰ δὴ δι᾿ οὔλης Α. τῆς add. Α. συνέψεσθαί Α. 16. οὐ πάνυ πρώην A. βεβλημένος A. 18. τὸν om. G. 21. ἄβαν A.)

ν

120

ἐπισυνάξας τὸ ἐπισκύνιον καἰ ἔνδοθεν ὑβριζόμενος παρ’ οὐδὲν ἐλογίζετο, πρὸς δὲ τὸν προκείμενον σκοπὸν ὅλον εἶχε τον νοῦν. εἰώθασι γὰρ οἱ φρόνημα στάσιμον ἔχοντες ἐμμένειν ἐφ’ οἶς ἂν κρίνωσι, τῶν δ’ ἔξωθεν ἐπισυμβαινόντων καταφρονεῖν. ἐπυνθάνετο γοῦν, τινες ἂν εἶεν οἱ ἑκασταχοῦ τοὺς πύργους φυλάσσοντες. ὡς δὲ ἐνταῦθα μὲν ἐφεστάναι τοὺς ἀθανάτους λεγομένους ἐμάνθανε, (στράτευμα δὲ τοῦτο Ῥωμαϊκῆς δυνάμεως ἰδιαίτατον,) ἐκεῖσε δὲ τοὺς ἐκ τῆς θού- [*](Β) λης Βαράγγους, (τούτους δὴ λέγω τοὺς πελεκυφόρους ἀλλαχόσε δὲ τοὺς Νεμίτζους, (ἔθνος δὲ καὶ· βαρβαρικὸν καὶ τῇ βασιλείᾳ Ῥωμαίων δουλεῦον ἀνέκαθεν ,) φησὶ πρὸς τὸν Ἀλέξιον παραινῶν, μήτε τοῖς Βαράγγοις ἐμβαλεῖν, μήτε τοῖς ἀθανάτοις προσεμβαλεῖν. οἱ μὲν γὰρ αὐτόχθονες ὄντες τῷ βασιλεῖ, πολλὴν τὴν εἰς αὐτὸν ἐξ ἀνάγκης [*](V. 54) ἔχοντες εὔνοιαν, θᾶττον ἂν τὰς ψυχὰς παραδοῖεν ἥ πονηρόν τι κατ’ αὐτοῦ μελετῆσαι πεισθήσονται· οἱ δέ γε ἐπὶ τῶν ὤμων τὰ ξίφη κραδαίνοντες πάτριον παράδοσιν καὶ οἶον παρακαταθήκην τινὰ καὶ κλῆρον τὴν εἰς τοὺς αὐτοκράτορας πίστιν καὶ τὴν τῶν σωμάτων αὐτῶν φυλακὴν ἄλλος ἐξ ἄλλου διαδεχόμενοι, τὴν πρὸς αὐτὸν πίστιν ἀκράδαντον διατηροῦσι καὶ οὐδὲ ψιλὸν πάντως ἀνέξονται περὶ προδοσίας λόγον. τῶν δέ γε Νεμίτζων ἀποπειρώμενος, ἴσως οὐ πόρρω βαλεῖ ἀλλ᾿ εὐτυχήσει τὴν εἴσοδον ἀπὸ τοῦ ὑπ᾿ αὐτῶν τηρουμένου πύρ-

[*](1. ἐπισκήνιον Α. 2. πρὸς δὲ : ἀλλ’ ἐπὶ Α. 4. κρίνωσιν P 11. δουλεύων PG, correxi. 18. καὶ κλῆρον om. CG. 22. ἀποπειρώμενον — βάλλειν A.)
121

γου. πείθεται τοίνυν τὸ ἐντεῦθεν Ἀλέξιος τοῖς τοῦ καίσαρος λόγοις ὥσπερ έν θείας ὀμφῆς τούτους δεξάμενος. διά τινος ἒν ἀποσταλέντος πὰρ αὐτοῦ τὸν ἡγεμόνα τῶν Μεμίτζων κάτωθεν ἐπιμελῶς ἀνεζήτει· ὁ δὲ ᾶνωθεν προκύψας, πολλά τε εἰπὼν καὶ ἀκούσας, συντίθεται ταχὺ προδοῦναι τὴν πόλιν. ἧκεν οὖν τὴν ἀγγελίαν ταύτην κομίζων οἱ στρατιώτης ἀκούσαντες δὲ οἱ ἀμφὶ τὸν Ἀλέξιον τὸ παρ’ ἐλπίδας, περιχαρεῖς γενόμενοι, μάλα προθύμως ἐπιβαίνειν τοῖς ἵπποις ἡτοιμάζοντο.

Ἅμα δὲ τούτοις καὶ οἱ τοῦ Μελισσηνοῦ πρέσβεις σφοδρῶς ἐπέκειντο ἀπαιτοῦντες τὸν ὑπεσχημένον χρυσόβουλλον λόγον. καὶ ὁ Μαγγάνης εὐθὺς μετεκαλεῖτο κομίσων αὐτόν. ὁ δὲ τὸν μὲν χρυσόβουλλον λόγον γεγραμμένον ἔχειν ἔλεγε, τὸ δέ γε χρησιμεῦον σκεῦος εἰς τὰς βασιλικὰς ὑπογραφὰς αὐτῆ̣ γραφίδι ἀπολωλεκέναι διισχυρίζετο, κρυψίνους ὢν ἀνὴρ καὶ δεινὸς τὸ μέλλον ῥᾷστα προϊδεῖν καὶ ἐκ μὲν τοῦ [*](p. 63) παρεληλυθότος θηρᾶσαι τὸ συνοῖσον, τὸ δέ γε ἐνεστὸς άκριβῶς διαγνῶναι καὶ πρὸς ὅπερ ἂν βούλοιτο εὐφυῶς μετενεγκεῖν, ἐπισκιάσαι τε πράγματα, εἰ μόνον θελήση. ἀνεβάλλετο γαρ γὰρ τὴν τοῦ χρυσοβούλλου γραφὴν ὁ Μαγγάνης, τὰς ἐπλίδας διδοὺς τῷ Μελισσηνῷ. ἐδεδίει γάρ, μὴ τοῦ κρυσοβούλλου τάχιον ἢ προσήκει καταπεμφθέντος αὐτῷ, ᾡ

[*](2. τούτους C, τοῦτο Α. τούσδε PG. 7. ἐλπίδα Α. 14. εἰς : πρὸς C. 15. αὐτῇ A, σῦν τῇ PG. άπολολωκέναι PG, recte A. κρυφίνους Ρ. 17. τὸ σὺν. G, τι P. 19. τε C, τὸ PG. πράγματα. Ρ. in margine, πρᾶγμα PG. μόνον C et in margine P, μὴ PG. 22. προσῆκε P. ᾧ G, ὁ Ρ, ὃς Α.)
122

τὴν τοῦ Καίσαρος ἀξίαν τούτῳ κατεχαρίζετο, τόν καίσαρα μὲν ἀποπέμψαιτο, τῆς δὲ βασιλείας ὅλως ἔξέχοιτο, καθά. περ καὶ πρὸς τοὺς Κομνηνοὺς διαμεμηνυκὼς ἦν, κίκι σπου- [*](Β) δάσειέ τι θρασύτερον. καὶ τοῦτο ἦν ἡ τέχνη καὶ τὸ μαγγάνευμα τοῦ Μαγγάνη πέρι τὴν ἀναβολὴν τοῦ χρυσοβούλλου λόγον τοῦ Καίσαρος. τούτων οὕτω τελουμένων καὶ τοῦ καιροῦ κατεπείγοντος τὴν πρὸς τὴν πόλιν εἴσοδον, ὑποτοπάξοντες οἱ πρέσβεις τὸ δρᾶμα, σφοδρότερον ἐνέκειντο, ἔξαιτούμενοι τὸν χρυσόβουλλον λόγον. οἱ δὲ Κομνηνοί φασι πρὸς αὐτούς “ἐπεὶ ἐν χερσὶν ἤδη τὴν πόλιν ἔχοντες ἄπιμεν, θεοῦ ᾦ ἐπαρήγοντος, ἐφ’ ᾧ κατασχεῖν αὐτήν, ἀπελθόντες ἀπαγγείλατε ταῦτα τῷ δεσπότη χαἰ κυρίῳ ὑμῶν, καὶ τοῦτ’ ἐπειπόντες, ὡς “εἴ γε κατ’ ἐλπίδας ἡμῖν ἀπαντήσει τὰ πράγματα, [*](C) σοῦ πρὸς ἡμᾶς παραγενομένου, πάντα κατὰ ῥοῦν ἀκολουθήσειε καὶ κατὰ τὸ ἡμῖν καἰ σοι Βουλητόν." ἀλλὰ ταῦτα μὲν πρὸς τοὺς πρέσβεις. τὸν μέντοι γεώργιον τὸν Παλαιολόγον πρὸς τὸν ἡγεμόνα Νεμίτζων Γιλπράκτον ἐξέπεμψαν, ἀπόπειραν ποιήσασθαι τῆς γνώμης Γιλπράκτου καἰ εἰ διαγνοίη προθυμούμενον δέξασθαι κατὰ τὴν ὑπόσχεσιν τοὺς Κομνηνούς, τὸ δοθὲν αὐτῷ σύνθημα ποιῆσαι, ὅπερ αὐτοὶ μὲν θεασάμενοι ἐπισπεύσουσι τὴν εἰσέλευσιν, αὐτὸς δὲ εἰς τὸν πύρ-

[*](1. χαρίζετο P, ἐχαρίζετο Α, κατεχαρίζετο CG. 2. CA, ἀποπέμψατο G. ὅλος ὅλος C. μαγγάνωμα G. 5. του χρυσ. : τῳ C. χρυσοβουλλίου Α. 8. σφοδρώτερον PG. recte Α 9. χρυσοβούλλιον Α. 11. κατασχεὶν αὐτὴν θεοῦ ἐπαρήγοντος C, θεοῦ ἐπαρ. ἐφ’ ᾡ κατασχεῖν G. 12. ἡμῶν Α 13. γε om. GA. ἀπαντήσει CA, ἀπαντήσῃ PG. 14 πρᾴου γενομένου C et in margiae PG. 18. Γιλπράκτου: αὐτοῦ Α. 21. ἔλευσιν G.)
123

γον ἀνελθών, θᾶττον αὐτοῖς τὰς πύλας ὑπανοίξει. ὁ δὲ ἀλα προθύμως τὴν πρὸς τὸν Γιλπράκτον ὑδοιπορίαν ἀνεδέξατο, πρόθυμος ὢν ἀνὴρ εἰς τὰς πολεμικὰς πράξεις καὶ πό- [*](V. 55) λεων ἐκπορθήσεις, καὶ τοῦτ’ αὐτὸ τειχεσιπλήτης αὐτόχρημα [*](D) ἶπες ἄν, ὁ πέρι Ἄρεος Ὅμηρος. οἱ δὲ Κομνηνοὶ ὁπλισάμεοι καὶ τὸ ὁπλιτικὸν ἅπαν ἐμπείρως πάνυ καταστησάμενοι, ἐραδεῖ ποδὶ στείχοντες, ἱλαδὸν πρὸς τὴν πόλιν ἀπῄεσαν. ἐσπέρας οὐν πελάσας τῷ τείχει ὁ παλαιολόγος Γεώργιος καὶ σύνθημα ἀπὸ τοῦ Γιλπράκτου λαβών , ἄνεισιν ἔπι τὸν πύργον μετὰ τῶν ἀμφ᾿ αὐτόν. οἱ μὲν ὀλίγον τι πρὸ τὼν τειχῶν γεγονότες, χάρακά τε βάλλονται τᾶι στρατοπεδεύουσι λαμπρῶς. καὶ βραχύ τι μέρος τῆς νυκτὸς ἐπ᾿ αὐτοῦ αὐλισάμενοι, τὸ λοιπὸν αὐτοὶ τὸ μεσαίτατον εἶχον εἶχον τῆς φάλαγγος ἅμα τοῖς τῶν ἱππέων ἐπιλέκτοις καὶ τῇ κρείττονι στρατιᾷ, τότε ψιλὸν διατάξαντες, βάδην τε [*](P. 64) ϊόντες, κατ’ αὐτὸ τὸ περίορθρον πρὸ τῶν τειχῶν ἀθρόον καθίστανται. καὶ πολέμου σχῆμα διατυπώσαντες, ἐσιδηροφόρουν ξύμπαντες, ἵνα τοὺς ἐντὸς καταπλήξαιεν. σύνθημα δὲ ἄνωθεν δόντος αὐτοῖς τοῦ Παλαιολόγου καὶ τὰς πύλας ἀνοίξαντος, συμμίγδην εἰσίεσαν, οὐ σὺν εὐταξίᾳ στρατιωτικῇ, ἀλλ’ ὡς ἔτυχεν ἕκαστος, ἀσπίδας καὶ τόξα καὶ δόρατα φέροντες. ἡ δὲ ἡμέρα πέμπτη ἦν ἡ μεγάλη, καθ’ ἢν τὸ μυστικὸν πάσχα θύομεν ἅμα καὶ ἐστιώμεθα, ἐπινεμήσεως τετάρτης

[*](2. μάλα om. P. ἐδέξατο Α. 3. ὁ ἀνήρ Α. τἀς om. CA 11. πρὸς G. 12. βραχύ PG, ὀλίγον A. 15. lege τὸ τε 19 αὐτοῖς om. A. ἀνοίξαντος, αἳ τῆς χαρσίου κικλήσκονται Α. 23. ἅμα : τε Α. ἐπὶ νεμήσεως PG, recte A.)

τειχεσιπλήτης

124

ἔτους ςφπθ᾿ μηνὸς Ἀπριλλίου. καὶ οὕτως ἅπαν τὸ [*](Β) πεδον ἐκ ξενικῆς τε καἰ ἐγχωρίου δυνάμεως, ἐκ τ’ αὐτοχθόνων καὶ τῶν παρακειμένων χωρῶν συνεληλυθός, τὴν πόλιν ἐκ πολλοῦ παντοίοις εὐθηνοῦσαν εἴδεσιν, ἐξ ἠπείρου τε καἰ θαλάσσης συνεχῶς ἀρδομένην γινώσκοντες, ἐν βραχεῖ χρόνῳ διὰ τῆς Χαρσίου πύλης εἰσεληλύθασιν, ἁπανταχοῦ σκεδασθέντες περί τε τὰς λεωφόρους πέρι τε τὰς τριόδους καὶ ἀμφόδους, μὴ οἰκιῶν, μὴ ἐκκλησιῶν, μηδὲ αὐτῶν τῶν ἱερῶν ἀδύτων τὸ παράπαν φειδόμενοι, ἀλλὰ λείαν πολλὴν ἐκεῖθεν ἐπισυνάγοντες, τοῦ μέντοι ἀποκτείνειν μόνον ἀφιστάμενοι, τὰ δ’ ἄελλα πάντα ἰταμῶς πάντη καὶ ἀναισχύντως ποιοῦντες. τὸ δὲ [*](C) δὴ χεῖρον, ὅτι οὐδὲ οἱ αὐτόχθονες τῶν τοιούτων ἀφίσταντο πράξεων, ἀλλ’ οἷον ἐκλαθόμενοι ἑαυτῶν καὶ τὰ σφῶν ἤθη ἔπι τὸ χεῖρον ἀμείψαντες, ἀνερυθριάστως καἰ αὐτοὶ, ἅπερ οἱ βάρβαροι, ἔπραττον.

Ταῦτα δὲ ὁ βασιλεὺς Νικηφόρος ὁρῶν καὶ ὡς τὰ κατ’ αὐτὸν έν στενῷ κομιδῆ κατήντηκεν, ἀπό τε τῆς δύσεως πολιορκουμένης τῆς πόλεως, ἀπό τε τῆς ἕω Νικηφόρου τοῦ Μελισσηνοῦ περὶ τὴν Δάμαλιν ἤδη αὐλιζομένου, μὴ ἔχων ὅ τι καὶ δράσειε, τῷ Μελισσηνῷ προτεθύμητο τῶν πρωτσίων μᾶλλον παραχωρῆσαι. κατασχεθείσης δὲ τῆς πόλεως

[*](1. ἔτους εφπά Α. μηνὶ ἀπριλλίῳ CG. Ἀπριλίου P. στράτευμα Α. 6. καρσίου P, διὰ τῆς εἰρημένης πύλης Α. εἰσηληλύθασιν διὰ — πύλῃς P. 7. περὶ alterum: διὰ A. 10. μόνου Ρ. 12. ἀφιστάντες A. 16. δὲ om. A. 17. τῶν δύσεων A. 18. ἀπό τε τῆς ἵω om. C. 19. ἤδη om. G.)
125

ἤδη παρὰ Κομνηνῶν, μετακαλεσάμενός τινα τῶν πιστοτέρων θεραπόντων αὐτοῦ, παρεκελεύετο διὰ τοῦ στόλου τὸν Μελισσηνὸν εἰσάγειν εἰς τὰ βασίλεια, ᾡτινι συνείπετο καὶ [*](D) σπαθάριός τις ἀνὴρ μαχιμώτατος. πρὸ δὲ τοῦ φθάσαι εἰς ἔργον τὸν λόγον, ἡ μὲν πόλις ἑάλω, ὁ δὲ Παλαιολόγος ἕνα τῶν ὑπ᾿ αὐτὸν ἀναλαβόμενος, πεζῇ κάτεισιν ὡς πρὸς θάλασσαν πορευόμενος περιτυχὼν δέ τινι ἀκατίῳ εἴσεισιν εὐθὺς καὶ τοῖς ἐρέταις παρεκελεύτεο, ὅπου ὁ στόλος κατὰ τὸ εἰθισμένον προσώρμιστο, ἀπευθῦναι τὸ σκάφος. ἐγγίξων δὲ ἤδη πρὸς τὴν περαίαν, ὁρᾶ τὸν παρὰ τοῦ Βοτανειάτου ἀποσταλέντα ἐφ᾿ ᾡ τὸν Μελισσηνὸν διαπεραιῶσαι, τὸν στόλον εὐτρε- [*](V. 56) πίζοντα, καὶ τὸν σπαθάριον ἐντὸς μιᾶς τῶν πολεμικῶν νηῶν. [*](P. 65) γνωρίσας οὑν αὐτὸν πόρρωθεν, πάλαι συνήθη τοῦτον ἔχων, παραπλεύσας καὶ προσειπὼν αὐτῷ τὰ συνήθη, ἐπυνθάνετο ὅθεν καὶ ὅπη πορεύεται, καὶ μεθ’ ἑαυτοῦ ἀναλαβέσθαι αὐτὸν ἤξίου. ὁ δὲ σπαθάριος ξιφήρη τοῦτον ὁρῶν καὶ ἀσπίδα κατέχοντα, δειλιάσας φησι πρὸς αὐτόν “εἰ μή σε οὕτω καθωπλισμένον ἰωρῶν, περιχαρῶς ἂν ἐδεξάμην.’’ ὁ δὲ μάλα προθύμως καὶ τὴν ἀσπίδα καὶ τὸν ἀκινάκην καὶ τὴν κόρυθα ἀποθέσθαι κατετίθετο, εἰ μόνον θελήσει τοῦτον ἀναλαβέσθαι. ὡς δὲ καταθέμενον αὐτὸν τὰ ὅπλα ὁ σπαθάριος ἐθεάσατο, παρεκεχωρήκει τηνικαῦτα αὐτῷ τῆς εἰς τὸ ἔδιον πλοῖον εἰσελεύσεως, καὶ περιπλακεὶς κατησπάζετο μάλα περιχαρῶς. ὁ

[*](2. θεραπόντων om. PA, add. CG et in margine Ρ. διὰ τοῦ στόλου om. PA, add. CG et in margine P. 9. ἀπευθῆναι Ρ. 10. κεραίαν CGA. 21. αὐτὸν om. G.)
126
[*](B)

δὲ Παλαιολόγος, ὀβριμοεργὸς ὢν ἀνήρ, οὐδὲ πρὸς βραχὺ περιμείνας, ἔργου ἥπτετο. νᾶι ὡς πρὸς τὴν πρώων ἄλλο μένος τοὺς ἐρέτας ἐπυνθάνετο “τί" λέγων “ποιεῖτε καὶ ὅπῃ πορεύεσθε κατὰ τῆς σφῶν κεφαλῆς κακὰ μέγιστα ἐπενεγκεῖν πραγματευόμενοι; ἡ πόλις, ὡς ὁρᾶτε, ἑάλω. ὅ ποτε μέγα δομέστικος νῦν βασιλεὺς ἀνηγόρευται· καὶ τοὺς ὁπλοφόρους ὁρᾶτε καὶ τῆς εὐφημίας ἀκούετε· καὶ οὐκέτι χώραν ἕτερος ἐν τοῖς βασιλείοις ἕξει. καλὸς μὲν οὖν ὁ Βοτανειάτης, ἀλλὰ λαὶ οἱ Κομνηνοὶ πολλῷ κρείττονες. πολλὴ ἡ τοῦ Βοταντειάτου στρατιά, ἀλλὰ πολλαπλάσιος ἡ ἡμετέρα. οὐ χρὴ τοιγαροῦν τὴν σφῶν αὐτῶν ζωήν, τάς τε γυναῖκας καὶ τοὺς [*](C) παῖδας προδοῦναι, ἀλλὰ δὴ τὴν πόλιν περιαθρήσαντας καὶ τὸ ὁπλιτικὸν ἅπαν ἐντὸς αὐτῆς θεασαμένους, τάς τε σημαίας καἰ τὴν εὐφημίαν λαμπρὰν γινομένην ἀκούοντας τόν τέ ποτε μέγαν δομέστικον νῦν βασιλέα τοῖς βασιλείοις πελάζοντα καἰ τὴν αὐτοκράτορα ἀρχὴν ἤδη περιζωννύμενον, πρύμναν τε κρούσασθαι καὶ ἑτεραλκέα τὴν νίκην ποιησαμένους αὐτῶ προσελθεῖν." οἱ δὲ τηνικαῦτα τοῖς τούτου λόγοις ὑπείξαντες, πάντες τῆς αὐτοῦ γνώμης γεγόνασιν. τοῦ δὲ σπαθαρίου δυσχεραίνοντος, ἠπείλησεν ὁ ξιφηφόρος οὑτος Γεώργιος ὁ Παλαιολόγος αὐτοῦ που ἔπι τοῦ καταστρώματος τῆς νεὼς δε-

[*](1. ὀβριμοεργὸς Α, ὀμβριμοεργὸς PG. 2. πρὸς add. C, καὶ πρὸς τὴν Α. 4. post σφῶν add. αὐτῶν Hoeschel ἐνεγκεῖν A. 6 ἀναγορεύεται A. καὶ om. A. 11. αὐτῶν om. A. 12. δὴ: δεῖ A. 16. τὴν om. A. ἤδη om. GA. 17. καὶ om. P, add. GA. ἑιεραλκῆ G. 20. ἠπεῖλκεν P, ἠπείλη σεν CG. 21. δεσμώτην CG.)
127

σμήσας καταβαλεῖν ἥ κατὰ τοῦ βυθοῦ ῥίψαι. εὐθὺς οὐν [*](D) τῆς εὐφημίας ὁ Παλαιολόγος ἐξῆρχε, καὶ σὺν αὐτῷ οἱ ἐπέται. τὸν δὲ σπαθάριον καὶ μὴ βουλόμενον καὶ δυσχεραίνοντα κατὰ τοῦ καταστρώματος δεσμώτην κατέθηκεν. παραπλεύσας δὲ μικρόν, ἀναλαμβάνεται τόν τε ἀκινάκην καἰ ἦν ἀσπίδα, καὶ οὕτω προσορμίζει, ὅπου ὁ στόλος, καὶ πάνδημον ἐποιεῖτο ἤδη τὴν εὐφημίαν. ἐντυχὼν δὲ καὶ τῷ ἀποσταλέντι Ναρὰ τοῦ Βοτανειάτου ἐφ’ ὅ τὸν στόλον ἀναλαβέσθαι καὶ διαπεράσαι τὸν Μελισσηνόν, εὐθὺς κατέσχεν αὐτὸν καἰ λῦσαι τὰ πρυμνήσια παρεκελεύετο τοῖς ναυτικοῖς. ἀποπλεύσας οὖν ἐκεῖθεν συνάμα τῷ στόλῳ καταλαμβάνει τὴν ἀκρόπολιν, [*](p. 66) τὴν εὐφημίαν λαμπρὰν ποιούμενος. κἀκεῖσε τοῖς ἐρέταις παύσασθαι τῆς εἰρεσίας διεκελεύετο καὶ ἀτρεμοῦντας ἱστάναι ἐφ’ ᾦ τοὺς ἐκ τῆς ἑῴας πειρωμένους διαπερᾷν ἀπείργειν. μετ’ ὀλίγον δὲ πλοῖον θεασάμενος πρὸς τὸ μέγα παλάτιον καταῖρον, τοῖς τοῦ ἰδίου πλοίου ἐρέταις κελεύσας σφοδρὰν τὴν εἰρεσίαν ποιήσασθαι, φθάνει τοῦτο. καὶ ὡς τὸν ἔδιον ἐν αὐτῷ ἐθεάσατο πατέρα, ἀναστὰς εὐθὺς τὴν προσήκουσαν γονεῦσι προσκύ- [*](V. 52) νῆσιν αὐτῷ ἀπεδίδου. ὁ δὲ οὐ περιχαρῶς αὐτὸν ἐθεάσατο, οὔτε μὴν γλυκερὸν φάος ὠνόμασε, καθάπερ ποτὲ ὁ Ἰθακή-

[*](1. καταλαβεῖν PG, καταβαλεῖν F et in margine P. 3. καὶ μὴ βουλόμενον C. 4. στρώματος GA. δεσμώτην CG, δεσμήσας PA. 5. δὲ : οὑν Α. 6. στόλος : Hoeshel. atld. ἦν. vid. annntat. 11. σὺν τῷ στόλῳ παντὶ A. 13. ἐρεσίας G. 14. πειρώμενοι C, βουλομένους Α. ἀπείργειν Α, ἀπεῖργεν PG. 17. ἐθεᾶτο Α. 19. δ᾿ οὐ Α. 20. μὲν G. αὐτὸν ὠνόμασε Α.)
128
[*](B)

σιὸς Ὀδυσσεὺς τὸν Τηλέμαχον θεασάμενος. ἐκεῖ γὰρ συμ πόσιον καὶ μνηστῆρες καἰ ἅμιλλα καὶ νευρὰ καἰ τόξον, καὶ ἆθλον τῷ νικήσαντι ἡ σώφρων ἔκειτο Πηνελόπη, καὶ ὁ Τηλέμαχος οὐκ ἐχθρός, ἀλλ᾿ ὡς υἱὸς πατρὶ ἐπαρήγων εἰσῄει ἐνταῦθα δὲ μάχη καὶ πόλεμος, καὶ ἀντικαθιστάμενοι πρὸς ἀλλήλους κατὰ γνώμην ἦσαν ἄμφω. καἰ ἡ θατέρου ἅτερον οὐκ ἐλάνθανε σχέσις, κἀν εἰς ἔργον οὔπω τὰ τῆς γνώμης ἀπέβαινεν. ἔνθεν τοι καὶ μωρὸν καλέσας αὐτόν, ἐπυνθάνετο λέγων “τί ὧδε ποιήσων ἥκεις; ὁ δέ φησιν “ἐπεὶ σὺ ὁ ἐμοῦ πυνθανόμενος εἶ, οὐδέν. καὶ ὃς πρὸς αὐτόν “ἀνέχου μι κρόν, καὶ εἰ μου ὁ βασιλεὺς ὑπακούσει, γνώση μετ’ οὐ πο- [*](C) λύ." φθάσας οὖν ὁ ῥηθεὶς Νικηφόρος ὁ Παλαιολόγος εἰς τὰ ἀνάκτορα, ἐπεὶ ἐσκεδασμένους ἑώρα τοὺς ξύμπαντας καὶ περὶ τὴν συλλογὴν τῶν χρημάτων ἠσχολημένους, εὐκαταγωνίστους αὐτοὺς οἰόμενος, ᾐτεῖτο τὸν Βοτανειάτην δοθῆναί οἱ τοὺς ἀπὸ τῆς Θούλης νήσου Βαράγγους, ὥστε δι’ αὐτῶν ἔξω θῆσαι τῆς πόλεως τοὺς Κομνηνούς. ὁ δέ γε Βοτανειάτης, ἅπαξ τὰ περὶ αὐτὸν ἀπεγνωκώς, ἐσχηματίζετο μὴ θέλειν ἐμφύλιον γενέσθαι πόλεμον. ἀλλ’ “εἴ γε πείθῃ μοι, Νικηφόρε," φησιν “ἐπεὶ εἴσω τῆς πόλεως γεγόνασιν οἱ Κομανοί, ἄπελθε πρὸς αὐτοὺς πρεσβεύων τὰ πρὸς εἰρήνην." ὁ δὲ δυσνασχετῶν, ὅμως ἀπῄει.

[*](1. θεασάμενος· ἀλλὰ λοξὸν βλέψας καὶ μωρὸν αὐτὸν καλέσας 4. οὐχ P, οὐ G, correxi. 7. οὐκ om. G. 8. ἐπέβαινεν C. αὐτὸν καλέσας P. 9. ἐπειδὴ Ρ. 12. Νικηφόρος ὁ om. A ὁ alteniin adcl. C. 15. τοῦ Βοτανιάτου A. 16. βαρβάρους PAG, βαράγγους C. 19. γέ μοι πείθῃ, πρὸς τὸν παλαιολόγον φησὶν A.)
129

῾Ως δὲ εἰσελθόντες οἱ Κομνηνοὶ τεθαρρηκότες ἤδη [*](D) ἐκαρτέρουν περὶ τὸ πέδιον τοῦ ἁγίου μεγαλομάρτυρος Γεωργίου τοῦ καλουμένου τοῦ Συκεώτου, βουλευόμενοι εἰ χρὴ πρότερον ἀπελθεῖν εἰς τὰς σφῶν μητέρας καὶ τὴν συνήθη προσκύνησιν κατὰ τὸ εἰθισμένον αὐταῖς ἀπονεῖμαι, εἶθ’ οὕτω πρὸς τὰ βασίλεια χωρῆσαι, μαθὼν ὁ καῖσαρ ἀποστείλας τινὰ τῶν αὐτοῦ θεραπόντων ἠπειλήσατο, τῆς βραδυτῆτος τούτους πολλὰ καταμεμψάμενος. εὐθὺς οὐν ἀμφὶ τὸν οἶκον τοῦ Ἰβηρίτζη γενομένων, καταλαμβάνει Νικηφόρος ὁ Παλαιολόγος λέγων “ὁ βασιλεὺς ὑμῖν τάδε μηνύει· γέρων μὲν [*](Ρ. 67) ἐγὼ ἤδη καὶ μόνος, μήθ᾿ υἱὸν κεκετημένος, μήτ᾿ ἀδελφόν, μήτε τινὰ τῶν γνησίων, καὶ εἰ βούλει, πρὸς τὸν ἀρτιφανῆ βασιλέα τὸν ᾿Αλέξιον ἀποτείνων τὸν λόγον,) σὺ γενοῦ μοι θετὸς υἱός. κἀυὼ οὐκ ἀφελοῦμαί τι ὡν ἑκάστῶ τῶν συστρατεθομένων σοι πεφιλοτίμησαι, οἶδέ τινός σοι ἐξουσίας βασιλικῆς, ἀλλὰ μόνον ἔσομαι ψιλοῦ τοῦ τῆς βασιλείας μετέχων ὀνόματος καὶ τῆς εὐφημίας καὶ τῶν ἐρυθρῶν πεδίλων, ἔτι δὲ καὶ καὶ τοῦ διαναπαύεσθαι εἰς τὰ ἀνάκτορα. σοι δὲ ἡ τῶν τῆς βασιλείας πραγμάτων μελήσει πάντως διοίκη- [*](Β) σις." πρὸς ταῦτα οἱ Κομνηνοὶ ῥήματά τινα συγκαταθέσεως ἐμφαντικὰ ἐνέφαινον· ἅπερ ἐνωτισθεὶς ὁ Καῖσαρ, φθάνει τάχος πρὸς αὐτούς, ἐπαπειλούμενος καὶ πρὸς τὰ βασίλεια κα-

[*](2. περὶ τὸ μον δίον A, unde Hoeschel. coni. μονάδιον. ἁγίου add. A. 3. εἰ C, ἢ PG. 8. κατὰ CG, ἀμφὶ FP. 9. ᾿Ιβηρίτος G, ἰβηρίτζου F. ὁ Νικηφόρος G. 13. τὸν prius om. A. 14. ἀφελοῦμαι G, ἀφέλωμαί P, ἀφέλομαι Α. τι om. GA 15. σοι om. A. περιφιλοτίμηται G. κοινωνήσω G. 21. ἐμφατικὰ G. 22. πρὸς αὐτ. : εἰς Α.)
130

τεπείγων. ὡς δὲ δεξιόθεν τῆς αὐλίδος εἰσῄει, ἐξελθόντες οἱ Κομνηνοὶ συναντῶσι πεζεύοντι αὐτῷ · ὁ δὲ πολλὰ τούτους ἐμέμφετο. ἀτενίσας δὲ ἐν τῷ εἰσιέναι καὶ τὸν Παλαιολόγον Νικηφόρον ἀπὸ τῆς λαιᾶς αὖθις εἰσερχόμενον, “τί πρὸς [*](V. 58) τὰ ἐνταῦθα ; ’’ φησί “καὶ τί βουλόμενος ἥκεις, συμπένθε- [*](C) ρε;" ὁ δὲ “τελέσων μέν, ὡς ἔοικεν, οὐδέν, τὰς δὲ αὐτὰς ταῖς πρώην κομίσων ἥκω παρὰ τοῦ αὐτοκράτορος ἀγγελίας. διενίστατο γὰρ ὁ βασιλεὺς φυλάξαι τὰ ὑπεσχημένα καὶ ὡς υἱῷ μὲν χρήσασθαι τῷ Ἀλεξίῳ ἐφ’ ᾦ τὴν αὐτοκράτορα ἀρχὴν αὐτὸν ἀναδήσασθαι καὶ τὰ τῆς βασιλείᾳ κατὰ τὸ αὐτῷ διοικεῖν βουλητόν, ἐκεῖνον δὲ μόνον τοῦ τῆς βασιλείας μετέχειν ὀνόματος καἰ τῶν ἐρυθρῶν πεδίλων καὶ τῷ καινῆς ἁλουργίδος καὶ τοῦ πέρι τὰ βασίλεια διαναπαύεσθαι, γέροντά τε ἤδη ὄντα καὶ ῥᾳστώνης δεόμενον.’’ εὐθὺς δὲ πρὸς αὐτὸν δριμὺ ἐνατενίσας καὶ τὰς ὀφρῦς ἐπισυνάξας, αὐτῷ φησιν “ἀπελθὼν ἀπάγγειλον τῷ βασιλεῖ, ὡς ταῦτα [*](D) ἦσαν ἂν συμφορώτερα πρὸ τοῦ τὴν πόλιν ἁλῶναι· τὸ δ᾿ ἐντεῦθεν χώραν οὐκ ἔχει οὔλως τὰ τῆς πρεσβείας. γέρων δὲ ἤδη ὢν ὑπεξίστασο τοῦ θρόνου καὶ τῆς σαυτοῦ φρόντισον σωτηρίας." ἀλλὰ ταῦτα μὲν ὁ καῖσαρ. ὁ δέ γε Βορῖλος τούτων μεμαθηκὼς εἰσέλευσιν καὶ ὡς ὁ ὑπ’ αὐτοὺς στρατὸς ἁπανταχοῦ σκεδασθεὶς περὶ τὴν λείαν ἐνασχολεῖται κω τῆς

[*](4. θεασάμενος Tpost Ntx. add. PG, om. Α. ἐρχόμενον Α. 5 τὰ : ταῦτα A. καὶ om. Α. 7. κομίζων? πρώην : αὖθις add. P in margine. 9. αὐτοκράτορος CG. 10. ἀρχὴν om. G. II. μόνου C. 13. lege κοινῆς. 17. συμφορώτερα GA, συμφερώτατα P. 18. δ᾿ ἤδη G. 19. ὑπεξίστατο P.)
131

ὦν λαφύρων συλλογῆς ὅλος ·γεγένηται, (οὗτοι δὲ μετὰ ἐξ αἵματος καἰ ἔξ ἀγχιστείας προσηκόντων αὐτοῖς καὶ μετρίων ὀθνείων κατελείφθησαν,) ἀντικαταστῆναι διέγνω τούτοις, λίαν εὐχειρώτοις οὖσι διὰ τὸν τοῦ στρατοῦ σκεδασμόν. τοίνυν καὶ συναγαγὼν τοὺς ἐπὶ τῶν ὤμων τὰ ξίφη κραδαίνοντας ἅπαντας καὶ ὁπόσοι ἐκ τοῦ Χώματος ὥρμηντο, ἀπὸ [*](P. 68) τοῦ Κωνσταντίνου φοροῦ μέχρι καὶ τοῦ λεγομένου Μιλίου καὶ ἄνωθεν μετ’ εὐταξίας ὅτι πολλῆς στοιχηδὸν αὐτοὺς συνέταξεν· ὢ δὲ συνησπικότες ἵσταντο πρὸς μάχην παρεσκευασμένοι καὶ ἀτρεμοῦντες τέως. ἐπεὶ δὲ ὁ τηνικαῦτα πατριάρχης χρηματίζων ἱεροπρεπὴς τῷ ὄντι ἀκτήμων καἰ πᾶν εἶδος ἀσκήσεως, ᾗπερ οἱ ἐν ἐρημίαις καἰ ὄρεσιν ἐνδιαιτώμενοι τῶν πάλαι πατέρων, διεληλυθώς, κατηξίωτο προορατικοῦ καὶ θείου χαρίσματος, πολλά τε πολλάκις προειπὼν καὶ μηδέποτε διαψευσάμενος καὶ κανὼν καὶ τύπος ἀρετῆς τοῖς μετ᾿ αὐτὸν χρηματίσας, οὐδὲ τὰ τῷ Βοτανειάτῃ συμπεσόντα παντάπασιν [*](Β) ἀγνοήσας ἐφαίνετο. ἀλλ’ εἴτε ἐκ θείας ἐπιπνοίας, εἴτε καὶ τοῦ καίσαρος ὑποθεμένου, (ἐλέγετο γὰρ καὶ τοῦτο ,) πάλαι φιλίως πρὸς αὐτὸν διακειμένου διὰ τὸ ὕψος τῆς αὐτοῦ ἀρετῆς, ξυνεβούλευε τῷ βασιλεῖ ὑπεκστῆναι τοῦ βασιλείου θρόνου, “μὴ χώρει λέγων “πρὸς ἐμφυλίους πολέ-

[*](1. δὲ om. G. 3. κατελείφθεισαν P. 7. Κωνσταντινείου G, Κωνσταντινίου C 10. καὶ add. CG. 11. ἀκτήμων om. A. 13. ante προορατικοῦ add. Α καὶ. 14. εἰπὼν CGA. 17. ἐπινοίας G. 18. ὑποθεμένου, ὡς πάλαι φιλίως Α. 20. αὐτοῦ om. A. βασιλικοῦ G.)
132

μους, μήτ’ ἀντίβαινε θεοῦ προστάξει αἵμασι χριστιανῶν μὴ θέλε μιανθῆναι τὴν πόλιν, ἀλλ’ εἴξας θεοῦ βουλήσει ὑπέκστηθι τοῦ μέσου.’’ πείθεται τοῖς τοῦ ἀρχιερέως λόγοις ὁ βασιλεύς. δεδιὼς δὲ τὸ τοῦ στρατοῦ ἀτάσθαλον, περιζώννυται καὶ κάτεισιν ὡς πρὸς τὴν τοῦ θεοῦ μεγάλην ἐκκλησίαν ἀπο- [*](C) νενευκώς. πλήρης δὲ συγχύσεως ὤν, λέληθεν ἠμφιεσμένος ἔτι τὴν τοῖς βασιλεῦσιυ πρέπουσαν στολήν. ὁ δὲ Βορῖλος ἐπιστραφεὶς καὶ ἁψάμενος τῶν περὶ τὸν βραχίονα περικεκολλημένων διὰ μαργάρων πέπλων, παραλύει τηνικαῦτα τῆς ἐσθῆτος, φάμενος μετὰ τινος μυκτῆρος καὶ σεσηρότος ἤθους, ὡς “τοιοῦτο ἡμῖν ἐπ’ ἀληθείας προσήκει νῦν." ὁ δὲ εἰς τὸν μέγαν τοῦ θεοῦ νεὼν τῆς τοῦ θεοῦ σοφίας εἰσελθών ἐγκαρτερῶν τέως ἦν ἐν αὐτῷ.

[*](3. βασιλεύς : Α omissis, quae supra p. 130 20 — 131, 10 leguntur, hic acldit καί τοι γε τοῦ βορίλου πολλὰ τοῦτον παροτρύνοντος εἰς τὸ συνάψαι πόλεμον μετὰ τῶν Κομνηνῶν, ναὶ συναγαγότος γαγόντος τοὺς ἐπὶ τῶν ὤμων τὰ ξίφη κραδαίνοντας καὶ ὁπόσοι έν τοῦ χώματος ὥρμηντο. περιζώννυται οὖν ὁ βοτανιάτης καὶ κάτεισιν etc. 5. ἀπονενευκὼς om. A. 8. περικεκολλημένων A, κεκολλημένων PG. 9. διαμαργάρων A, probante Bandurio Imp. Or. I, p. 496. vid. annotat. 11. τοιούτων A. 12. εἰσελθων οὖν εἰς τὸν τοῦ θ. μέγαν νεὼν Α.)