Alexias

Anna Comnena

Anna Comnena. Annae Comnenae Alexiadis, Volume 1. (Corpus Scriptorum Historiae Byzantinae, Volume 38). Schopen, Ludwig; Niebuhur, B.G., editors. Bonn: Weber, 1839.

Ἐπεὶ δὲ ἄνδρας καὶ ἀμφοτέρους γενναίους εἰς πόλεμον ὁ λόγος κατεστήσατο, τόν τε Βρυέννιον καὶ τὸν ἐμὸν [*](D) πατέρα τὸν Κομνηνὸν Ἀλέξιον, οὐδὲν γὰρ ἕτερος τοῦ ἑτέρου πρὸς ἀνδρείαν ἀπελιμπάνετο, οὐδὲ τὰ τῆς ἐμπειρίας [*](V. 13) ἔτερος ἑτέρου πὰρ ἔλαττον εἰχεν,) ἄξιόν ἐστι καταστησαμένους τούτους εἰς φάλαγγας καὶ ἀντιπαρατάξεις, ἐκεῖθεν ἀποσκοπῆσαι σκοπῆσαι τοῦ πολέμου τὴν τύχην. τὼ μὲν γὰρ ἄνδρε τούτω καἰ ἄμφω ἤστην καλὼ καὶ γενναίω καὶ τά γε εἰς χεῖρας καὶ

[*](12. μετ’ alterum add. Hoeschel. 14. κλωπιτεύειν A, κλωπετεύειν PG. 15. εἰς πόλεμον om. P. 18. τὰ : τι G.)
27

πεῖραν ἶσοι ὥσπερ ἔπι τρυτάνης ἱστάμενοι . ὁρᾷν δὲ ἡμᾶς χρεών, ὅπου ὅπου τὰ τῆς τύχης ἐπέβρισεν. ὁ μὲν γὰρ Βρυέννιος μετὰ τοῦ θαρρεῖν ταῖς δυνάμεσι καὶ τὴν πεῖραν προὐβάλλετο τὴν εὐταξίαν τῆς παρατάξεως· ὁ δ' Ἀλέξιος ἐκ τοῦ ἐτέρου [*](Ρ. 11) ὁλίγας μὲν ἐλαίδας καὶ πάνυ ἀφελεῖς εἶχεν ὅσον ἑαὶ τῷ στρατεύματι, ἀντιπρουβάλλετο δὲ τὴν ἀπὸ τῆς τέχνης ἴσχὺν καὶ τὰς στρατηγικὰς μηχανάς. ἤδη γὰρ ἀλλήλοιν αἰσθόμενοι καὶ ὅτι πολέμων ἤδη καιρός, ὁ μὲν Βρυέννιος ἐπειδὴ τὰς ἐφόδους αὐτοῦ προüποτέμνεσθαι τὸν Κομνηνὸν Ἀλἔξιον μεμαθήκοι καὶ περὶ Καλαυρὴν στρατοπεδεύειν, οὕτω ξυνταξάμενος ἀντεπήρχετο. εἰς τε γὰρ δεξιὸν κέρας καὶ εὐώνυμον τάξας τὸ στράτευμα, τοῦ μὲν δεξιοῦ κατάρχειν τὸν αὐτάδελφον Ἰωάννην ἐπέταττε . πεντακισχίλιοι δ' ἦσαν οἱ τοῦτο τὸ μέρος συμπληροῦντες , Ἰταλοί τε καἰ τῆς τοῦ Μανιάκου ἐκείνου ἀποσπάδος, καὶ μὴν καἰ ἐκ Θετταλίας ἄνδρες [*](Β) ἱππεῖς καὶ μωρά τις τῶν ἀπὸ τῆς ἑταιρείας οὐκ ἀγεννής. θάτερον δὲ τὸ εὐώνυμον κέρας ὁ Ταρχανειώτης εἶχε Κατακα- λῶν, Μακεδόνας καὶ Θρᾷκας ἔξωπλισμένους εἰς τρισχιλίους τοὺς ξύμπαντας συναριθμουμένους. αὐτὸς ὁ ὁ Βρυέννιος τὸ μέσον κατεῖχε τῆς φάλαγγος, ἔκ τε Μακεδόνων καὶ Θρᾳκῶν συντεταγμένον καὶ τοῦ ἀρχοντικοῦ σύμπαντος ὅσον ἐπίλεκτον. πάντες δὲ ἐφ' ἵπποις Θετταλοῖς ἐποχούμενοι καὶ τοῖς σιδηροῖς θώραξι καὶ τοῖς περὶ τὴν κεφαλὴν κράνεσιν ἔξαστράἀφαυρὰς

[*](5. A, ἀφε . . . . G. 8. an πολεμεῖν? 10. μεμαθήκει Α. 14. Μανιάκη A. 16. ἑταιρείας A, ἐταιρίας PG. 22. ἵππου Θετταλῆς AG.)
28

πτοντες, τῶν τε ἵππων διεγειρομένων ἐς ὀρθὸν οὑς καὶ τῶν ἀσπίδων πρὸς ἀλλήλας παταγουσῶν πολλή τις αὐγὴ αὐτῶν τε καὶ τῶν κορύθων ἐκεῖθεν ἔξέπιπτε μετὰ δείματος. ὁ δὲ [*](c) εἰς μέσους κυκλούμενος ὁ Βρυέννιος καθάπερ τις Ἄρης ἥ Γίγας ὑπερωμίας εἰς πῆχυν ἔνα τῶν ἄλλων πάντων ὑψούμενος, καὶ αὐτόχρημα θάμβος ἦν καὶ φοβος τοῖς θεωμένοις. ἔξωθεν δὲ τοῦ τάγματος ὅλου, ὡσανεὶ δυοῖν στα- δίων διάστημα, Σκύθαι τινὲς ἦσαν σύμμαχοι βαρβαρικοῖς κεκοσμημένοι τοῖς ὅπλοις. παρήγγελτο δέ, ἐπειδὰν οἱ πολέμιοι προφανεῖεν καὶ ἡ σάλπιγξ πολέμιον ἀλαλάξειεν, εὐθὺς κατὰ νώτων ἐμπίπτειν καὶ βάλλειν τοὺς Σκύθας τοῖς πολεμίοις καὶ θλίβειν αὐτοὺς τοῖς πυκνοῖς καἰ συνεχέσι τοξεύμασι, τοὺς δὲ λοιποὺς πυκνὰ συνασπισαμένους ἐμπίπτειν κατὰ τὸ καρτερώτατον. οὕτω μὲν οὗτος τοῖς ἀμφ' [*](D) αὑτὸν διετάξατο. ὁδέ γε ἐμὸς πατὴρ ὁ Κομνηνὸς Ἀλέξιος τοῦ τόπου τὴν θέσιν κατασκεψάμενος, τὸ μὶν τοῦ στρατεύματος κατέστησεν ἔν τισι κοιλάσι, τὸ δ’ ἀντιμέτωπον ἔστησε τῆς στρατιᾶς Βρυεννίου. ἄμφω δὲ παραταξάμενος καὶ τὸ ὑποκαθήμενον καὶ τὸ προφανές, καὶ πτερώσας λόγοις ἄνδρα ἕκαστον καὶ εἰς ἀνδρείαν ἐπάρας, τῷ μὲν ἐπέσκηπτε τῷ προλοχίξοντι τάγματι, ἐπειδὰν κατὰ νώτου γένοιντο τῶν πολεμίων, ἔξ αἰφνιδίου προσπίπτειν καὶ μετὰ ῥύμης ὅτι πολλῆς

[*](2. πρὸς : εἰς A. αὐγὴ τῶν τε κορύθων καὶ αὐτῶν ἐξέπι- πτε A. 7. τάγματος G-, σχήματος P, εὐωνύμου κέρατος Α. 15. ὁ πατὴρΡ. 17. κατέκρυψε ταῖς κοιλάσι Α. 18. ἄμφω καθοπλίσας καὶ τὸ ὖποκαθ. A, unde καὶ ascivi. 21. γένωνται A. 22. ῥύμης A, ὁρμῆς PG.)
29

καὶ σφοδρᾶς ἐπαράττειν κατὰ τοῦ δεξιοῦ κέρατος. τοὺς δ’ ἀθανάτους λεγομένους καί τινας ἀπὸ τῶν Κελτῶν ἐαυτῷ παρακατέσχε [*](Ρ. 12) καὶ τούτων προύτέτακτο. τῶν δὲ Χωματηνῶν καὶ Γούρκων ἔξαρχον τὸν Κατακαλὼν κατέστησε καὶ πρὸς τὸ Σκυθικὸν ἂπαν ἔχειν τὸν νοῦν καὶ τὰς διεκδρομὰς αὐτῶν ἀπελάττειν παρεκελεύσατο. ταῦτα μὲν οὕτως εἶχε. καὶ ἐπεὶ κατὰ τοὺς κοιλώδεις τόπους τὸ τοῦ Βρυεννίου γέγονε στράτευμα, εὐθὺς σύνθημα δεδωκότος τούμοῦ πατρὸς Αλεξίου, [*](V. 14) μετὰ βοῆς καὶ ἀλαλαγμοῦ ἐμπηδῆσαν τὸ περὶ τὴν ἐνέδραν στράτευμα τῷ τε αἰφνιδίῳ κατέπληξαν τοὺς πολεμίους, ἕκαστος τῶν παρατυχόντων πλήττων τε καἰ φονεύων , καὶ εἰς φυγὴν κατηνάγκασαν. ἀλλ’ ὁ Βρυέννιος Ἰωάννης καἰ τοῦ γεμόνος αὐτάδελφος μνησθεὶς ἐνταῦθα θούριδος ἀλκῆς καὶ [*](Β) θυμοῦ, τῷ ψαλλίῳ στρέψας τὸν ἵππον καὶ τὸν τὸν ἐπιόντα στρατιώτην ἀθάνατον πληγῇ μιᾷ καταβαλών , ἔστησέ τε κλονου- μένην τὴν φάλαγγα καὶ οὕτω συντάξας ἀπῶσε τοὺς πολεμίους. οὕτως οἱ ἀθάνατοι προτροπάδην μετά τινος ἀκοσμίας ἔφευγον, ὑπὸ τῶν κατόπιν ἀεὶ στρατιωτῶν ἀποκτιννύμενοι. ὁ δέ γε ἐμὸς πατὴρ εἰς μέσους ἑαυτόν ἐμβαλὼν τῶν πολεμίων καὶ γενναίως ἀγωνιζόμενος, ἐκλόνει μὶν καὶ οὗτος τὸ μέρος, ἐφ’ ᾦπερ ἂν παραγίνοιτο , πλήττων ἕκαστον τὸν πρὸς αὐτὸν ἰόντα καἰ εὐθὺς καταβάλλων, ἐλπίζων δὲ ξυνέπεσθαι καί τι-

[*](3. Χωματικῶν P. 6. ἀπελάττειν PG, φυλάττειν Α. vid. anno- tat. 11. τὸν παρατυχόντα Α. 14. ψελλίῳ Α. τρέψας Ρ. 18. στρατ. ἀεὶ ἀποκτενόμενοι Α. 19. τοὺς πολεμίους Α. 21. πλήττων : τιτρώσκων τε τὸν εἰς χεῖρας ἰόντα Α.)

πα

30

νᾶς ἀμύνειν αὐτῷ στρατιώτας, ἀκατασχέτως εἴχετο τοῦ ἀγῶςνος. [*](C) αἰσθόμενος δὲ διαρραγεῖσαν τὴν ὲαυτοῦ φάλαγγα καὶ ἤδη πολλαχοῦ σκεδασθεῖσαν τοὺς εὐψυχοτέρους (ἓς δὲ οἱ σύμπαντες) συλλεξάμενος, ἐβουλεύσατο σπασαμένους τὰ ξίφη ἐπειδὰν ἐγγίσαιεν τῷ Βρυεννίῳ, κατ’ αὐτοῦ χωρεῖν ἀναισχύντως, κἀν δέοι κἀκείνους αὐτῷ συναποθανεῖν. ἀλλ’ ἀπεῖρξε τοῦ τοιούτου βουλεύματος Θεόδοτός τις στρατιώτης ἀνὴρ τοὐμῷ πατρὶ παιδοθεν ῡπηρετησας, ὡς αντικρυς πάρα. βόλου τοῦ ἐγχειρήματος ὄντος. τὴν ἐναντίαν οὖν τραπόμενος ὁ Ἀλέξιος ὀλίγον μὲν ὑπεξάγειν ἑαυτὸν τῆς τοῦ Βρυεννίου στρατιᾶς ἐβούλετο, γνωρίμους δέ τινας τῶν διασκεδασθέντων ἐπισυλλέξας καὶ συστησάμενος , αὖθις τῷ ἔργῳ ἐνέκειτο μήπω [*](D) δὲ τοὐμοῦ πατρὸς ἐκεῖθεν ἑαυτὸν ὑπεξαγαγόντος, οἱ Σκύθαι τοὺς περὶ τὸν κατακαλῶν Χωματηνοὺς ἐκλόνουν βῷ πολλῇ καὶ ἀλαλαγμῷ χρώμενοι, καὶ ἐπειδὴ καἰ τούτους ἀπώσαντο καἰ εἰς φυγὴν εὐκόλως ἐτρέψαντο , πρὸς λαφυραγωγίαν ἀπέβλεψαν καὶ φυγήν, καὶ τὰς ἐαυτῶν ἀνεζήτουν διατριβάς. τοιοῦτον γὰρ τὸ ἔθνος τὸ Σκυθικόν. μήπω καθαρῶς τρεψάμενοι τὸν ἀντίπαλον καὶ τὸ κράτος ἀναδησάμενοι, διαφθείρουσι τὴν νίκην τῇ λαφυραγωγίᾳ. τὴν γὰρ οὐραγίαν τοῦ Βρυεννικοῦ στρατεύματος καταλαβὸν ἅπαν τὸ θητικὸν ταῖς τάξεσιν αὐτῶν ξυνεμίγνυτο φόβῳ τῶν Σκυθῶν, τοῦ μή τι

[*](1. τοῦ ἀγῶνος: τῆς ὁρμῆς A. 5. ἐγγίσοι Α. κατ’ αὐτὸν G. 6. ἑαυτῷ Α. 8. τοὐμοῦ πατὴρ Α. lege τὠμῷ. ἐξυπηρετήσας Α. 9. τραπόμενος A, τρεπόμενος PG. 17. καἰ φυγήν om. Α. 21. Βρυενίου P. καταλαβὼν Ρ.)
31

παθεῖν ἒνεκα παρὰ τούτων. ἀεὶ δὲ τι συρρέον ἐπὶ τούτους, [*](Ρ. 13) ὦον ἔξέφυγε τὰς χεῖρας τἀς Σκυθικάς, σύγχυσιν οὐ μικρὰν ταῖς τάξεσιν ἐνεποίησε, τῶν σημαιῶν ἀναμιχθεισῶν ἀλλήλαις. ἐν τούτοις δὲ ἐναπειλημμένος ὢν οὑμὸς πατὴρ Ἀλέξιος, ὡς καὶ πρόσθεν ἐλέγομεν, περιχορεύων ἐντὸς τοῦ στρατεύματος τοῦ Βρυεννικοῦ, ὁρᾷ τῶν ἰπποκόμων ἕνα τοῦ βρυεννίου ἵππον τινὰ τῶν βασιλικῶν ἐπισυμόμενον, τῇ τε ἁλουργῷ ἐφεστρίδι κεκοσμημένον καὶ κατάχρυσα τὰ φάλαρα ἔχοντα, κω δὴ καἰ τοὺς κατέχοντας τὰς ἔξ ἔθους τοῖς βασιλεῦοι παρεπομένας ῥομφαίας ἐγγύθεν αὐτῷ παραθέοντας. τοῦτο οὖν θεασάμενος, καλύπτει μὲν τὸ πρόσωπον τῷ θωρακιδίῳ, ὂ τῆς κόρυθος κύκλῳ ἐξήρτητο, σφοδρῶς δὲ κατ’ αὐτῶν ἔξορμήσας σὺν τοῖς [*](Β) ἕξ στρατιώταις, οὑς ἄνωθεν ὁ λόγος ἐδήλωσεν, καταβάλλει μὶν καὶ τὸν ἱπποκόμον, αἱρεῖ δὲ καὶ τὸν βασιλικὸν ἵππον συναφαιρεῖται δὲ καὶ τὰς ῥομφαίας, καὶ λάθρα ὑπἔξεισι τοῦ στρατεύματος. ὲν τῷ ἀκινδύνῳ δὲ καταστάς, τόν τε χρυσοφάλαρον ἐκεῖνον ἵππον ἔξέπεμψεν καὶ τἀς παρ’ ἑκάτερα τοῦ βασιλικοῦ σώματος στρεφομένας ῥομφαίας καὶ κήρυκά τινα μεγαλοφωνότατον παρακελευσάμενος ἁπανταχοῦ τοῦ στρατεύματος V. διαθέοντα βοᾷν ὡς ὁ Βρυέννιος ἐπεπτώκει. τοῦτο γενόμενον πολλοὺς τῶν σκεδασθέντων τοῦ στρατεύματος τοῦ μεγάλου δομεστίκου τῶν σχολῶν καὶ ἐμοῦ πατρὸς ἁπανταχόθεν [*](C) ξυνέλεγε καὶ παλιμπορεύτους ἐποίει, τοὺς δὲ καὶ ἔπειθεν

[*](4. τούτῳ Α. ὁ ἐμὸς Α. 5. ἐν τῷ τοῦ G. g. παραπεμπομένας Α. ιι. θωρακησίῳ Α.)

ν

32

ἐγκαρτερεῖν. ἱ δὲ ἐστήκεσαν ἀτρεμουντες, ἵνα ἕκαστος ἔτυχε, καὶ εἰς τοὐπίσω τὰς ὄψεις στρέψαντες. ἐξεπλήττοντο εφ' οἱς παρ’ ἐλπίδα ἑώρων. καὶ ἦν ἰδεῖν ἐπ' αὐτοῖς καινόν τι γενόμενον, τῶν ἵππων ἐν οἷς ἐπωχοῦντο τἀς κεφαλὰς ἑὼ τὸ πρόσω ὁρώσας τὰ τὰ δ’ αὐτῶν πρόσωπα εἰς τοὐτίσω ἐστραμμένα, καὶ μήτε ἐπὶ τὰ πρόσω χωροῦντας, μήτε εὶς τοὐπίσω στρέψαι τοὺς χαλινοὺς ἐθέλοντας ἀλλ’ ἐκθάμβους ὄντας καὶ ἔξαπορουμένους οἷον ἔπι χοῖς ξυμπεσοῦσιν. οἵ τε γὰρ Σκύθαι [*](D) νόστου μνησάμενοι καὶ οἴκαδε ἀπιόντες, οὐκ ἔμελλον ἔτι ἐπιδιώκειν, ἀλλὰ πόρρω τῶν στρατευμάτων ἀμφοῖν γεγονοτες μετὰ τῆς λείας αὐτοῦ που περιπεπλάνηντο. τό τε διακη- ρυκευόμενον, ὡς ἄρα ὁ Βρυέννιος ἑάλω καὶ κατενήνεκτο, ἐθαρσοποίει τοὺς τέως δειλοὺς καὶ· φυγάδας, καὶ τὸ κηρυττόμενον αὐτόθεν εἶχε τὸ πιθανόν, ἐνδεικνυμένου πανταχοθι μετὰ τῶν βασιλικῶν παρασήμων τοῦ ἵππου καὶ τῶν ῥομφαιῶν μονονουχὶ· διαγγελλουσῶν, ὡς ὁ φυλαττόμενος ταύταις Βρυέννιος χειρὸς πολεμίας γέγονεν ἔργον.

Εἶτα ἡ τύχη ξυνέβαλε καὶ· τι τοιοῦτον. ἀπόμοιρά τις ἐκ τῆς συμμαχίας τῶν Τούρκων καταλαμβάνει τὸν δόμε στικον τῶν σχολῶν Ἀλέξιον, καὶ ὡς καθειστήκει τὰ τοῦ πολέμου [*](Ρ.14) μαθόντες καὶ τοὺς πολεμίους ὅπου καὶ εἶεν ἐπιζητήσαντες, ἐπὶ λόφον τινὸς συνεληλυθότες τῷ Κομνηνῷ Ἀλέξίῳ καὶ ἐμῷ πατρὶ ἐκείνου δεικνύντος Trj χειρὶ τὴν ατρατιάν,

[*](16. ταύτας P.)
33

ἐθεῶντο τούτους ὥσπερ ἀπό τινος σκοπιᾶς. εἶχε δὲ ὧδε τὰ κὰτ αὐτούς. συγκεχυμένοι τε γὰρ ἦσαν μήπω συντάξαντες ἐαυτούς, καὶ ὡς τὴν νίκην ἤδη ἀράμενοι καταφρονητικῶς εἰχον καὶ ἔξω κινδύνων ἑαυτοὺς ᾤοντο. μάλιστα δὲ ἀναπεπτωκεισαν, τῶν τῷ ἐμῷ πατρὶ ξυνεπομένων Φράγγων προσκεχωρηκότων κεχωρηκότων τῷ Βρυεννίῳ διὰ τὴν προγεγενημένην τροπήν. νὼ γὰρ τῶν ἵππων ἀποβεβηκότων τῶν Φράγγων καὶ δεξιὰς [*](B) διδόντων αὐτῷ καθάπερ δὴ πάτριόν ἐστι διδόναι τὰς πίστεις, ἄλλος ἀλλαχόθεν πρὸς τούτους ξυνέρρεον, θεασόμενοι τὸ γινόμενον. διεσάλπιζε γὰρ ἡ φήμη τὸ στράτευμα ὡς ἄρα καὶ οἱ Φράγγοι τούτοις προσέθεοτο, τὸν ἀρχιστράτηγον καταλελοιπότες Ἀλἐξιον. Ἀλέξιον. οὕτω δῆτα συγκεχυμένως ἔχοντας τούτους οἱ ἀμφὶ τὸν ἐμὸν πατέρα καὶ τοὺς νεήλυδας Τούρκους θεασάμενοι, εἰς τρεῖς μοίρας ἑαυτούς διενείμαντο , καὶ τὰς μὲν δύο ἐλλοχεῖν αὐτοῦ που διέταττον, τὴν δὲ τρίτην μερίδα χωρεῖν ἐᾶι τοὺς πολεμίους ἐκέλευον. καὶ τὸ ξύμπαν τῆς τοιαύτης διαταγῆς ἐς τὸν ἐμὸν πατέρα Ἀλἔξιον ἀνεφέρετο. οἱ [*](C) μέντοι ῦρκοι οὐ κατὰ φάλαγγα συντεταγμένως ἐπᾐεσαν ἅμα πάντες, ἀλλὰ μεμερισμένως κατά τινας ὁμίλους, ἀπ ἀλλήλων διεστηκότες ἑκασταχοῦ. εἶτα προσβάλλειν ἑκάστην ἴλην, τοὺς ἵππους ἔπι τούτους ἐλαύνοντας, καὶ πυκνοῖς ἀποχρῆσθαι το·ξεύμασιν. συνείπετο δὲ τούτοις καὶ ὁ τὴν ὅλην στρατηγίαν ἀναδησάμενος ἐμὸς πατὴρ Ἀλέξιος συλλέ·ξας ἀπὸ

[*](19. μεμερισμένως καἰ ἀπ' ἀλλήλων κατά τινας ὁμίλους διεστηκοιες ΑG. 21. ἐλαύνοντες Α. 23. ἀνδεξάμενος Α.)
34

τῶν σκεδασθέντων ὅσους ὁ καιρὸς ὑπηγόρευε στρατιώτας. [*](V. 16) ἐνταῦθά τις τῶν ἀμφὶ τὸν Ἀλέξιον ἀθανάτων, θρασύσπλαγχνός τις ὢν καὶ τολμητίας προεξελάσας τὸν ἵππον καὶ τῶν [*](D) ἄλλων προεκδραμών, ἄντικρυς κατὰ τοῦ Βρυεννίου ὅλους χαλάσας ῥυτῆρας ἐφέρετο. καὶ αὐτὸς μὲν τὸ δόρυ μάλα σφοδρῶς ἐρείδει κατὰ τῶν στέρνων ἐκείνου ἐκείνου, ὁ δὲ γοργῶς τοῦ κουλεοῦ τὸ ξίφος ἑλκύσας μήπω φθάσαντος τοῦ δόρατος κραταιότερον ἐρεισθῆναι, τοῦτό τε ἀπέκοψεν αὐτίκα καὶ τὸν τρώσαντα κατὰ τῆς κλειδὸς πλήξας ὅλῳ βραχίονι κατενεγκὼν τὴν πληγήν, ἁμαὶ τὴν χεῖρα πᾶσαν ἐξέτεμεν αὐτῷ θώρακι. οἱ μὲν οὖν Τοῦρκοι ἄλλος ἐπ’ ἄλλῳ καταλαμβάνοντες, τοῖς συνεχέσι βέλεσι τὸ στράτευμα κατεσκίαζον. οἱ δέ γε περὶ τὸν Βρυέννιον ἐπλήγησαν μὲν τῷ αἰφνιδίῳ, ὅμως συλλέξαν- [*](Ρ. 15) τες ἑαυτοὺς καὶ εἰς τάξεις καταστησάμενοι, τὸ τοῦ πολέμου βάρος ἐδέξαντο ἄλλος ἄλλον παρακαλοῦντες ἀνδρίζεσθαι. οἱ μέντοι Τοῦρκοι καὶ ὁ ἐμὸς πατὴρ βραχύ τι πρὸς τοὺς πολεμίους ἀντικαταστάντες, ἑξῆς φεύγειν ἐσχηματίζοντο κατ ὀλίγον ἐφέλκοντες εἰς τὰς ἐνέδρας τοὺς πολεμίους καὶ τεχωικῶς ὑποσύροντες. ἐπεὶ δὲ κατὰ τὴν πρώτην γεγόνασιν εἰ ἔδραν ἐξ ὑποστροφῆς κάτα μέτωπον τούτοις εἱστήκεσαν. καὶ συνθήματός τινος γεγονότος , εὐθὺς καθάπερ σφηκιαί τινες ἄλλος ἀλλαχόθεν διεξιππάζοντο τῶν ἐλλοχιζόντων καὶ ἀλαλαγμῷ λαγμῷ πολλῷ καἰ βοῆ καὶ τοῖς ἐπαλλήλοις τοξεύμασι τά τε

[*](5. χαλώσας P. 7. κουλεοῦ G, κολεοῦ PA. 9. κατενεγκεῖν P. 17. ἲς. φεύγειν: ἐκφεύγειν Ρ.)
35

τα κατάκροτα τῶν ἀμφὶ τὸν Βρυέννιον ἐποιήσαντο, καὶ τὰ ὄμματα ξυνεζόφωσαν τῇ πυκνότητι τῶν βελῶν ἁπανταχόθεν [*](Β) διεκπιπτόντων. ἐνταῦθα δὲ μὴ ἀντιστῆναι δυνάμενον τὸ τοῦ Βρυεννίου στράτευμα ἤδη γὰρ πᾶς κατετέτρωτο καὶ ἵππος καὶ ἄνθρωπος,) πρὸς τροπὴν ἀπέκλινε τὴν σημαίαν καὶ τὸν νῶτον παίειν παρέσχε τοῖς ἐναντίοις. ἀλλ’ ὅ γε Βρυέννιος, καίτοι πολλὰ βαρυνόμενος ὑπὸ τοῦ πολέμου καὶ σὺν βίᾳ ὠθούμενος, ἐδείκνυ τὸ ἀνδρεῖον καὶ εὔψυχον, ἀεὶ μὲν ἐπιστροφάδην τύπτων τὸν ἐπιόντα, ἀεὶ δὲ τὰ τῆς φυγῆς καλῶς καὶ ἀνδρείως διοικονομούμενος. συνήραντο δὲ τούτῳ καὶ ὁ ἀδελφὸς ἐξ ἑκατέρου μέρους κὼ ὁ υἱός, καὶ κατ’ ἐκεῖνο καὶροῦ θαῦμα τοῖς πολεμίοις ἐδείχθησαν ἡρωϊκῶς ἀνταγωνισάμενοι. [*](C) ἤδη δὲ τοῦ ἵππου καμόντος καὶ μὴ δυναμένου φεύγειν ἢ καὶ διώκειν, (ἐγγὺς γὰρ ἥν τοῦ ἀποπεπνευκέναι τοὺς ἐπαλλήλους δρόμους,) ἀνασειράσας τοῦτον ὁ Βρυέννιος, καθάπερ τις ἀθλητὴς γενναῖος, εἰστήκει πρὸς τὰς λαβὰς καὶ πρὸς ἑαυτὸν δύο τῶν Τούρκων γενναίους ἐξεκαλέσατο. ὦν ὁ μὶν εἷς πώει τῷ δόρατι ἀλλ᾿ οὐκ ἔφθη δοῦναι βαρεῖαν πληγήν, καὶ λαμβάνει ἀπὸ τῆς δεξιᾶς τἀνδρὸς βαρυτέραν. φθάνει γὰρ ἀποκόψας τούτου τὴν χεῖρα ὁ Βρυέννιος τῷ ξίφει, ἣ μετὰ τοῦ δόρατος πρὸς τοὔδαφος ἔξεκυλίσθη. ἅτερος δὲ τούτων τοῦ ἰδίου ἵππου καταπηδήσας, καθάπερ τις πάρδαλις ἥλατο ἐπὶ τοῦ ἵππου τοῦ Βρυεννίου, ἐναρμόσας

[*](D)[*](2. ἔμματα A, σώματα PG. 8. ἔμψυχον Ρ. 11. τοῦ add. Α ante μέρους. 14. καὶ om. A. 23. ἥλλατο codices, corr. Diesterweg.)

Β

36

ἑαυτὸν ἔπι τῆς ὀσφύος. καὶ ὁ μὲν εἴχετο τούτου ἀπρἵξ ἐπιβαίνειν ἐπειρᾶτο τοῦ νώτου, ὁ δὲ καθάπερ θηρίον ἐπιστρέψας ἑαυτόν, ἐκκεντεῖν διὰ τοῦ ξίφους ἐβούλετο. οὐ μέντοι κατὰ νοῦν ἐχώρει αὐτῷ τὰ πράγματα, ἀεί τι τοῦ κατὰ νῶτον Τούρκου λυγιζομένου καὶ τὰς τρώσεις ἐκφεύγοντος. ἐπεὶ δὲ καὶ ἡ δεξιὰ αὐτῷ ἀπειρήκει κενεμβατοῦσα καὶ ἀπεῖπεν ὁ ἀθλητής, ἐνταῦθα πρὸς ἅπασαν χεῖρα πολεμίων ἐνδέδωκεν ἑαυτόν. οἱ καὶ συλλαβόμενοι τοῦτον καὶ ὡσπερ μέγα κῦδος ἀράμενοι, κομίζουσιν Ἀλεξίῳ τῷ Κομνηνῷ, οὐ πάνυ μέντοι πορρωτέρω καθεστηκότι τῆς τοῦ Βρυεννίου ἁλώσεως, ἐκτάττοντι δὲ τὰς τε τῶν βαρβάρων καὶ τὰς ἑαυτοῦ φάλαγ- [*](V. 17) γᾶς καὶ πρὸς τὸν πόλεμον ἐρεθίζοντι. καὶ πρότερον μὲν διά P. τινων κηρύκων τήν ἅλωσιν τοῦ ἀνδρὸς διεπέμψαντο, ἔπειτα δὲ καὶ αὐτὸν παριστῶσι τῷ στρατηγῷ, θέαμα ὄντως φοβερὸν καὶ πολεμοῦντα καὶ ἁλισκόμενον. οὕτω μὲν οὖν τὸν Βρυέννιον εἰς χεῖρας ἔχων ὁ Κομνηνὸς Ἀλέξιος, δορύκτητον τῷ βασιλεῖ ἐκπέμπει Βοτανειάτῃ, μηδὲν μέντοι λυμηνάμενος τὰ ὄμματα ὅλως ὁ ἀνήρ. οὐ γὰρ ἦν τοιοῦτος ὁ Κομνηνός, ὥστε μετὰ τὴν αὐλῶσιν ἐπεξέρχεσθαι τοῖς ἐπ’ αὐτὸν καταστᾶσιν, ἀλλ᾿ εἰς τιμωρίαν αὐτάρκη ἐνόμιζε τὴν τοῦ πολεμίου αὐλῶσιν· τὰ δ’ ἐντεῦθεν φιλανθρωπίαι τε καὶ φιλοφροσύναι καὶ φιλοτιμία [*](B) πολλή. ὅπερ κὰν τῷ Βρυεννίῳ ἐνεδείξατο. καὶ ἱκανὸν αὐτῷ μετὰ τὴν ἅλωσιν συμπορευθεὶς διάστημα, ἐπὰν

[*](4. τι A, τοι Ρ, om. G. 5. νώτου G. λογιζομένου P. 18. ὅλως om G , μηδέν τι λυμηνάμενος ἑαυτῷ τοῦ σώματος ὁ ἀνήρ Α. an τῷ ἀνδρί?)
37

τὸν . . . . . οὕτω καλούμενον τόπον κατέλαβεν, ἀνακτήσασθαι τῆς λύπης χρησταῖς ἐλπίσι τὸν ἅνδρα βουληθείς, πρός αὐτὸν ἔφη “ἀποβάντες τῶν ἵππων καθεζώμεθα μικρὸν Ἑαυτοὺς διαναπαύσοντες." ὁ δὲ τὸν περὶ ψυχῆς σεδιὼς κίνδυνον, μεμηνόσιν ἐῷκει καὶ οὔτε ῥᾳστώνης ἐν χρείᾳ ἦν· πῶς γὰρ ὁ νὼ ἀυτὴν ἀπολεγόμενος τὴν ζωήν; ἀλλ’ ὅμως τῷ τοῦ στρατγηοῦ εὐθὺς ὑπετάγη βουλήματι. τοτοῦτον γὰρ τὸ δοῦλον πρὸς ἅπαν τὂ ἐπιτατόμενον ῥᾳδίως ὑπεῖκον, καὶ μᾶλλον εἰ [*](C) δορυάλωτον ἄγοιτο. ἀποβάντες τοίνυν οἱ δημαγωγοὶ τῶν ἵππων, ὁ μὲν ἔνθεν ὡς ἐπὶ στιβάδος ἐπὶ πόας εὐθὺς ἀνέκειτο χλοερᾶς, ἐκεῖθι δ᾿ ὁ Βρυέννιος, ῥίζης ὕπερθεν ἑψικλόνου δρυὸς τὴν κεφαλὴν νήδυμος ὕπνος, κἀκεῖνος μὲν ἐκάθευδε, τὸν δ᾿ οὐκ ἔχε νήδυμος ὕπνος, τοῦτο δὴ τὸ τῆς ἀπῃωρημένον ποιήσεως. ἀλλὰ τὸν ὀφθαλμὸν ἀνατείνας καὶ τὸ ἀπῃωρημένον τοῖς πτόρθοις θοις ξίφος θεασάμενος, ἐπεὶ μηδένα μηδαμοῦ τότε παρόντα ἑώρα, ἀνακτησάμενος τῆς ἀθυμίας Ἑαυτόν, κρείττονος γίνεται λογισμοῦ καὶ ἀποκτεῖναι τὸν ἐμὸν πατέρα βουλεύεται. καὶ τάχα ἂν εἰς ἔργον ἀπέβη τὸ βούλευμα, εἰ μή τις ἄνωθεν [*](D) θεία τοῦτον διεκώλυσε δύναμις, τὸ ἄγριον τοῦ θυμοῦ ἔξημερώσασα μερώσασα καὶ ἱλαρὸν τῷ στρατηγῷ ἐνατενίζειν παρασκευάσασα. ταῦτα ἐγὼ ἐκείνου διηγουμένου πολλάκις ἤκουον. ἔνεστι δὲ τῷ βουλομένῳ ἐντεῦθεν κατανοεῖν, ὅπως τὸν Κομνηὸν ἐς μείζονα ἄξίαν παρεφυλάττετο ὁ θεὸς καθάπερ τι

[*](3. καθεδούμεθα Α. 5. οὔτε: οὔτι γε? 11. ἐκεῖθεν Α. ὑψικλόνου: lege ὑψικόμου. 13. εἶχε AG. 16. ἀναστησάμενος A. 17. βούλεται A. 18. βούλημα G.)
38

χρῆμα τίμιον, τὰ Ῥωμαίων σκῆπτρα δι᾿ αὐτοῦ ἐπανακαλέσασθαι θέλων. εἰ δέ τι μετὰ ταῦτα συμβέβηκε τῷ Βρυεννίῳ τῶν ἀβουλήτων, αἰτία τῶν ἀμφὶ τὸν βασιλέα τινῶν, ὁ ἐμὸς πατὴρ ἀναίτιος.

Τὰ μὲν οὖν κατὰ τὸν Βρυέννιον οὕτω διήνυστο. ὁ [*](P. 17) δὲ μέγας δομέστικος Ἀλέξιος καὶ ἐμὸς πατὴρ οὐκ ἔμελλεν ἀτρεμήσειν, ἀλλ’ ἔξ ἀγώνων εἰς ἀγῶνας μεταχωρεῖν. ὁ γὰρ Βορῖλος τῶν ἀμφὶ τὸν Βοτανειάτην οἰκειότατος βάρβαρος ἐξελ- θὼν τῆς πόλεως καὶ ὑπαντήσας τῷ μεγάλῳ δομεστίκῳ καὶ ἐμῷ πατρί, Βρυέννιον ἐκ τῶν χειρῶν αὐτοῦ παραλαβὼν ἔδρασεν ὅ τι δὴ καὶ ἔδρασεν· ἐπισκήπτει δὲ παρὰ τοῦ βασιλέως τῷ ἐμῷ πατρὶ χωρεῖν ὡς ἐπὶ Βασιλάκιον, ἤδη καὶ τοῦτον βασιλείας περιθέμενον διάδημα καὶ τὴν ἑσπέραν μετὰ γε τὸν Βρυέννιον ἀκατασχέτως κυμαίνοντα. ὁ γάρ τοι Βασιλάκιος οὗτος ἀνὴρ μὲν ἦν τῶν πάνυ θαυμαζομένων ἐπ’ [*](Β) ἀνδρείᾳ τε καὶ θυμῷ καὶ τόλμῃ καὶ ῥώμῃ· ἄλλως δὲ ἄν- θρωπος τυραννικὴν ψυχὴν ἔχων ἐφεῖλκεν εἰς ἑαυτὸν τὰς [*](V. 18) ὑπερηφάνους τιμάς, καὶ ἀναρρήσεις τὰς μὲν ἐπενοεῖτο, τἀς δὲ προσέταττε. τοῦ γὰρ Βρυεννίου καθαιρεθέντος, οὗτος καθάπερ ἐκείνου διάδοχος γεγονὼς τὴν πᾶσαν εἰς ἑαυτὸν ἀνεδἔξατο τῆς τυραννίδος ὑπόθεσιν. κὼ ἀπὸ τῆς Ἐπιδάμνου ἀρξάμενος, (μητρόπολις δὲ αὕτη προκαθημένη τοῦ Ἰλλυριτῶν

[*](1. τῶν add. A ante Ῥωμαίων. 4. αἰτίᾳ Ρ. 8. βορίλος A. 10. ἔδρασεν ὅ,τι G, ἔδραμεν ὅ,τι A, ἔδραμεν πρὸς ὅ,τι P. 12. ὡς oiu. Α. 15. μὲν post ἦν add. P.)
39

κοῦ,) μεχρι τῆς τῶν Θετταλῶν πόλεως ἧκε πάντα καταστρεψάμενος, αὐτὸς ἑαυτὸν καὶ χειροτονήσας εἰς βασιλέα κᾶε εὐφημήσας καἰ τὸν πλάνητα τούτου στρατὸν ὅποι κω βούλοιτο μεταφέρων. ἦν γὰρ καὶ ἄλλως μὲν θαυμαζόμενος ὁ ἀνὴρ [*](C) ἐπί τε μεγέθει σώματος καὶ κράτει βραχιόνων κω προσώπου σεμνότητι, οἷς μᾶλλον ἁλίσκεται τὸ ἀγροικικὸν τοῦτο καὶ στρατιωτικὸν ἔρνος. οὐ γὰρ διορᾷ εἰς ψύχην, οὐδ᾿ ἐνατενίζει πρὸς ἅρπην, ἀλλὰ μέχρι τῶν τοῦ σώματος ἀρετῶν ἵσταται, τόλμαν καὶ ῥώμην καί δρόμον καὶ μέγεθος θαυμάζον καὶ ταῦτα κρῖνον ἄξια ἁλουργίδος ναὶ διαδήματος. ὁ δὲ καί ταῦτα ἔχων οὐκ ἀγεννῆ, καὶ τὴν ψυχὴν εἶχεν ἀνδρείαν καὶ ἀκατάπληκτον· καὶ ὅλως οὗτος ὁ Βασιλάκιος τυραννικόν τι καὶ ἔπνει καὶ ἔβλεπε. φθέγμα τε γὰρ αὐτῷ βροντῶδες καὶ οἶον καταπλῆξαι στρατιὰν ὅλην καὶ ἐμβόημα ἵκανον συστεῖλαι ψυχῆς θράσος. κω ἄμαχος έν λόγοις ἐπίσης ἐπιχειρῶν ἐπᾶραί [*](D) τε καὶ συστεῖλαι τὸν στρατιώτην εἰς πόλεμον καὶ φυγήν. μετὰ τοιούτων πλεονεκτημάτων στρατευόμενος ὁ ἀνὴρ καὶ περὶ αὐτόν συλλεξάμενος ἄμαχον στρατιάν, τὴν Θετταλῶν πόλιν καταλαμβάνει, καθάπερ ἔφημεν. ὁ δέ γε ἐμὸς πατὴρ ὁ Κομνηνὸς Ἀλέξιος ὡς πρὸς Τυφῶνα μέγαν ἢ Ἑκατοντάχειρα Γίγαντα ἀντιπαραταξάμενος κω· πᾶσαν ἑαυτῷ ἀνεγείρας στρατηγικὴν μηχανὴν καὶ φρόνημα γενναῖον ὡς πρὸς ἀντίἠλθε

[*](1. ἦλθε Α. 21. ἀναγείρας Α. 22. στρατιωτικὴν Α.)
40
[*](P. 18)

παλον ἀξιόμαχον παρεσκεύαστο. καὶ μήπω τὸν ἐκ τῶν προτέρων ἄθλων κονιορτὸν ἀποτιναξάμενος, μηδὲ τὸν λύθρον τοῦ ξίφους καὶ τῶν χειρῶν ἀποπλυνάμενος, ὥσπερ λέων ἐχώρει βλοσυρὸς πρὸς τὸν χαυλιόδοντα τοῦτον σῦν Βασθκλάκιον τὸν θυμὸν αὑτοῦ ἀνεγείρας. καὶ καταλαμβάνει δῆτα τὸν ποταμὸν Βαρδάρον· οὕτω γὰρ ἐγχωρίως αὐτὸν όνομάζουσιν· ῥεῖ μὲν γὰρ ἄνωθεν ἀπὸ τῶν ἐγγύθεν τῆς Μυσίας δρῶν, παραμείβων δὲ πολλοὺς μεταξὺ τόπους καὶ διορίζων πρός τε τὴν ἵω καὶ τὴν ἑσπέραν τά τε Βερροίᾳ καὶ Θεσσαλονίκῃ προσήκοντα, ἐκδίδωσιν εἰς τὴν καθ᾿ ἡμᾶς καὶ νοτίαν [*](Β) θάλασσαν. πάσχουσι δὲ οἱ μέγιστοι τῶν ποταμῶν τοιοῦτόν τι. ἐπειδὰν διὰ τῆς προσχώσεως ἀνάστημά τι ἀξιόλογον ἐπιφορήσωσι γῆς τότε δὴ ἐπὶ τὰ κατάρροπα ῥέουσιν, ὡσπερ δὴ μεταμείβοντες τὰς πρώτας κοίτας αὐτῶν, καὶ τὴν μὲν πα- λαιὰν καταλείπουσι πάροδον διάκενον ὑγροῦ καὶ χηρεύουσαν ὕδατος, ἣν δὲ νῦν διοδεύουσιν, ἐμπιπλῶσι ῥευμάτων πολλῶν. τούτων οὖν τῶν δυεῖν παρόδων, τῆς τε παλαιᾶς χαράδρας καὶ τῆς ἄρτι γενομένης πορείας, τὸ μεταξὺ θεασάμενος ὁ στρατηγικώτατος οὗτος Ἀλέξιος καὶ ἐμὸς πατήρ, καὶ τὸν μὲν ὁλκὸν τοῦ ποταμοῦ ὡς ἀσφάλειαν θέμενος ἐκ θατέρου, τῇ δὲ [*](C) παλαιᾷ διόδῳ ἤδη φάραγγι γεγονυίᾳ ἐκ τῆς τοῦ ῥεύματος ἐπιρροίας καθάπερ αὐτοφυεῖ ἀποχρησάμενος διώρυχι, ἐστρατοπέδευσεν, οὐ πλεῖον τῶν δυεῖν ἢ τριῶν σταδίων ἀλλήλων ἀποδιεστηκότων. καὶ εὐθὺς ἐν παραγγελίᾳ πάντες ἦσαν,

[*](2. τὸ Α. 6. Βαρδάριον A. g. τὰ aute Θεσσ. add. PG, om. A. 17. δυοῖν hic et infra P.)
41

ἡμέρας μὲν ἀναπαύσασθαι καὶ παραμυθῆσαι ὕπνῳ τὸ σῶμα καὶ τοῖς ἵπποις τροφὴν δοῦναι τὴν ἀρκοῦσαν· μέλλουσι γὰρ τῆς ἑσπέρας καταλαβούσης ἀγρυπνῆσαι τε καὶ ἐλπίζειν ἀδόκητόν τι παρὰ τῶν πολεμίων ἐπισυμβῆναι. ταῦτα δέ, οἶμαι, διῳκονόμητο ὁ ἐμὸς πατὴρ κίνδυνον ὑφορώμενος κατὰ τὴν ἑσπέραν ἐκείνην πάρα τῶν πολεμίων. ἐπιθήσεσθαι γὰρ ἑαυτῷ [*](D) τούτους ἤλπιζεν, εἴτ’ ἐκ πολυπειρίας τοῦτο προμαντευόμε- [*](V. 19) ὡς, εἴτε ἄλλως εἰκάσας. οὐ μὴν τὰ τῆς προφητείας αὐτῷ εἰς μακρὰν ἐληλύθει οὐδὲ προέγνω μέν, οὐ τὸ δέον δὲ διῳκήσατο. ἀλλ᾿ ἀπάρας τῆς τούτου σκηνῆς ὁμὰ τοῖς ἀμφ’ αὐτὸν στρατιώταις σὺν ὅπλοις καί ἵπποις πᾶσι τοῖς πρὸς μάχην ἐπιτηδείοις, ἀπέστη μὲν τῆς σκηνῆς λαμπάδας τε καταλελοιπὼς ἐκεῖθι πανταχόθεν φαινούσας καί τινα τῶν ἀμφ’ αὐτὸν οἰκεῖον Ἰωαννίκιον πάλαι τὸν μοναχικὸν ἑλόμενον βίον, τὴν σκηνὴν καταπιστεύσας καὶ ὅσα ἐπεφέρετο εῖς τε τράπεζαν χρειώδη καὶ τὴν ἄλλην παρασκευήν. αὐτὸς δὲ πορρωτάτω ἀπιὼν ἐκάθητο μετὰ τῆς ἐνόπλου στρατιᾶς τὸ μέλλον καραδοκῶν, τοῦτο τεχναζόμενος, ἱν ὁ Βασιλάκιος ἀνημμένας πανταχ·όθεν πυρκαϊὰς ἰδὼν καὶ λαμπαδοχουμένην τὴν τοὐμοῦ πατρὸς σκηνήν, οἰήσαιτο ἐκεῖθι τοῦτον εἶναι διαναπανυόμενον, ὡς ἐντεῦθεν ἐκείνῳ τοῦτον ἁλώσιμον εἶναι [*](Ρ. 19) καὶ ὑποχείριον.

[*](12. λαμπάδας καταλελοιπὼς τοῖς ἐκεῖθι PG, alterum Α. 16. τ᾿ ἄλλην P. 18. παραδοκῶν P. 19. lege λαμπαδουχουμένην.)
42

Οὐκ εἰς μάτην δέ, καθάπερ εἰρήκειμεν, ἡ μαντεῖά τοὐμοῦ πατρὸς Ἀλεξίου ἐγεγόνει. ἐπῆλθε γὰρ τῷ προσδοκωμένῳ στρατοπέδῳ ἀθρόον ὁ Βασιλάκιος σὺν ἱππεῦσί τε καὶ πεζοῖς, μυρίανδρον στρατιὰν ἐπαγόμενος. καὶ τὰς μὲν κλισίας ἐφευρὼν ἑκασταχοῦ ἀναλαμπούσας πυρί, ἔξαστράπτουσαν δὲ καὶ τὴν τοῦ στρατηγοῦ σκηνὴν θεασάμενος ὡς εἶχε ῥύμης εἰς ταύτην εἰσεληλύθει, πολυτάραχόν τι καὶ θορυβῶδες βοῶν. ὡς δ’ οὐκ ἦν οὐδαμοῦ ὁ προσδοκώμενος, οὐδέ τις ἀνέπτη στρατιώτης ἐκεῖθεν τὸ παράπαν ἢ στρατηγός, εἰ [*](Β) μή που τινες καταλελειμμένοι τῶν θητευόντων εὐκαταφρόνητοι, ἔτι μᾶλλον ἐβόα καὶ ἐκεκράγει ἀποῦ ποτέ ἐστιν ὁ τραυλίς;" οὑτωσὶ καὶ τοῖς ῥήμασιν εἰς τὸν μέγαν δομέστικον ἀποσκώπτων. ἦν γὰρ τἆλλα μὲν οὗτος ὁ ἐμὸς πατὴρ Ἀλέξιος εὔστομος καὶ οὐδεὶς οὕτω ῥήτωρ ἦν αὐτοφυὴς ἔν τε ἐνθυμήμασι καὶ ἐπιχειρήμασι, μόνον δὲ κατὰ τὸν φθόγγον τοῦ ῥῶ ὑπωλίσθαινέ τε μετρίως καὶ ἀσυμφανῶς διώκλα ἡ γλῶττα, καίτοι κατὰ τἆλλα στοιχεῖα τὸν ῥοῦν ἀκάθεκτον ἔχουσα. ἀλλ᾿ ὁ μὲν οὕτως ὀνειδίζων ἐβόα, καὶ διηρευνᾶτο καὶ ἀνέτρεπε πάντα καὶ κιβώτια καὶ σκίμποδας καὶ σκεύη καὶ αὐτὴν [*](C) δὴ τὴν τοὐμοῦ πατρὸς κλίνην, μή πως ὁ στρατηγὸς ἔν τινι τούτων κέκρυπτο καὶ θαμὰ πρός τε τὸν μοναχὸν οὕτω καλούμενον Ἰωαννίκιον ἐνέβλεπε· καὶ γὰρ διὰ σπουδῆς ἐπεδὲ

[*](1. add. Α. 2. ἐγεγόνει adcl. Α. 5. ἐφεῦρε AG. πανταχοῦ A. 7. πολυτάρακτόν τε καὶ G. 8. οὐδαμῆ A. 12. καὶ om. Α. 15. τοῦ ῥῶ ὡς G, τοῦ ὡς P, recte Α. 16. διέκλα coni. Hoeschel. 21. τε oiu. Α.)
43

ποίητο ἡ μήτηρ ἐν ἁπάσαις ταῖς αὐτοῦ ἐκστρατείαις ὁμόσκηνον ἔχειν τῶν τιμιωτέρων τινὰ μοναχόν, καὶ ὁ εὔνους οὗτος νἱὸς ὑπεῖκε τῷ μητρικῷ θελήματι οὐ τὰ ἐν βρέφει μόνον, ἀλλὰ καὶ ἐς μείρακας παραγγείλας καὶ μέχρις ἂν γυναικὶ συνηρμόσθη· καὶ τὰ τῆς σκηνῆς ἃπαντα ὁ Βασιλάκιος διηρευνᾶτο καί, τοῦτο δὴ τὸ τοῦ Ἀριστοφάνους, ἐρεβοδιφῶν οὐκ ἀνίει, πυνθανόμενος ἅμα καὶ τὸν Ἰωαννίκιον πέρι τοῦ δομεστίκου. [*](D) τοῦ δὲ πρὸ ὥρας ἐξιέναι ξὺν παντὶ τῷ στρατεύματι διισχυριζομένου, γνοὺς ὅτι πολὺν τὸν πλάνον ὑπέμεινε καὶ τοῖς ἅπασιν ἀπειπάμενος, ἄλλας ἐκ ἄλλων φωνὰς μεταμείβων ἐβόα “ἄνδρες συστρατιῶται, ἠπατήμεθα· ὁ πόλεμος ἔξωθεν." οὔπω τέλος ἔσχεν ὁ λόγος αὐτῷ, καὶ ἐξιοῦσι τοῦ στρατοπέδου ἐφίσταται τούτοις ὁ ἐμὸς πατὴρ ὁ Κομνηνὸς Ἀλἔξιος, προπηδήσας τῆς [*](V. 20) στρατιᾶς σὺν ὀλίγοις τισι μετὰ σφοδρότητος. καί τινα [*](Ρ. 20) τάξιν συνιστῶντα τὰς φάλαγγας θεασάμενος, (καὶ γὰρ πλείους τῶν στρατιωτῶν τῶν ἀμφὶ τὸν Βασιλάκιον εἰς τὴν λείαν ἑαυτοὺς ἐπιδεδωκότες καὶ τὰ λάφυρα — τοῦτο γὰρ καὶ πάλαι τοὐμῷ πατρὶ ἐμεμηχάνητο — οὔπω ἔφθησαν συνελθεῖν καὶ εἰς παράταξιν καταστῆναι, καὶ ἐπέστη αὐτοῖς ἀθρόον κακὸν μέγας δομέστικος,) ἰδὼν δὲ τὸν καθιστῶντα τὰς φάλαγγας κω νόμισας εἴτε ἀπὸ τοῦ μεγέθους εἴτε ἀπὸ τῆς τῶν ὅπλων λαμπρότητος καὶ γὰρ ἀντέστιλβε τούτῳ τὰ ὅπλα πρὸς τὴν

[*](l2. αὐτοῦ G. 18. lege τὠμῷ.)

ρεβοδιφᾷν

44

ἀστρῴαν βολὴν,) ἐκεῖνον εἶναι τοῦτον τὸν Βασιλάκιον, συν- [*](Β) αντήσας αὐτῷ γοργῶς παίει κατὰ τῆς χειρὸς· ἣ δ’ εὐθὺς μετὰ τοῦ ξίφους εἰς γῆν ἔρριπτο, ὅπερ μεγάλως τὴν φάλαγγα συνετάραξεν. οὐ μὴν ὁ Βασιλάκιος ἦν, ἀλλά τις τῶν περ τὸν Βασιλάκιον γενναιότατος, οὐδὲν τοῦ Βασιλακίου ὅσον γε τὰ εἰς ἀνδρείαν λειπόμενος. βαρὺς οὖν τοῦ λοιποῦ κατ’ αὐτῶ κυλινδούμενος καὶ τοξεύμασι βάλλων καὶ δόρατι τιτρώσκων καὶ ἀλαλαγμοῖς ἐμβοῶν καὶ νυκτὶ συγχέων καὶ πάντα καὶ τόπον καὶ χρόνον καὶ ὄργανον εἰς νίκην λαμβάνων καὶ τούτοις προσφυῶς ἀποχρώμενος ἀκλονήτῳ φρονήματι καὶ ἀσυγχύτῳ [*](C) τῇ διανοίᾳ καὶ ἄλλον ἄλλοσε φεύγοντα προλαμβάνων, πάντα διέκρινε καἰ τὸν ἐχθρὸν καὶ τὸν φίλον. ἀλλὰ καί τις ἀνὴρ Καππαδόκης Γούλης τὸ ἐπώνυμον, εὔνους θεράπων τοῦμοῦ πατρός, τὴν χεῖρα γενναῖος, τὸν θυμὸν ἐς πολέμους ἀκάθεκτος, τὸν Βασιλάκιον θεασόμενος καὶ ἀκριβῶς ἐγνωκώς παίει κατὰ τῆς κόρυθος. ἀλλὰ τὸ τοῦ Μενέλεω πρὸς τὸν Ἀλέξανδρον πέπονθε. τὸ γὰρ ξίφος αὐτοῦ τριχθά τε καὶ τετραχθὰ διατρυφθὲν ἐξέπεσε τῆς χειρός, τῆς λαβῆς καταλειφθείσης ἐν τῇ χειρὶ. ὃν ὁ στρατηγὸς θεασάμενος εὐθὺς διελοιδορεῖτο, ὅτι μὴ κατάσχοι τὸ φίφος καὶ ἄνανδρον ἀπεκάλει [*](D) τοῦτον. ἀλλ’ ὁ στρατιώτης τὴν καταλειφθεῖσαν τοῦ ξίφους λαβὴν παραδεικνύς, πραότερον ἐποίει τὸν μέγαν δοτῶν

[*](4. add. Α. 12. φίλιον G. 13. Γουὴλς P. 14. ἐν πολέμοις Ρ. 18. διατρυφθὲν G, διατριφθὲν PA. 20. κατάσχῃ Α. 22. ὅπλον add. A post παραδεικνύς.)
45

μέστικον. καί τις δ' ἄλλος Μακεδών, πέτρος ὗν κλῆσιν Τορνίκιος τὴν ἐπωνυμίαν, μέσον τῶν πολεμίων ἐμπεσών, πολλοὺς τούτων ἀνήρει. ἡ γὰρ φάλαγξ εἴπετο ἀγνοοῦσα τὰ δρώμενα· ὲν σκότει γὰρ τῆς μάγης καθισταμένης, οὐχ οἷοί τε ἦσαν ἅπαντες τὰ γινόμενα ὁρᾷν. ὁ δὲ Κομνηνοὸς ἐπὶ τὸ μήπω διασπασθὲν τῆς φάλαγγος ἴετο παίων τοὺς ἀντικαθισταμένους, καὶ ἀνθυποστρέφων αὖθις εἰς τοὺς ἰδίους, σπεύδων καὶ τὸ ἔτι συνιστάμενον τῆς τοῦ Βασιλακίου παραλῦσαι. [*](p. 21) φάλαγγος καὶ διαπεμπόμενος εἰς τοὺς ὄπισθεν καὶ παρακελευόμενος μὴ μέλλειν, ἀλλ’ ἕπεσθαι οἱ καὶ καταλαμβάνειν ταχύτερον. ἐν τοσούτῳ δὲ ἀνήρ τις Κελτὸς τῶν ἀμφὶ τὸν δομέστικον, ἱν ἐν βραχεῖ τὰ πάντα διηγήσωμαι, γενναῖος στρατιώτης καὶ Ἄρεως ὅλος ἔμπλεως, τὸν ἐμὸν πατέρα ἰδὼν μεσόθεν τῶν πολεμίων ἄρτι ἐξιόντα ἐσπασμένον τὸ ξίφος θερμὸν ἀπὸ τοῦ αἵματος ἀναπέμπον ἀτμόν, καὶ τῶν πολεμίων νομίσας ἕνα, ἀθρόον αὐτῷ ἐμπεσὼν παίει τῷ δόρατι περὶ τὸ στέρνον, καὶ τάχα ἂν ἔξεδρον τὸν στρατηγὸν ἐπεποιήκει, εἰ μὴ αὐτὸς ἅμα τε πρὸς τὸ ἑδραιότερον ἑαυτὸν ἐφηδράσατο καὶ ὀνομαστὶ τοῦτον ἐκάλεσεν, ἀποκόψειν ἀπειλησάμενος [*](Β) διά τοῦ ξίφους παραχρῆμα τὴν κεφαλήν. ὁ δὲ ἐπειδή πως [*](V. 21) τὸν ἀγνοοῦντα προὐβάλλετο καὶ τὴν νύκτα καὶ τὸ συγκεχῦσθαι περὶ τὴν μάχην, μετὰ τῶν ζώντων ἠρίθμητο.

[*](3. γὰρ: δὲ? vid. Bryenn. p. 153, 3. 5. ἅπαντα rectius Bryennius. 10. ἀλλ’ add. G. 12. διηγήσομαι P. 16. ἕνα: εἶναι A. 18. ἐφιδρύσατο Α. 22. περὶ om. Α.)
46

Τὰ μὲν νυκτὸς ἔργα τοῦ δομεστίκου τῶν σχολῶν σὺν ὀλίγοις τοιαῦτα· ἡμέρας δὲ ἄρτι διαγελώσης κ·αὶ τοῦ ἡλίου τοῦ ὁρίζοντος ὑπερκύψαντος, οἱ τοῦ Βασιλακίου φαλαγγάρχαι ἔσπευδον ὅλῃ γνώμῃ ἐπισυλλέγειν τοὺς πέρι τὴν λείαν ἐσπουδακότας καὶ ἀπολειφθέντας τῆς μάγης. ὁ δὲ μέγας δομέστικος τὸ ἴδιον καταστήσας στράτευμα κατὰ τοῦ [*](C) Βασιλακίου αὖθις ἴετο. πόρρωθεν δέ τινας αὐτῶν οἱ τοῦ δομεστίκου θεασάμενοι καὶ κατ’ αὐτῶν σφοδρῶς ἐξορμήσαντες ἐτρέψαντο καί τινας αὐτῷ ζωγρίαν ἐπανεληλυθότες προσῆγον. ὁ δὲ τοῦ Βασιλακίου ἀδελφὸς Μανουὴλ ἐπὶ λόφου τινὸς ἀνελθὼν ἐπερρώννυε τὸ στράτευμα μέγα φωνῶν ὧδε “τοῦ Βασιλακίου ἡ σήμερόν ἐστιν ἡμέρα καὶ νίκη." εἶς δέ τις Βασίλειος τὴν κλῆσιν Κουρτίκιος τὴν ἐπωνυμίαν, γνωστὸς καὶ συνήθης τοῦ Βρυεννίου ἐκείνου Νικηφόρου, περί οὗ ὁ λόγος ἐμνήσθη, καὶ τὰ εἰς πολέμους ἀκάθεκτος, προθέων τῆς τοῦ Κομνηνοῦ παρατάξεως ἄνεισι πρὸς τὸν λόφον. ὁ δὲ [*](D) Βασιλάκιος Μανουὴλ τοῦ κουλεοῦ τὸ ξίφος σπασάμενος, ὅλας ἡνίας χαλάσας σφοδρῶς κατ’ αὐτοῦ ἵετο · ὁ δὲ Κουρτίκιος οὐ διὰ ξίφους, ἀλλὰ τὴν ἀπῃωρημένην τῇ ἐφεστρίδι ῥάβδον ἐφελκύσας, παίει τοῦτον κατὰ τοῦ κράνους καὶ παραχρῆμα καταβάλλει τοῦ ἵππου καὶ δεσμώτην τοῦτον ἐπισυρόμενος καθάπερ τι λάφυρον τὠμῶ πατρὶ προσῆγεν. ἐν τοσούτῳ δὲ καὶ τὸν Κομνηνὸν μετὰ τῶν ἰδίων ἀναφανέντα ταγμάτων τὸ ἐκαὐτῶν

[*](9. G. 11. ἐπεφώννυε Ρ. μεγαφωνῶς Ρ. 17. κολεοῦ A. 22. τῷ ἐμῷ A.)
47

λειπόμενον τοῦ Βασιλακίου στράτευμα θεασάμενον, μικρὸν ἀντισχὸν εἰς φυγὴν ἐξώρμησε. καὶ ὁ μὲν Βασιλάκιος πρόσθεν ἔφευγεν, ὁ δὲ κομνηνὸς Ἀλέξιος ἐδίωκε. καταλαβόντων δὲ εἰς Θεσσαλονίκην, εὐθὺς οἱ Θεσσαλονικεῖς τὸν Βασιλάκιον ἐδέξαντο, τῷ στρατηγῷ ἐπιζυγώσαντες παραχρῆμα τὰς πύλας. ἀλλ᾿ οὐδ᾿ ὣς ἀνῆκεν ὁ ἐμὸς πατήρ, οὐδ᾿ ἀπεδύσατο θώρακα, οὐδὲ τὸ κράνος ἀπέθετο, οὐδὲ τὴν ἀσπίδα τῶν [*](P. 22) ὤμων παρεῖτο, οὐδὲ τὸ ξίφος ἀπέρριψεν, ἀλλὰ στρατοπεδεύσας ἠπείλει τειχομαχίας τῇ πόλει καὶ πόρθησιν ἄντικρυς. καὶ ἐθέλων διασῶσαι τὸν ἄνδρα, διὰ τοῦ συνεφεπομένου αὐτῷ μοναχοῦ Ἰωαννικίου (ἀνὴρ δὲ οὗτος ἐπ’ ἀρετῇ διαβόητος) περὶ εἰρήνης πρὸς τὸν Βασιλάκιον ἠρώτα, ὥστε τὰς πίστεις λαβόντα μηδὲν δεινὸν πείσεσθαι, ἐγχειρίζειν αὐτῷ ἑαυτόν τε ὁμοῦ καὶ τὴν πόλιν. καὶ ὁ μὲν Βασιλάκιος ἀπειθὴς ἥν, οἱ δὲ Θεσσαλονικεῖς δέει τοῦ μὴ ἁλῶναι τὴν πόλιν καἰ δεινόν τι παθεῖν, παρεχώρουν τῷ Κομνηνῷ τῆς εἰσόδου. ἀλλ’ ὁ Βασιλάκιος αἰσθόμενος τοῦ γινομένου ἀπὸ τοῦ πλήθους, ἔπι· τὴν ἀκρόπολιν μεταβαίνει καὶ ἀπὸ ταύτης εἰς ἐκείνην ἐφάλλεται. [*](B) καὶ οὐδ᾿ ὣς ἐπιλανθάνεται πολέμου καὶ μάχης, καίτοι τοῦ δομεστίκου πίστεις αὐτῷ διδόντος μηδέν τι παθεῖν ἀνήκεστον. ἀλλ᾿ ὡρᾶτο γε ὁ Βασιλάκιος καὶ ἐν τοῖς δεινοῖς καὶ έν οἶς ἐστενοχωρεῖτο λίαν ἀνήρ. οὐδὲ γὰρ ὑφεῖναί τι τοῦ ἀνδρώδους καὶ τοῦ γενναίου ἠβούλετο, ἕως ἐκεῖθεν αὐτὸν

[*](5. τῷ στρατηγῷ: τὠμῷ πατρὶ Α. 6. ὁ ἐμὸς πατήρ: οὗτος Α. 7. τὸν θώρακα? ἀνέῤῥιψεν G. 23. αὐτὸν om. A.)
48

οἱ τῆς ἀκροπόλεως οἰκήτορες καὶ φύλακες ἔξελάσαντες ἅπαντες ἄκοντα καὶ βίᾳ τοῦτον τῷ μεγάλῳ δομεστίκῳ παρέδωκαν. εὐθὺς δὲ πρὸς τὸν βασιλέα τὴν τούτου ἅλωσιν διαμεμηνυκώς, αὐτὸς ἐπ’ ὀλίγον τῇ Θεσσαλονίκη ἐγκαρτερήσας καὶ τὸ [*](C) ἔν αὐτῇ καταστησάμενος, λαμπρὸς στεφανίτης ἐπανῄει οἱ δὲ πρὸς τοῦ βασιλέως πεμφθέντες μεταξὺ Φιλίππων καὶ Ἀμφιπόλεως τὠμῷ πατρὶ συναντήσαντες, τὰς περὶ αὐτοῦ ἐγγράφους προστάξεις βασιλικὰς αὐτῷ ἐγχειρίσαντες, παραλαβόντες τὸν Βασιλάκιον περί τι χωρίον Χλεμπίναν καλού- [*](V. 22) μενον ἀπαγαγόντες, ἐγγὺς τῆς ἐν αὐτῷ πηγῆς τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐξορύττουσιν· ἔξ οὖ καὶ μέχρι τῆς δεῦρο ἥ πηγὴ Βασιλακίου κέκληται. τοῦτο τρίτον ἆθλον πρό γε τῆς βασιλείας καθάπερ τινὶ Ἡρακλεῖ τῷ μεγάλῳ Ἀλεξίῳ γεγένητο. ἂν γάρ τις Ἐρυμάνθιον κάπρον τὸν Βασιλάκιον τοῦτον καλέσειεν, [*](D) Ἡρακλέα δέ τινα καθ’ ἡμᾶς γενναιότατον τὸν ἐμὴν πατέρα Ἀλέξιον, οὐκ ἂν ἁμάρτοιτο τῆς ἀληθείας. ταῦτα μὶν ἔστω πλεονεκτήματα καὶ πρὸ τοῦ θρόνου κατορθώματα τῷ Κομνηνῷ Ἀλεξίῳ, ὧν ἁπάντων γέρας ἀπέλαβε παρὰ τοῦ αὐτοκράτορος τὴν τοῦ σεβαστοῦ ἀξίαν, σεβαστὸς ἀναρρηθείς ἐκ μέσης συγκλήτου.

ΚαθάΠερ, οἶμαι, τὰ πονηρευόμενα τῶν σωμάτων πὴ μὲν ταῖς ἔξωθεν αἰτίαις κακοῦνται, ἔστι δ’ ὅπου καὶ τὰ αἴτια τῶν νοσημάτων ἀφ’ ἑαυτῶν ἀναβλύζουσι, καὶ αἰτιώ-

[*](1. ἅπαντες om. Α. 2. παρέδοσαν Α. 14. καλέσῃ A. 16. ἁμάρτῃ τῆς A. lege ἁμάρτοι τὸ τῆς ἀληθείας vid. annotationes.)
49

μεθα πολλάκις μὶν τὰς τοῦ περιέχοντος ἀνωμαλίας καί τινας τροφῶν ποιότητας πυρετῶν γενέσεις, ἐνίοτε δὲ καὶ χυμῶν σηπεδόνας· οὕτω δῆτα καὶ ἡ τῶν Ῥωμαίων κακότης κατ᾿ ἐκεῖνο καιροῦ νῦν μὲν ἀνεβλάστησε θενατώδεις κῆρας τοὺς προειρημένους ἄνδρας ἐκείνους, λέγω δὴ Οὐρσελίους καὶ Βασιλακίους καὶ ὅσοι τὸ τυραννικὸν συνεπλήρουν πλῆθος πλῆθος, νῦν [*](P. 23) δὲ ἔξωθέν τινας καὶ ἐπεισάκτους τυράννους τὰ τῆς τύχης ταύτῃ ἐπεισηγάγετο ἀπρόσμαχόν τι κακὸν καὶ ἀνίατον νόσημα, καθά γε καὶ τὸν ἐπὶ τυραννικῇ γνώμῃ διαβόητον Ῥομπέρτον ἐκεῖνον τὸν ἀλαζόνα, ὂν Νορμανία μὲν ἤνεγκε ἤνεγκε, φαυλότης δὲ παντοδαπὴ καὶ ἐθρέψατο καὶ ἐμαίευσεν. ἡ δὲ Ῥωμαίων ἐχθρὸν τηλικοῦτον ἐφ’ ἑαυτῆς εἵλκυσε, πρόφασιν δεδωκυῖα τῶν ἀπ᾿ ἐκείνου πολέμων τοῖς πρὸς ἡμᾶς κῆδος ἑτερόφυλόν [*](Β) τε κὼ βάρβαρον καἰ τὰ πρὸς ἡμᾶς ἀπροσάρμοστον, μᾶλλον δὲ ἀπροσεξία τοῦ τότε κρατοῦντος Μιχαὴλ τοῦ τὰς τοῦ γένους σειρὰς πρὸς τοὺς Δούκας ἀνάπτοντος εἰ δὲ καὶ καθαπτοίμην τινὸς τῶν κὰν αἷμά μοι προσηκόντων, (καὶ γὰρ κἀμοὶ τὰ πρὸς μητρὸς ἐκεῖθεν καταρρεῖ,) νεμεσάτω μηδείς· τὴν τε γὰρ ἀλήθειαν ἐξ ἁπάντων προειλόμην ξυγγράφειν καὶ ὅσον ἔπι τούτῳ τὰς ἐξ ἁπάντων μέμψεις ἀνεστειλάμην. ἐκεῖνος γὰρ ὁ εἰρημένος αὐτοκράτωρ ὁ Δούκας Μιχαὴλ τὴν τοῦ βαρβάρου τούτου θυγατέρα εἰς τὸν ἑαυτοῦ υἱὸν κατηγγυήσατο Κωνσταντῖνον, κἀντεῦθεν ἀνερράγη τὰ τῶν πολε-

[*](C)[*](1. ἀνωμαλίας A, ὁμιλίας PG. 3. κακότης om. A. 5. δὲ G. 18. μητέρος Ρ.)
50

μίων. καὶ περὶ μὶν τοῦ υἱέος τοῦ βασιλέως τουτουὶ Κωνσταντίνου καὶ τοῦ πέρι αὐτόν γαμικοῦ συναλλάγματος καὶ ὅλως τοῦ βαρβαρικοῦ κήδους, καὶ δὴ καὶ ὅπως εἶχε κάλλους τε καὶ μεγέθους ὁ ἀνὴρ καὶ ὁποῖος ἦν τὴν φύσιν καὶ ποδαπός, κατὰ καιρὸν ἐροῦμεν, ἐπειδὰν ἀπολοφυροίμην καὶ τὰς ἐμὰς συμφορὰς μικρὸν μετὰ τὴν τοῦ κήδους τούτου διήγησιν καὶ τὴν ἧτταν τῆς βαρβαρικῆς ἁπάσης δυνάμεως καὶ τὴν ἀπώλειαν τῶν Νορμανόθεν τυράννων, οὓς ἐξ ἀλογίας κὰτ [*](D) τῆς τῶν Ῥωμαίων ἐθρέψατο. ἀλλὰ πρότερον δεῖ ἄνωθέν που [*](V. 23) τὸν λόγον ἀναγαγοῦσαν τὰ περὶ τοῦ Ῥομπέρτου τούτου διηγήσασθαι, ὅπως τε εἶχε γένους καὶ τύχης, καὶ εἰς οἶον κρά- τος καἰ ὕψος ἡ φορὰ τῶν πραγμάτων τοῦτον ἀνήνεγκε, μῆλλον δέ, ἴν’ εὐσεβέστερον φαίην, οὗ παρεχώρησε τοῦτον ἡ πρόνοια προελθεῖν, ἐνδοῦσα πρὸς τὰς ἐκείνου κακοτρόπους ὁρμάς τε καὶ μηχανάς. ὁ δὲ Ῥομπέρτος οὗτος Νορμάνος τὸ γένος, τὴν τύχην ἄσημος, τὴν γνώμην τυραννικός, τὴν ψυχήν πανουργότατος, τὴν χεῖρα γενναῖος, ἐπιθέσθαι μὲν δεινότατος [*](P. 24) πλούτῳ καὶ περιουσίᾳ μεγάλων ἀνδρῶν, καταπρᾶξαι δὲ ἀφυκτότατος, ἐς τὸ ἀναντίρρητον τὰ τοῦ σκοποῦ περιάγων. τὰ δὲ τοῦ σώματος τοσοῦτος εἰς μέγεθος, ὡς καὶ τῶν μεγίστων ὑπερανέχειν, πυρσὸς τὸ χρῶμα, τὴν κόμην ξανθός, τοὺς ὤμους εὐρύς, τοὺς ὀφθαλμοὺς ἀλλὰ πῦρ ἀπ’ αἰτῶν μονονουχὶ ἀπεσπινθηρίζετο, καὶ ὅπου μὲν ἴδει διοργανῶσαι τὴν

[*](2. ὑιέως P. 9. ἐτρέψατο? 13. οὗπερ ἐχώρησε P, alterum G. 22. fortasse leg. ὀφθαλμοὺς Χάροπος καὶ πῦρ vid. annolationes.)
51

φύσιν τὸ πλάτος, εὐμήχανον ἦν, ἕπου δὲ ἀποστενῶσαι τοῦτο, εἰς τὸ εῦρυθμον διωμάλιστο. οὕτως ἐξ ἄκρας κεφαλῆς ἐς πόδας ὁ ἀνὴρ κατερρύθμιστο, ὡς πολλῶν λεγόντων πολλάκις ἀκήκοα. τὸ δὲ φθέγμα, Ὅμηρος μὲν πέρι Ἀχιλλέως ἐποίη- [*](Β) σεν, ὡς ἅν φωνήσαντος ἐκείνου, φαντασίαν ἐσχήκεσαν οἱ ἀκούοντες πολλῶν θορυβούντων, τούτου δὲ τοῦ ἀνδρός, ὥς φασι, τὸ ἐμβόημα πολλὰς ἐτρέπετο μυριάδας. οὕτως ἔχων ὢ τύχης καὶ φύσεως κὼ ψυχῆς, ἀδούλωτος ἦν ὡς εἰκός, μηδενὶ τῶν ἁπάντων ὑποταττόμενος. τοιαῦται γὰρ αἱ μεγάλαι φύσεις, ὥς φασι, κἀν τύχης ὦσιν ἀφαυροτέρας.

Τοιοῦτος δὲ ὢν ὁ ἀνὴρ καὶ ἄγεσθαι ὅλως μὴ ἀνεσχόμενος, ἀπὸ Νορμανίας ἀπάρας μετά τινων ἱππέων, πέντε δὲ ἦσαν ἱππεῖς καὶ πεζοὶ τριάκοντα οἱ πάντες, ἐξελθὼν τῆς πατρίδος περὶ τὰς ἀκρολοφίας καὶ· τὰ ἄντρα καὶ τὰ ὄρη τῆς [*](C) Λογγιβαρδίας διέτριβε, χειρὸς λῃστρικῆς κατάρχων καὶ τοῖς ὁδίταις ἐπιτιθέμενος, ὅπου μὲν ἵππους, ὅπου δὲ καὶ πράγματα ἄλλ᾿ ἄττα καὶ ὅπλα προσεπικτώμενος. καὶ τὰ προοιμίῳ τοῦ βίου τούτῳ αἱμάτων ἦσαν ἐκχύσεις καὶ ἀνδροφονίαι πολλαί. χρονοτριβῶν δὲ ἐν τοῖς μέρεσι τῆς Λογγιβαρδίας, οὐκ ἔλαθε Γελίελμον τὸν Μασκαβέλην, ὃς κατ’ ἐκεῖνο καιροῦ μέρους μεγίστου τῶν παρακειμένων τῇ Λογγιβαρδίᾳ ἡγεμὼν ἐτύγχανεν ὤν· ὅθεν τὰς εἰσόδους δαψιλεῖς ἂν ἔτος ἐλάμβανεν, κἀντεῦθεν δυνάμεις ἱκανὰς ἐπαγόμενος ἐπιφανὴς

[*](D)[*](10. ἀφανεστέρας G in margine. 12. τινων: τῶν P. 17. ἄλλά τινα A, ἄλλά τὰ PG, correxi. ἐπεκτήσατο Α.)
52

ἥν ἀρχηγὸς. μεμαθηκὼς δὲ περὶ τοῦ Ῥομπέρτου ὁποῖός ἐστι κὰτ ἄμφω, ψυχὴν καἰ σῶμά φημι, προσήκατό τε ἀβούλως τὸν ἄνδρα καἰ μίαν τῶν θυγατέρων τούτῳ κατηγγυήσατο. καὶ πληρώσας τὸ κῆδος, θαυμάσας αὐτὸν τῆς τε φύσεως καὶ τῆς περὶ τὰ στρατιωτικὰ ἐμπειρίας, οὐμενοῦν τὰ κατὰ γνώμην ηὐτύχησεν. καὶ γὰρ καὶ πόλιν καθαπερεί τι ἕδνον αὐτῷ ἐδεδώκει καἰ ἀλλ’ ἄττα προσεπεφιλοτιμήσατο. ὁ δὲ περὶ αὐτὸν δύσνους γενόμενος καὶ ἐπανάστασιν κατ’ αὐτοῦ μελετήσας, τὰ μὲν πρῶτα τὸν εὔνουν ὑπεκρίνετο καὶ τὰς δυνάμεις [*](P. 25) μεις προσετίθει τριπλασιάσας μὲν τοὺς ἱππεῖς, εἰς δὲ διπλασίους τοὺς πεζοὺς ποιησάμενος. καὶ τοὐντεῦθεν ὑπέρρει τὰ τῆς εὐνοίας καὶ κατὰ μικρὸν παρεγυμνοῦτο ἡ κακοήθεια. καὶ [*](V. 24) οὐ διελίμπανε προφάσεις καθεκάστην σκανδάλων διδοὺς καὶ λαμβάνων καὶ τρόπους συνεχεῖς μηχανώμενος, ἀφ᾿ ὧν ἔριδές τε καί μάχαι καὶ πόλεμοι εἰώθασι τίκτεσθαι. ἐπεὶ δὲ ὁ ῥηθεὶς Γελίελμος ὁ Μασκαβέλης πλούτῳ καὶ δυνάμει κατὰ πολὺ διέφερεν αὐτοῦ ἀπογνοὺς ὁ Ῥομπέρτος τὴν κατὰ πρόσωπον πρὸς αὐτὸν μάχην, βουλὴν βουλεύεται πονηράν. καί [*](B) προβάλλεται μὲν τὴν εὔνοιαν καὶ τὸ μεταμέλον πλάττεται, καὶ ὐπορύττει δόλον αὐτῷ δεινὸν καὶ δυσφώρατον, τάς τε πόλεις αὐτοῦ κατασχεῖν καὶ κύριος γενέσθαι τῶν προσόντων ἁπάντων τῷ Μασκαβέλῃ. καὶ πρῶτα μὲν τὰ πρὸς εἰρήνην ἐπερωτᾷ καὶ συνελθεῖν εἰς λόγους αὐτοπροσώπως διαπρεσβεύεται, ὁ

[*](6. εὐτύχησεν G. καθάπερ τι Α. 7. ἀλλ’ ἄττα correxi, codices ut siipra. προσεφιλοτιμήσατο A, προσεπιφιλοτ. PG, correxi. 9. τόν: τὸ A. 10. τριπλασιάσαι P. 23. τὰ εἰς PG, τὰ om. A.)
53

δὲ τὴν πρὸς αὐτὸν εἰρήνην ἀσπάζεται φιλῶν τὴν θυγατέρα ἐξόχως, καὶ συντίθεται τὴν ὁμιλίαν ἐς νέωτα. ὁ δὲ Ῥομπέρτος καταγγέλλει τόπον αὐτῷ, έν ᾦ συνελθόντας διαλεχθῆναι προσήκει καί τὰς πρὸς ἀλλήλους συνθέσθαι σπονδάς. ἀκρολοφίαι δὲ ἦσαν δύο ἔξ ἴσου τῆς πεδιάδος ἒξυπανέχουσαι κάτα διάμετρον τὴν θέσιν λαχοῦσαι, τὸ δὲ μεταξὺ τούτων ἑλῶδες ἦν καὶ κατάσκιον δένδροις παντοδαποῖς καἰ φυτοῖς. ἔνθα κω λόχον ἐστήσατο ὁ δεινὸς ἐκεῖνος Ῥομπέρτος τέσσαρας ἄνδρας [*](C) ἐνόπλους γενναιοτάτους, παρεγγυησάμενος πανταχόσε παπταίνειν τὰ ὄμματα· ἐπειδὰν δὲ ἴδοιεν αὐτὸν μέτα τοῦ Γελιέλμου συμπλεκόμενον, εὐθὺς πρὸς ἐκεῖνον ἀναδραμεῖν ἀναδραμεῖν, μηδὲν τὸ παράπαν μελήσαντας. ταῦτ’ οὖν προκατασκευάσας ὁ κακουργότατος ἐκεῖνος Ῥομπέρτος, τὴν μὲν τῶν ἀκρολοφιῶν εἰς τὴν μετὰ τοῦ Μασκαβέλη ὁμιλίαν χρησιμεύουσαν κατέλιπε, φθάσας ταύτην ὑποδεῖξαι αὐτῷ, θατέραν δὲ οἶον ἰδιοποιησάμενος, πεντεκαίδεκα ἱππέας καὶ πεζοὺς ὡσεὶ ἲξ καὶ πεντήκοντα μεθ’ ἑαυτοῦ συλλαβόμενος, ἀνελθὼν ἐν αὐτῇ συνέταξε, τὴν βουλὴν πᾶσαν τοῖς ἀξιολογωτέροις τούτων ἐξορχησάμενος, καί ἑνὶ τούτων παραγγείλας τὰ αὑτοῦ ὅπλα βαστάζειν, [*](D) ἀσπίδα καὶ κρόνος καὶ ἀκινάκην, ὡς ῥᾳδίως διὰ τούτων ἐξοπλισθείη, καὶ· τοῖς λοχῶσι τέσσαρσιν ἐπισκήψας, ἵν’ ὁμηνίκα τῷ Μασκαβέλῃ συμπλακέντα τοῦτον θεάσοιντο,

[*](2. καί που τίθεται G. 12. lege μελλήσαντας. 14. κατέλοιπε P. 17. μεθ᾿ ἑαυτοῦ συλλαβόμενος add. G. ἀνελθεῖν P. 21. λοχῶσιν P.)
54

θᾶττον ἀναδράμωσι πρὸς αὐτόν. καὶ ὁ Γελίελμος κατὰ τὴν συγκειμένην ἡμέραν ἤρχετο πρὸς τὴν ἀκρώρειαν εἰς τὸν τόπον, ὃν φθάσας αὐτῷ ὁ Ῥομπέρτος ὑπέδειξε, τὰς μετ᾿ αὐτοῦ συνθήκας πληρώσων. ὂν ἰδὼν ἐγγύθεν ἐκεῖνος γενόμενον. αὐτῷ τε ἱππότης προσυπαντήκει, καὶ ἀσπασάμενος ἐδεξιοῦτο μάλα εὐθύμως. ἔστησαν οὖν ἄμφω εἰς τὸ πρανὲς μικρὸν τῆς ἀκρολοφίας ὑποκλίναντες, ὁμιλοῦντες ἅττα καὶ ἔμελλον [*](P. 26) ποιεῖν. ὁ δὲ δεινὸς ἐκεῖνος Ῥομπέρτος λόγους ἐκ λόγων συνείρων ἔτριβε τὸν καιρόν, εἶτα φησι πρὸς τὸν Γελίελμον “ἵνα τί τοῖς ἵπποις ἐποχούμενοι κοπιῶμεν; ἀποβάντες καθεδούμεθα εἰς τοὔδαφος καὶ ἀφροντίστως περὶ ὧν χρὴ ὁμιλήσομεν." πείθεται ὁ Μασκαβέλης νήπιος ἀγνοήσας τὸν δόλον καὶ οὗ κακοῦ φέρεται, καὶ ἀποβαίνοντα τὸν Ῥομπέρτον τοῦ ἵππου θεασάμενος, πεζὸς καὶ αὐτὸς τηνικαῦτα εἰστήκει καἰ τῇ γῇ τὸν ἀγκῶνα διερεισάμενος αὖθις λόγων κατήρχετο. ὁ δὲ Ῥομπέρτος δουλείαν ὡμολόγει τοῦ λοιποῦ τῷ Μασκαβέλῃ καὶ πίστιν, εὐεργέτην αὐτὸν καὶ· κύριον ὀνομάζων. θεασάμενοι [*](B) δὲ τούτους οἱ τοῦ Μασκαβέλη τῶν ἵππων καὶ λόγων ἄλλων ὥσπερ καταρχομένους, καμόντες ἀπό τε τοῦ καύσωνος ἀπό τε τοῦ δεηθῆναι καὶ τροφῆς καὶ ποτοῦ, ὥρα γὰρ θέρους ἦν, ὁπηνίκα τὰς ἀκτῖνας ὁ ἥλιος κατὰ κορυφὴν εἴωθε βάλλειν,) καὶ τῆς ἀλέας ἀφορήτου γινομένης, οἱ μὲν τῶν ἵππων ἀποβαίνοντες τοὺς χαλινοὺς περὶ τοὺς

[*](1. αὐτον οὑς G. 4. πληρώσας P. ἐκεῖνος ἐγγύθεν γενόμενος G. 5. lege προσυπηντήκει. 13. lege οἷ κακοῦ. 21. κατὰ κορυφὴν om. G.)
55

πτόρθους τῶν δένδρων ἀναδεσμοῦντες, εἰς τοὔδαφος κατεκλίνοντο, ταῖς ἀπὸ τῶν ἵππων καὶ τῶν δένδρων σκιαῖς ἀναψυχόμενοι, [*](V. 25) οἱ δὲ οἴκαδε ἐχώρουν. ἀλλ᾿ οὗτοι μὲν οὕτως. ὁ δὲ τὰ πάντα δεινὸς Ῥομπέρτος οὕτω ταῦτα προκαταστήσας, ἀθρόον ἐπιφύεται τῷ Μασκαβέλῃ, καὶ τὸ ἥμερον ἀφεὶς βλέμμα πρὸς τὸ ὀργιλώτερον μεταβάλλεται, καὶ φόνιον αὐτῷ ἐπιβάλλει τὴν χεῖρα. καὶ συμπλακεὶς ἀντισυνεπλέκετό τε καὶ [*](C) εἱλκε καὶ εἵλκετο, καὶ ἐκυλίοντο ἄμφω κατὰ τοῦ πρανοῦς. δήσαντες δὲ οἱ λοχῶντες ἀνέτρεχον ἐκεῖνοι ἄνδρες θεασάμενοι, ἀναδύντες τοῦ ἕλους ἐπέδραμον ἤδη τῷ Γελιέλμῳ, καὶ· ξυνδήσαντες ἁπανταχόθεν ἀνέτρεχον ὡς πρὸς τοὺς εἰς τὴν ἑτέραν ἀκρώρειαν ἱσταμένους ἱππεῖς τοῦ Ῥομπέρτου, ἤδη καὶ αὐτῶν ὑποκαλταζόντων κατὰ τοῦ πρανοῦς πρὸς αὐτούς· ὄπισθεν δὲ ἐδίωκον οἱ τοῦ Γελιέλμου. ὁ δέ γε Ῥομπέρτος ἐπιβὰς τοῦ ἵππου, κράνος τε καὶ δόρυ λαβὼν καὶ γοργῶς ἐναγκαλισάμενος καὶ ἀσπίδι περιφράξας ἑαυτὸν, ἐπιστραφεὶς [*](D) πλήττει ἔνα τῶν τοῦ Γελιέλμου διὰ δόρατος, ὁ δ’ ἅμα τῇ πληγῇ καὶ τὴν ψυχὴν συναφῄρητο. έν τοσούτῳ τὴν φορὰν τῶν ἀμφὶ τὸν πενθερὸν ἱππέων ἀναχαιτίσας καὶ τὴν ἀπὸ τούτων βοήθειαν ἀνακόψας, οἱ δέ γε λοιποὶ τοὺς ὑπὲρ κεφαλῆς αὐτῶν καταβαίνοντας ἱππότας τοῦ Ῥομπέρτου ὡς καὶ ἀπὸ τοῦ τόπου βοηθουμένους θεασάμενοι, παραχρῆμα τὰ νῶτα διδόασιν,) οὕτω γοῦν τὴν φορὰν τῶν τοῦ Μασκαβέλη

[*](2. τῶν alleriiin om. G. 9. τέσσαρες Ρ, alterum GA. 13. ὑποκολπαζόντων P. περιφραξάμενος Α. βοηθουμένου G.)
56

ἰππέων ἀνακόψαντος τοῦ Ῥομπέρτου, ἄγεται τηνικαῦτα ὁ Μασκαβέλης δέσμιος καἰ αἰχμάλωτος εἰς ὅπερ δέδωκεν αὐτῷ εἰς προῖκα φρούριον, ὅτε τὴν θυγατέρα τούτῳ κατηγγυήσατο. καὶ εἶχεν ἄρα τότε τὸν οἰκεῖον δεσπότην ἡ πόλις ἔμφρουρον, φρούριον ἐντεῦθεν εἰκότως προσαγορευομένη. οὐδὲν δὲ χεῖρον καὶ [*](P. 27) τὴν ὠμότητα τοῦ Ῥομπέρτου διηγήσασθαι. ἐπειδὴ γὰρ ἅπαξ ἐγκρατὴς ἐγεγόνει τοῦ Μασκαβέλη, τὰ πρῶτα μὲν τῶν ὀδόντων ἁπάντων ἀποστερεῖ, ἐφ’ ἑκάστῳ τούτων προσαπαιτῶν πολυτάλαντον ὁλκὴν νομισμάτων καὶ πυνθανόμενος, οὖ ταῦτα ἐναπέθετο. ἔπει δὲ οὐκ ἔληγεν ἀπαράσσων ἴστ’ ἂν ἅπαντα ἔλαβε, καὶ ἅμα οἱ τε ὀδόντες ἐξέλιπον καὶ τὰ χρήματα, ἐπὶ τοὺς ὀφθαλμοὺς Γελιέλμου ἐπιβάλλει τοὺς ὀφθαλμοὺς ὁ Ῥομπέρτος, καὶ φθονήσας τούτῳ τῶν ὄψεων ἀποστερεῖ τῶν ὀμμάτων.

πάντων οὖν ἐγκράτης γενόμενος ηὐξάνετό τε τὸ ἐντεῦθεν ὁσημέραι, καὶ εἰς τὸ τυραννικώτερον ἀποκλίνων ταῖς Β πόλεσί τε προσετίθετο πόλεις καἰ τοῖς χρήμασι χρήματα. καἰ ἐν βραχεῖ πρὸς τὴν δουκικὴν περιωπὴν ἀναβεβηκώς, δοὺξ Λογγιβαρδίας ἁπάσης ὠνομάζετο. ἐντεῦθεν οὖν ἅπαντες πρὸς τὸν κατ’ αὐτοῦ φθόνον ἠρεθίζοντο. ὁ δὲ φρενήρης ὢν ἀνὴρ ὅπου μὶν θωπείαις χρησάμενος πρὸς τοὺς ἀντικαθισταμένους αὐτῷ, ὅπου δὲ καὶ δωρήμασι, τοὺς μεταξὺ τοῦ πλήθους, θορύβους ἐξωμαλίσατο καὶ τὸν κὰτ αὐτοῦ φθόνον τῶν μεγιστάνων εὐμηχάνως κατέστειλεν, ἔστι δ’ οὖ καὶ ὅπλοις χει-

[*](9. νομισμ. ὁλκήν, πυνθανόμενος A. 13. ἀποστερεῖται ὀμμάτων G.)

φρούριον

57

ρωσάμενος, ἅπαν τὸ κράτος Λογγιβαρδίας τε καὶ τῆς ὁμορούσης χώρας εἰς ἑαυτὸν ἀνεδήσατο. ἀεὶ δέτι ὁ Ῥομπέρτος οὗτος ἐπινοῶν τυραννικώτερον κὼ φανταζόμενος τὴν βασιλείαν Ῥωμαίων, προφάσεως, ὡς ἔφην, τῆς πρὸς τὸν αὐτοκράτορα Μι- [*](C) χαὴλ συμπενθερίας ἐπιδραξάμενος, τὸν πρὸς Ῥωμαίους ἐνερρίπισε πόλεμον. ἔφθημεν γὰρ εἰρηκότες, ὅτι Μιχαὴλ ὁ αὐτοκράτωρ οὐκ οἶδ᾿ ὅπως τὴν τοῦ τυράννου τούτου θυγατέρα Ἑλένη δὲ αὕτη προσηγορεύετο) τῷ υἱῷ Κωνσταντίνῳ κατηγγυήσατο. πάλιν δὲ μεμνημέν τοῦ νεανίσκου τούτου, παθαίνομαι τήν τε ψυχὴν καὶ τοὺς λογισμοὺς συγχέομαι· ἀνακόπτομαι δὲ τὴν ἀμφὶ τοῦτον διήγησιν, φυλάττουσα πάντα καιρῷ τῷ προσήκοντι. τοῦτο δὲ μόνον οὐχ ὑπομένω μὴ λέγειν, [*](V. 26) κἀν ἔξω τοῦ καιροῦ λέγοιμι, ὡς ἄγαλμα φύσεως ἦν ὁ νεανίας ἐκεῖνος καὶ θεοῦ χειρῶν ὡς ὄντως εἰπεῖν, φιλοτί- [*](D) ​ μημα. εἰ γὰρ καὶ· μόνον ἐθεάσατό τις αὐτόν, εἶπεν ἂν ὡς τοῦ παρ’ Ἕλλησι μυθευομένου χρυσοῦ γένους ἀπορροή· οὕτως ἀμήχανον εἶχε τὸ κάλλος. ἐγὼ δὲ μετὰ τοσούτους ἐνιαυτοὺς μεμνημένη τοῦ νεανίου τούτου, δακρύων ἐμπίπλαμαι· ἐπέχω δὲ ὅμως τὸ δάκρυον καὶ ταμιεύω πρὸς τοὺς ἐπικαίρους τῶν τόπων, ἵνα μὴ τὰς μονῳδίας τῶν ἐμῶν ἀναμιγνῦσα ταῖς ἱστορικαῖς διηγήσεσι τὴν ἱστορίαν συγχέοιμι. οὗτος γὰρ ὁ νεάνισκος, περὶ οὖ κἀνταῦθα κὼ ἀλλαχόσε εἰρή-

[*](5. ἀνερρίπιζε PG, alteruin Α. 10. λογισμοὺς: ὀφθαλμοὺς Α. 14. malim οὕτως. 18. νεανίσκου G. ἐμπίμπλαμαι G.)
58
[*](P. 28)

κειμεν, προχρόνιος πρὸ ἡμῶν καὶ πρὶν ἡμεῖς τόν ἥλιον ῖδοιμεν, μνηστὴρ ἐγεγόνει τῆς τοῦ Ῥομπέρτου Ἑλένης καθαρὸς καὶ ἀμόλυντος, καὶ τὰ ἔγγραφα συναλλάγματα ἐπ’ αὐτῇ ἐγεγράφεισαν, κἀν ἀτέλεστα καὶ ἐν ἐπαγγελίαις μόνον, ἀτελοῦς τὴν ἡλικίαν ὄντος τοῦ νεανίσκου· διεσπάσθη δὲ ἅμα τῷ τῆς βασιλείας ἐπιβῆναι τὸν βασιλέα Νικηφόρον τὸν Βοτανειάτην. ἀλλ’ ἐξετραπόμην τοῦ λόγου, ἐπανελεύσομαι δ᾿ αὖθις ἀφ᾿ οὗπερ ἐξετραπόμην. ὁ γάρ τοι Ῥομπέρτος ἐκεῖνος ἐξ ἀφανοῦς πάνυ τύχης περιφανὴς γεγονὼς καὶ πολλὴν δύναμιν ἀθροίσας πέρι αὑτόν, [*](Β) ἐπεβάλλετο καὶ Ῥωμαίων αὐτοκράτωρ γενέσθαι. καὶ προφάσεις εὐλόγους δῆθεν ἐπλάττετο τῆς πρὸς Ῥωμαίους δυσμενείας καὶ τῶν πολέμων. διττὸς δὲ ἐντεῦθεν φέρεται ὁ λόγος. ὁ μὲν γὰρ φημίζεταί τε καὶ διαρρεῖ καὶ μέχρι τῆς ἡμετέρᾳ ἀκοῆς ἔφθασεν, ὅτι τις μοναχὸς Ῥαίκτωρ ὀνομαζόμενος ὑπεκρίθη τὸν βασιλέα Μιχαὴλ καὶ πρὸς τὸν Ῥομπέρτον τοῦτον καὶ συμπένθερον αὐτομολήσας τὰς οἰκείας συμφορὰς ὠλοφύρετο. οὗτος γὰρ μετὰ τὸν Διογένην τῶν σκήπτρων Ῥωμαίων ἐπειλημμένος καὶ βραχύν τινα χρόνον διαπρέψας τὴν βασιλείαν, παρελύθη μὲν τῆς ἀρχῆς ὑπὸ τοῦ Βοτανειάτου ἐπα- [*](C) ναστάντος αὐτῷ, τὸν δὲ τῶν μοναχῶν ὑπέδυ βίον, μετὰ δὲ ταῦτα τὸν ἀρχιερατικὸν ποδήρη καὶ τὴν κίδαριν ἠμφιέσατο, εἰ βούλει δέ, καὶ τὴν ἐπωμίδα. τοῦτο δὲ συνεβούλευσεν ὁ καῖσαρ Ἰωάννης ὁ πρὸς πατρὸς αὐτῷ θεῖος, τὸ κοῦφον εἰδὼς

[*](1. ἴδομεν Α. 3. ἐγγεγράφεισαν P. 12. ὁ prius add. A. 13. καὶ ὁ διαῤῥεῖ P. 18. τῇ βασιλείᾳ Α. an ἐνδιατρίψας τέ βασιλείᾳ ? vid. anaotat.)
59

τοῦ τηνικαῦτα κρατοῦντος καὶ μή τι πάθῃ δεινότερον δεδιώς. δώς. τοῦτον ὑπεκρίθη ὁ εἰρημένος μοναχὸς ἐκεῖνος Ῥαίκτωρ ἢ ἰαὶ ὡς οὕτως εἰπεῖν ῥέκτης τῶν ἁπανταχοῦ τολμηρότατος. πρόσεισί τε τᾠ Ῥομπέρτῳ ὡς δῆθεν συμπενθέρῳ καὶ τὰ τῆς ἀδικίας ἐκτραγῳδεῖ, ὡς καθαιρεθείη μὲν τῶν βασιλικῶν θρόνων, καὶ εἰς ὅπερ νῦν σχῆμα τοῦτον ὁρᾷ περιελθεῖν. καὶ [*](D) διὰ τούτων πάντων εἰς ἄμυναν ἐξεκαλεῖτο τὸν βάρβαρον. τὴν γὰρ καλήν φησι μείρακα τὴν αἰτοῦ νύμφην Ἑλένην ἀπερίστατον καταλεῖψαι καὶ χήραν ἄντικρυς τοῦ νυμφίου. τὸν γὰρ υἱὸν Κωνσταντῖνον καὶ τὴν βασιλίδα Μαρίαν προσρυῆναι τῷ Βοτανειάτῃ καἰ ἄκοντας δία τὴν τυραννίδα ἐβόα. ταῦτα λέγων παρώξυνέ τε τὸν θυμὸν τοῦ βαρβάρου καἰ πρὸς πόλεμον κατὰ Ῥωμαίων ἐξώπλιζε. τοιοῦτος μὲν λόγος περιρρεῖ [*](V.27) μου τὰς ἀκοὰς καὶ οὐκ ἰχῶ γε διὰ θαύματος, εἴ τινες ἀδοξότατοί τινας τῶν ἐπὶ δόξης κω γένους εὐγενοῦς ὑποκρίνονται. [*](P. 29) ἕτερος δέ με περιβομβεῖ πιθανώτερος λόγος ἑτέρωθεν φημιζόμενος, ὡς οὔτε μοναχός τις τὸν βασιλέα Μιχαὴλ ὑπεκρίνατο, οὔτε τοιοῦτόντι τὸν Ῥομπέρτον πρὸς τὸν κατὰ Ῥωμαίων ἐκίνησε πόλεμον, ἀλλ’ αὐτὸς ὁ βάρβαρος πολυτροπώτατος ὢν τὰ τοιαῦτα ῥᾳδίως ἐπλάττετο. ἔχει γὰρ ὧδε τὰ ἐφεξῆς. αὐτὸς μέν, ὥς φασιν, ὁ Ῥομπέ ρτος ῥᾳδιουργότατος

[*](1. πάθῃ Α. πάθοι PG. 2. καἰ Ῥαίκτωρ PG, alterum Α. 6. νῦν add. A. ὁρῴη PG, ὁρᾶ A. 8. ἑαυτοῦ Α. διαῤῥεῖ PG, alteruin A. 14. μοι G. γε om. A. 15. τοὺς PG, τῶν Α. 16. πιθανώτατος G. 17. ἐπιφημιζόμενος Α. ὑπεκρίνετο A. 18. οὔτε τι ἕτερον τὸν Α. 19 ἀλλὰ P.)

κτης

60

ὢν καὶ τὴν κατὰ Ῥωμαίων ὠδίνων μάχην καὶ πρὸ πολλοῦ πρὸς τὸν πόλεμον παρασκευζόμενος, ἐκωλύετο μὲν ὡς ἀδίκων πολέμων ἄρχων καὶ κατὰ Χριστιανῶν εὐτρεπιζόμενος [*](B) παρά τινων τῶν πέρι αὐτὸν ἐνδοξοτάτων ἀνδρῶν καἰ αὐτῆς τῆς γυναικὸς αὐτοῦ Γαΐτης καἰ ἀνεκόπτετο πολλάκις ἐπιχειρήσας τῆς τοιαύτης ὁρμῆς· βουλόμενος δὲ πιθανὴν τὴν πρόφασιν τοῦ πολέμου ποιήσασθαι , πέμπει τινὰς ἄνδρας εἰς Κοιρώνην τὰ ἀπόρρητα καταπιστεύσας αὐτοῖς τῶν βεβουλευμένων καὶ ἐπισκήπτει τοιαῦτα· ὡσ εἴ τινα μοναχὸν εὕροιεν βουλόμενον ἐκεῖθεν ἐνθάδε διαπερᾶσαι εἰς προσκύνησιν τοῦ νεὼ τῶν κορυφαίων καὶ πολιούχων τῆς Ῥώμης ἀποστόλων, ἐξ αὐτῆς ὄψεως μὴ πάνυ τὸ δυσγενὲς ἐμφαίνοντα, τοῦτον ἀσμένως ἐναγκαλίσασθαι καὶ οἰκειωσαμένους πρὸς αὐτὸν [*](C) ἀγαγεῖν. ἔπει δὲ τὸν προειρημένον ἐφεῦρον Ῥαίκτωρα, ἄνδρα ποίκιλον τε καὶ πρὸς πανουργίαν ἀπαράμιλλον, δηλοῦσι τῷ Ῥομπέρτῳ διὰ γραμμάτων κατὰ τὸ Σαλερηνὸν ἐνδιατρίωβοτι, ὅτι περ “ὁ σὸς κηδεστὴς Μιχαὴλ ὁ τῆς βασιλείας ἐξεωθεὶς κατέλαβε τὴν ἀπὸ σοῦ ἐξαιτούμενος βοήθειαν." οὕτω γὰρ αὐτοῖς ὁ Ῥομπέρτος ὑπέθετο τὰς πρὸς αὐτὸν ἐκθεῖναι γραφὰς. ὁ δὲ έν χερσὶ ταύτας λαβών, παρευθὺς μὲν τῇ ὁμευνέτιδι ὑπαναγινώσκει, εἶτα συναγαγὼν τοὺς κόμητας ἅπαντας, ὑποδείκνυσι καἰ τούτοις τὰ γράμματα , ὡς μηκέτι [*](D) κωλὸν: πὰρ αὐτῶν, εὐλόγου τάχα αἰτίας δραξάμενος.

[*](4. αὐτὸν: αὐτῶν P. 14. Ῥαίκτορα P. 16. σαλερινὸν A. διατρίβοντι P. 17. ἀξιωθεὶς Α. lege ἐξωσθεὶς)
61

συντίθενται ἅπαντες παραχρῆμα τῇ τοῦ Ῥομπέρτου βουλῇ , καἰ οὕτως προσήκατό τε αὐτὸν καὶ εἰς ὁμιλίαν ἐλήλυθεν ἐντεῦθεν τὰ πάντα δραματουργεῖ καὶ σκηνὴν περιτίθησιν , ὡς ὁ βασιλεὺς εἴη Μιχαὴλ ὁ μοναχὸς ἐκεῖνος, ὡς καθαιρεθείη τῶν θρόνων, ὡς τὴν γυναῖκα καὶ τὸν παῖδα καὶ τἆλλα πάντα πρὸς τοῦ Βοτανειάτου ἀφαιρεθείη τυράννου καὶ ὡς τοῦτον ἀδίκως καὶ παρὰ πάντα δίκαιον λόγον τῆς ταινίας τε καὶ τοῦ διαδήματος τὸ μοναχικὸν περιέθεντο σχῆμα , καὶ “νῦν ἱκέτης ἡκέ" φησι “πρὸς ἡμῶς." ταῦτα εἰς μέσους ἐδημηγόρει ὁ Ῥομπέρτος, τήν τε βασίλειαν αὐτῷ διὰ τὸ κῆδος ἐπανασωθῆναι πρεσβεύων καἰ ἀξιῶν ἐκάστης ἡμέρας τὸν μοναχὸν [*](P. 30) ἐκεῖνον , ὡς δῆθεν τὸν βασιλέα Μιχαήλ, καἰ προεδρίας νᾶι θρόνων ὑψηλοτέρων καὶ τιμῆς ὑπερβαλλούσης, καὶ ἄλλοτε ἄλλως τὰς δημηγορίας πλαττόμενος, νῦν μὲν ἐλεεινολογούμενος, οἶα πέπονθεν ἐπὶ θυγατρί, νῦν δὲ τοῦ συμπαενθέρου φειδόμενος ἐφ’ οἷστισι κακοῖς περιπέπτωκεν, νῦν δὲ προσπαροξύνων τε καὶ διεγείρων πρὸς πόλεμον τὸ πέρι αὐτὸν βάρβαρον, πικίλως ἐπαγγελλόμενος τούτοις χρυσοῦ θημῶνας, οὓς ἐκ τῆς Ῥωμαίων ἔχειν τούτοις κατεπηγγέλλετο. ἐντεῦθεν [*](V. 28) πάντας ἐλκυσάμενος τῆς ῥινὸς καὶ πλουσιωτέρους καὶ πενεστέρους, [*](Β) ἀπάρας τῆς Λογγιβαρδίας, μᾶλλον δὲ πᾶσαν αὐτὴν ἑλκυσάμενος, καταλαμβάνει τὴν Σάλερνον μητρόπολιν οὖσαν Μέλφης, ἐν ᾑ τὰ κατὰ τὰς ἄλλας θυγατέρας αὐτοῦ πάντα

[*](7. ante τῆς excidit ἀντ’. 9. ἦλθε A. 14. ἐλεινολογούμενος P. 17. προπαροξύνων P.)
62

καταπράξας καλῶς, ἐντεῦθεν τὰ πρὸς τὸν πόλεμον ἐξαρτύεται. δύο δὲ ἤστην αὐτῷ · τὴν γὰρ τρίτην ἡ βασιλὶς τῶν πόλεων εἶχεν ἐξ αὐτοῦ θαλάμου δυστυχῆ. ὁ γὰρ νεανίας ἐκεῖνος ἐξ ἀρχῆς αὐτῆς οὔπω ἔφηβος ὢν ἀπεστρέφετο τουτὶ τὸ κῆδος καθάπερ τοὺς μορμολυττομένους τὰ βρέφη τούτων [*](C) δὲ τὴν μὲν Ῥαϊμούντῳ τῷ υἱῷ κόμητος Βραχενῶνος κατηγγυήσατο, τὴν ἑτέραν δὲ συνέζευξε τῷ Εὐβούλῳ ἐπιφανεστάτῳ καὶ τούτῳ κόμητι. οὐδὲ ταῦτα τὰ συναλλάγματα πρὸς τὸ ἀσύμφορον ἑώρα Ῥομπέρτῳ· ἀλλὰ πανταχόθεν γὰρ συνεκε- κρότητο καὶ συνηθροίζετο ἑαυτῷ δύναμιν , ἐκ γένους, ἐκ τυραννίδος, ἐξ ἀγχιστείας , ἐξ ἄλλων τρόπων παντοδαπῶν. ὦν ἂν τις οὐδὲ ἐπινοήσαιτο.

Ξυμπίπτει δὲ μεταξὺ καί τι τοιοῦτον, ὅπερ ἄξιον ἀφηγήσασθαι. ἔστι γὰρ καὶ τοῦτο εἰς εὐφημίαν τούτου καὶ εὐτυχίαν ἀναφερόμενον. καὶ γὰρ καὶ τοὺς τῆς δύσεως ἅπαντας [*](D) ἀρχηγοὺς ἀναχαιτίζεσθαι τῆς πρὸς τοῦτον φορᾶς σφόδρα τῆς τῶν πραγμάτων εὐροίας τῷ βαρβάρῳ λογίζομαι ἁπανταχόθεν τῆς τύχης αὐτῷ συνεργούρης καὶ ἐπαιρούσης εἰς τυραννίδα καὶ πὰν τὸ ἐπωφελὲς περαιουμένης. ὁ γάρ τοι πἀπας τῆς Ῥώμης (γενναία δὲ αὕτη ἀρχὴ καὶ στρατεύμασι παντοδαποῖς περιφραττομένη ) μετὰ τοῦ ῥῆγός Ἀλαμανίας Ἐενρίχου διαφορὰν ἐσχηκώς, ἐβούλετο πρὸς συμμαχίαν ἑλκῦσαι [*](P. 31) σᾶι Ῥομπέρτον ἤδη περιφανέστατον γεγονότα καὶ πρὸς με-

[*](10. ἑυτῷ om. P. 12. ἐπινοήσατο P. 14. εἰς εὐτυχίαν τούτου ἀναφερόμενον GA. 15. an καὶ τὸ τῆς? 22. ἠβούλετο Α.)
63

γάλας ἀρχὰς ἀκμάσαντα. ἡ δὲ διαφορὰ ῥηγός τε καὶ πάπα τοιαύτη τις ἦν. ὁ μὲν γὰρ κατῃτιᾶτο τὸν ῥῆγα Ἐνέριχον ὡς τὰς ἐκκλησίας οὐ προῖκα διδόντα, ἀλλὰ δωρημάτων ἀποδιδόμενον καί που καὶ ἀναξίοις ἀνδράσι τὴν ἀρχιερωσύνην καταπιστεύοντα, καὶ τοιούτων ἐγκλημάτων ἐδίωκεν. ὁ δέ γε ῥἤξ Ἀλαμανίας τυραννίδος τὸν πάπαν ἐγράφετο , ὡς ἄτερ γνώμης αὐτοῦ τὸν ἀποστολικὸν ἐξαρπάσοι θρόνον. καί που καὶ ἀπηναισχυντήκει πρὸς τοῦτον κὼ ἰταμωτέροις ἐχρήσατο λόγοις, ὡς εἰ μὴ ἐκσταίη τῆς αὐθαιρέτου προεδρίας, μεθ’ ὕβρεως ἐκεῖθεν ἀπελαθήσεται. τούτων οὖν ἀκούσας ὁ πάπας [*](Β) τῶν λόγων , κατὰ τῶν πρέσβεων εὐθὺς ἐμεμήνει, καὶ αἰκισάμενος πρότερον ἀπανθρώπως, εἰτα καἰ κείρας τὰς κεφαλὰς καὶ ἐῖκείρας τοὺς πώγωνας, τὰς μὲν ψαλίσι ξυρῷ δὲ τοὺς πώγωνας, καὶ ἄλλο τι προσεργεασάμενος προεδρίας, καὶ βαρβαρικὴν ὕβριν ὑπερελαῦνον, ἀφῆκεν· εἶπον ἂν καὶ τὴν ὕβριν, εἰ μή με κὼ γυναικεία καὶ βασιλικὴ ἐπεῖχεν αἰδώς. ἐκεῖνο γὰρ οὐχ ὅπως ἀνάξιον ἀρχιερέως τὸ παρ’ ἐκείνου πρα- χθέν, ἀλλ’ οὐδ’ ὅλως ἀνθρώπου Χριστιανικὸν ἐπιφερομένου [*](V. 29) τοὔνομα , καὶ ἐβδελυξάμην καὶ τὸ ἐνθύμημα τοῦ βαρβάρου, [*](C) μήτοι γε τοὖργον , ἔπει καὶ τὸν γραφέα κάλαμον καί τὸν χάρτην ἐμόλυνα ἄν, εἰ τὸ πραχθὲν κατὰ μέρος διεξῄειν. ἀλλ’ εἰς παράστασιν καὶ βαρβαρικῆς ὕβρεως καὶ ὅτι ὁ χρόδωρήματα

[*](3. G. 4. που: πάντα A. 14 προσεξερηασόμενος Ρ. 18. ἐπιφερ. καὶ τοὔνομα ἐβδελυξάμην PA, ἐπιφερ. ὄνομα G , ego καὶ transposui.)
64

νος ῥέων ἤθη ἀνδρῶν παντοδαπὰ πρὸς κακίαν ἀναφύει κω πάντολμα , ἀρκέσει αὐτὸ τοῦτο τὸ μηδὲ μικρόν τι τοῦ πραχθέντος ἀνασχέσθαι ἡμᾶς παρεμφῆναι ἢ διηγήσασθαι, καἰ ταῦτα ἀρχιερέως, ὡ δίκη καἰ ταῦτα πρώτου ἀρχιερέως, καἰ ταῦτα προκαθημένου τῆς οἰκουμένης ἁπάσης γενομένου, ὥσπερ οὖν καὶ οἱ Λατῖνοι λέγουσί τε καὶ οἴονται· ἔστι γὰρ [*](D) καὶ τοῦτο τῆς ἀλαζονείας αὐτῶν. μεταπεπτωκότων γὰρ τῶν σκήπτρων ἐκεῖθεν ἐνθάδε εἰς τὴν ἡμεδαπήν τε καὶ ἡμετέραν βασιλίδα πόλιν καὶ δὴ καὶ τῆς συγκλήτου καὶ ἅμα πάσης τῆς τάξεως , μεταπέπτωκε καὶ ἡ τῶν θρόνων ἄρχιερατικὴ τάξις. καὶ δεδώκασιν οἱ ἀνέκαθεν βασιλεῖς τὰ πρεσβεῖα τῷ θρόνῳ τῆς Κωνσταντινουπόλεως, καὶ μάλιστα ἡ ἐν Χαλκηδόνι σύνοδος εἰς περιωπὴν πρωτίστην τὸν Κωνσταντινουπόλεως ἀναβιβασαμένη, τὰς ἀνὰ τὴν οἰκουμένην διοικήσεις ἀπάσας ὑπὸ τοῦτον ἐτάξατο. μήποτε οὖν ἡ τοιαύτη πρὸς τούς [*](P. 32) πρέσβεας ὕβρις ἀνεφέρετο πρὸς τὸν πεπομφότα οὖσα , οὐ μόνον ὅτι τούτους ἐκόλασεν , ἀλλ’ ὅτι καὶ καινὴν τινα τὴν εἰς αὐτοὺς γενομένην ὕβριν αὐτὸς πρῶτος ἐξεύρατο. ᾐνίττετο γὰρ δι’ ὧν ἐποίει τὸ τοῦ ῥῆγός, ὡς οἶμαι , εὐκαταφρόντητον, ὥσπερ τις ἡμίθεος ἡμιόνῳ διαλεγόμενος διὰ τῶν καθυβρισμένων τουτωνὶ πρέσβεων. ὁ μὲν οὖν πάπας ἐπειδὴ ταῦτα

[*](1. ἀνθρώπων Α. ἑ. δίκαιον Α. 5. γενομένου G in margine, γενόμενον GP. 9. καὶ τῆς ὅλης βασιλικῆς τάξεως A. 12. τῆς adtl. A. 15 ἐτάξατο : ἐποίησε A. 16. πεπομφότα οὔσα G. 18. αὐτὸς aclcl. G. ἐφεύρατο G.)
65

πεπρυχὼς καὶ τοὺς πρέσβεις οὕτως, ὡς εἶπον, ἀποπεμψάμενος πρὸς τὸν ῥῆγα, μέγιστον πόλεμον ἀνηρέθισεν· ἵνα δὲ μὴ τῷ Ῥομπέρτῳ προσθέμενος ὁ ῥὴξ ἀφορητότερος γένοιτο φθάνει τὰ πρὸς εἰρήνην τῷ Ῥομπέρτῳ διακηρυκευσάμενος οὐδὲ πρότερον φιλίως διακείμενος πρὸς αὐτόν. πυθόμενος [*](Β) γὰρ τὸν δοῦκα Ῥομπέρτον κατειληφότα τὴν Σάλερνον, ἀπάρας ἐκεῖνος τῆς Ῥώμης εἰς Βενεβενδὸν παραγίνεται. καὶ διὰ πρέσβεων πρὸς ἀλλήλους διαλεχθέντες, εἰν οὕτως κὼ αὐτοπροσώπως ἐντετυχηκότες ἀλλήλοις · καὶ γὰρ ὁ μὲν τῆς Βενεβενδοῦ μετὰ τοῦ οἰκείου ξυντάγματος, ὁ δὲ τῆς Σαλέρνου μετὰ στρατιᾶς ἔξιόντες, κᾆθ’ οὕτως τῶν στρατευμάτων γεγονόων ἐκ διαστήματος ἱκανοῦ , ἑκάτερος τοῦ οἰκείου τάγματος ἀποστάς, συνηλθέτην τε τὼ ἄνδρε καὶ πίστεις παρ’ ἀλλήλων καὶ ὅρκους λαβόντες ὑπέστρεψαν. οἱ δὲ ὅρκοι, ἕν ὁ μὲν πάπας τήν τε τοῦ ῥηγὸς ἄξίαν περιθείη αὐτῷ καὶ συμμαχίαν [*](C) δοιή καιροῦ καλοῦντος κατὰ Ῥωμαίων· ὁ δὲ δοὺξ ἀνδορκίζετο τῷ πάπᾳ προσβοηθεῖν ὅποι βούλοιτο. μάταια δ’ ἄρα ἦσαν τὰ τῶν ὅρκων παρ’ ἀμφοτέρων τελούμενα. ὅ τε γὰρ πάπας κατὰ τοῦ ῥηγὸς εὖ μάλα παρώξυντο καὶ ὁ πρὸς ἐκεῖνον πόνος κατήπειγεν, ὅ τε δοὺκ Ῥομπέρτος τῇ Ῥωμαίων ἐπωφθαλμία καὶ ὡσπερ τις κάπρος ἄγριος τοὺς ὀδόντας κάτα τούτων ἐτετρίγει τε καὶ τὸν θυμὸν ἔθηγεν, ὥστε μέχρι λόγων οἱ ὅρκοι τούτων. καὶ ὀμνύντες αὐτίκα τὸ πρὸς ἀλλήλους οἰ

[*](V. 30)[*](16. δοὺξ τῷ παπᾷ προσβοηθείη Α. lege ἀνθωρκίζετο. 17. ἔπη A. τῶν om. P. 19. παρωξύνετο Α. 20 κατήπειρεν P. 21. ἐποφθαλμίᾳ P. 23. αὐτίκα τὸ οm. A.)
66
[*](D)

βάρβαροι, τὸ παραυτίκα καί παρεσπόνδουν. ὁ μὲν δοὕξ Ῥομπέρτος συστρέψας τοὺς χαλινοὺς ἰπὶ τὴν Σάλερνον ἔσπευδεν, δεν, ὁ δὲ κατάπτυστος οὗτος πάπας οὐδὲ γὰρ ἔχω τι ποτ’ ἂν ἄλλο τοῦτον ἐπονομάζειν, τὴν ἀπάνθρωπον ἐκείνην ὕβριν ἐνθυμηθεῖσα τὴν εἰς τοὺς πρέσβεας,) μετὰ πνευματικῆς χάριτος καὶ εὐαγγελικῆς εἰρήνης ἰπὶ τὸν πόλεμον ὁ δεσπότης ἐχώρει ὅλῃ γνώμῃ καὶ ὅλαις χερσὶ τὸν ἐμφύλιον, ὁ εἰρηνικὸς ταῦτα καἰ τοῦ εἰμηνικοῦ μαθητής. τοὺς γὰρ Σάξονας αὐτίκα καὶ τοὺς Σαξόνων ἡγεμόνας Λαντοῦλφόν τε καὶ Οὐέλκον [*](P. 33) μεταπεμψάμενος καὶ πολλὰ μὲν καὶ ἄλλα ἐν ὑποσχέσεσιν ὑποτείνας καὶ ῥῆγας ποιήσειν τῆς ἑσπέρας ἁπάσης ἐπαγγειλάμενος, εἰς ἑαυτὸν ὑποσύρει τοὺς ἄνδρας. οὕτως ἑκεῖνος εὔκολον εἶχε τὴν δεξιὰν εἰς χειροθεσίαν ῥηγῶν, τοῦ πω. λοῦ παρακούων, ὡς ἔοικε, “χεῖρας ταχέως μηδενὶ ἐπιτίθει" λέγοντος· ὁ δὲ τὸν δοῦκα Λογγιβαρδίας ἐταινίου καὶ τοὺς Σάξονας τούτους ἔστεφε. συναγηοχότος τοίνυν ἑκατέρου τὰς δυνάμεις αὐτῶν, τοῦ τε ῥῆγός Ἀλαμανίας Ἐνερίχου καὶ τοῦ πάπα, καὶ πρὸς ἀλλήλους παραταξαμένων ἥ τε κερατίνη σάλπιγξ τὸ ἐνδόσιμον ἐδεδώκει καὶ συνερράγησαν εὐθὺς αἰ φάλαγγες [*](Β) καὶ μάχη ἐξ ἐκατέρων ἀνερριπίσθη μεγάλη καὶ παραμόνιμος. ἐπὶ τοσοῦτον γὰρ ἐξ ἑκατέρου μέρους ἠνδρίσαντο καὶ ταῖς ἀπὸ τῶν δοράτων τρώσεσι καὶ τοξευμάτων βολαῖς ἐνεκαρτέρησαν, ὡς ἐν βραχεῖ χρόνῳ πᾶσαν τὴν ὑποκειμένην

[*](4. ἑπονομάσαιμι Α. 5. εἰς: πρὸς Α. 8. γὰρ: δὲ G. 11. ὑπαγγειλάμενος Α. 13. εὐκόλως G. 19. εὐδόσιμον ἐδεδιὠκει P.)
67

πεδιάδα ὑπὸ τῶν αἱμάτων ὦν ἀπὸ τῶν φόνων ἐνδαλαττεύεσθαι καὶ τοὺς ὑπολοίπους ἄνδρας ἐμπλέοντας ἐμπλέοντας πολλῶ λύθρῳ μάχεσθαι· ἔστιν ὅπου καὶ τοῖς νεκροῖς σώμασι συμποδιζομένους διαπίπτειν καὶ τῷ ποταμῷ τῶν αἱμάτων ἐμπνίγεσθαι. εἰ γὰρ ὑπὲρ τὰς τριάκοντα χιλιάδας χιλιάδας κατ’ ἐκείνην τὴν μάχην, ὥς φασιν, ἐπεπτώκεισαν, πόσος ῥοῦς αἵματος κατερρύη, [*](C) πόσον διάστημα γῆς τῷ λύθρῳ πεπάλακτο! εἶχον οὖν, ὡς οὕτως εἰπεῖν, ὤας ὑσμίνῃ τὰς κεφαλὰς καὶ ἑκατέρα μερὶς. ἕως ὁ τῶν Σαξόνων ἡγεμὼν Λαντοῦλγφος διεῖπε τὸν πόλεμον. ἐπεὶ δὲ ἐκεῖνος καιρίαν ἐβλήθη καὶ αὐτίκα τίν ψυχὴν ἀφῆκεν, ἔκλινεν ἡ φάλαγξ τοῦ πάπα καὶ τὰ νῶτα τοῖς ἐχθροῖς ἐδεδώκει , οὐκ ἀναιμάκτως, οὐδ’ ἄνευ τραυμάτων φεύγοντες. ἔφεπε δὲ τούτους κλονέων ὁ Ἐνέριχος καὶ μάλα θαρρήσας τὴν μεταδίωξιν, ἐξότου καὶ τὸν Λαντοῦλφον ἐπύθετο πεπτωκότα καὶ πολεμίας χειρὸς ἔργον γεγενημένον. ἀλλ’ ἔστη τοῦ δρόμου καὶ ἀναπνεῖν ἐπέταττε τὰ στρατεύματα. κὼ ἔξοπλισάμενος αὖθις ἐπὶ τὴν Ῥώμην ἔσπευδε , πολιορκήσειν αὐτὴν προθυμούμενος. ἐνθύμιον ἐνταῦθα λαμβάνει ὁ πάπας τὰς συνθήκας καὶ τοὺς ὁρκους τοῦ Ῥομπέρτου καὶ διαπρεσβεύεται πρὸς αὐτόν, εἰς συμμαχίαν ἀποπειρώμενος. καὶ δὴ κατὰ ταὐτὸν καὶ ὁ Ἐνέριχος συμμαχίαν ἐζήτει πέμψας, κατὰ τῆς πρεσβυτάτης Ῥώμης ὁρμώμενος. ἀλλ’ ἔδοξεν ἑκάτερος τότε Ῥομπέρτῳ λῆρος τοιαῦτα ἐπιζητῶν· ἐκεῖνος δὲ πρὸς μὲν τὸν ῥῆγα ἄλλον τρόπον καἰ ἀγράφως ἀπε-

[*](6. ἐπεπτώκεσαν Α. 7. γῆς om. G. 8. ὑσμήνη PG, recto Α. 12. οὐκ ἀναιμάκτως: ἤσαν δ’ οἱ αὐτοῦ οὐκ ἀναιμάκτως Α. 16. τῷ στρατεύματι Α.)
68

κρίνατο , πρὸς δὲ τὸν πάπαν ἐπιστολὴν διεχάραξεν. εἶχε [*](D) τὰ τῆς ἐπιστολῆς ὧδέ πως. μεγάλῳ ἀρχιερεῖ κὼ κυρίῳ μου Ῥομπέρτος δοὺξ ἐν θεῷ. τὴν γεγενημένην κατὰ σοῦ τῶν ἐχθρῶν ἔφοδον διακηκοώς , οὐ πάνυ τι τῇ ἀκοῇ προσθέμην, εἰδὼς ὡς οὐκ ἄν τις τολμήσειεν ἀντᾶραι σοι χεῖρας. τίς γὰρ κατὰ τοσούτου πατρὸς ἐπιχειρήσειεν, εἰ μὴ μαίνοιτο; ἐμὲ δὲ ἲς πρὸς πόλεμον βαρύτατον ἐ·ξοπλιζόμενον κὼ πρὸς [*](P. 34) ἔθνος δυσκαταγώνιστον. Ῥωμαῖοι γάρ εἰσι πρὸς οὑς ἑ πόλεμος, [*](V. 31) οἳ πᾶσαν γῆν καὶ θάλασσαν τροπαίων ἐνέπλησαν. σοὶ δὲ ἀλλ’ ἀπὸ ψυχῆς βαθείας πίστιν ὀφείλω , ἤν καὶ καιροῦ καλοῦντος παράσχοιμι." οὕτως ἐκεῖνος καὶ ἀμφοτέρων τῶν εἰς συμμαχίαν καλούντων τοὺς πρέσβεις , τοὺς μὲν τῇ ἐπιστολῇ ταύτῃ , τοὺς δὲ πιθανοῖς τισι λόγοις διακρουσάμενος ἀπεπέμψατο.

Ἀλλὰ μὴ παρῶμεν τὰ κατὰ Λογγιβαρδίαν αὐτῷ διαπεπραγμένα πρὶν ἥκειν εἰς τὸν Αὐλῶνα σὺν τῷ στρατεύματι. ὁ μὲν γὰρ καὶ ἄλλως ἦν τυραννικὸς ἀνὴρ καὶ πικρότατος, [*](Β) τότε δὲ καὶ Ἡρώδου μιμεῖται μανίαν. μὴ γὰρ ἀρκούμενος τοῖς ἀνέκαθεν ἐστρατευμένοις ἀνδράσι καὶ πρὸς μάχην ἐπισταμένοις ὁπλίζεσθαι , νεοσύλλεκτον ποιεῖται στράτευμα, μηδεμιᾶς φειδόμενος ἡλικίας· ἀλλὰ καὶ τὴν ἔξωρον κὼ τὴν ἄωρον πανταχόθεν συναγηοχὼς Λογγιβαρδίας τε καὶ Ἀπουληΐας εἰς ἁαυτὸν ἐφειλκύσατο. καἰ ἦν ἰδεῖν καὶ παῖδας

[*](3. δοὺξ: ῥὴξ Α. 7 ἐξοπληξόμενον P. 10. ἀλλ‘ om. G. 23. ἀφειλκύσατο P.)

ω

69

καὶ μειρακίσκους καὶ· γέροντας ἀνθρώπους οἰκτρούς, οἳ μηδ’ ὅσον ἐν ὀνείροις ὅπλον ἐθεάσαντο, τότε δὴ ἐνδεδυμένους θώρακα κω ἀσπίδα κρατοῦντας καὶ τόξον ἀφυῶς πάντη καὶ ιηλμμελῶς τείνοντας καἰ κατὰ στόμα πίπτοντας, ἐπειδὰν βαδίζειν ἐξῆν. ταῦτα δὴ ταῦτα θορύβου μὲν πρόφασις ἦσαν [*](C) τῇ χώρᾳ Λογγιβαρδίας ἀκαταπαύστου, καὶ πανταχοῦ κλαυθμὸς ἀνδρῶν καὶ ὀλολυγμὸς γυναικῶν, καὶ ἐμερίζετο ταύταις τὰ τῆς συγγενείας. ἡ μὶν γὰρ αἰτῶν ἀστράτευτον ἄνδρω ἐθρήνει, ἡ δὲ ἀπειροπόλεμον παῖδα, ἄλλη δὲ ἀδελφὸν γεωργὸν ἣ πρὸς ἄλλα ἔργα ἠσχολημένον. καὶ ταῦτα μὲν ἄντικρυς, καθάπερ εἶπον, μανίας ἦσαν Ἡρώδου ἡ καὶ πλέον Ἡρώδου. ἐκεῖνος μὲν γὰρ κατὰ τῶν βρεφῶν ἐμεμήνει μόνον, οὖτος δὲ καὶ κατὰ παιδίον καὶ πρεσβυτέρων. ἀλλὰ καίπερ οὕτως ἐχόντων τούτων ἀνασκήτως, ὡς οὕτω γε φάναι, ἐγύμναζέ τε καθ’ ἡμέραν ἑκάστην καὶ συνεκρότει τὰ τῶν νεοσυλλέκτων [*](D) σώματα. ταῦτα μὲν έν Σαλέρνῳ συνεπεπτώκει Ῥομπέρτῳ, τρὶν εἰς Ὑδροῦντα παραγενέσθαι. ἐκεῖσε γὰρ προεξέπεμψε στράτευμα ἱκανώτατον, αὐτὸν ἀπεκδεχόμενον, ἐπειδὰν ἅπαντα καταστήσειε τὰ κατὰ τὴν χώραν Λογγιβαρδίαν καὶ πρὸς τοὺς πρέσβεις τὰς προσηκούσας ἀποκρίσεις ποιήσαιτο. τοσοῦτον μέντοι τῷ μάπᾳ προσέθετο , οὔτε τῷ υἱῷ αὐτοῦ Ρογέρῃ, ὃν Ἀπουληΐας ἁπάσης κεχειροτόνηκεν ἄρχοντα καὶ Βο-

[*](9. γεωρηὸν Α, νέον PG. 10. καὶ add. G. 14. ἀνασκήτως Α, ἀνασκέπτως PG. οὕτως P. 16. σωμάτων G. 17. ἰδροῦντα GA. 21. ὅτι ? 22 ἄρχοντα om. G. Λοριτύλαν λαν τὸν ἀδελφιδοῦν coni. Ducangius.)
70

ριτύλαν τὸν ἀδελφόν, ἐπέσκηψεν, ἐπειδὰν ὁ τῆς Ῥὼμης θρόνος πρὸς βοήθειαν αὐτοὺς προσκαλοῖτο κατὰ τοῦ Ἐνερίχου ῥῆγός, προθυμότατα πρὸς αὐτὸν ἀφικέσθαι ναὶ τὴν δυνατὴν εἰσενεγκεῖν συμμαχίαν. τὸν μέντοι Βαϊμοῦντον, τὸν νεώτερον τῶν υἱέων αὐτοῦ καὶ κατὰ πάντα παρεμφερῆ τῷ πατρὶ καί τόλμαν καὶ ῥώμην καὶ γενναιότητα καἰ θυμὸν ἀκατάσχετον, ὅλως γὰρ οὗτος τοῦ πατρὸς ἀποσφράγισμα ἥν καὶ τῆς ἐκείνου φύσεως ἔμψυχον ἐκμαγεῖον,) μετὰ βαρυτάτου [*](P. 35) στρατεύματος ἐν τοῖς καθ’ ἡμᾶς ἀποστέλλει χωρίοις, τοῖς ἀμφὶ τὸν Αὐλῶνα τόποις ἐπιπηδήσοντα. ὁ δὲ αὐτίκα ξὺν ἀπειλῇ καὶ ἀκατασχέτῳ ῥύμῃ καθάπερ τις ἐπιρρυεὶς κεραυνὸς τῶν τε Κανίνων καὶ Ἱεριχὼ καὶ τοῦ Αὐλῶνος παντὸς ἐπελάβετο καὶ ἀεὶ τι τὰ ξυμπαρακείμενα ᾕρει καὶ ἐπυρπόλει μαχόμενος. καὶ ἦν ὡς ἀληθῶς πρὸ τοῦ πυρὸς καπνὸς δριμύτατος καὶ πρὸ τῆς μεγάλης πολιορκίας πολιορκίας προοίμιον. βρούχους ἄντικρυς καὶ ἀκρίδας εἶπεν ἄν τις αὐτούς, τὸν πατέρα καὶ τὸν υἱόν· τὰ γὰρ κατάλοιπα Ῥομπέρτου ὁ τούτου υἱὸς Βαϊμοῦντος προσεπενείματο καὶ κατέφαγεν. ἀλλὰ [*](Β) μήπω γε τοῦτον εἰς τὸν Αὐλῶνα διαπεράσωμεν · προσεξεταζέσθω δὲ τὰ κατὰ τὴν ἀντιπέραν ἤπειρον αὐτῷ πεπραγμένα.

Ἀπάρας γὰρ ἐκεῖθεν γίνεται κατὰ τὸν 'Υδροῦντα, [*](V. 32) εἶτ’ ἐκεῖθι διακαρτερήσας ὀλίγας ἡμέρας καὶ τὴν γυναῖκα

[*](4. βαϊμοῦνδον A. 8. ἔμφυλον P. 11. τῷ ἀκατασχέτῳ P, 12. Καννίνων A, 16. ἄντικρυς add. A. 19. προεξεταζεσθω coni. Diesterweg.)
71

Γαΐταν ἀπεκδεχόμενος, καὶ γὰρ καὶ ἀυτὴ ξυνεστράτευε τῷ ἀνδρὶ καὶ χρῆμα ἥν ἡ γυνὴ φοβερόν, ἐπειδὰν ἔξοπλίσαιτο,) ὡς ἐνηγκαλίσατο ταύτην ἐπελθοῦσαν, ἄρας ἐκεῖθεν πάλιν ὅλῳ στρατεύματι τὸ Βρεντήσιον καταλαμβάνει· ἔστι δὲ τοῦτο ἐπίνειον τῆς ὅλης Ἰαπυγίας εὐλιμενώτατον ἐνταῦθα δὲ καταπτὰς ἐκαραδόκει τε τὸ στράτευμα πᾶν ἐνταῦθα συναθροισθὴναι καί τὰς νῆας ἁπάσας, ὅσαι τε φορτίδες ἦσαν καὶ ὅσαι μακραί κὼ πολεμιστήριοι· ἐκεῖθεν γὰρ ἐπὶ τάδε τὸν [*](C) ἀπόπλουν ἐδόκει ποιεῖν. καὶ ἅμα ὁπόταν κατὰ τὴν Σάλερνον ἡν, πρέσβυν ἔξαποστέλλει τινὰ τῶν ἀμφ᾿ αὐτὸν μεγιστάνων Ῥμοὺλ ἐπονομαζόμενον πρὸς τὸν βασιλέα Βοτανειάτην, ἤδη μετὰ τὸν αὐτοκράτορα Δούκαν τῶν σκήπτρων ἐπειλημμένον· ἐκαραδόκει κω τούτου τὰς ἀποκρίσεις. αὐτῷ τε γὰρ ἐπεπόμφει μέμψεις τινὰς καὶ προφάσεις δῆθεν εὐλόγους τοῦ προκειμένου πολέμου, ὅτι τὴν θυγατέρα μνηστευθεῖσαν τῷ βασιλεῖ Κωνσταντίνῳ, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, τὴν μὶν ἀπέζευξε τοῦ νυμφίου, τοῦ δὲ τὴν βασίλειαν παρείλετο , καὶ ὡς ἡδικηκότος πρὸς ἄμυναν αὐτὸς εὐτρεπίζοιτο. τῷ δὲ τηνικαῦτα [*](D) μεγάλῳ δομεστίκῳ καὶ ἔξάρχῳ τῶν δυτικῶν στρατευμάτων οὑτος μάτων οῦτος δ᾿ ἦν ὁ ἐμὸς πατὴρ Ἀλέξιος) δῶρα τέ ἐπεπόμφει καὶ γράμματα φιλίυν ἐπαγγελλόμενα. ταῦτα καραδοκῶν ἡτρεέμει τῷ Βρεντησίῳ. ἐπεὶ δέ, μήπω τῶν στρατευμάτων συλλεγέντων ἁπάντων καὶ τῶν νηῶν ἀπωσθεισῶν

[*](1. αὐτῇ P. 11. ὀνομαζόμενον G. 23. ἀπωθεσισῶν PG, correxi.)
72

τῶν πλειόνων εἰς θάλασσαν, ἧκε Βυζαντόθεν καὶ ὁ Ῥαοὺλ μηδεμίαν ἀπόκρισιν πρὸς τὰ μεμηνυμένα ἐπενεγκών, εἰς θυμὸν ἀνερρίπισε πλέω τὸν βάρβαρον, καὶ μᾶλλον ὅτι καὶ δ’ καιολογίας ἥπτετο πρὸς τοῦτον τοιαύτης τῶν πρὸς τοὺς Ῥωμαίους πολέμων ἀπαγούσης. πρῶτα μὲν ὅτι ὁ ἐφεπόμενος [*](P. 36) αὐτῷ μοναχὸς ὑποκριτής ἐστι καὶ γόης ἀνὴρ καὶ ὑποδύεται τὸν αὐτοκράτορα Μιχαήλ, καὶ ὅλως πλάσμα εστὶ τὸ κατ’ αὐτόν. ἐκεῖνον γὰρ ἰδεῖν φησι μετὰ τὴν ἀπὸ θρόνου καθαίρεσιν ὲν τῇ βασιλίδι πόλει φαιὸν ἐνδεδυμένον τριβώνιον καὶ ἐν μοναστηρίῳ διάγοντα, ἐπιμελὲς ποιησάμενος τὸ αὐταῖς ὄψεσι τὸν καταβεβλημένον βασιλέα θεάσασθαι. ἔπειτα προσετίθει καὶ τοῦτο, ὃ καὶ κατὰ τὴν ὑποστροφὴν συμπεπτωκὸς ἠκηκόει. ὁ γὰρ ἐμὸς πατὴρ τῆς βασιλείας ἐπιδραξάμενος, ὡς ὕστερον διηγήσομαι, τὸν Βοτανειάτην τῶν βασιλείων ἔξήλασε [*](Β) καὶ τὸν τοῦ Δούκα υἱὸν τὸν περιφανέστατον Κωνστατῖνον ἐκεῖνον ἐν τοῖς ὐφ᾿ ἥλιον προσηκάμενος, μετέδιδον αὐθις τῆς βασιλείας. τοῦτο κατὰ τὴν ὁδὸν ἀκηκοὼς ὁ Ῥαούλ, εἰς πειθὼ καὶ ταῦτα προσῆγε , παραλύειν πειρώμενος τὴν τοῦ πολέμου σκευήν. “τίνι γὰρ δικαίῳ λόγῳ πρὸς Ἀλέξιόν φησι πολεμήσομεν, τοῦ Βοτανειάτου τἀς ἀρχὰς δεδωκότος τῆς ἀδικίας καὶ τὴν θυγατέρα τὴν σὴν Ἑλένην τῶν Ῥωμαϊκῶν σκή-

[*](1. ὁ om. G. 4. τῶν: τοῦ P. 5. lege ἀπᾳδούσης. 6. οδύεται G. 8. φημὶ G. 10. ποιησάμενον G. 14 ἐξήλασεν P.)
73

πτρων άποστερήσαντος; τὰ γὰρ παρ᾿ ἄλλων εἶς ἡμᾶς γινόμενα, οὐκ ἂν ἑτέροις τοῖς μὴ προσκεκρουκόσι κατὰ δίκην ἐνέγκοι πόλεμον. μὴ ἔχοντος δὲ τοῦ πολέμου δικαίαν πρόφασιν [*](C) τὰ ξύμπαντα φροῦδα, καὶ νῆες καὶ ὅπλα καὶ ἄνδρες καὶ παρασκευὴ πᾶσα πολεμιστήριος." ταῦτα ῥηθέντα ἔξώργισεν ἐπἰ πλέον Ῥομπέρτον· ἐμεμήνει γὰρ καὶ ἔμελλε τὼ χεῖρε τούτῳ έπιβαλεῖν. εἰ θατέρου δὲ καἰ ὁ πεπλασμένος ἐκεῖνος Δούκας [*](V. 33) καὶ ψευδοβασιλεὺς Μιχαήλ, ὃν καὶ Ραίκτωρα ὠνομάκαμεν , ἐσχετλίαζε τε καὶ ἐδυσφόρει καἰ οὐκ εἶχεν, ὅπως κατάσχοι τὴν ὁργήν, οὕτω σαφῶς ἀλλὰ ἔξελεγχόμενος, ὡς οὐκ ἐκεῖνος ὁ Δούκας ἀλλὰ ψευδεπίπλαστος βασιλεύς. ὢν δὲ καὶ ἄλλως ἔξωργισμένος ὁ τύραννος κατὰ τοῦ Ῥαούλ, τοῦ ἀδελφοῦ [*](D) Ῥογέρη πρὸς Ῥωμαίους αὐτομολήσαντος καἰ διαμεμηνυκότος ἅπαντα κατὰ τὸν παρασκευαζόμενον πόλεμον, ἀβουλήθη κακόν τι δρᾶσαι τῷ Ῥαούλ, τὸν παραυτίκα θάνατον ἀπειλήσας. ὁ δὲ μηδ’ ἄλως πρὸς τὴν φυγὴν ἐρρᾳθυμηκώς, πρὸς τὸν Βαϊμοῦντον ἐδραπέτευσεν, ὥσπερ τι κρησφύγετον ἐκ τοῦ σχεδὸν αὐτὸν ἐφευράμενος. ἐτραγῴδει δὲ καἰ ὁ Ῥαίκτωρ τὰς παλαμναιοτάτας ἀπειλὰς τἀδελφῷ τοῦ Ῥαοὺλ τῷ πρὸς Ῥωμαίους αὐτομολήσαντι, μεγάλα τε κεκραγὼς καὶ τὸν μηρὸν τῇ δεξοᾷ πλήττων καὶ ἐξαιτούμενος τὸν Ῥομπέρτον καὶ λέγων “ἓν τοῦτο καἰ μόνον αἰτῶ, ὡς εἰ τῆς βασιλείας ἐπιδραξαίμην καὶ ἀποκατασταίην τοῖς θρόνοις, παραδοῦναί μοι τὸν Ῥογέρην, καἰ εἰ μὴ τοῦτον οἰκτίστῳ θανάτῳ παραδοίην

[*](9. ἐσχειλιάζετο καὶ G. 15. δράσας P. 22. ἐπιδραξοίμην P.)
74

αὐτίκα ἐν μέσῃ τῇ πόλει ἀνασταυρώσας, τάδε ναὶ τάδε πείσομαι [*](P. 37) ἐκ θεοῦ." ἀλλὰ μεταξὺ τῶν διηγήσεων τούτων γελᾷν επεισι μοι τοὺς ἄνδρας τούτους καὶ τῆς ἀπονοιας καὶ τῆς κουφότητος, μᾶλλον δὲ τῆς κατ’ ἀλλήλων ἀλαζονείας. ὁ μὶν γὰρ τοι Ῥομπέρτος πρόφασιν εἶχε τὸν ἀπατεῶνα τοῦτον καὶ δέλεαρ καὶ οἷόν τι πρόσχημα τοῦ συμπενθέρου καὶ βασιλέως, καὶ διεδείκνυ τοῦτον ταῖς πόλεσι καἰ πρὸς ἀποστασίαν ἐπῆρεν, ἐφ’ οὓς ἂν παραγένοιτο καὶ συμπείθειν ἠδύνατο, ἐν νῷ ἔχων, ἐπειδὰν κατὰ ῥοῦν αὐτῷ τὰ τοῦ πολέμου καὶ τῆς τύχης ἐπέλθοι , ἔπι τοῦ τραχήλου ῥαπίσας ἀποπέμψαι σὺν γέλωτι· μετὰ γὰρ τὴν θήραν καταγελᾶται τὸ δέλεαρ ὁ δὲ καὶ αὐτὸς [*](Β) ἐλπίσιν ἠπατημέναις ἐπρέφετο, εἴ που συμβαίη καὶ μετάσχοι κράτους τινός, οἶα φιλεῖ πολλάκις γίνεσθαι παραλόγως. ἀλλ’ ἐκεῖνος μὲν τῆς βασιλείας ἀπρἴξ ἐπιδράξοιτο, ὡς οὐκ ἂν τὸν βάρβαρον Ῥομπέρτον προσηκαμένου εἰς βασιλείαν τοῦ Ῥωμαϊκοῦ δήμου καὶ τοῦ στρατεύματος, αὐτῷ δὲ τῷ τέως ἀποχρῷτο καθάπερ ὀργάνῳ εἰς τὴν ὅλην τῆς σκευωρίας οἰκονομίαν ταῦτα ἐνθυμουμένῃ μοι μειδιᾷν ἐπέρχεται καὶ γέλως ἐπιτρέχει τοῖς χείλεσι πρὸς λύχνον ἐπισυρούσῃ τὸν κάλαμον.

Ὁ μέντοι Ῥομπέρτος πᾶσαν δύναμιν συναγηοχὼς κατὰ τὸ Βρεντήσιον τάς τε ναῦς αὐτῷ καὶ τοὺς στρατιώτας, αἱ μὲν γὰρ νῆες εἰς ἑκατὸν καὶ πεντήκοντα συνηρίθμηντο,

[*](5. εἶχεν Ρ. καὶ οἷόν: εἰς οἷον G. g. ἐπειδὴ P. 19 ἐπισυροῦσι P.)
75

οἰ δὲ στρατιῶται εἰς τριάκοντα χιλιάδας ξύμπαντες ἐτύγχανον συμποσούμενοι, ἑκάστης νηὸς ἄνδρας ἀπολαμβανούσης διακοσίους μεθ’ ὅπλων καὶ ἵππων,) καὶ οὕτως ἐξύντων παρασκευῆς, ἐπειδὰν οἶς προσοκείλειαν, ὡπλισμένοις τούτοις καὶ ἰππόταις περιτυχεῖν , ἔμελλε διαφεῖναι πρὸς τὴν Ἐπίδαμνον πόλιν, ἣν Δυρράχιον κατὰ τὀ νῦν ἐπικρατῆσαν ἔθος προσονομάζομεν. ἐδόκει μὲν γὰρ ἐξ Ὑδροῦντος πρὸς τὰς Νικοπόλεις διαπερᾷν καὶ τήν τε Ναύπακτον καὶ τἀ ξυμπαρακείμενα χωρία καὶ φρούρια πάντα κύκλῳ περιλαβεῖν. ἀλλ’ ἐπειδήπερ εἰς πολὺ πλάτος ἠνέῳκτο τὸ ἐκεῖθεν ἐνθάδε πέλαγος [*](D) ἢ τὸ ἀπὸ Βρεντησίου πρὸς τὸ Δυρράχιον, προείλετο μᾶλλον τοῦτον τὸν κατάπλουν ἐκείνου , ἅμα μὲν καὶ τὴν ταχίστην κέλευθον προαιρούμενος, ἅμα δὲ καὶ τὴν ῥᾳστώνην τῷ στόλῳ περιποιούμενος. καὶ γὰρ χειμέριος ἢν ἡ ὥρα κω ὁ ἥλιος [*](V. 34) πρὸς τοὺς νοτίους κύκλους ἀπελαυνόμενος καὶ τῷ αἰγοκέρωτι πλησιάζων ὑπετέμνετο τὰ ἡμερήσια διαστήματα. ἴν· ὗν μὴ ἐξ Ὑδροῦντος ἀφεὶς ἀρχομένης ἡμέρας, νυκτοπλοήσειε καὶ κλύδωσί τισι προσπελάσειεν ἐπὶ τὸ Δυρράχιον ἐκ Βρεντησίου ὅλοις ἱστίοις ἀπενεχθῆναι ἐβουλεύσατο. τὰ μήκη γὰρ τοῦ διαστήματος τῆς ὁδοῦ ἐνταῦθα συνετέμνετο, ἐπιστενουμένου τοῦ Ἀδριατικοῦ πελάγους ἐκεῖθι. οὐ μέντοι οὐδὲ τὸν υἱὸν Ῥογέρην κατόπιν ἀπέλιπε , καθόπερ βεβούλητο πρό-

[*](2. ἐπιλαμβανούσης G. 3. παρασκηνῆς P. 11. παρείλετο P. 12. τοῦτον καιέτλους ἐκείνου G. 16. ἡμεράσια CG. 17. ἀφεὶς lac. Gronovius, ἀφ’ ἧς codices. ναυπλωήσειε PG, νυκτοπλοήσειε FC. 18. προσπελάσειεν ἐπὶ 10 Βρεντησίον P. 20. τῆν ὁδοῦ om. CG, add. PF. 21. οὐδὲ : γε Ρ.)
76
[*](P.38)

τερον, Ἀπουληΐας αὐτὸν κεχειροτονηκὼς κύριον, ἀλλ’ οὐκ οἶδ’ ὅπως μεταδόξαν αὐτὸν πάλιν συνεφεπόμενον εἶχε. μεταξὺ δὲ τοῦ πρὸς τὸ Δυρράχιον κατάπλου τήν τε κορυφῶ πόλιν ὁχυρωτάτην καὶ ἄλλ’ ἄττα ἡμέτερα φρούρια ἔξ ἀποστολῆς κατέσχε. καἰ ὁμήρους ἔκ τε Λογγιβαρδίας καὶ Ἀπουληΐας ληιάς ἀναλαβόμενος καὶ τὴν χώραν ἀργυρολογήσας ἅπασαν καὶ φορολογήσας, προσδοκήσιμος ἦν τῷ Δυρραχίῳ προσεσχηκέναι. δοὺξ δὲ τηνικαῦτα ἐτύγχανε παντὸς τοῦ Ἰλλυρικοῦ [*](B) Γεώργιος ὁ Μονομαχάτος παρὰ τοῦ αὐτοκράτορος Βοτανειάτου ἀποσταλεὶς. καίτοι γε πρότερον τὴν ἀποστολὴν ἀπεπέμπετο καί οὐδ’ ὅλως ἢν εὐπειθὴς πρὸς τὴν λειτουργίαν ταύτην, ἀλλ’ οἵ γε βάρβαροι δοῦλοι τοῦ αὐτοκράτορος (Σκύθαι γὰρ ἦσαν Βορῖλός τε καὶ· Γερμανός,) ἐνεκότουν τε τῷ Μονομαχάτῳ καὶ ἀεὶ τι δεινότερον αὐτοῦ ἐννοοῦντες κατεῖπον αὐτοῦ πρὸς τὸν αὐτοκράτορα συρράψαντες ὁπόσα γε καὶ βεβούλοιντο, καὶ τοσοῦτον ἀνέφλεξαν τὸν τοῦ βασιλέως κατ’ αὐτοῦ θυμόν, ὡς ἐπιστραφέντα ποτὲ πρὸς τὴν βασιλίδα Μαρίαν ἐρεῖν “ἐχθρὸν τῆς Ῥωμαίων ἡγεμονίας τὸν Μονομαχά τον τοῦτον ὑπώπτευικα." τοῦτο ἀκροασάμενος Ἰωάννης ὁ Ἀλανός, φίλος ἐς τὰ μάλιστα ὢν τοῦ Μονομαχάτου, γινώσκωσ [*](C) δὲ καὶ τὴν τῶν Σκυθῶν πρὸς αὐτὸν μῆνιν καὶ τὰς συχνὰς κὰτ αὐτοῦ εἰσηγήσεις, ἅπαντα τά τε τοῦ βασιλέως

[*](1. ἀλλ’ F, ἐπεὶ PG. 2. οἶ F, οἴδα P, οἶδα πῶς O. μεταδόξαντα πάλιν αὐτὸν P, μεταδόξαν C, recte F. 4. ἄλλα τὰ codices, correxi. 10. γε om. F. 13. Βορῖλος F, Βουργίλος P, βουργῦλος G. ἐνεκότουν τε FC , ἑστηκότες PG. 14. αὐτὸν PG, αὐτοῦ F. 15 ὁπόσα γε FC, ὅπου τε PG. 18. τῆς G, τῶν P. 20. ἐς τὰ μάλιστα FC, ἱστάμενος PG.)
77

ῥήματα τὰ τε τῶν Σκυθῶν πρὸς τὸν Μονομαχάτον ἀπελθὼν ἐξορχεῖται καὶ πέρι τοῦ συμφέροντος βουλεύσασθαι συμβουλεύει. ὁ δὲ (νουνεχὴς γὰρ ἦν,) καὶ τῷ βασιλεῖ προαρπάζει τὴν ἔπι τὸ Δυρράχιον λειτουργίαν, λόγοις κολακευτικοῖς καταθέλξας αὐτόν. καἰ ὡς πρὸς τὴν Ἐπίδαμνον συνταξάμενος καὶ τὰς ἐπὶ τῇ δουκικῇ ζώνῃ προστάξεις ἐγγράφως ἀνειληφώς, ἐπισπευδόντων εὖ μάλα πρὸς τοῦτο τῶν Σκυθῶν ἐκείνων Γερμανοῦ καὶ Βορίλου, εἰς δευτέραν ἡμέραν τῆς βασιλίδος πόλεως ἔξεισι, τὴν Ἐπίδαμνον ἀφορῶν καὶ τὴν [*](D) Ἱλλυρίδα χώραν. ἀλλὰ περιτυγκάνει περί που τὴν λεγομένην πηγήν, ἔνθα καὶ ναὸς ᾠκοδόμηται τῆς ἐμῆς δεσποίνης παρθένου καὶ θεομήτορος ὲν τοῖς ἀνὰ Βυζαντίδα πόλιν ναοῖς περιβόητος, τῷ ἐμῷ πατρὶ Ἀλεξίῳ. οἱ δὲ εἶδον ἀλλήλους, καὶ ὁ μὲν Μονομαχάτος ἄρχεται λόγων πρὸς τὸν μέγαν δομέστικον περιπαθῶν καὶ ὡς ὑπερόριος γίνεται δι’ ἐκεῖνον καί τὴν πρὸς τοῦτον φιλίαν καὶ ὅτι οἱ Σκύθαι οἱ πᾶσιν ἐποφθαλμιῶντες Βορῖλος καὶ Γερμανὸς ὅλον τοῦ φθόνου τὸν τροχὸν κὰτ αὐτοῦ ἐξεκύλισαν, καἰ τῶν οἰκείων καὶ τῆς φιλτάτης ταύτης πόλεως εὐπροσώπως ἐξορίζουσι. καὶ πάντα κατὰ μέρος ἐκτραγῳδήσας, ὅσα τε πρὸς τὸν βασιλέα συκοφαντηθείη καὶ πάθοι παρὰ τῶν δούλων, ἠξιοῦτο παραμυθίας ὅτι πλείστης παρὰ

[*](2. ἐξηγεῖται GC. 3. προσελθὼν ἐξαιτεῖται. προαρπάζει PG, ἐξαιτεὶται nin. F. 6. δουκικῇ G, δουλικῇ P. 8. Βορίλα G. 11. δεσπότιδος F. 13. εἶδον F, ἤδη PG. 14. λόγον — περιπαθῆ G. πρὸς: περὶ CG. 15. γίνεται GC, γίνοιτο FP. ἐκείνων F. 16. ἀποφθαλμιῶντες GC. 18. καὶ δὲ τῶν V. lege καἰ δὴ. οἰκιῶν G. φίλης CF.)
78

τοῦ δομεστίκου τῆς δύσεως, οἶος ἐκεῖνος ψύχην ἐπικουφίσαι [*](P. 39) βαρυνομένην ταῖς συμφοραῖς. καὶ τέλος ἐπειπόντος ὧς ἅν θεὸς εἴη τῶν τοιούτων ἐκδικητὴς καὶ ὡς μεμνῆσθαι φιλίας τῆς πρὸς αὐτὸν ὑπομνήσαντος ὁ μὲν ἐπὶ τὸ Δυρράχιον ὥρμα, τὸν δ᾿ ἀφῆκεν εἰσδῦναι τὴν βασιλεύουσαν πόλιν. ὁ δὲ Μονομαχάτος καταλαβὼν τὸ Δυρράχιον καὶ ἀμφοτέρων τὴν παρασκευὴν ἀκηκοώς, τήν τε τοῦ τυράννου Ῥουμπέρτου καἰ τὴν ἐπανάστασιν Ἀλεξίου, έν ζυγῷ καὶ σταθμῷ τὰ κατ’ αὐτὸν διετίθετο. καὶ πρὸς μὲν τὸ φανερὸν ἀντίξως εἶχεν ἐν ἀμφοτέροις, εἶχε δέ τι τὰ τῆς προδήλου μάχης καὶ τοῦ φαινομένου [*](Β) βαθύτερον. ὁ μὶν γὰρ μέγας δομέστικος γράμμασιν αὐτῷ μεμηνύκει τὰ συμπεσόντα, ὅτι τε τῶν ὀμμάτων ἀποστέρησις τούτῳ ἠπείλητο καὶ ὡς ἄρα διὰ ταύτην τὴν ἀνάγκην καὶ τὴν μελετωμένην τυραννίδα τοῖς τυραννοῦσιν ἀντεπιτίθεται. καὶ χρὴ τοῦτον διαναστῆναι ὑπὲρ τοῦ φίλου καὶ πρὸς αὺτὸν ἐθελῆσαι πέμψαι ὅθεν δήποτε χρῆμα τούτῳ συνειλεγμένον. δεῖ δὴ γάρ, φησι, χρημάτων καὶ ἄνευ τούτων οὐδὲν ἔστι. γενέσθαι τῶν δεόντων.“ ὁ δὲ χρήματα μὲν οὐκ ἔπεμψε, φιλοφρονησάμενος δὲ τοὺς πρέσβεις, γράμματα τούτοις ἐπιτίθησιν ἀντὶ χρημάτων, τοιόνδε νοῦν περιέχοντα, ὡς αὐτὸς μὶν εἰς τὴν τήμερον τὴν ἀρχαίαν φιλίαν διαφυλάττοι καὶ εἰς τὸ ἑξῆς φυλάττειν κατεπαγγέλλοιτο· περὶ δὲ τοῦ ἐπιτεταγμένου χρυ-

[*](2. ὡς ἄρα: ἀλλὰ G, ὡς oiii. C. ὁ. ἐν add. F. 9. dele έν. lo. τὰ G diiobus punctis superimpositis, acsi deleri oporterel. vid. aiiuotat. 15. διαστῆναι CG. 17. δὴ Oiii. CG. 21. διαφυλάττειν G. καὶ add. F. 22. κατεπαγγέλλεται G.)
79

ἡ σφόδρα μὶν καἰ αὐτὸν γλίχεσθαι πέμπειν ὁπόσα γε βούλοιτο χρήματα. ἀλλὰ γὰρ ἐπέσχε με πρᾶγμα δίκαιον. καὶ γὰρ ἆρός τοῦ βασιλέως Βοτανειάτου πεμφθεὶς καὶ τὰς πίστεις τῆς δουλείας αὐτῷ δεδωκώς, οὐ καλὸς ἂν οὐδέ σοι ξω καὶ εὔνους τὰ εἰς βασιλέας ἀνήρ, εἴγε τοῖς σοῖς ἐπιτάσιν ἐκ τοῦ σχεδὸν ὑπείξομαι. εἰ δὲ τὴν βασιλείαν σοι ἐπιβραβεύσειεν ἡ ἄνωθεν πρόνοια, ὡς πρῶτον φίλος ἐγὼ πιστὸς ἦν, καὶ μετὰ ταῦτα δοῦλος πιστότατος ἔσομαι. ταῦτα τοῦ Μονομαχάτου πρὸς τὸν ἐμὸν πατέρα σχεδιάσαντος καί ἐν ταὐτῷ αὐτόν τε ἅμα, λέγω δὴ τὸν ἐμὸν πατέρα, καὶ τὸν [*](D) Βοτανειάτην ὑποποιουμένου, πρὸς δὲ τούτοις καὶ πρὸς τὸν βάρβαρον Ῥομπέρτον γυμνοτέρους ποιησαμένου λόγους καὶ εἰς λαμπρὰν ἀποστασίαν ἀναρρηγνυμένου, πολλὰ κατηγορεῖν ἔχω. ἀλλ’ ἔοικέ πως τὰ τοιαῦτα ἤνθη τῶν ἀνθρώπων παλίμβολα καὶ πολλὰ χρώματα μεταλαμβάνοντα κατὰ τἀς τῶν πραγμάτων μεταβολάς, καὶ τῷ μὲν κοινῷ οἱ τοιοῦτοι πάντες ἀξύμφοροι, ἑαυτοῖς δέ εἰσιν ἀσφαλέστατοι τὰ κατ’ αὐτοὺς νὼ μόνους ξυμφέροντα διοικονομούμενοι, καὶ ὡς τὰ πολλὰ [*](P. 40) ἀποτυγχάνοντες. ταῦτα μὲν οὕτως ὁ τῆς ἱστορίας ἵππος τῆς λεωφόρου ἐξέδραμε· πάλιν δὲ τοῦτον εἰς τοὺς προτέρους δρόμους ἐπαναγάγωμεν, καὶ γεγονότα ἐξήνιον. ὁ γάρ τοι Ῥομπέρτος καὶ πρότερον σφαδάζων πρὸς τὴν καθ᾿ ἡμῶν πεμε [*](με om. CG, add. PF. 5. εἰς τὰ βασίλεια G. 8. ἦν PF, εἴην CG. 11. τούτοις om. G. 12. γυμνότερον CG. 13. ἀπορρηγνυμένου CG. 15. χρήματα καταλαμβάνοντα G. 17. ἐαυτοὺς P. 18. διακονούμενοι G.)

80

ραίωσιν καὶ τὸ Δυρράχιον φανταζόμενος, τύτε δὴ καὶ μᾶλλον ἐξεφλέγετο, καὶ χεῖρας καἰ πόδας ἀκάθεκτος ἦν πρὸς τὴν ναυστολίαν, καὶ τοὺς στρατιώτας ἐπέσπευδε καἰ λόγοις παροξυντικῶς παρεθάρρυνεν. ὁ δὲ Μονομαχάτος ταῦτα κατασκευάσας, κὼ ἄλλην τινὰ τοιαύτην ἀσφάλειαν ἑαυτῷ ἐπῳκοδομεῖτο. τόν τε γὰρ Βοδῖνον καὶ τὸν Μιχανλᾶν τοὺς [*](Β) ἐξάρχους τῶν Δαλματῶν διά τινων γραφῶν ἑαυτῷ ὑπεποιήσατο φίλους καὶ δωρεαῖς προκατείληφε τὰς γνώμας αὐτῶν, θύρας παντοδαπὰς ἑαυτῷ ὑπανοίγων. εἰ γὰρ τοῦ τε Ῥομπέρτου καὶ Ἀλεξίου ἀστοχήσειε καὶ ἀμφοτέρων ἀποκριθείη, εὐθὺ Δαλματείας ἐλάσειε, πρός τε Βοδῖνον καὶ Μιχαηλᾶν αὐτόμολος γενησόμενος. ἐχθρῶν γὰρ τούτων ἀναφανέντων λοιπὸς ἄρα ὁ Μιχαηλᾶς κατηλπίζετο τούτῳ καἰ ἑτέρωθεν ὁ Βοδῖνος, πρὸς οὑς καὶ φυγεῖν παρεσκεύαστο, τῶν ἀπὸ τοῦ [*](V. 36) Ῥομπέρτου δηλονότι καὶ Ἀλεξίου ἀντιπνευσάντων αὐτῷ. ταῦτα μὲν ἐχέτω ταῦτα. καιρὸς δὲ ἤδη τραπέσθαι πρὸς τὴν βασιλείαν τοῦ ἐμοῦ πατρὸς καὶ ὅπως καἰ ἐξ οἵων ἀφορμῶν εἰς τὸ βασιλεύειν ἐλήλυθε, διηγήσασθαι. οὐ γὰρ τὰ πρὸ τῆς βασιλείας αὐτῷ ἐσκεψάμην ἐρεῖν, ἀλλὰ καὶ ὅσα βασιλεύων κατώρθωκεν ἢ ἐξήμαρτεν, εἴτε τέως σφαλέντα τοῦτον εὑρήσομεν ἐν ἅπασι δι’ ὡν βαδιούμεθα. οὐ γὰρ ὡς πατρὸς φεισαίμην, εἴ γέ μοι παρασταίη τι τῶν ἐκείνῳ μὴ καλῶς πεπραγμένων· οὐδὲ διὰ τὴν ὑποτρέχουσαν ὑποψίαν, ὅτι πατοιαύτην

[*](5. τοιαύτην add. F. 10. εὐστοχήσειε CG. 13. τοῦτο G. 16. lege ἐχέτω ταύτῃ. 18. ἐλήλυθεν P. 19. εὑρεῖν CG. 22. περισταίη CG. ἐκείνου CG.)
81

τήρ εστι, περὶ οὗ συγγράφομεν τὰ κατορθώματα, τοῦτο παραδραμούμεθα. ἐν ἑκατέροις γὰρ ἀδικήσομεν τὴν ἀλήθειαν. ἐμοὶ γὰρ τοῦτον ἐχούσῃ σκοπὸν ἄνωθεν, καθάπερ πολλάκις εἴρηται, ὑπόθεσις ὁ πατὴρ καὶ βασιλεὺς ὑποβέβληται. τὸν οὖν Ῥομπέρτον ἐκεῖσε καταλελοιπότες, οὗπερ ὁ λόγος αὐτὸν ἠγάγετο, τὰ κατὰ κατὰ τὸν βασιλέα σκοπῶμεν ἤδη· τούς τε πολέμους καὶ τὰς μάχας τὰς πρὸς τὸν Ῥομπέρτον ἐν ἑτέρῳ λόγῳ ταμιευσόμεθα.

[*](1. τούτῳ F. 3. ταύτην F. 4. ὁ βασιλεὺς G. 5. ἐκεῖσε FP, ἐκκῖνον CG. G. τοὺς δὲ? 8. ταμιευσώμεθα G.)